Migne Reading Room

PG 47 · cols. 459–464 · Read from the page

Exhortatory oration to Stagirius the ascetic vexed by a demon, three books

Exhortatory oration to Stagirius the ascetic vexed by a demon, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:459Read from the page
πανταχοῦ περιήει τῷ νῷ, καὶ πολὺν ἐδέχετο θόρυβον τῇ ψυχῇ, μηδαμοῦ τῷ λογισμῷ στῆναι δυνάμενος, ἀλλὰ πολλὰ ὑποπτεύειν ἔχων, καὶ μεριμνᾷν ἀναγκαζόμενος. Εἰκὸς γὰρ αὐτὸν καὶ πρὸς αὐτὰ τῆς οἰκουμένης ἀφίξεσθαι τὰ πέρατα προσδοκᾷν, καὶ πρὸς αὐτὸν τὸν ὠκεανόν· ὥστε εἰ καὶ μὴ πᾶσαν ἐπῆλθε τὴν γῆν, ἀλλὰ τὴν φροντίδα τῆς τοσαύτης ὁδοιπορίας ὑπέμεινεν. Οὐ γὰρ ὡς μέχρι τῆς Παλαιστίνης ἥξων οὕτω παρεσκευάκει τὴν ψυχὴν, ἀλλ' ὡς ἑψόμενος πανταχοῦ, καὶ τὴν οἰκουμένην ἐκβῆναι κελεύηται, κἂν εἰς τὰς ἐκτὸς ταύτης νήσους ἐλθεῖν. Εἰ δὲ καὶ τἀναντία προσδοκᾷν ἔπειθε τὸ τοῦ προστάγματος ἀδιόριστον, καὶ τοῦτο πάλιν χαλεπόν. Τὸν γὰρ μέλλοντά τι φορτικὸν ὑπομένειν, πολλῷ κουφότερον εἰδέναι σαφῶς ὅπερ ὑποστήσεται, καὶ πρὸς ὃ παρασκευάσεται, ἢ πανταχοῦ ῥέμβεσθαι τῷ λογισμῷ, καὶ νῦν μὲν τὰ χρηστὰ, νῦν δὲ τἀναντία προσδοκᾷν, καὶ ὑπὲρ μηδενὸς τούτων ἔχειν θαρῥεῖν, ἀλλ' ἀμφοτέροις ὁμοίως ἀπιστεῖν.
went about everywhere in mind, and received great tumult in his soul, being unable to stand firm anywhere in reckoning, but having many things to suspect, and being compelled to be anxious. For it is likely that he expected to arrive even at the very ends of the inhabited world, and at the ocean itself; so that even if he did not traverse the whole earth, yet he endured the care of so great a journey. For he had not so prepared his soul as being about to come only as far as Palestine, but as one who would follow everywhere, both if he should be commanded to pass beyond the inhabited world, and even if to go to the islands outside it. And if the indefiniteness of the command persuaded him to expect the opposite also, this too again was hard. For to one about to endure something burdensome, it is far lighter to know clearly what he will undergo, and for what he will prepare himself, than to wander everywhere in reckoning, and now to expect good things, and now the opposite, and to have confidence concerning neither of these, but to distrust both alike.
ζʹ. Καὶ ταῦτα μὲν πρὶν ἐλθεῖν εἰς τὴν ἐπαγγελθεῖσαν γῆν· ἐπειδὴ δέ ποτε τῆς Παλαιστίνης ἐπελάβετο, καὶ λοιπὸν ἀναπαύσασθαι προσεδόκησε, τότε δὴ μείζονα ἐν τῷ λιμένι τὸν χειμῶνα εὕρισκεν. Οὐ μικρὸν δὲ τοῦτο εἰς ὀδύνης λόγον, ἀλλὰ καὶ πάντων ἀφορητότερον, ὅταν τις ἀπηλλάχθαι νομίσας καὶ πρὸς τὸ τέλος ἥκειν αὐτὸ, καὶ φροντίδα καὶ μέριμναν ἅπασαν ἀποθέμενος, πάλιν ἄνωθεν ἀρχὴν ἑτέραν εὕρῃ τῶν δυσχερῶν. Ὁ μὲν γὰρ ἔτι παρεσκευασμένος πρὸς τὰ δεινὰ ῥᾷον ἂν ἐνέγκοι τὴν τούτων ἐπαγωγήν· ὁ δὲ ἀναπεσὼν καὶ τῶν φροντίδων ἀπολύσας τοὺς λογισμοὺς, ἂν συμβῇ τι τοιοῦτον πάλιν, οἷον καὶ πρότερον, διπλῇ πως ταράττεται, καὶ εὐχείρωτος γίνεται τῷ τε ἀπροσδοκήτῳ καὶ τῷ διαλελύσθαι τὴν σπουδὴν ἅπασαν αὐτῷ καὶ τὴν παρασκευήν. Τίς οὖν ὁ χειμὼν ἦν; Λιμὸς οὕτω σφοδρὸς τὴν Παλαιστίνην κατέλαβε τότε, ὡς ἀναστῆσαι εὐθέως αὐτὸν ἐκεῖθεν, καὶ εἰς τὴν Αἴγυπτον καταγαγεῖν. Ἐλθὼν δὲ ἐκεῖ ὡς λύσιν εὑρήσων τοῦ κακοῦ, τοῦ λιμοῦ πάλιν χαλεπωτέρᾳ περιέπεσε συμφορᾷ περὶ τῶν ἐσχάτων κινδυνεύειν ἀναγκαζόμενος· καὶ εἰς τοσοῦτον τότε κατέστη φόβον, ὥστε, ὃ πᾶσίν ἐστι πάντων ἀφορητότερον, τὸ τὰς γυναῖκας ὑβρίζεσθαι τὰς αὐτῶν, τοῦτο ἑλέσθαι. Εἰς τοσαύτην γὰρ τότε ἦλθεν ἀνάγκην, ὡς καὶ ὑπηρετήσασθαι τῇ ὑποκρίσει, οὗ τί γένοιτ' ἂν