Migne Reading Room

PG 47 · cols. 507–512 · Read from the page

Exhortatory oration to Stagirius the ascetic vexed by a demon, three books

Exhortatory oration to Stagirius the ascetic vexed by a demon, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:507Read from the page
καὶ ἐπιτείνετε καθ' ἑκάστην ἡμέραν. Τίς οὖν ὑμᾶς παραιτήσεται, τίς δὲ συγγνώσεται; Οὐκ ἔστιν οὐδείς. Τοσαύτην δὲ πρόνοιαν καὶ ὁ Θεὸς ποιεῖται καὶ οἱ ἅγιοι τοῦ μὴ βλασφημεῖσθαι τὸ ὄνομα αὐτοῦ, οὐχ ὡς τοῦ Θεοῦ δεομένου τῆς δόξης τῆς παρ' ἡμῶν (ἀνενδεής γάρ ἐστι καὶ τέλειος), ἀλλ' ὡς πολλῆς ἀπὸ τοῦ πράγματος τοῖς ἀνθρώποις γενομένης τῆς βλάβης. Ὅταν γὰρ πρὸς αὐτοὺς διαβληθῇ τὸ τοῦ Θεοῦ ὄνομα καὶ ἡ δόξα, οὐδὲν αὐτοὺς ὠφελεῖ λοιπόν· εἰ δὲ ὁ Θεὸς διαβαλλόμενος οὐδὲν ὠφελεῖ, πολλῷ μᾶλλον ἡμεῖς.
and you intensify it every day. Who then will excuse you, and who will pardon you? There is no one. Yet both God and the saints take such forethought that His name should not be blasphemed, not as though God stood in need of the glory that comes from us (for He is without need and perfect), but because great harm arises for men from this matter. For when the name and the glory of God have been slandered among them, He profits them nothing thereafter; and if God, when slandered, profits them nothing, much less do we.
θʹ. Πάντα οὖν πράττωμεν, ὥστε μηδεμίαν γενέσθαι πρόφασιν σκανδάλου· ἀλλὰ εἰ καὶ ἀδίκως ἐγκαλῶσι, πείθωμεν, καὶ διαλύωμεν τὰ ἐγκλήματα, καὶ μιμώμεθα τοὺς ἁγίους, οἳ τοσαύτην ἐποιοῦντο σπουδὴν τῆς τοῦ Θεοῦ δόξης, ὥστε καταφρονεῖν καὶ τῆς ἑαυτῶν διὰ τὴν τοῦ Θεοῦ. Μὴ δὴ πάντα ῥίψαντες ἁπλῶς καὶ καταπατήσαντες ἀρκεῖν ἡγησώμεθα πρὸς ἀπολογίαν ἡμῖν, ἐὰν εἴπωμεν, ὅτι ἱμάτιον ἐπριάμεθα τῇ παρθένῳ καὶ ὑποδήματα, καὶ τὰ ἄλλα τὰ κατὰ τὴν σωματικὴν ἀνάπαυσιν εὖ διεθήκαμεν. Καὶ τίς οἰκονομήσει, φησὶ, τὰ κατὰ τὴν οἰκίαν ἡμῖν; τίς δὲ ἐπόψεται τὰ ὄντα, τίς δὲ προστήσεται ἡμῶν ἔξω διατριβόντων, καὶ γυναικὸς ἔνδον οὐκ οὔσης; Καὶ γὰρ καὶ ταῦτα λέγουσιν ἐναντία τε ὄντα τοῖς προτέροις καὶ αἰσχρότερα, καὶ οὐδενὸς αὐτοῖς μέλει τούτων, οὐδὲ αἰσχύνονται καθάπερ οἱ μεθύοντες τὸ ἐπελθὸν ἅπαν φθεγγόμενοι. Διὸ μηδὲ ἡμεῖς ἀποκάμωμεν, κἂν τοιαῦτα ᾖ τὰ λεγόμενα, ὡ; μηδὲ ἀποκρίσεως ἀξιοῦσθαί τινος· μὴ ἀποκάμωμεν οὖν καὶ ἀποκρινόμενοι, καὶ πράως αὐτοῖς διαλεγόμενοι, ἕως ἂν τῆς μέθης ἀπαλλάξωμεν ταύτης, τό γε εἰς ἡμᾶς ἧκον. Αἰσχύνομαι γὰρ καὶ ἐρυθριῶ ταῦτα ἐπιχειρῶν ἀνατρέπειν, ἃ ἀντιλέγειν οὐκ ἐρυθριῶσιν ἐκεῖνοι· οἰστέον δὲ ὅμω; τὴν αἰσχύνην διὰ τὸ λυσιτελοῦν τοῖς οὐκ αἰσχυνομένοις. Καὶ γὰρ ἄτοπον ἐγκαλοῦντας αὐτοῖς τὴν τῶν σκανδαλιζομένων ἀδελφῶν ὑπεροψίαν αὐτοὺς δι' αἰσχύνην τὴν τούτων ὑπερορᾷν θεραπείαν. Τίνα γὰρ λέγουσι τὰ ἔνδον, εἰπέ μοι, ὧν εἰς τὴν προστασίαν τῆς παρθένου τὴν χρείαν ἀναγκαίαν εἶναι νομίζουσι; παιδισκῶν σοι πλήθη βαρβάρων ἐστὶ καὶ νεωνήτων, καὶ δεῖ ταύτας ῥυθμίζεσθαι καὶ πρὸς ἐριουργίαν καὶ πρὸς τὴν ἄλλην διακονίαν; Ἀλλὰ ταμεῖα χρημάτων πολλῶν καὶ ἱματίων πολυτελῶν, καὶ δεῖ φύλακα ἔνδον καθῆσθαι διαπαντὸς, καὶ τῇ τῶν οἰκετῶν κακουργίᾳ τοὺς ὀφθαλμοὺς ἐπιτειχίζεσθαι τῆς παρθένου; ἀλλὰ δεῖπνα καὶ συμπόσια συνεχῶς ἐπιτελεῖσθαι, καὶ χρὴ τὴν οἰκίαν καλλωπίζεσθαι, καὶ μαγείρους καὶ τραπεζοποιοὺς τῆς προνοίας ἀπολαύειν τῆς παρθένου; ἀλλὰ πολύτροποι δαπάναι καὶ συνεχεῖς καὶ δεῖ τινα ἐφεστάναι διαπαντὸς, ὅπως τὰ μὲν φυλάττοιτα μετὰ ἀκριβείας, τὰ δὲ μὴ μάτην ἐκρέῃ τῆς οἰκίας; Οὐδὲν τούτων φησίν· ἀλλὰ ὅπως αὐτῇ τὸ κιβώτιον καὶ τὸ ἱμάτιον καὶ τὴν ἄλλην ἐπιβλέπῃ πενίαν, ὅπως εὐτρεπίζοι τὴν τράπεζαν, καὶ τὴν εὐνὴν στρωννύοι, καὶ πῦρ ἀνακαίῃ, καὶ περιπλύνῃ πόδας, καὶ τὴν ἄλλην ἀνάπαυσιν παρέχῃ πᾶσαν. Εἶτα ἀντὶ τῆς μικρᾶς καὶ ψυχρᾶς ἀναπαύσεως ταύτης τοσαύτην οἴσομεν κατηγορίαν, τοσαῦτα ὑποστησόμεθα ὀνείδη; Καὶ πόσῳ βέλτιον ἀδελφὸς ταῦτα διακονήσεται καὶ εὐκολώτερον! τῇ τε γὰρ φύσει ἰσχυρότερος γυναικὸς ὁ ἀνὴρ, τῇ τε χρείᾳ οἰκειότερος ἡμῖν, καὶ οὐχ οὕτω δαπανηρός. Ἡ μὲν γὰρ γυνὴ, ἅτε ἁπαλωτέρα οὖσα, καὶ στρωμνῆς μαλακωτέρας δεῖται, καὶ λεπτοτέρας ἐσθῆτος, καὶ κόρης ἴσως πάλιν διακονησομένης αὐτῇ, καὶ οὐ τοσαύτην ἡμῖν παρέχει διακονίαν, ὅσης αὐτὴ
9. Let us therefore do all things so that there may be no pretext for offence; nay, even if they accuse us unjustly, let us persuade them, and dispel the charges, and imitate the saints, who showed such earnestness for the glory of God as to despise even their own for the sake of God's. Let us not, having cast all things aside outright and trampled them underfoot, suppose it sufficient for our defence if we say that we bought a cloak for the virgin and sandals, and arranged well the other matters pertaining to bodily repose. And who, says he, will manage the affairs of the house for us? And who will oversee our goods, and who will take charge while we spend our time abroad and there is no woman within? For indeed they say these things too, which are both contrary to their former pleas and more shameful, and they care for none of these things, nor are they ashamed when, like drunken men, they utter whatever comes upon their tongue. Wherefore neither let us grow weary, even though the things said be such as not even to be deemed worthy of any answer; let us not grow weary, then, in answering too, and in conversing gently with them, until we rid them of this drunkenness, so far at least as lies with us. For I am ashamed and blush in attempting to refute these things, which those men do not blush to urge in objection; yet we must bear the shame for the profit of those who feel no shame. For indeed it would be absurd that we, while charging them with disdain for the brethren who are caused to stumble, should ourselves out of shame disdain the healing of these men. For what, tell me, do they mean by the household affairs, for the supervision of which they suppose they have a necessary need of the virgin? Have you multitudes of barbarian and newly bought maidservants, and must these be regulated both for wool-spinning and for the rest of household service? Or are there storerooms of much wealth and costly garments, and must a guard sit within continually, and the eyes of the virgin be set as a rampart against the knavery of the domestics? Or are dinners and banquets continually held, and must the house be decked out, and cooks and table-setters enjoy the forethought of the virgin? Or are there manifold and continual expenses, and must someone stand over them continually, so that some things may be kept with exactness and others may not flow out of the house in vain? None of these things, says he; but so that she may look after for her the chest and the cloak and the rest of his poverty, so that she may make ready the table, and spread the couch, and kindle a fire, and wash his feet, and furnish every other repose. Shall we then, in exchange for this slight and frigid repose, bear so great an accusation, and undergo such reproaches? And how much better and more easily will a brother minister in these things! For a man is both stronger by nature than a woman, and more akin to us in need, and not so costly. For a woman, inasmuch as she is more delicate, needs both softer bedding and finer raiment, and perhaps again a maid to minister to her, and she does not furnish us so much service as she herself
Notes, col. 507

