Migne Reading Room

PG 47 · cols. 465–470 · Read from the page

Exhortatory oration to Stagirius the ascetic vexed by a demon, three books

Exhortatory oration to Stagirius the ascetic vexed by a demon, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:465Read from the page
ἠναγκάζοντο, τὸν δὲ μοχθηρὸν καὶ ἀβίωτον αὐτοῖς καθιστῶντα τὸν βίον (τοῦτο γὰρ αὐτή φησιν ἡ Ῥεβέκκα) παρ' ἑαυτοῖς κατεῖχον διηνεκῶς. Ἀποδράντος τοίνυν ἐκείνου τοῦ διαπαντὸς ἐπὶ τῆς οἰκίας τραφέντος (ἦν γὰρ ἄπλαστος οἰκῶν οἰκίαν) καὶ τὰ πολλὰ μετὰ τῆς μητρὸς οἰκουροῦντος, πόσα μὲν ἦν εἰκὸς τὴν Ῥεβέκκαν ὀδύρεσθαι καὶ θρηνεῖν μεμνημένην τοῦ παιδὸς διαπαντὸς, καὶ τὸν ἄνδρα ὁρῶσαν οὐδὲν τῶν νεκρῶν ἄμεινον διακείμενον καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν νόσον; πόσῳ δὲ τὸν γέροντα πένθει κατέχεσθαι μετὰ τῶν οἰκείων καὶ τὰς τῆς γυναικὸς ἀναγκαζόμενον θρηνεῖν συμφοράς; Ὅτε δὲ ἔμελλε τελευτᾷν ἐκείνη, τί ἆρα οὐκ εἶπε, τί δὲ οὐκ ἐφθέγξατο, ἃ καὶ λίθον τῆξαι ἱκανὰ, οὐχ ὁρῶσα τὸν παῖδα παρεστῶτα καὶ δακρύοντα, καὶ καθαιροῦντα ὀφθαλμοὺς, καὶ συλλαμβάνοντα στόμα, καὶ περιστέλλοντα, καὶ τὰ ἄλλα πάντα ἐπιμελούμενον, ἅπερ αὐτοῦ τοῦ θανάτου πικρότερα τοῖς γεγεννηκόσιν εἶναι δοκεῖ; Ὁ δὲ Ἰσαὰκ οὕτως αὐτὴν ἀποπνέουσαν ὁρῶν, ὁποίαν ἐκέκτητο ψυχὴν καὶ τότε καὶ μετὰ τὴν ἐκείνης τελευτήν;
they were compelled, whereas the one who made life wicked and unlivable for them (for Rebecca herself says this) they held fast among themselves continually. When, therefore, that one who had been reared continually at the house (for he was an unfeigned man dwelling in a house) and for the most part keeping the house with his mother ran away, how many things was it likely for Rebecca to lament and bewail, remembering her boy continually, and seeing her husband in no better condition than the dead both on account of his age and on account of his disease; and by how great mourning for the old man to be held fast, being compelled along with his own to bewail also his wife's calamities? And when she was about to end her life, what then did she not say, and what did she not utter—things sufficient to melt even a stone—not seeing her boy standing by and weeping, and closing her eyes, and drawing together her mouth, and laying her out, and caring for all the other things, which seem to parents to be more bitter than death itself? And Isaac, seeing her thus breathing her last, what sort of soul did he possess both then and after her end?
ιαʹ. Τοιοῦτος ἡμῖν ὁ πολλῶν εὐθυμότερος εἶναι δοκῶν ἀποπέφανται. Τὸν δὲ τοῦ Ἰακὼβ βίον ἀρκεῖ μὲν καὶ χωρὶς ἐξετάσεως δεῖξαι αὐτὴ ἡ τοῦ Ἰακὼβ ἀπόφασις· τῷ γὰρ Φαραὼ τότε διαλεγόμενος ἔλεγε· Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου, καὶ οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν πατέρων μου· τοῦτ' ἔστι, καὶ βραχύτερον καὶ μοχθηρότερον ἐβίωσα βίον. Χωρὶς δὲ τῆς ἀποφάσεως οὕτως εἰσὶ περιφανεῖς αἱ συμφοραὶ αὐτοῦ, ὡς μηδὲ τῶν πολλῶν τινας αὐτὰς ἀγνοεῖν. Ὁ μὲν γὰρ πάππος ὁ τούτου, εἰ καὶ μακρὰν ἐστείλατο τὴν ἀποδημίαν, ἀλλὰ τοῦ Θεοῦ κελεύοντος, ὅπερ παραμυθίαν αὐτῷ τὴν μεγίστην ἔφερεν· οὗτος δὲ ἀδελφὸν φεύγων ἐπιβουλεύοντα καὶ φονῶντα κατ' αὐτοῦ· κἀκεῖνος μὲν οὐδέποτε ὑπὲρ τῆς τῶν ἀναγκαίων χορηγίας ὠδύρετο· οὗτος δὲ ἀγαπητὸν ἡγεῖτο καὶ εὐκτὸν, τὸ ἱματίου καὶ ἄρτου εὐπορῆσαι μόνον. Διασωθεὶς δὲ, καὶ τῶν τῆς ὁδοιπορίας κακῶν ἀπαλλαγεὶς, καὶ πρὸς τοὺς συγγενεῖς ἐλθὼν τοὺς αὐτοῦ, ἠναγκάζετο δουλεύειν ὁ ἐν ἀφθονίᾳ τοσαύτῃ τραφείς. Οἶσθα δὲ ὅτι πανταχοῦ μὲν ἡ δουλεία πικρόν· ὅταν δέ τις παρὰ τοῖς ὁμοτίμοις τὰ τῶν οἰκετῶν ὑπομένειν ἀναγκάζηται, καὶ ταῦτα μηδέποτε τοῦ πράγματος πεῖραν λαβὼν, ἀλλ' ἐν ἐλευθερίᾳ καὶ τρυφῇ τὴν πρώτην ἅπασαν ἡλικίαν διαγαγὼν, ἀφόρητον γίνεται τὸ δεινόν· ἀλλ' ὅμως ἔφερε πάντα γενναίως. Καὶ τὰς ἐν τῇ ποιμαντικῇ αὐτοῦ ταλαιπωρίας ἀκούεις διηγουμένου, καὶ λέγοντος· Ἐγὼ ἀπετίννυον παρ' ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός· ἐγενόμην συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου. Ταῦτά μοι εἴκοσι ἔτη. Ταῦτα ἔπασχεν ὁ τὸν ἄπλαστον βίον βεβιωκὼς, ὁ οἰκίαν οἰκήσας διαπαντὸς, καὶ μετὰ τοὺς τοσούτους μόχθους καὶ τὰς ζημίας καὶ τὸν πολὺν χρόνον ἐκεῖνον, τὴν πικρὰν ἀπάτην ὑπέμεινε τὴν ἐπὶ τῇ γυναικί. Εἰ γὰρ μὴ δεδουλεύκει τὰ ἑπτὰ ἔτη, εἰ γὰρ μηδὲν ὧν ἀπωδύρατο πρὸς τὸν κηδεστὴν ἔπαθεν, εἰ γὰρ μὴ ἤρα τῆς παιδὸς, αὐτὸ μόνον τὸ κατεγγυηθῆναι μὲν αὐτῷ τὴν ἀμείνω, δοθῆναι δὲ τὴν φαυλοτέραν ἀντ' ἐκείνης, πόσην ἀθυμίαν, πόσον θόρυβον, πόσην ἐπήρειαν παρεῖχε τῷ μακαρίῳ τότε ἐκείνῳ! Ἄλλος μὲν οὖν εἴ τις ἦν, οὐκ ἂν ῥᾳδίως τὴν