On the reading

Printed ὡ;, for ὡς.

Printed ὅμω;, for ὅμως.

Printed φυλάττοιτα, for φυλάττοιτο.

PG 47:508Read from the page
δεῖται παρ' ἡμῶν· ὁ δὲ ἀδελφὸς καὶ πάντων τούτων ἀπήλλακται· εἰ δέ τινος καὶ δεηθείη, τῶν αὐτῶν ἡμῖν δεήσεται. Τοῦτο δὲ οὐ μικρὸν εἰς εὐκολίαν ἐστὶ, τὸ μὴ διαφόρων, ἀλλὰ τῶν αὐτῶν ἐν χρείᾳ καθεστάναι τοὺς συνοικοῦντας· ὅπερ ἐπὶ τῆς παρθένου οὐκ ἔνι. Πρῶτον μὲν γὰρ ἄν τε λούσασθαι δέῃ, ἄν τε κάμνῃ τὸ σῶμα, οὔτε ὁ ἀδελφὸς αὐτῇ πρὸς ταῦτα διακονήσεται, κἂν σφόδρα ἕληται ἀσχημονεῖν, οὔτε αὐτὴ ἑαυτῇ ἀρκέσαι δυνήσεται· ἂν δὲ ἀδελφοὶ οἱ συνοικοῦντες ὦσιν, ἀντιδώσουσιν ἀλλήλοις τὴν ὑπηρεσίαν ταύτην. Πάλιν ὅταν καθεύδειν δέῃ, παρθένου μὲν ἔνδον καθημένης, καὶ κλίνας εἶναι δύο χρὴ, καὶ στρώματα διπλᾶ καὶ ἐπιβλήματα, ει δὲ εὖ φρονῶσι, καὶ οἰκήματα· ἀδελφῶν δὲ ὄντων, πάλιν τὰ τῆς χρείας συστέλλεται, ἅτε οἰκειοτέρας οὔσης. Καὶ γὰρ οἶκος εἷς, καὶ προσκεφάλαιον ἓν, καὶ κλίνη μία, καὶ ἐπιβλήματα ἀμφοτέροις ἀρκέσει τὰ αὐτά· καὶ ἁπλῶς, εἴ τις ἅπασαν ἐπεξίοι τὴν διακονίαν, ἐνταῦθα μὲν πολλὴν τὴν εὐκολίαν εὑρήσει, ἐκεῖ δὲ τὴν δυσκολίαν. Καὶ παρίημι τὴν ἀσχημοσύνην τῆς οἰκίας· οἷον γάρ ἐστιν ἀνελθόντα εἰς ἀνδρὸς μονάζοντος οἰκίαν ὁρᾷν ὑποδήματα γυναικεῖα κρεμάμενα, καὶ διαζώματα, καὶ κεφαλόδεσμα, καὶ καλαθίσκους, καὶ ἠλακάτην, καὶ κερκίδα, καὶ κτένας, καὶ ἱστοπόδην, καὶ τὰ ἄλλα, ἅπερ οὐκ ἔνι κατὰ μέρος λέγειν ἅπαντα. Εἰ δὲ καὶ ἐπὶ τῆς εὐπόρου ταῦτα ἐξετάζεις, πλείων ὁ γέλως. Πρῶτον μὲν γὰρ ἐν ἀγέλῃ θεραπαινίδων τοσούτων μόνος στρέφεται μέσος, καθάπερ ἐπὶ τῆς ὀρχήστρας ἐν τῷ χορῷ τῶν γυναικῶν ὁ τοῖς ὑπορχουμένοις ὑπάδων χορευτής· οὗ τί γένοιτ' ἂν αἰσχρότερον καὶ ἀτιμότερον; Ἔπειτα διαρρήγνυται ὅλην τὴν ἡμέραν πρὸς οἰκέτας ἀγανακτῶν ὑπὲρ τῶν γυναικὶ προσηκόντων πραγμάτων. Ἢ γὰρ ἀνάγκη σιγᾷν, καὶ πάντων παραμελοῦντα παρ' ἐκείνης ἐπιτιμᾶσθαι, ἢ λέγοντα καὶ ἐπιπλήττοντα ἀσχημονεῖν· καὶ ὅρα τὸ συμβαῖνον. Ὁ γὰρ τῶν βιωτικῶν πραγμάτων μηδὲ ἐγγὺς γενέσθαι κελευσθεὶς, οὐχ ἁπλῶς βιωτικῶν, ἀλλὰ καὶ τῶν γυναικείων ἐνδοτέρω γίνεται· καὶ γὰρ καὶ σκεύη γυναικεῖα ἐκδοῦναι οὐ παραιτήσονται, ἀλλ' ἐπιστήσονται τοῖς ἀργυροκόποις συνεχῶς ἐρωτῶντες, εἰ τὸ κάτοπτρον κατεσκεύασται τῆς κυρίας, εἰ τὸν κάδον ἀπήρτισαν, εἰ τὸ ληκύθιον ἀπέδωκαν· καὶ γὰρ εἰς τοῦτο πάντα ἧκε διαφθορᾶς, ὡς τῶν βιωτικωτέρων μᾶλλον τὰς πολλὰς τῶν παρθένων τούτοις κεχρῆσθαι τοῖς σκεύεσιν. Ἐκεῖθεν πάλιν πρὸς τὸν μυρεψὸν ἔδραμεν ὑπὲρ τῶν τῆς κυρίας διαλεξόμενος ἀρωμάτων· πολλάκις δὲ ὑπὲρ πλείονος σπουδῆς καὶ ὑβρίσαι τὸν πένητα οὐ παραιτήσεται. Καὶ γὰρ καὶ μύροις χρῶνται αἱ παρθένοι ποικίλοις τε καὶ πολυτελέσιν. Εἶτα ἀπὸ τοῦ μυρεψοῦ πρὸς τὸν τὰς ὀθόνας πωλοῦντα, καὶ ἀπ' ἐκείνου πάλιν πρὸς τὸν σκηνοποιόν. Οὐδὲ γὰρ τὰ μικρὰ ταῦτα αἰσχύνονται ἐπιτάττειν, ἐπειδὴ σφόδρα ὁρῶσιν αὐτοὺς ὑπακούοντας καὶ χάριν ἔχοντας ἐπιταττούσαις ταύταις, ἢ ἑτέροις διακονουμένοις. Ἐντεῦθεν πάλιν, ὅταν ἐπισκευάσαι τι δέῃ τῆς περιφορητῆς ἐκείνης σκηνῆς, καὶ μέχρις ἑσπέρας αὐτῆς ἄσιτοι διατελοῦσι, τοῖς ἐργαστηρίοις προσηλωμένοι. Καὶ οὐ τοῦτό πως θαυμαστὸν, ἀλλ' ὅτι καὶ τοῖς ταλαιπώροις οἰκέταις εἰσὶν ἐπαχθεῖς, καὶ πολλὴ κατ' αὐτῶν ὕβρις καὶ ἀγανάκτησις καὶ κραυγή. Ἐννόησον δὲ ὅσαι ἐκ τούτων αἱ κατηγορίαι· οἰκέτης γὰρ ὑβρισθεὶς, καὶ μάλιστα ὑπὲρ τοιούτων πραγμάτων, ἐπειδὴ μηδενὶ τρόπῳ τὸν ὑβρικότα ἀμύνασθαι ἔχει, διὰ τῆς γλώττης τοῦτο ποιεῖ καὶ τῆς λαθραίας κακηγορίας, οὐδενὸς φειδόμενος τῶν ἐμπλῆσαι δυναμένων αὐτῷ τὸν θυμὸν, ἀλλὰ μετὰ τοσαύτης ὑπερβολῆς τῇ ἀμύνῃ κέχρηται ταύτῃ, μεθ' ὅσης εἰκὸς οἰκέτην ὄντα, καὶ
requires from us; whereas a brother is freed from all these things, and even if he should need anything, he will need the same things as we do. And this is no small matter for convenience, that those who dwell together should stand in need not of different things, but of the same; which is not possible in the case of the virgin. For first, whether she must bathe or is sick in body, neither will the brother minister to her in these matters, even if he fiercely chooses to act unseemlily, nor will she be able to suffice for herself; whereas if those who dwell together are brethren, they will render this service to one another in turn. Again, when it is time to sleep, if a virgin sits within, there must be two beds, and double mattresses and coverlets, and, if they are sensible, separate rooms as well; whereas if they are brethren, again the things pertaining to their need are contracted, inasmuch as their need is more akin. For one room, and one pillow, and one bed, and the same coverlets will suffice for both; and in short, if one should go through the whole ministration, here he will find great ease, and there great difficulty. And I pass over the unseemliness of the house: for what a sight it is, upon going up into the house of a monk, to see women's sandals hanging up, and girdles, and headbands, and little baskets, and a distaff, and a weaver's shuttle, and combs, and a loom-beam, and all the other things which it is impossible to recount one by one! And if you examine these things in the case of a wealthy virgin, the laughter is still greater. For first, in a herd of so many handmaids, he goes about alone in their midst, just like the dancer upon the stage in the chorus of women who sings in accompaniment to the pantomimic dancers—than whom what could be more shameful and more dishonourable? Next, he bursts himself all day long being vexed at the domestics over matters that belong to a woman. For either he must keep silence, and, neglecting everything, be rebuked by her, or else speak and chide and act unseemlily; and see what comes to pass. For he who was commanded not even to come near worldly affairs enters deeper not merely into worldly affairs, but even into women's affairs; for indeed they will not shrink from putting out women's vessels to be made, but will stand over the silversmiths continually asking whether the lady's mirror has been fashioned, whether they have finished the casket-jar, whether they have returned the unguent-flask; for all things have come to such a pitch of corruption that most of the virgins make use of these vessels more than worldly women do. From there again he runs off to the perfumer to converse about the lady's spices; and often out of excessive zeal he will not shrink even from insulting the poor man. For the virgins also use various and costly unguents. Then from the perfumer he goes to the linen-merchant, and from him again to the tent-maker. For these women are not ashamed to give orders even for these petty things, since they see these men vehemently obeying them and feeling more grateful to them when they give orders than to others who minister to them. Hence again, whenever some part of that portable canopy of hers must be repaired, they remain without food until evening itself, nailed to the workshops. And this is perhaps no wonder, but rather that they are also burdensome to the wretched domestics, and there is much insult and indignation and outcry against them. And consider how many accusations arise from these things: for a domestic who has been insulted, and especially over such matters, since he has no way to avenge himself on the one who insulted him, does this through his tongue and through secret slander, sparing nothing that can satisfy his wrath, but employs this vengeance with such excess as is likely for one who is a domestic, and
Notes, col. 508

On the reading

Printed ει, for εἰ.