11. Such has he who seemed to be more cheerful than many been shown to us to be. And as for Jacob's life, Jacob's own declaration suffices even without examination to show it; for conversing then with Pharaoh he said: Small and wicked have been my days, and they have not reached the days of my fathers; that is, I have lived both a briefer and a more wretched life. And apart from his declaration, his calamities are so conspicuous that not even any of the many are ignorant of them. For his grandfather, even if he set out upon a long sojourn abroad, yet did so at God's commanding, which brought him the greatest consolation; whereas this man was fleeing a brother plotting and breathing murder against him; and that man never lamented on behalf of the supply of necessaries, whereas this man deemed it a thing to be contented with and prayed for, merely to be well supplied with a garment and bread. And having been preserved safe, and freed from the evils of the journey, and having come to his own kinsmen, he who had been reared in so great abundance was compelled to serve as a slave. And you know that everywhere slavery is bitter; and when anyone among his peers is compelled to endure the lot of household servants, and that too having never made trial of the matter, but having passed all his first age in freedom and luxury, the terrible thing becomes unbearable; yet nevertheless he bore all things nobly. And you hear him recounting his miseries in tending flocks, and saying: I paid back from myself the thefts of the day and the thefts of the night; I was consumed by the heat of the day and the frost of the night, and sleep departed from my eyes. These things were to me twenty years. These things he suffered who had lived an unfeigned life, who had dwelt in a house continually, and after so many toils and losses and that long time, he endured the bitter deceit concerning his wife. For even if he had not served as a slave the seven years, even if he had suffered none of the things which he bewailed to his father-in-law, even if he had not loved the maiden, this alone—that the better one had been betrothed to him, whereas the inferior one was given in place of her—how great despondency, how great tumult, how great insult did it afford to that blessed man then! Now if it had been anyone else, he would not easily
PG 47:466Read from the page
ἐπήρειαν ἤνεγκεν, ἀλλὰ πᾶσαν τῶν κηδεστῶν ἀνέτρεψεν ἂν τὴν οἰκίαν συσφάξας ἑαυτὸν ἐκείνοις, ἢ καὶ ἄλλῳ τινὶ συνδιαφθείρας τρόπῳ· ἐπειδὴ δὲ ἀνεξίκακος καὶ μακρόθυμος ἦν ὁ Ἰακὼβ, τοῦτο μὲν οὐκ ἐποίησεν, ἀλλ' οὐδὲ ἐβουλεύσατο τὴν ἀρχήν· κελευσθεὶς δὲ ἕτερα ἑπτὰ ἔτη δουλεῦσαι πάλιν, ὑπήκουσεν ἑτοίμως· οὕτως ἦν πρᾶος καὶ ἐπιεικής. Εἰ δὲ ὁ τῆς κόρης ἔρως συναντελαμβάνετο τῇ τῶν τρόπων ἐπιεικείᾳ, πάλιν μοι τῆς ἀθυμίας λέγεις τὴν ὑπερβολήν. Ἐννόησον γὰρ ὅσην ὀδύνην ὑπέμεινεν, ὅτε τῆς οὕτως ἀγαπωμένης ἀπεστερεῖτο, καὶ προσδοκῶν αὐτὴν ἔνδον ἔχειν, εἰς ἑπτὰ ἐτῶν πάλιν ἀναβολὴν ἐξεκρούετο, καὶ τοὺς κρυμοὺς καὶ τὰ θάλπη καὶ τὰς ἀγρυπνίας καὶ τὰς ζημίας τὰς συνεχεῖς. Λαβὼν δὲ καὶ ταύτην ὕστερον, καὶ ζῶν παρὰ τῷ κηδεστῇ βίον ταλαίπωρον καὶ ἐπίμοχθον, ἐφθονεῖτο καὶ οὕτως, καὶ δευτέραν ἀπάτην ὑπέμενεν ἐπὶ τοῖς μισθοῖς, ὡς καὶ αὐτὸς αὐτὸν διήλεγξε λέγων ὅτι, Παρελογίσω με δέκα ἀμνάσιν. Μετὰ δὲ τοῦ κηδεστοῦ καὶ οἱ τῶν γυναικῶν ἀδελφοὶ τοῦ κηδεστοῦ μᾶλλον ἐξεθηριώθησαν πρὸς αὐτόν. Τὸ δὲ πάντων χαλεπώτερον ἦν, ἡ ἐρωμένη, δι' ἣν ἔτη δὶς ἑπτὰ δουλεύειν εἵλετο, ὑπὸ τῆς ἀθυμίας ἀπεπνίγετο, τὴν μὲν ἀδελφὴν τίκτουσαν ὁρῶσα, ἑαυτὴν δὲ οὐδὲ ἐλπίδα τοῦ πράγματος ἔχουσαν, καὶ εἰς τοσαύτην ἔκστασιν ὑπὸ τῆς ἀθυμίας ἐξηνέχθη τότε, ὡς ἐγκαλεῖν καὶ μέμφεσθαι τῷ ἀνδρὶ, καὶ θάνατον ἀπειλεῖν καθ' ἑαυτῆς, εἰ μὴ τέκοι· Δὸς γάρ μοι τέκνα, φησίν· εἰ δὲ μὴ, τελευτήσω ἐγώ. Τί τοίνυν εὐφρᾶναι αὐτὸν δυνατὸν ἦν, τῆς μὲν οὕτω ποθουμένης τοιαῦτα ὀδυρομένης, τῶν δὲ ταύτης ἀδελφῶν ἐπιβουλευόντων αὐτῷ καὶ πάντα πραττόντων, ὅπως εἰς τὴν ἐσχάτην ἔλθῃ πενίαν; Εἰ δὲ τὰ χωρὶς ἱδρώτων ἐπιδιδόμενα ταῖς γυναιξὶν, ὅταν ἀφαιρῆται, πολλὴν φέρει τὴν ἀθυμίαν, ὁ κινδυνεύων ὑπὲρ τῶν πόνοις κτηθέντων οἰκείοις πῶς ἂν πράως ταύτην ἤνεγκε τὴν ζημίαν; Αἰσθόμενος τοίνυν ὅτι δι' ὑποψίας εἶχον αὐτὸν καὶ ὑπεβλέποντο, λαθὼν ἀνεχώρησεν ὡς φυγάς· οὗ τί γένοιτ' ἂν ἐλεεινότερον; Καὶ γὰρ ἐκ τῆς οἰκείας καὶ ἐκ τῆς ἀλλοτρίας μετὰ φόβων καὶ κινδύνων ἀποδημήσας, εἰς τὰ αὐτὰ πάλιν ἐμπίπτειν βάραθρα ἠναγκάζετο. Τὸν μὲν γὰρ ἀδελφὸν φυγὼν ἦλθε πρὸς τὸν κηδεστὴν, ὑπὸ δὲ τούτου πάλιν ἐλαυνόμενος, εἰς τὸν ἀδελφὸν ἐμπίπτειν ἐβιάζετο· καὶ τὸ προφητικὸν ἐκεῖνο ὑπέμεινεν, ὃ περὶ τῆς ἡμέρας Κυρίου φησὶν ὁ Ἀμώς· Ὃν τρόπον ἐάν τις ἐκφύγῃ ἀπὸ προσώπου λέοντος, καὶ ἐμπέσῃ αὐτῷ ἄρκτος, καὶ εἰσπηδήσῃ εἰς τὴν οἰκίαν αὐτοῦ, καὶ ἀπερείσῃ τὴν χεῖρα αὐτοῦ εἰς τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὁ ὄφις. Τί δὲ δεῖ λέγειν τὸν τρόμον ὃν ὑπέστη καταληφθεὶς ὑπὸ τοῦ Λάβαν, τὰς θλίψεις τὰς κατὰ τὴν ὁδοιπορίαν, θρεμμάτων τοσούτων καὶ παίδων ἀκολουθούντων αὐτῷ; Ἀλλ' ἐπειδὴ τὴν ἀδελφικὴν ὄψιν ὁρᾷν ἔμελλεν, οὐ ταυτὸ ἔπασχε τοῖς ὁρῶσι τὴν παρὰ τοῖς ποιηταῖς πλαττομένην ὑπ' ἐκείνων Γοργόνος κεφαλήν; οὐχ ὡς τὴν ἐπὶ θάνατον ἀπιὼν, οὕτως ἅπαντα διετάττετο; Ἄκουσον τῶν ῥημάτων αὐτοῦ, καὶ μάθε τὴν ἐναποκειμένην αὐτοῦ φλόγα τῇ ψυχῇ· Ἐξελοῦ με, φησὶν, ὁ Θεὸς ἐκ χειρὸς Ἠσαῦ τοῦ ἀδελφοῦ μου, ὅτι φοβοῦμαι ἐγὼ αὐτὸν, μήποτε ἐλθὼν πατάξῃ με καὶ μητέρα ἐπὶ τέκνοις. Σὺ δέ μοι εἶπας, Εὖ σε ποιήσω. Πόσην οὐκ ἂν εὐφροσύνην ἐξέβαλεν οὗτος ὁ φόβος, εἰ καὶ πάντα τὸν ἔμπροσθεν χρόνον ἐν εὐθυμίᾳ διατετελεκὼς ἦν; Νῦν