PG 47:509Read from the page
τοιαῦτα ὑβρισμένον, καὶ ταύτην ἔχοντα μόνον παραμυθίαν τῶν οἰκείων κακῶν κατὰ τοῦ λελυπηκότος. Ὁ δὲ τῇ πενιχρᾷ συζῶν ἀργυροκόποις μὲν οὐ διαλέξεται (οὐ γὰρ ἀφίησιν ἡ πενία), οὐδὲ προσεδρεύσει μυροπώλοις, ὑποδηματορράφοις δὲ καὶ ὑφάνταις καὶ ποικιλταῖς καὶ βαφεῦσιν ἐνοχλήσει πολλάκις. Καὶ τί δεῖ πᾶσαν καταλέγειν τὴν ἀσχημοσύνην, οἷον, ὅταν εἰς οἰκήματα εισίωσι στήμονα καὶ κρόκην πωλοῦντες, ὅταν εἰς τὴν ἀγορὰν περιίωσιν αὐτὰ ταῦτα πάλιν ζητοῦντες; Καὶ ταῦτα μὲν ἐν ταῖς οἰκίαις· ἐν δὲ ταῖς ἀγοραῖς καὶ τούτων πολὺ καταγελαστότερα ὑπομένουσιν.
has suffered such insults, and has only this consolation for his own ills against the one who has grieved him. Whereas he who lives with a poor virgin will not converse with silversmiths (for poverty does not permit it), nor will he sit beside perfume-sellers, yet he will often trouble cobblers and weavers and embroiderers and dyers. And what need is there to recount all the unseemliness, as for instance when they enter houses selling warp and woof, and when they go round the market-place seeking these very same things again? And these things take place in the houses; while in the market-places they endure things far more ridiculous even than these.
ιʹ. Ἐπὶ δὲ τῆς ἐκκλησίας οὐδὲ εἰπεῖν ἔστι τὴν αἰσχύνην. Ὥσπερ γὰρ δέον μηδένα τόπον ἀγνοεῖν αὐτῶν τὴν ὕβριν καὶ τὴν ἀνελεύθερον ταύτην δουλείαν, οὕτω καὶ ἐν τῷ ἁγίῳ τῷδε καὶ φρικωδεστάτῳ χωρίῳ πᾶσαν αὐτῶν τὴν ἀκρασίαν ἀνακηρύττουσι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ καλλωπίζονται ἐφ' οἷς ἐπαισχύνεσθαι ἔδει. Ἀπό τε γὰρ τῶν θυρῶν αὐτὰς ἔξωθεν δεχόμενοι, καὶ ἀντὶ τῶν εὐνούχων γινόμενοι σοβοῦσι, καὶ προηγούμενοι μέγα φρονοῦσιν, ὁρώντων ἁπάντων, καὶ οὐ καταδύονται, ἀλλὰ καὶ ἐπαγάλλονται· καὶ ἐν αὐτῷ δὲ τῷ τῶν φρικωδεστάτων μυστηρίων καιρῷ πολλὰ πρὸς τὴν ἐκείνων ἀρέσκειαν διακονοῦνται, πολλοῖς τῶν ὁρώντων λαβὰς παρέχοντες. Αἱ δὲ ἄθλιαι καὶ ταλαίπωροι, δέον ἀπείργειν αὐτοὺς τῆς τοιαύτης χάριτος, καὶ ἐναβρύνονται καὶ μέγα φρονοῦσι. Καίτοι τίς ἂν ἢ ταύταις, ἢ ἐκείνοις εἴ γε ἤμελλέ τινα ἀρὰν ἐπαρᾶσθαι, ταύτης ἂν εὗρε χαλεπωτέραν, ἢ ὥστε μυρίους μάρτυρας ἔχειν τῆς ἀκολασίας αὐτῶν, καὶ ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς ἀσχημονεῖν; Τί δεῖ λέγειν ὅσα ἐν αὐταῖς ταῖς ἐκκλησίαις ἀνατρέπεται διὰ τὴν τούτων χάριν, ὅσα τῶν τοῦ Θεοῦ πραγμάτων ἀμελεῖται παρὰ πολλῶν, ὥστε μὴ παροξυνθῆναι ταύτας; Καὶ τί λέγω, μὴ παροξυνθῆναι; μόνον εἴ τις αὐτῶν σκυθρωπὸν εἰς αὐτὰς ἴδῃ καὶ ἀηδὲς, πάντα αἱροῦνται ὑπομένειν, ἢ τοῦτο παθοῦσαν ἐκείνην περιιδεῖν. Ἀλλὰ μέχρι τίνος καὶ ἡμεῖς ἀσχημονοῦμεν τὰ ἐκείνων διηγούμενοι πάντα; Οὐ γὰρ δὴ τοῦτο προειλόμεθα, ἐπεὶ πολλῶν ἂν καὶ μακρῶν ἡμῖν ἐδέησε λόγων πάντα διεξιοῦσι· μᾶλλον δὲ πάντα μὲν οὐδὲ βουλομένοις δυνατὸν εἰπεῖν, ὀλίγα δὲ ἐκ πολλῶν συνθέντας, καὶ οὕτως ἱκανὸν ἦν ἐργάσασθαι τὸ μῆκος· ἀλλ' οὐκ εἰς τοῦτο ἥκομεν, ἀλλὰ καὶ τούτων ἄκοντες ἐμνημονεύσαμεν, ὥστε μικρὸν ἐπιστύψαι τοὺς νοῦν ἔχοντας τῶν ἀκροωμένων· λοιπὸν δὲ παρακαλεῖν χρὴ καὶ ἱκετεύειν. Δέομαι δὴ καὶ ἀντιβολῶ, καὶ τῶν γονάτων προκυλινδοῦμαι τῶν ὑμετέρων, καὶ πᾶσαν ἱκετηρίαν τίθημι, πείσθητε. καὶ ἀνενέγκωμεν ἀπὸ ταύτης τῆς μέθης, καὶ ἑαυτῶν γενώμεθα, καὶ τὴν τιμὴν ἐπιγνῶμεν, ἣν δέδωκεν ὁ Θεὸς ἡμῖν, καὶ τοῦ Παύλου βοῶντος ἀκούσωμεν· Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων· καὶ παυσώμεθα γυναιξὶ δουλεύοντες ἐπὶ τῷ κοινῷ πάντων ἡμῶν ὀλέθρῳ. Στρατιώτας ἡμᾶς ὁ Χριστὸς εἶναι βούλεται γενναίους καὶ ἀθλητάς. Οὐ διὰ τοῦτο ἡμᾶς ὥπλισεν ἐν τοῖς ὅπλοις τοῖς πνευματικοῖς, ἵνα κορῶν τριοβολιμαίων ἀναδεξώμεθα ὑπηρεσίαν, ἵνα περὶ ἔρια καὶ ἱστοὺς καὶ τὰς τοιαύτας στρεφώμεθα διακονίας, ἵνα νηθούσαις καὶ ὑφαινούσαις παρακαθώμεθα γυναιξὶν, ἵνα διατελῶμεν πᾶσαν ἡμέραν καὶ ἤθη καὶ ῥήματα γυναικεῖα εἰς τὴν ἑαυτῶν ἐναποματτόμενοι ψυχήν· ἀλλ' ἵνα βάλλωμεν τὰς ἀοράτους δυνάμεις τὰς ἀντικειμένας ἡμῖν, ἵνα πλήττωμεν τὸν στρατηγοῦντα αὐταῖς διάβολον, ἵνα ἐλαύνωμεν τὰς ἀγρίας τῶν δαιμόνων φάλαγγας, ἵνα κατασκάπτωμεν αὐτῶν τὰ ὀχυρώματα, ἵνα τὰς
10. And in the church one cannot even express the shame. For as though no place ought to be ignorant of their insolence and this slavish servitude, even so in this holy and most awesome place they proclaim all their intemperance; and what is still more grievous is that they even pride themselves upon the things of which they ought to be ashamed. For receiving them outside from the very doors, and taking the place of eunuchs, they clear the way with pomp, and walking before them they think highly of themselves while all look on, and do not sink into the earth for shame, nay, they even exult; and at the very season of the most awesome mysteries they perform many ministrations for their pleasure, affording handles for reproach to many of the onlookers. And those wretched and miserable women, though they ought to debar them from such favour, both plume themselves and think highly of themselves. And yet if anyone had been about to call down some curse either upon these women or upon those men, what more grievous curse could he have found than this—that they should have ten thousand witnesses of their licentiousness, and act unseemlily in the eyes of all? What need is there to speak of how many things are overturned in the churches themselves for their sake, how many of the things of God are neglected by many, so that these women may not be provoked? And why do I say, may not be provoked? If anyone among them so much as looks sternly and unpleasantly upon them, they choose to endure everything rather than overlook her having suffered this. But how long shall we also act unseemlily by recounting all their doings? For indeed we did not choose this purpose, since we should have needed many and long discourses to go through it all; or rather it would not even be possible for those who wished to tell all, since even in putting together a few things out of many we were able to produce sufficient length; yet we did not come for this, but even of these things we made mention unwillingly, so as to chasten slightly those of our hearers who have sense; and for the rest we must exhort and entreat. I beg, then, and implore, and roll before your knees, and lay down every supplication: be persuaded, and let us recover from this drunkenness, and come to ourselves, and recognize the honour which God has given us, and hear Paul crying aloud: Become not slaves of men; and let us cease serving women to the common ruin of us all. Christ wills us to be noble soldiers and athletes. Not for this did He arm us with spiritual weapons, that we might take up the service of three-obol wenches, that we might busy ourselves about wool and looms and such ministrations, that we might sit beside women spinning and weaving, that we might spend the whole day stamping women's habits and words into our own soul; but that we might strike the invisible powers arrayed against us, that we might smite the devil who commands them, that we might drive off the savage phalanxes of demons, that we might raze their strongholds, that having bound the
Notes, col. 509

On the reading

Printed εισίωσι, for εἰσίωσι.