have borne the insult, but would have overturned the whole house of his kinsmen-by-marriage, slaughtering himself along with them, or destroying them together in some other way; yet since Jacob was patient of wrong and long-suffering, he did not do this, nay he did not even take counsel for it at all; and when commanded to serve as a slave another seven years again, he obeyed readily; so gentle and yielding was he. And if his love for the maiden lent aid to the yielding gentleness of his ways, again you tell me of the excess of his despondency. For consider how great grief he endured when he was deprived of her who was so loved, and expecting to have her within, was driven back again to a delay of seven years, and to the frosts and the heats and the sleepless nights and the continual losses. And having received her also afterwards, and living with his father-in-law a wretched and toilsome life, even so he was envied, and endured a second deceit over his wages, as he himself also convicted him, saying: You cheated me by ten ewe-lambs. And along with his father-in-law the brothers also of his wives grew more savage than his father-in-law towards him. And what was harder than all things was that his beloved, on whose account he chose to serve twice seven years, was choked by despondency, seeing her sister bearing children, while she herself did not even have hope of the matter, and was carried away into so great derangement by despondency at that time as to accuse and blame her husband, and to threaten death against herself if she should not bear: For give me children, says she; or if not, I shall end my life. What, therefore, was able to gladden him, when she who was so longed for was lamenting such things, while her brothers were plotting against him and doing all things so that he might come into utmost poverty? And if the things given over to wives without sweat bring great despondency when taken away, how would he who was in peril on behalf of things acquired by his own toils have borne this loss gently? Perceiving, therefore, that they held him in suspicion and looked askance at him, he withdrew secretly as a fugitive; than which what could be more pitiable? For having departed with fears and dangers both from his own land and from a foreign one, he was compelled to fall again into the same pits. For fleeing his brother he came to his father-in-law, and being driven away again by this man, he was forced to fall upon his brother; and he endured that prophetic saying which Amos speaks concerning the day of the Lord: In the way in which if a man should flee from the face of a lion, and a bear should fall upon him, and he should leap into his house, and lean his hand against the wall, and the serpent should bite him. And what need is there to speak of the trembling which he underwent when overtaken by Laban, the afflictions along the journey, when so many flocks and children were following him? Yet when he was about to behold his brother's countenance, did he not suffer the same thing as those who see the Gorgon's head fashioned by the poets? Did he not so arrange all things as one departing on the way to death? Hear his words, and learn the flame laid up in his soul: Deliver me, says he, O God, out of the hand of Esau my brother, for I am afraid of him, lest coming he smite me and mother upon children. And Thou saidest to me: I will do you good. How great gladness would this fear not have cast out, even if he had passed all his former time in cheerfulness? Now
PG 47:467Read from the page
δὲ ἅπας ὁ βίος αὐτῷ καὶ ἐξ ἐκείνης τῆς ἡμέρας, ἐν ᾗ τὰς εὐλογίας μέλλων λαμβάνειν προαποτεθνήκει τῷ δέει, διὰ συμφορῶν ἐπλέκετο καὶ ἐπιβουλῶν. Τοσοῦτον γὰρ αὐτὸν δέος τότε κατεῖχεν, ὡς μηδὲ μετὰ τὴν συντυχίαν, καίτοι γε χρηστῶς καὶ φιλανθρώπως αὐτῷ χρησαμένου τοῦ ἀδελφοῦ, θαρῥῆσαι καὶ ἀποθέσθαι τὴν ἀγωνίαν. Παρακαλοῦντος γοῦν ἐκείνου συναπελθεῖν, καθάπερ θηρίου τινὸς ἀπαλλάττεσθαι μέλλων, οὕτως ἠξίου καὶ ἐσοφίζετο τὴν ἀναχώρησιν λέγων· Ὁ κύριός μου, γινώσκεις ὅτι τὰ παιδία ἀπαλώτερα, καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ' ἐμέ· καὶ ἐὰν οὖν καταδιώξω αὐτὰ, ἐν ἡμέρᾳ μιᾷ ἀποθανοῦνται πάντα τὰ κτήνη. Προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδὸς αὐτοῦ, ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ, κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου, καὶ κατὰ πόδας τῶν παιδαρίων μου, ἕως τοῦ ἐλθεῖν με πρὸς τὸν κύριόν μου εἰς Σηείρ. Καὶ ἀναπνεύσας μικρὸν ἀπὸ τῶν κινδύνων ἐκείνων, εἰς ἕτερον πολλῷ χαλεπώτερον ἐνέπεσε πάλιν φόβον.
his whole life from that very day on which, being about to receive the blessings, he had died beforehand through fear, was woven out of calamities and plots. For so great a fear held him fast then that not even after the meeting, although his brother had treated him kindly and humanely, did he take courage and lay aside his anguish. Accordingly, when that man exhorted him to depart together with him, just as though about to be rid of some wild beast, he thus begged off and devised his withdrawal, saying: My lord, you know that the young children are tenderer, and the sheep and the cows are with young upon my hands; and if therefore I drive them hard, in one day all the flocks will die. Let my lord go ahead before his servant, and I shall gather strength on the way, according to the leisure of the journey that is before me, and according to the pace of my little children, until I come to my lord at Seir (Gen. 33:13-14). And having taken breath a little from those dangers, he fell again into another far more grievous fear.
Τῆς γὰρ θυγατρὸς ἁρπαγείσης, τὸ μὲν πρῶτον ἤλγει τῇ ὕβρει τῆς παιδός· ὡς δὲ παρεμυθεῖτο τὸ γεγονὸς τοῦ βασιλέως ὁ υἱὸς νόμῳ γάμου λήψεσθαι γυναῖκα αὐτὴν ὑποσχόμενος, καὶ ἐπήνεσε τὴν γνώμην ὁ Ἰακὼβ, συνέχεαν τὰς συνθήκας οἱ περὶ τὸν Λευΐ, καὶ τὴν πόλιν αὔτανδρον ἀνελόντες εἰς τασοῦτον τὸν γεγεννηκότα κατέστησαν τρόμον, ὡς καὶ μετοικῆσαι ἐκεῖθεν αὐτὸν διὰ τὸ πάντας ἐκπολεμωθῆναι πρὸς αὐτόν. Εἶπε γὰρ, φησὶν, ὁ Ἰακὼβ τῷ Συμεὼν καὶ τῷ Λευΐ· Μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν, ἔν τε τοῖς Χαναναίοις καὶ τοῖς Φερεζαίοις, ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ, καὶ συναχθέντες ἐπ' ἐμὲ συγκόψουσί με καὶ ἐκτριβήσομαι ἐγὼ, καὶ ὁ οἶκός μου. Καὶ γὰρ ἂν πάντας αὐτοὺς κατέσφαξαν ἄρδην οἱ πρόσοικοι, εἰ μὴ ἡ τοῦ Θεοῦ φιλανθρωπία κατέσχεν ἐκείνων τὸν θυμὸν, καὶ πέρας ἐκείνοις ἐπέθηκε τοῖς κακοῖς· Ἐγένετο γὰρ, φησὶ, φόβος Θεοῦ ἐπὶ πάσας τὰς πόλεις τὰς περικύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ. Τί οὖν μετὰ τὴν τούτων ἀπαλλαγήν; ἆρα ἀνέπνευσε; Τότε μὲν οὖν αὐτῷ τῶν κακῶν ἐπῆλθεν ὁ κολοφὼν, ὁ τῆς ἐρωμένης θάνατος, ἄωρός τε ὁμοῦ καὶ βίαιος ὤν. Ἔτεκε γὰρ, φησὶ, Ῥαχὴλ, καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ. Ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν, εἶπεν αὐτῇ ἡ μαῖα, Θάρσει, καὶ γὰρ οὗτός ἐστί σοι υἱός. Ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχὴν (ἀπέθνησκε γὰρ), ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου. Καὶ τοῦ πένθους ἀκμάζοντος ἔτι, προσέθηκε τῇ ἀθυμίᾳ ὁ Ῥουβὴν εἰς τὴν τοῦ πατρὸς εὐνὴν ἐνυβρίσας· ὅπερ οὕτως ἔφερε χαλεπῶς, ὥς καὶ τελευτῶν ἐπαράσασθαι τῷ παιδὶ, ὅτε μάλιστα συμπαθέστερον ἔχουσι πρὸς τὰ ἔκγονα οἱ γονεῖς, καὶ ταῦτα πρωτοτόκῳ πάντων ὄντι τῶν ἄλλων· οὐ μικρὸν δὲ τοῦτο πρὸς φιλοστοργίας δύναται λόγον. Ἀλλ' ὅμως ἅπαντα ταῦτα ἡ τῆς ἀθυμίας παρώσατο βία, καὶ καλέσας αὐτὸν ἔλεγε· Ῥουβὴν πρωτότοκός μου, ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι, καὶ σκληρὸς αὐθάδης· ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνὴν οὗ ἀνέβης. Ὡς δὲ ἐν ἡλικίᾳ γέγονεν ὁ τῆς ἀγαπωμένης γυναικὸς υἱὸς, καὶ παραμυθίαν αὐτὸν ἕξειν προσεδόκησε τῆς ἐπ' ἐκείνῃ λύπης, τότε αὐτῷ πολύτροποι διὰ τούτου κατεσκευάζοντο συμφοραί· οἱ
For when his daughter had been carried off, at first indeed he grieved at the outrage to the girl; but when the event was being assuaged by the king's son promising to take her to wife by law of marriage, and Jacob approved the proposal, those around Levi confounded the compacts, and, having destroyed the city men and all, they reduced him who had begotten them to such trembling that he even removed from there because all had been driven to war against him. For Jacob said, says [Scripture], to Simeon and to Levi: You have made me hated, so that I am evil to all who inhabit the land, both among the Chananites and the Pherezites, and I am few in number, and having gathered together against me they will cut me down, and I shall be wiped out, both I and my house (Gen. 34:30). And indeed the neighbours would have slaughtered them all utterly, had not the loving-kindness of God restrained their wrath and set a limit to those evils; for, it says, A fear of God came upon all the cities round about them, and they did not pursue after the sons of Israel (Gen. 35:5). What then after the deliverance from these things? Did he catch his breath? Nay, it was then that the summit of evils came upon him, the death of his beloved, being at once untimely and violent. For Rachel gave birth, it says, and had hard labour in childbirth. And it came to pass, as she was giving birth with difficulty, the midwife said to her, Take courage, for this also is a son for you. And it came to pass, as she was yielding up her soul (for she was dying), she called his name Son of my sorrow (Gen. 35:16-18). And while the mourning was still at its height, Ruben added to his despondency by insulting his father's bed; which he bore so hardly as even when dying to imprecate a curse upon his child, at the very time when parents feel most sympathetic towards their offspring, and that too though he was firstborn of all the others; and this counts for no small part in regard to natural affection. Yet nevertheless the force of despondency thrust aside all these things, and calling him he said: Ruben my firstborn, my strength, and the beginning of my children, hard to bear, and hard self-willed: you committed outrage, boil not over like water; for you went up upon your father's bed; then you defiled the couch whereupon you went up (Gen. 49:3-4). And when the son of the loved wife came of age, and he expected that he would have him as a consolation for his grief over her, then manifold calamities were prepared for him through this boy; for the
Notes, col. 467

On the reading

Printed τασοῦτον, for τοσοῦτον.

Printed ὥς, for ὡς.