PG 47:510Read from the page
ἐξουσίας τοῦ κοσμοκράτορος τοῦ σκότους δήσαντες αἰχμαλώτους ἀγάγωμεν, ἵνα τὰ πνευματικὰ τῆς πονηρίας φυγαδεύσωμεν, ἵνα πῦρ πνέωμεν, ἵνα πρὸς καθημερινοὺς θανάτους ἕτοιμοι ὦμεν καὶ παρεσκευασμένοι. Διὰ τοῦτο ἐνέδυσεν ἡμᾶς τὸν θώρακα τῆς δικαιοσύνης, διὰ τοῦτο ἔζωσε τῇ ζώνῃ τῆς ἀληθείας, διὰ τοῦτο περιέθηκε τὴν περικεφαλαίαν τοῦ σωτηρίου, διὰ τοῦτο ὑπέδησε τοὺς πόδας ἡμῶν τῇ ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, καὶ τὴν μάχαιραν ἐνεχείρισε τοῦ πνεύματος, διὰ τοῦτο πῦρ ἀφῆκεν εἰς τὰς ἡμετέρας ψυχάς. Εἴ τινα οὖν, εἰπέ μοι, τῶν στρατιωτῶν μετὰ τὸ περιθέσθαι τὸ κράνος, τὰς κνημῖδας, τὸν θώρακα, μετὰ τὸ λαβεῖν τὸ ξίφος, τὸ δόρυ, τὴν ἀσπίδα, τὰ τόξα, τὰ βέλη, τὴν φαρέτραν, τῆς σάλπιγγος λαμπρὸν ἠχούσης καὶ πάντας ἔξω καλούσης, τῶν τε πολεμίων σφοδρῶς πνεόντων, καὶ τὴν πόλιν ἐκ βάθρων ἀνασπάσαι παρεσκευασμένων, εἶδες οὐκ ἐπὶ τὴν παράταξιν ἔξω τρέχοντα, ἀλλ' εἰς οἰκίαν εἰσιόντα, καὶ γυναικὶ παρακαθήμενον μετὰ τῶν ὅπλων ἐκείνων· ἆρ' οὐκ ἂν, εἴ γε ἐξῆν, μέσον τὸ ξίφος διήλασας, μηδὲ λόγου μεταδούς; Εἰ δὲ σὺ τοσαύτης ἂν ἐπλήσθης ὀργῆς, πῶς οἴει τὸν Θεὸν ἐπὶ τοῖς πολὺ τούτων ἀτοπωτέροις διακεῖσθαι; Τοσούτῳ γὰρ αἰσχρότερα ταῦτα ἐκείνων καὶ ἀτοπώτερα, ὅσῳ καὶ ὁ πόλεμος χαλεπώτερος, καὶ οἱ πολέμιοι σφοδρότεροι, καὶ τὰ ἔπαθλα περὶ ὧν ὁ πόλεμος μείζω, καὶ πάντα ἁπλῶς τοσοῦτον ἐξήλλακται, ὅσον ἀληθείας καὶ σκιᾶς τὸ μέσον. Μὴ δὴ καταμαλάττωμεν ἡμῶν τὴν ἰσχὺν, μηδὲ ἐκκόπτωμεν τὰ νεῦρα ταῖς ὁμιλίαις ταύταις· καὶ γὰρ ἄφατος καὶ πολλὴ ταῖς ψυχαῖς ἡμῶν ἐντεῦθεν εἰσρεῖ κακία. Τί γὰρ, εἰ καὶ μὴ αἰσθανώμεθα τῇ φιλίᾳ μεθύοντες; τοῦτο γὰρ αὐτὸ πάντων ἐστὶ δεινότατον, ὅτι οὐδὲ ἴσμεν ὅπως ἐκνευριζώμεθα, καὶ κηροῦ παντὸς γινώμεθα μαλακώτεροι. Καθάπερ γάρ τις λέοντα γαῦρον καὶ βλοσυρὸν βλέποντα λαβὼν, εἶτα ἀποκείρας μὲν τὴν κόμην, ἀνελὼν δὲ τοὺς ὀδόντας καὶ περιελὼν τοὺς ὄνυχας, αἰσχρὸν ποιεῖ καὶ καταγέλαστον καὶ παιδίοις εὐκαταγώνιστον τὸν φοβερὸν καὶ ἀφόρητον, καὶ ἀπὸ μόνου τοῦ βρυχήματος πάντα σείοντα· οὕτω δὴ καὶ αὗται πάντας ὅσους ἐὰν λάβωσιν εὐχειρώτους τῷ διαβόλῳ ποιοῦσι, μαλακωτέρους, θερμοτέρους, ἀναισχύντους, ἀνοήτους, ἀκροχόλους, θρασεῖς, ἀκαίρους, ταπεινοὺς, ἀγεννεῖς, ἀπηνεῖς, δουλοπρεπεῖς, ἀνελευθέρους, ἰταμοὺς, φλυάρους, καὶ ἁπλῶς πάντα τὰ γυναικεῖα ἤθη τὰ διεφθαρμένα φέρουσαι εἰς τὰς τούτων ἐναπομάττονται ψυχάς.
authorities of the world-ruler of darkness, we might lead them captive, that we might put to flight the spiritual hosts of wickedness, that we might breathe fire, that we might be ready and prepared for daily deaths. For this cause He clothed us with the breastplate of righteousness, for this cause He girded us with the belt of truth, for this cause He placed round us the helmet of salvation, for this cause He shod our feet with the preparation of the Gospel of peace, and put into our hand the sword of the Spirit, for this cause He cast fire into our souls. If then, tell me, you had seen one of the soldiers, after putting on his helmet, his greaves, his breastplate, after taking his sword, his spear, his shield, his bow, his arrows, his quiver, while the trumpet was sounding clearly and summoning all men outside, and the enemies were breathing fiercely and prepared to tear up the city from its foundations, not running out to the battle-line, but going into a house and sitting beside a woman with those weapons—would you not, had it been lawful, have driven your sword right through his midst, without imparting so much as a word to him? And if you would have been filled with such wrath, how do you suppose God is disposed at things far more absurd than these? For these things are so much more shameful and more absurd than those, by as much as the war is more grievous, and the enemies fiercer, and the prizes for which the war is waged greater, and in short all things differ as much as the distance between truth and shadow. Let us not, then, soften our strength, nor cut out our sinews by these conversations; for unspeakable and abundant wickedness flows into our souls from thence. For what though we do not perceive it, being drunk with affection? For this very thing is most dreadful of all, that we do not even know how our sinews are severed, and how we become softer than any wax. For just as if someone took a proud lion with a grim glare, and then sheared off his mane, pulled out his teeth, and pared away his claws, making that fearsome and irresistible beast, which shakes all things by its mere roar, shameful and ridiculous and easy for little children to overcome; even so these women also render all whomever they catch easy for the devil to subdue—softer, more hot-headed, more shameless, more senseless, quicker to anger, rasher, unseasonable, base, ignoble, cruel, servile, illiberal, brazen, babbling—and in short, bringing all the corrupted habits of women, they stamp them into their souls.