PG 47:468Read from the page
γὰρ ἀδελφοὶ τὸν χιτωνίσκον τὸν ἐκείνου βάψαντες αἵματι καὶ ἐπιδείξαντες τῷ πατρὶ, ποικίλον αὐτῷ τὸ πένθος εἰργάσαντο. Οὐ γὰρ τὴν τελευτὴν ἐπένθει μόνον, ἀλλὰ καὶ τὸν τρόπον τῆς τελευτῆς, καὶ πολλὰ ἦν τὰ συγχέοντα αὐτοῦ τὴν ψυχήν· ὅτι ὁ τῆς φιλουμένης υἱὸς, ὅτι ὁ τῶν ἄλλων ἁπάντων βελτίων, ὅτι ὁ μάλιστα ἀγαπώμενος, ὅτι ἐν αὐτῷ τῷ τῆς ἡλικίας ἄνθει, ὅτι παρ' αὐτοῦ πεμφθεὶς, ὅτι μηδὲ ἐπὶ τῆς οἰκίας, μηδὲ ἐπὶ τῆς κλίνης, μηδὲ παρεστῶτος τοῦ πατρὸς, μηδὲ εἰπών τι καὶ ἀκούσας, ὅτι μὴ τῷ κοινῷ πάντων θανάτῳ, ὅτι ζῶν ὑπὸ τῆς τῶν θηρίων ὠμότητος ἐσπαράττετο, ὅτι μηδὲ τὰ λείψανα συναγαγεῖν εὕρισκε καὶ παραδοῦναι τῇ γῇ, ὅτι οὐδὲ ἐν νεότητι ταῦτα ὑπέμεινεν, ὅτε ἐνεγκεῖν δυνατὸν ἦν, ἀλλ' ἐν ἐσχάτῳ γήρᾳ. Καὶ ἦν θέαμα πάντων ἐλεεινότερον ἰδεῖν, πολιὰν αἰσχυνομένην κόνει, καὶ στῆθος γηραλέον διαῤῥηγνυμένου τοῦ χιτῶνος γυμνούμενον, καὶ θρήνους παρακλήσεως μείζονας· Διέρῥηξε γὰρ, φησὶν, Ἰακὼβ τὰ ἱμάτια αὐτοῦ, καὶ περιέθετο σάκκον ἐπὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐπένθει τὸν υἱὸν αὐτοῦ ἡμέρας πολλάς. Συνήχθησαν δὲ πάντες οἱ υἱοὶ αὐτοῦ καὶ αἱ θυγατέρες, καὶ ἦλθον παρακαλέσαι αὐτὸν, καὶ οὐκ ἤθελε παρακληθῆναι λέγων ὅτι, Καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς ᾅδου. Ὥσπερ δὲ δέον μηδέποτε καθαρεύειν αὐτοῦ τὴν ψυχὴν ἀθυμίας, οὕτως, ἀρξαμένης ταύτης θεραπεύεσθαι τῆς πληγῆς, λιμὸς ἐπελθὼν καὶ τὴν γῆν ἅπασαν κατασχὼν ἐλύπει μὲν αὐτὸν σφόδρα τὸ πρότερον· ὡς δὲ ἀνελθόντες ἀπὸ τῆς Αἰγύπτου οἱ υἱοὶ παραμυθίαν ἐκομίσαντο τοῦ κακοῦ, ἑτέρᾳ λύπῃ ταύτην ἀναμίξαντες ἤγαγον, καὶ τὴν ἀπὸ τῆς τοῦ λιμοῦ λύσεως ἡδονὴν συνέχεεν ἡ τοῦ παιδὸς ἀποδημία. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ τὸν Βενιαμὶν ἀπήτουν αὐτὸν, ὃν μόνον εἶχε παραψυχὴν καὶ τῆς ἀπελθούσης γυναικὸς καὶ τοῦ θηριοβρώτου παιδός. Οὐ ταῦτα δὲ μόνον αὐτὸν ἀντέχεσθαι ἐποίει τοῦ Βενιαμὶν, ἀλλὰ καὶ τὰ τῆς ἡλικίας, καὶ τὰ τῆς ἀνατροφῆς. Οὐ καταβήσεται γὰρ, φησὶν, ὁ υἱός μου μεθ' ὑμῶν, ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανε, καὶ αὐτὸς μόνος καταλέλειπται, καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ, ἐν ᾗ ἂν πορεύησθε, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου. Τὸ μὲν οὖν πρῶτον διὰ ταῦτα πάντα παρῃτεῖτο, καὶ οὐκ ἔφασκε δώσειν αὐτόν· ἐπειδὴ δὲ σφοδρὸς ἐπέπεσεν ὁ λιμὸς, καὶ μείζονος τῆς ἀνάγκης ᾔσθετο, καίτοι σφόδρα ἀποδυρόμενος, Τί γάρ με ἐκακοποιήσατε, φησὶν, ἀπαγγείλαντες τῷ ἀνθρώπῳ εἰ ἔστιν ὑμῖν ἀδελφός; καὶ τοῦτο πάντων ὀδυνηρότερον ὑπέμενε τὰ ἐλεεινὰ ῥήματα φθεγγόμενος ὁ Ἰακὼβ, Ἰωσὴφ, φησὶν, οὐκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶν λήψεσθε; ἐπ' ἐμὲ ἐγένετο ταῦτα πάντα· καὶ ὀδυρόμενος ὅτι μετὰ τὸν Ἰωσὴφ καὶ τὸν Συμεῶνα ἐπεχείρουν καὶ τὸν Βενιαμὶν ἀποσπάσαι αὐτοῦ, καὶ ἐνδεικνύμενος ὅτι πάντα πείσεται μᾶλλον ἢ ἀφέξεται τοῦ παιδὸς, νικηθεὶς ὕστερον αὐτὸς αὐτὸν ταῖς ἑαυτοῦ χερσὶν ἐξεδίδου λέγων· Καὶ τὸν ἀδελφὸν ὑμῶν λάβετε, καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον· ὁ δὲ Θεός μου δῴη ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου, καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα, καὶ τὸν Βενιαμίν· ἐγὼ μὲν γὰρ καθάπερ ἠτέκνωμαι,
brothers, having dyed that boy's tunic with blood and shown it to their father, wrought manifold mourning for him. For he mourned not his death alone, but also the manner of his death, and many were the things that confounded his soul: that he was the son of his beloved wife, that he was better than all the others, that he was the most dearly loved, that it was in the very flower of his age, that he had been sent by him, that it was neither at home, nor upon a bed, nor with his father standing by, nor after saying anything and hearing aught, that it was not by the common death of all, that while living he was torn in pieces by the savagery of wild beasts, that he did not even find his remains to gather together and consign to the earth, that not even in youth did he endure these things, when it was possible to bear them, but in extreme old age. And it was a spectacle more pitiable than all to behold: grey hair dishonoured with dust, and an aged breast laid bare as his tunic was rent, and lamentations greater than consolation; for Jacob rent his garments, it says, and put sackcloth upon his loins, and mourned his son many days. And all his sons and daughters gathered together and came to comfort him, and he refused to be comforted, saying, I will go down to my son mourning into Hades (Gen. 37:34-35). And just as though his soul ought never to be free of despondency, so, when this wound had begun to be healed, a famine coming on and seizing the whole land grieved him exceedingly at first; and when his sons, coming up from Egypt, brought back consolation for the evil, they brought it mingled with another sorrow, and the absence of his child confounded the pleasure from the relief of the famine. And not this alone, but also because they demanded Benjamin of him, whom alone he had as solace both for his departed wife and for the beast-devoured child. Nor was it these things alone that made him cling to Benjamin, but also the circumstances of his age and those of his upbringing. For my son shall not go down with you, he says, because his brother has died, and he alone has been left behind, and it will happen that he will fall ill on the way by which you travel, and you will bring down my old age with sorrow to Hades (Gen. 42:38). At first, therefore, on account of all these things he begged off, and declared that he would not give him up; but when the famine fell severe, and he perceived the necessity to be greater, though lamenting exceedingly — Why did you do me harm, he says, by reporting to the man whether you have a brother? (Gen. 43:6) — and Jacob endured this more painfully than all, uttering those pitiable words: Joseph, he says, is not, Simeon is not, and will you take Benjamin? Upon me have all these things come (Gen. 42:36); and lamenting that after Joseph and Simeon they were attempting to tear Benjamin also away from him, and showing that he would suffer all things rather than part from the boy, overcome afterwards he himself with his own hands gave him up, saying: Take your brother also, and arising go down to the man; and may my God grant you favour before the man, and send back your one brother and Benjamin; for indeed, just as I have been bereaved of children,
PG 47:469Read from the page
ἠτέκνωμαι. Οὕτω σφόδρα τοῖς πολλοῖς ἐκρατήθη κακοῖς, ὡς καὶ τῶν σπλάγχνων σπαραττομένων, καὶ κατὰ μικρὸν ἐλαττουμένων αὐτῷ τῶν παίδων, ἅπαντα ὑπομένειν τῇ τῶν μειζόνων ὑπερβολῇ· καὶ γὰρ μείζων αὐτὸν ἀθυμία κατεῖχεν ὑπὲρ τούτων τῆς ὑπὲρ τοῦ Ἰωσήφ. Ἡ μὲν γὰρ οὐκ ἔχουσα προσδοκίαν διορθώσεως συμφορὰ, εἰ καὶ σφοδρὰς φέρει τὰς ἀθυμίας ἡμῖν, ἀλλ' ὅμως ταχέως αὐτὰς ἐξωθεῖ, εἰς ἀπόγνωσιν ἐμβαλοῦσα τὸν λογισμόν· ἡ δὲ ἔτι μετέωρος οὖσα οὐκ ἀφίησιν ἀναπαύσασθαι τὴν ψυχὴν, τῇ τῶν μελλόντων ἀδηλίᾳ ἐπιτείνουσα ἀεὶ καὶ ἀνανεοῦσα τὴν ἀγωνίαν ἡμῖν. Καὶ τοῦτο ἄν τις μάθοι καλῶς ἀπὸ τοῦ μακαρίου Δαβὶδ, ὃς ἔτι ζῶντος μὲν ἐθρήνει τοῦ παιδὸς, τελευτήσαντος δὲ ἀνῆκε τοῦ πένθους ἑαυτόν. Ἀπορούντων δὲ ὑπὲρ τούτου τῶν παίδων, καὶ τὴν αἰτίαν ἐρωτώντων αὐτὸν, τοῦτον εἶπε τὸν λογισμὸν, ὅνπερ ἐγὼ νῦν. Εἰκότως οὖν κἀκεῖνος ὑπὲρ τούτων ἐδεδοίκει μᾶλλον καὶ ἔτρεμεν. Ἀλλ' ἡ ποθεινὴ θέα καὶ τὸ τὸν Ἰωσὴφ ἰδεῖν εὐθυμίαν αὐτῷ παρέσχεν ὕστερον. Καὶ τί τὸ κέρδος; Καθάπερ γὰρ τὰ σφοδρῷ καταφλεχθέντα μέλη πυρὶ, κἂν μυριάκις καταψύχῃ τις, οὐδὲν ὀνίνησιν· οὕτω καὶ τὴν ψυχὴν κατώδυνον γενομένην ἐκείνῳ, καὶ τῇ τῆς ἀθυμίας σφόδρα κατακαυθεῖσαν φλογὶ, οὐδὲν ἦν ἀνακτήσασθαι ἱκανὸν, καὶ μάλιστα ὅτε οὐδὲ τὴν αἴσθησιν εἰκὸς εἶναι τρανήν· ὅπερ καὶ ὁ Βερζελλὶ παραιτούμενος τὸν Δαβὶδ ἔλεγε· Πόσαι αἱ ἡμέραι ἐτῶν ζωῆς μου ἔσονταί μοι ἐκεῖ, ἵνα ἀναβῶ μετὰ τοῦ βασιλέως εἰς Ἱερουσαλήμ; Υἱὸς ὀγδοήκοντα ἐτῶν εἰμι σήμερον· εἰ γνώσομαι ἀναμέσον ἀγαθοῦ ἢ ἀναμέσον κακοῦ, εἰ γεύσεται ὁ δοῦλός σου ὅσα ἂν ἐσθίῃ, ἢ ὅσα ἂν πίνῃ, ἢ ἀκούσομαι φωνὴν ᾀδόντων ἢ ᾀδουσῶν; Καὶ ἱνατί γίνεται ὁ δοῦλός σου φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα; Ἀλλὰ τί χρὴ ἀφ' ἑτέρων ταῦτα στοχάζεσθαι, αὐτοῦ παρὸν ἀκοῦσαι τοῦ πεπονθότος; Μετὰ γὰρ τὸ τὸν υἱὸν ἰδεῖν, φησὶν, ἐρωτώμενος ὑπὸ τοῦ Φαραὼ περὶ τῆς ζωῆς αὐτοῦ· Μικραὶ, φησὶ, καὶ πονηραὶ αἱ ἡμέραι μου, καὶ οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν πατέρων μου· οὕτως ἐνακμάζουσαν αὐτοῦ τῇ ψυχῇ τὴν μνήμην τῶν γεγενημένων εἶχε διαπαντός.
I have been bereaved of children (Gen. 43:13-14). So exceedingly was he mastered by his many misfortunes that, even while his inward parts were being torn asunder and his children diminished for him little by little, he endured all things through the excess of greater evils; for indeed a greater despondency held him fast over these than that over Joseph. For the calamity that has no expectation of amendment, even if it brings vehement despondencies upon us, nevertheless quickly thrusts them out, having cast our reasoning into despair [of remedy]; whereas that which is still suspended in uncertainty does not suffer the soul to rest, continually intensifying and renewing our anguish by the obscurity of things to come. And this one might learn well from the blessed David, who while the child was still living lamented, whereas when he had died he released himself from mourning. And when his servants were at a loss over this and asked him the reason, he spoke this very reasoning which I speak now (cf. 2 Sam. 12:18-23). Reasonably, therefore, did that man also fear and tremble more over these. Yet the longed-for sight and seeing Joseph afforded him cheerfulness afterwards. And what was the gain? For just as limbs scorched by a fierce fire, even if one cools them ten thousand times, derive no benefit; so also nothing was sufficient to restore his soul once it had become racked with pain for him and utterly burned up by the flame of despondency, and especially when it is not even likely that perception remains keen; even as Berzelli also said when begging off from David: How many will the days of the years of my life be for me there, that I should go up with the king to Jerusalem? I am a son of eighty years today; shall I discern between good or between evil, will your servant taste whatever he eats or whatever he drinks, or shall I hear the voice of singing men or singing women? And wherefore does your servant become a burden upon my lord the king? (2 Sam. 19:35-36). Yet why must we conjecture these things from others, when it is at hand to hear the sufferer himself? For after seeing his son, it says, on being questioned by Pharaoh concerning his life, Few, he says, and evil have been my days, and they have not attained to the days of my fathers (Gen. 47:9); so vivid and fresh in his soul did he keep the memory of what had happened continually.