ιαʹ. Καὶ γὰρ ἀμήχανον τὸν γυναιξὶ συνοικοῦντα μετὰ συμπαθείας τοσαύτης, καὶ ταῖς ἐκείνων ἐνστρεφόμενον ὁμιλίαις, μὴ ἀγύρτην τινὰ εἶναι καὶ ἀγοραῖον καὶ συρφετώδη. Κἂν γὰρ φθέγγηταί τι, πάντα ἀπὸ τῶν ἱστῶν καὶ τῶν ἐρίων φθέγγεται, τῆς γλώττης αὐτοῦ τῇ ποιότητι τῶν γυναικείων ἀναχρωσθείσης ῥημάτων· κἂν ποιῇ τι, μετὰ πολλῆς τοῦτο ἐργάσεται δουλοπρεπείας, πόρρω τῆς Χριστιανοῖς πρεπούσης ἐλευθερίας ἑαυτὸν ἀποικίσας, καὶ πρὸς οὐδὲν τῶν μεγάλων κατορθωμάτων γενόμενος χρήσιμος. Καὶ γὰρ, εἰ πρὸς τὰ βιωτικὰ καὶ πολιτικὰ πράγματα ἄχρηστος ὁ τοιοῦτος, πολλῷ μᾶλλον πρὸς τὸ τῶν πνευματικῶν μέγεθος, ἃ τοσούτῳ δεῖται γενναιοτέρων ἀνδρῶν, ὡς μηδὲ ἅπτεσθαι αὐτῶν δύνασθαι τοὺς μέλλοντας αὐτὰ μετιέναι, εἰ μὴ ἄγγελοι γένοιντο ἐξ ἀνθρώπων. Οὐκ αὐτοὶ δὲ μόνον κακίαν ὑποδέχονται τοσαύτην, ἀλλὰ καὶ ἐκείναις ἠθῶν διεφθαρμένων αἴτιοι γίνονται. Καθάπερ γὰρ οὗτοι σφόδρα αὐταῖς ἀρέσκειν βουλόμενοι τῆς ἁρμοττούσης πολιτείας ἐκβαίνουσιν· οὕτω καὶ
11. For indeed it is impossible that one who dwells with women with such sympathy, and goes about in their conversations, should not be a kind of vagabond and loafer of the market-place and one of the rabble. For if he utters anything, he utters everything from looms and wool, his tongue having been dyed with the quality of women's words; and if he does anything, he will perform this with great servility, having banished himself far from the freedom befitting Christians, and having become useful for none of the great righteous deeds. For if such a man is useless for worldly and civic affairs, much more is he so for the magnitude of spiritual things, which stand in need of men so much more noble that those who are about to pursue them cannot even touch them unless from men they become angels. Nor do they alone receive such great wickedness, but they also become the causes of corrupted habits in those women. For just as these men, wishing vehemently to please them, step outside the way of life that befits them, even so
PG 47:511Read from the page
αὗται τῆς προσηκούσης αὐταῖς ὁδοῦ δι' ἐκείνους ἐκπίπτουσι, τὴν πονηρὰν αὐταῖς καὶ ὀλεθρίαν παρέχουσαι ταύτην ἀντίδοσιν. Καὶ γὰρ καὶ καλλωπίζονται περιεργότερον, καὶ σχήματος καὶ βαδίσματος τεθρυμμένου πολλὴν ποιοῦνται πρόνοιαν, καὶ τὰ μὴ προσήκοντα διὰ πάσης φλυαροῦσιν ἡμέρας· ἐπειδὴ γὰρ ὁρῶσι τερπομένους τοῖς ἀκολάστοις τούτοις ἤθεσι καὶ ῥήμασι, πάντα ἐπιτηδεύουσι, δι' ὧν κατέχειν αὐτοὺς αἰχμαλώτους δυνήσονται. Ἀλλ' ἂν θελήσωμεν μικρὸν ἀνενεγκόντες ἡμῶν αὐτῶν γενέσθαι, ἐκείνας τε κερδανοῦμεν καὶ ἡμᾶς αὐτοὺς καὶ τοὺς ἄλλους ἅπαντας· καὶ ὥσπερ νῦν τῆς τῶν πολλῶν ἀπωλείας κατέστημεν ὑπεύθυνοι, οὕτω τότε τῆς πάντων σωτηρίας ἀποληψόμεθα τὸν μισθὸν, καὶ ὧν ἀπολαύομεν νῦν αἰσχρῶν, τότε μετὰ πολλῆς ἀπολαύσομεν τῆς τιμῆς. Τί γὰρ, εἰπέ μοι, βούλει τιμᾶσθαι παρὰ γυναικῶν; Μάλιστα μὲν ἀνάξιον τοῦτο ἀνδρὸς πνευματικοῦ τὸ τιμῆς τοιαύτης ἐρᾷν· πλὴν ἀλλὰ καὶ τοῦτο τότε παρέσται, ὅταν μὴ ζητῶμεν αὐτό. Πέφυκε γὰρ ἄνθρωπος τῶν μὲν θεραπευόντων ὑπερορᾷν, τοὺς δὲ μὴ κολακεύοντας θαυμάζειν· τὸ δὲ πάθος τοῦτο πλέον ἡ γυναικεία φύσις ὑπομένειν εἴωθεν. Ἀφόρητός τε γάρ ἐστι κολακευομένη, θαυμάζεται δὲ μάλιστα πάντων τοὺς οὐκ ἀνεχομένους εἴκειν καὶ ὑποκλίνεσθαι ταῖς ἀκαίροις αὐτῆς ἐπιθυμίαις· καὶ τοῦτο ὑμεῖς μοι μαρτυρήσετε. Νῦν μὲν γὰρ οὐχ οἱ ἔξωθεν μόνον, ἀλλὰ καὶ αὐταὶ καταγελῶσιν ὑμῶν αἱ συνοικοῦσαι, εἰ καὶ μὴ φανερῶς, ἀλλ' ἐν τῷ συνειδότι, καὶ ἐγκαλλωπίζονται τῇ χαλεπῇ ταύτῃ τυραννίδι· τότε δὲ θαυμάσονται πάντας ὑμᾶς, καὶ ἐκπλαγήσονται τὴν ἐλευθερίαν ὑμῶν. Εἰ δὲ ἀπιστεῖτε τοῖς ἡμετέροις λόγοις, αὐτὰς ἔρεσθε ἐκείνας, τίνας μᾶλλον ἐπαινοῦσι καὶ ἀποδέχονται, τοὺς δουλεύοντας, ἢ τοὺς κρατοῦντας αὐτῶν· τοὺς ὑποκειμένους καὶ πάντα ποιοῦντας καὶ πάσχοντας διὰ τὴν εἰς ἐκείνας χάριν, ἢ τοὺς οὐδὲν τούτων ἀνεχομένους, ἀλλὰ ἐπαισχυνομένους αὐτῶν τοῖς πονηροῖς ἐπιτάγμασι· κἂν ἐθελήσωσιν εἰπεῖν τἀληθὲς, πάντως ἐκείνους ἐροῦσι· μᾶλλον δὲ οὐδὲ ἀποκρίσεως χρεία, τῶν πραγμάτων τοῦτο βοώντων. Ἀλλ' ἡδονῆς ἕνεκεν ὁ συνοικῶν πλεονεκτεῖ, τοὺς ὀφθαλμοὺς εὐωχῶν ταῖς τῶν παρθένων ὄψεσι. Μάλιστα μὲν ει καὶ τοῦτο οὕτως εἶχε, δι' αὐτὸ μὲν οὖν τοῦτο φυγεῖν ἐχρῆν· νῦν δὲ ὑμῖν ἱκανῶς ἀποδέδεικται, ὅτι οὐχ ἡδὺ τὸ τοιοῦτον, ἀλλὰ τοὐναντίον, τὸ μὴ ταύτης ἀπολαύειν τῆς θεωρίας· σὺ δέ μοι προστίθει καὶ τὴν ἀπὸ τοῦ συνειδότος εὐφροσύνην.