ιβʹ. Ἀλλ' ὁ λαμπρὸς καὶ ἐπίδοξος οὗτος υἱὸς ὁ Ἰωσὴφ τίνα οὐκ ἀπέκρυψε ταῖς συμφοραῖς; Ὁ μὲν γὰρ πατὴρ ὁ τούτου ἕνα μόνον εἶχεν ἀδελφὸν ἐπιβουλεύοντα, οὗτος δὲ πολλῷ πλείους· καὶ ὁ μὲν τὴν πρώτην ἡλικίαν ἅπασαν ἐν ἀφθονίᾳ ἐτρέφετο καὶ ἀνέσει πολλῇ, ὁ δὲ ἐπὶ τῆς ἀλλοτρίας καὶ ἔτι παιδίον ὢν τὰς τῆς ὁδοιπορίας φέρειν ἠναγκάζετο ταλαιπωρίας. Καὶ τῷ μὲν Ἰακὼβ παρῆν ἡ μήτηρ ἐπικουφίζουσα τὴν ἐπιβουλήν· οὗτος δὲ ἔτι νέος ὢν, καὶ ὅτε μάλιστα ἔχρηζε τῆς μητρὸς, τότε ἐν ἐρημίᾳ τῆς βοηθείας ταύτης καθίστατο. Πρὸς τούτοις ὁ μὲν Ἠσαῦ μέχρις ἀπειλῆς μόνης ἐλύπησε τὸν Ἰακώβ· οὗτοι δὲ καὶ εἰς ἔργον ἐξήγαγον τὴν ἐπιβουλὴν, καὶ πρὸ τῆς ἐπιβουλῆς φθονοῦντες καὶ διαβάλλοντες αὐτὸν διετέλουν· οὗ τί γένοιτ' ἂν χαλεπώτερον, τοὺς συνοικοῦντας πολεμίους ἔχειν ἀεί; Καὶ γὰρ ψόγον κατήνεγκαν κατ' αὐτοῦ πονηρὸν, καὶ ἰδόντες ὅτι αὐτὸν ὁ πατὴρ αὐτοῦ φιλεῖ ὑπὲρ τοὺς ἄλλους υἱοὺς αὐτοῦ, ἐμίσησαν αὐτὸν, καὶ οὐκ ἠδύναντο αὐτῷ λαλεῖν οὐδὲν εἰρηνικόν. Οὔτε γὰρ τὸ ὑπὸ τοῖς ἐμπόροις
12. Yet whom did this illustrious and glorious son Joseph not eclipse by his calamities? For his father had only one brother plotting against him, whereas this man had far more; and the former throughout all his early age was reared in abundance and great ease, whereas the latter in a foreign land and while still a little child was compelled to bear the hardships of the journey. And Jacob had his mother present lightening the plot; whereas this boy, while still young and when above all he had need of his mother, was then placed in bereavement of this aid. Besides these things, Esau grieved Jacob only as far as a threat alone; whereas these men carried their plot out into action also, and before the plot they continually envied and slandered him — than which what could be more grievous, to have those who dwell under the same roof as enemies always? For they brought an evil blame against him, and seeing that his father loved him above his other sons, they hated him, and could not speak anything peaceable to him (Gen. 37:2, 4). For neither his coming under the merchants
PG 47:470Read from the page
γενέσθαι, οὔτε τὸ ὑπὸ τῷ σπάδοντι, τοσοῦτον εἶναι φαίην ἂν κακόν· πολλῷ γὰρ αὐτῷ φιλανθρωπότερον ἐχρήσαντο οὗτοι τῶν ἀδελφῶν.
nor his coming under the eunuch would I say was so great an evil; for these men treated him far more humanely than his brothers did.
Ἀλλ' ὅμως οὐδὲ οὕτως ἡμερώτερος γέγονε τῶν συμφορῶν ὁ χειμών· σφοδροτέρα γὰρ ἐμπεσοῦσα καταιγὶς πάλιν αὐτὸν κατέδυσε. Τάχα μέ τις οἴεται τὴν ἐπιβουλὴν τῆς δεσποίνης ἐρεῖν· ἐγὼ δὲ πρὸ ταύτης χαλεπωτέραν ἄλλην ἐρῶ. Δεινὸν μὲν γὰρ, ἀληθῶς δεινὸν, καὶ τὸ συκοφαντηθῆναι ἐπὶ τοιούτοις, καὶ τὸ κατακριθῆναι, καὶ τὸ δεσμωτήριον οἰκῆσαι χρόνον οὕτω μακρὸν, παῖδα ἐλεύθερον καὶ εὐγενῆ καὶ ταύτης ἄπειρον τῆς ἀνάγκης· πολλῷ δὲ τούτων ἁπάντων βαρύτερον τὸν ἀπὸ τῆς ἡλικίας οἶμαι χειμῶνα γεγενῆσθαι αὐτῷ. Εἰ μὲν γὰρ ὑπὸ μηδεμιᾶς ἐπιθυμίας ἐνοχλούμενος διέπτυσε τὸν ἐκείνης ἔρωτα, οὐ σφόδρα ἐπαινῶ, οὐδὲ θαυμάζω τὸν ἄνδρα ἐγὼ πειθόμενας τῷ Χριστῷ. Οὐδὲ γὰρ τοὺς ἀπὸ τῆς φύσεως εὐνουχισθέντας, ἀλλὰ τοὺς ἑαυτοὺς εὐνουχίσαντας ἀξιοῦσθαί φησι τῆς βασιλείας τῶν οὐρανῶν· εἰ δὲ μὴ τοῦτο ἦν, ποίαν ἂν ἤρατο νίκην; κατὰ τίνος στέφανον ἀνεδήσατο; τίνα καταγωνισάμενος ἀνεκηρύττετο, οὐδενὸς ὄντος τοῦ προσπαλαίοντος αὐτῷ, καὶ ἐπιχειροῦντος καταβαλεῖν; Οὐδὲ γὰρ τοὺς τοῖς ἀλόγοις μὴ μιγνυμένους εἰς σωφροσύνης ἐπαινοῦμεν λόγον, διὰ τὸ μηδὲ ἐγκεῖσθαι τῇ φύσει τῆς μίξεως τὴν ἐπιθυμίαν ἐκείνης. Εἰ τοίνυν μηδὲ τῷ μακαρίῳ τότε ἐκείνῳ τοῦτο ἠνώχλει τὸ πῦρ, τίνος ἕνεκεν αὐτὸν ἐπὶ σωφροσύνῃ θαυμάζομεν; Εἰ δὲ, ὅτε πάντων τῶν καιρῶν σφοδρότερον ἡ φλὸξ αἴρεται (εἰκοστὸν γὰρ λοιπὸν ἦγεν ἔτος), καὶ ὅτε ἀνύποιστός ἐστιν ἡ τυραννὶς καὶ μηδενὸς αὐτὴν αὔξοντος, τότε ἡ ἀκόλαστος ἐπέθετο τῷ μειρακίῳ, τοσαύτην ἀπὸ τῶν αὐτῆς μαγγανευμάτων καὶ καλλωπισμάτων προσθεῖσα τῇ φλογὶ τὴν ἰσχὺν, ὅσην ἀπὸ τῆς φύσεως εἶχε· πῶς ἄν τις τὸν χειμῶνα διηγήσαιτο τῆς ψυχῆς καὶ τὸν θόρυβον καὶ τὴν ἀγωνίαν, τῆς φύσεως καὶ τῆς ἡλικίας ἔνδοθεν ταρασσούσης αὐτὸν, καὶ τῶν παρὰ τῆς Αἰγυπτίας μηχανημάτων ἔξωθεν προσβαλλόντων, καὶ ταῦτα οὐ μέχρι μιᾶς ἡμέρας καὶ δευτέρας, ἀλλ' ἐπὶ χρόνον πολύν; Ἐγὼ γὰρ αὐτὸν οὐχ ὑπὲρ ἑαυτοῦ τρέμειν οἴομαι τότε μόνον, ἀλλὰ καὶ ὑπὲρ ἐκείνης ἀλγεῖν, πρὸς τοσοῦτον κρημνὸν ἐπειγομένης ἐλθεῖν· καὶ τοῦτο ἐξ ὧν μετὰ πολλῆς ἐπιεικείας ἀποκρίνεται πρὸς αὐτὴν δῆλον ἡμῖν. Καὶ γὰρ ἐνῆν, εἴπερ ἐβούλετο, καὶ ὑβριστικώτερον καὶ θρασύτερον διαλεχθῆναι πρὸς αὐτήν· καὶ γὰρ ἂν εὐκόλως πάντα ἤνεγκεν ἐκείνη διὰ τὸν ἔρωτα· ἀλλ' οὐδὲν τοιοῦτον οὔτε ἐφθέγξατο οὔτε