these women also fall away from the way that befits them on account of those men, rendering to themselves this wicked and ruinous return. For indeed they deck themselves out more curiously, and take great forethought for a mincing bearing and gait, and babble unseemly things all day long; for since they see them delighting in these licentious habits and words, they practise everything whereby they will be able to hold them captive. Yet if we are willing, recovering a little, to come to ourselves, we shall gain both those women and ourselves and all the rest; and just as now we have become answerable for the ruin of the many, so then we shall receive back the reward for the salvation of all, and what we now enjoy in shame we shall then enjoy with great honour. For why, tell me, do you wish to be honoured by women? Above all, this is unworthy of a spiritual man, to love such honour; nevertheless even this will be present then, when we do not seek it. For a human being is naturally disposed to disdain those who court favour, and to admire those who do not flatter; and the female nature is wont to experience this passion all the more. For when flattered it is intolerable, whereas most of all it admires those who do not endure to yield and bow down to its unseasonable desires; and to this you yourselves will bear me witness. For now not only outsiders, but also these very women who dwell with you laugh you to scorn, even if not openly, yet in their conscience, and they pride themselves upon this grievous tyranny; whereas then they will admire you all, and will be amazed at your freedom. And if you disbelieve our words, ask those women themselves whom they praise and welcome more: those who are slaves to them, or those who rule over them; those who are subject and do and endure everything for their sake, or those who endure none of these things, but are ashamed at their wicked commands; and if they are willing to speak the truth, they will altogether name the latter—or rather there is no need even of an answer, when the facts themselves cry this aloud. Yet for the sake of pleasure he who dwells with her has the advantage, feasting his eyes upon the countenances of the virgins. Above all, even if this were so, for this very reason one ought to have fled from it; but as it is, it has been sufficiently proved to you that such a thing is not pleasant, but on the contrary, not enjoying this sight is; and do you add for me also the gladness that comes from conscience.
Οὐδὲν γὰρ ἡμᾶς οὕτως εὐφραίνειν εἴωθεν, ὡς συνειδὸς χρηστὸν, καὶ ἐλπίδες ἀγαθαί. Ἀλλ' ἀναπαύσεως ἕνεκεν τοῦτο ἐπιζητεῖς; Ἀλλ' ἀποδέδεικται καὶ τοῦτο εὐκολώτερον ὂν, ὅταν ἀδελφὸς συνοικῇ. Νῦν μὲν γὰρ οὐδὲν δούλου διενήνοχας, καὶ ζητῶν ἀνάπαυσιν δουλείαν εὗρες χαλεπωτάτην· τότε δὲ ταύτης ἐκτὸς ἕστηκας τῆς λειτουργίας, καὶ τῶν ἐπιταττόντων, οὐ τῶν ἐπιτασσομένων ἔσῃ. Ὅταν οὖν ἐκεῖ μὲν ἀνθ' ἡδονῆς λύπη, καὶ ἀντὶ δόξης αισχύνη, καὶ ἀντὶ ἐλευθερίας δουλεία, καὶ πόνος ἀντὶ ἀναπαύσεως· πρόσκειται δὲ καὶ τὸ βλασφημεῖσθαι τὸν Θεὸν, καὶ ἀπώλεια τοσαύτη, καὶ σκάνδαλα, καὶ κόλασις ἀθάνατος, καὶ μυρίων ἔκπτωσις ἀγαθῶν· ἐνταῦθα δὲ τἀναντία ἅπαντα, δόξα, τιμὴ, ἡδονὴ, παρρησία, ἐλευθερία, σωτηρία ψυχῶν, βασιλείας κληρονομία, κολάσεως ἀπαλλαγὴ, τίνος ἕνεκεν οὐκ ἀνταλλαξόμεθα ταῦτα ἐκείνων; Ἐγὼ μὲν οὐκ οἶδα, πλὴν εἴ τις ἑαυτὸν ἁπλῶς ἀπολλύναι ἐπιθυμοίη· οὐδὲ γὰρ ἀπολογία ἔσται ἡμῖν λοιπὸν οὐδὲ συγγνώμη. Ει γὰρ καὶ μηδενὸς ὄντος τούτων, πάντα ὑπομένειν ἐχρῆν ὑπὲρ
For nothing is wont so to gladden us as a good conscience and good hopes. Yet do you seek this for the sake of repose? Yet this too has been proved to be easier when a brother dwells with you. For now you differ in nothing from a slave, and in seeking repose you have found a most grievous servitude; whereas then you stand outside this drudgery, and will be among those who give orders, not those who receive them. When, therefore, on that side there is grief instead of pleasure, and shame instead of glory, and servitude instead of freedom, and toil instead of repose—and there is added also that God is blasphemed, and such great ruin, and stumbling-blocks, and undying punishment, and forfeiture of ten thousand good things—while on this side are all the opposites: glory, honour, pleasure, boldness of speech, freedom, salvation of souls, inheritance of the kingdom, deliverance from punishment—for the sake of what shall we not exchange these things for those? For my part I do not know, unless someone should simply desire to destroy himself; for there will remain for us neither defence nor pardon. For if, even had none of these things existed, we ought to have endured everything for the sake of
Notes, col. 511

On the reading

Printed θαυμάζεται, for θαυμάζει.

Printed ει, for εἰ.

Printed αισχύνη, for αἰσχύνη.

Printed Ει, for Εἰ.

PG 47:512Read from the page
τῆς τοῦ Θεοῦ δόξης· ὅταν καὶ τὰ ἐνταῦθα καρποῦσθαι παρῇ, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, ἡμεῖς δὲ πρὸς τὸ τὴν τοῦ Θεοῦ βλασφημεῖσθαι δόξαν, καὶ ἑαυτοὺς προσαπολλύωμεν, τίς ἡμᾶς ἐξαιρήσεται καὶ ἀπαλλάξει τῆς τιμωρίας τῆς ἐπὶ τούτοις κειμένης; Οὐκ ἔστιν οὐδείς.
the glory of God—when it is possible both to reap the fruits of the things here and to obtain the good things to come, and yet we, in addition to causing the glory of God to be blasphemed, destroy ourselves besides, who will rescue us and deliver us from the punishment laid up for these things? There is no one.
ιβʹ. Ταῦτα οὖν ἅπαντα συναγαγόντες πρὸς ἑαυτοὺς, καταλλαγῶμεν ὀψὲ γοῦν ποτε τῇ σωτηρίᾳ τῶν ἡμετέρων ψυχῶν. Εἰ δὲ δοκεῖ τινα δυσκολίαν ἔχειν τὸ συνήθειαν ἀποσπασθῆναι μακρὰν, τῇ δυνάμει τοῦ λογισμοῦ μετὰ τῆς τοῦ Θεοῦ χάριτος τὸ πᾶν ἐπιτρέψαντες, κἀκεῖνο πείσαντες ἑαυτοὺς, ὅτι, ἂν ἀρχὴν μόνον ἐπιθῶμεν τῷ πράγματι, οὐκ ἔτι ὀψόμεθα δυσχερές· οὕτω κατατολμήσομεν τῆς συνηθείας. Ἂν γὰρ δέκα ἡμέρας σαυτὸν ἀποστήσῃς, εὐκολώτερον τὰς εἴκοσιν οἴσεις, καὶ δὶς τοσαύτας πάλιν· εἶτα ἐδῷ προβαίνων οὐδὲ αἴσθησιν λήψῃ λοιπὸν τῆς ἐν ἀρχῇ δυσκολίας, ἀλλὰ τὸ σφόδρα δυσκαταγώνιστον εὐκολώτατον ὄψει γινόμενον, καὶ εἰς ἑτέραν πάλιν καταστήσεις σεαυτὸν συνήθειαν, καὶ ῥᾳδίαν εὑρήσεις τὴν μετάθεσιν οὖσαν οὐ διὰ συνήθειαν μόνον, ἀλλὰ καὶ διὰ τὰς χρηστὰς ἐλπίδας. Οὕτω σε κἀκεῖναι θαυμάσονται μειζόνως, καὶ ὁ Θεὸς ἀποδέξεται πρὸ ἐκείνων, καὶ πάντες ἄνθρωποι στεφανώσουσι, καὶ βίον βιώσῃ πολλὴν μὲν ἔχοντα ἐλευθερίαν, πολλὴν δὲ τὴν ἡδονήν. Τί γὰρ ἂν γένοιτυ ἥδιον τοῦ τοῦ πονηροῦ συνειδότος ἀπαλλαγῆναι, καὶ τὸν διηνεκῆ τῆς ἐπιθυμίας καταλῦσαι πόλεμον, καὶ μετὰ πολλῆς τῆς εὐκολίας τὸν καλὸν τῆς σωφροσύνης πλέκειν στέφανον, καὶ ἐλευθέροις μὲν ὀφθαλμοῖς πρὸς τὸν οὐρανὸν βλέπειν, καθαρᾷ δὲ φωνῇ καὶ καρδίᾳ τὸν ἁπάντων Δεσπότην καλεῖν; Οὐδεὶς οὕτω δεσμώτης ἁλύσεως ἀπαλλαγεὶς καὶ αὐχμοῦ καὶ τῆς ἄλλης τῆς ἐν τῷ δεσμωτηρίῳ ταλαιπωρίας, μᾶλλον δὲ οὐδεὶς οὕτω τὰς ὄψεις πεπηρωμένος ἀναβλέψας, καὶ τὸ γλυκὺ τοῦτο φῶς ἰδὼν ἀγάλλεται καὶ γάννυται καὶ σκιρτᾷ, ὡς ὁ τῆς δουλείας ταύτης ἐλευθερωθῆναι δυνηθείς. Καὶ γὰρ τοῦ φωτὸς γλυκυτέρα πολλῷ τῆς τυραννίδος ταύτης ἡ ἀπαλλαγὴ, καὶ ζόφου παντὸς τούτου χαλεπωτέρα τῆς δουλείας ἐκείνης καὶ τῶν δεσμῶν ἡ ταλαιπωρία. Ἀλλὰ γὰρ τί χρὴ ταῦτα μηκύνειν ἑκατέρου βίου; τοῦ μὲν τὴν ἀνελευθερίαν καὶ τὴν ἀθυμίαν καὶ τὴν βλάβην καὶ τὴν πολλὴν τηκεδόνα, τοῦ δὲ τὴν ἐλευθερίαν καὶ τὴν ἡδονὴν καὶ τὴν ὠφέλειαν καὶ τὴν πολλὴν παραδεικνύντος σωφροσύνην; λόγος γὰρ οὐδεὶς αὐτὰ παραστῆσαι δυνήσεται, μόνη δὲ τῶν πραγμάτων ἡ πεῖρα. Καὶ τότε εἴσεσθε καλῶς τίνων μὲν ἀπηλλάγητε κακῶν, ποίας δὲ ἐπετύχετε ζωῆς, ὅταν ἡμῖν διὰ τῶν πραγμάτων βουληθῆτε πεισθῆναι· πεισθήσεσθε τοίνυν, ὅταν διὰ τῶν ἔργων αὐτῶν τὰ εἰρημένα μάθητε. Ει δὲ ἔτι δυσανασχετεῖτε, καὶ τοῖς ἡμετέροις ἀπιστεῖτε λόγοις, ἔρεσθέ τινας τῶν ταύτην ποτὲ δουλευσάντων τὴν δουλείαν, εἶτα ἀθρόον ἀπαλλαγέντων, καὶ πρὸς τὴν καλὴν ἀναδραμόντων ἐλευθερίαν, καὶ τότε γνώσεσθε τῆς παραινέσεως ταύτης τὸ κέρδος. Ἐπεὶ καὶ ὁ Σολομὼν ἡνίκα μὲν τῇ τῶν βιωτικῶν ἐπιθυμίᾳ πραγμάτων κατείχετο, μεγάλα τε αὐτὰ ἐνόμιζεν εἶναι καὶ θαυμαστὰ, καὶ πολλὴν περὶ αὐτὰ τὴν φιλοπονίαν ἐπεδείκνυτο, λαμπράς τε οἰκοδομούμενος οἰκίας, καὶ χρυσίον συνάγων ἄπειρον, μουσικῶν τε χοροὺς καὶ τραπεζοποιῶν γένη παντοδαπὰ καὶ μαγείρων πάντοθεν συναθροίζων, καὶ τὴν ἀπὸ τῶν κήπων χάριν, καὶ τὴν ἀπὸ τῶν λαμπρῶν σωμάτων ἡδονὴν δαψιλῶς παρασκευάζων τῇ τῆς ψυχῆς ἐπιθυμίᾳ, καὶ πᾶσαν, ὡς εἰπεῖν,
12. Gathering all these things together before ourselves, therefore, let us be reconciled, late though it be at last, to the salvation of our souls. And if it seems to hold some difficulty to tear away a long-standing habit, let us entrust the whole matter to the power of reasoning together with the grace of God, and persuading ourselves of this too, that if we only lay a beginning upon the matter, we shall no longer see any hardship, we shall thus boldly prevail against habit. For if you withdraw yourself for ten days, you will bear the twenty more easily, and twice as many again; then, advancing step by step on your way, you will no longer even feel any perception of the difficulty at the beginning, but will see what was exceedingly hard to overcome becoming most easy, and you will establish yourself in turn in another habit, and will find the change easy not only through habit, but also through good hopes. Thus both those women will admire you the more, and God will welcome you above them, and all men will crown you, and you will live a life holding both great freedom and great pleasure. For what could be sweeter than to be rid of an evil conscience, and to put an end to the ceaseless war of desire, and with great ease to weave the fair crown of temperance, and with free eyes to gaze upward to heaven, and with pure voice and heart to call upon the Master of all? No prisoner delivered from his chain and from the squalor and the rest of the misery in the prison—nay rather, no one maimed in sight who has recovered his vision and seen this sweet light—so exults and rejoices and leaps for joy as he who has been able to be set free from this servitude. For indeed deliverance from this tyranny is far sweeter than light, and the misery of that servitude and its bonds is more grievous than all this gloom. Yet why need we draw out these things concerning either way of life, when the one displays its illiberality and despondency and harm and great wasting away, while the other displays its freedom and pleasure and profit and great temperance? For no discourse will be able to set them forth, but only experience of the facts themselves. And then you will know well from what ills you have been delivered and what sort of life you have obtained, when you are willing to be persuaded by us through the facts; you will be persuaded, therefore, when you learn through the deeds themselves the things that have been said. And if you are still irritated and disbelieve our words, ask some of those who once served this servitude, and then were all at once delivered and ran back up to fair freedom, and then you will know the gain of this exhortation. Since Solomon too, when he was held fast by the desire for worldly things, both supposed them to be great and wonderful, and displayed great industry about them, building splendid houses, and gathering boundless gold, and assembling from every quarter choruses of musicians and every kind of table-setters and cooks, and lavishly preparing for the desire of his soul the charm that comes from gardens and the pleasure that comes from comely bodies, and cutting for himself, so to speak, every
Notes, col. 512

On the reading

Printed ἐδῷ, for ὁδῷ.

Printed γένοιτυ, for γένοιτο.

Printed Ει, for Εἰ.