ἐνενόησεν, ἀλλὰ λογισμοὺς ἀνακινήσας εὐσεβεῖς, καὶ δι' ὧν ᾤετο μόνον ἐντρέψειν αὐτὴν, οὐδὲν πλέον προσέθηκεν. Ἰδοὺ γὰρ, φησὶν, ὁ κύριός μου οὐ γινώσκει οὐδὲν δι' ἐμὲ τῶν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ δέδωκεν ἐν τῇ χειρί μου, καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῃ οὐδὲν ἐμοῦ, οὐδὲ ὑπεξήρηται ἀπ' ἐμοῦ οὐδὲν πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι· καὶ πῶς ποιήσω τὸ ῥῆμα τοῦτο τὸ πονηρὸν, καὶ ἁμαρτήσομαι ἐνώπιον τοῦ Θεοῦ; Καὶ μετὰ τὴν τοσαύτην ἐπιείκειαν καὶ τὴν τῆς σωφροσύνης ἐπίδειξιν ἐσυκοφαντήθη, καὶ συνεχώρησεν ὁ Θεός. Ἐδέθη, καὶ οὐδὲ οὕτως ἤλεγξε τὴν ἐπιβουλὴν, καὶ τὴν ἄδικον διαβολὴν τῆς γυναικός· ἐβούλετο γὰρ καὶ πολλοὺς αὐτῷ τοὺς μισθοὺς καὶ λαμπροτέρους γενέσθαι τοὺς στεφάνους, καὶ διὰ τοῦτο καὶ τῶν δούλων τοῦ βασιλέως ἀφεθέντων αὐτὸς ἔμενεν ἔνδον ἔτι. Σὺ δέ μοι μὴ τὴν φιλανθρωπίαν τοῦ δεσμοφύλακος εἴπῃς, ἀλλ' ἐξέτασον αὐτοῦ τὰ ῥήματα, καὶ ὄψει τὴν ὀδύνην τῆς
Yet nevertheless not even so did the tempest of his calamities grow gentler; for a fiercer squall falling upon him plunged him under again. Perhaps someone thinks that I am going to speak of the plot of his mistress; but before this I shall speak of another more grievous one. For terrible indeed, truly terrible, was both being slandered upon such charges, and being condemned, and inhabiting the prison for so long a time — a free and well-born boy, inexperienced in this distress; yet far heavier than all these, I think, was the tempest from his youthful age that came upon him. For if, troubled by no desire at all, he spat upon her passion, I for my part do not greatly praise nor marvel at the man, being persuaded by Christ. For neither those made eunuchs by nature, He says, but those who have made themselves eunuchs are deemed worthy of the kingdom of the heavens (Matt. 19:12); and if this had not been so, what sort of victory would he have won? Against whom would he have bound on a crown? Having vanquished whom would he have been proclaimed victor, when there was no one wrestling against him and attempting to throw him down? For neither do we praise on the score of temperance those who do not mingle with irrational beasts, because the desire for that intercourse does not even lie within nature. If, therefore, this fire was not troubling that blessed man then either, on what account do we marvel at him for temperance? But if, when the flame rises more fiercely than at all other seasons (for he was by then in his twentieth year), and when its tyranny is unendurable even with no one heightening it, at that very time the licentious woman set upon the stripling, adding from her sorceries and embellishments as much strength to the flame as it possessed from nature — how could one recount the tempest of his soul and the tumult and the anguish, as nature and youthful age troubled him from within, and the machinations from the Egyptian woman assaulted him from without, and that not for one day or a second, but for a long time? For I think that he did not tremble only on his own behalf then, but also grieved on hers, as she hastened to come to so great a precipice; and this is evident to us from the things he answers to her with great gentleness. For indeed it was possible, had he wished, to converse with her both more insultingly and more boldly — for she would easily have borne all things on account of her passion — yet he neither uttered nor thought anything of the sort, but having stirred up pious reasonings, and those alone whereby he thought he would put her to shame, he added nothing more. For behold, he says, my lord knows nothing because of me of the things in his house, and all that belongs to him he has given into my hand, and nothing in this house exceeds me, nor has anything been excepted from me save you, because you are his wife; and how shall I do this wicked thing, and sin before God? (Gen. 39:8-9). And after such great gentleness and the display of temperance he was slandered, and God permitted it. He was bound, and not even so did he expose the plot and the unjust calumny of the woman; for He wished both his rewards to be many and his crowns to become more radiant, and on this account even when the servants of the king had been released, he himself remained within still. And do not tell me of the humanity of the jailer, but examine his words, and you will see the pain of his
Notes, col. 470

On the reading

Printed πειθόμενας, for πειθόμενος.