ἐλεεινότερον; Ὁποίαν γὰρ αὐτὸν νομίζεις ἔχειν ψυχὴν, ὅτε τῇ γυναικὶ τοιαῦτα συμβουλεύειν ἠναγκάζετο; Γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ· ἔσται οὖν ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι, Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Εἰπὲ οὖν ὅτι, Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Καὶ ταῦτα ἐφθέγξατο τὰ ῥήματα ὁ διὰ τὸν Θεὸν, καὶ πατρίδα, καὶ οἰκίαν, καὶ φίλους, καὶ συγγενεῖς, καὶ τἆλλα πάντα ἐπὶ τῆς οἰκίας ἀφεὶς, ὁ τοιαύτην ταλαιπωρίαν καὶ τοσοῦτον πόνον ἐν τῷ μακρῷ τούτῳ καιρῷ κατὰ τὴν ὁδοιπορίαν ὑποστάς· καὶ ὅμως οὐδὲν τούτων εἶπεν, οἷον ὅτι Ἐγκατέλιπέ με ὁ Θεὸς, ἀπεστράφη, καὶ τῆς οἰκείας προνοίας ἐξέβαλεν· ἀλλ' ἔφερε γενναίως πάντα καὶ πιστῶς, καὶ ὃν ἐχρῆν μάλιστα πάντων ὑβριζομένης ὀργίζεσθαι τῆς γυναικὸς ὑπὸ τῆς πολλῆς βίας, ὅπως μήτε φανερὰ γένηται ἡ ὕβρις, ἅπαντα ἔπραττε. Τοῦτο δὲ ὅσην ἀθυμίαν ἔχει καὶ ὀδύνην, λόγῳ μὲν παραστῆσαι οὐ δυνατὸν, ἴσασι δὲ ὅσοι
7. And these things indeed before he came into the promised land; but when at length he reached Palestine, and hereafter expected to rest, then indeed he found a greater tempest in the harbour. Nor is this a small matter in regard to grief, nay rather more intolerable than all things, when someone, supposing that he has been freed and has come to the very end, and having laid aside all care and anxiety, again from the beginning finds another start of hardships. For he who is still prepared for terrible things would more easily bear the onslaught of them; but he who has relaxed and released his thoughts from cares, if something of such a kind should happen again, as also before, is troubled doubly, as it were, and becomes easy to subdue both by its unexpectedness and by all his earnestness and preparation having been dissolved for him. What then was the tempest? So fierce a famine seized Palestine then, as to raise him up straightway from there, and bring him down into Egypt. And coming there as about to find a release from the evil, he fell again into a calamity more grievous than the famine, being compelled to be in peril concerning the utmost things; and he was brought at that time into so great fear as to choose that which to all men is more intolerable than all things, that their own wives should be outraged. For into so great necessity did he come then, as even to minister to dissimulation, than which what could be more pitiable? For what sort of soul do you suppose him to have had, when he was compelled to counsel such things to his wife? I know that you are a fair-faced woman; it shall be therefore, as soon as the Egyptians see you, they will say, This is his wife; and they will kill me, but you they will preserve alive. Say therefore, I am his sister, that it may go well with me on account of you, and my soul shall live for your sake. And he uttered these words who for God's sake had left behind both fatherland, and house, and friends, and kinsmen, and all other things at home, who had undergone such misery and so great toil in this long time along the journey; and yet he said none of these things, such as, God has forsaken me, has turned away, and has cast me out of His own providence; but he bore all things nobly and faithfully, and he who above all men ought to have been angry when his wife was outraged by great violence, did all things so that the outrage might not even become manifest. And how great despondency and grief this has, it is not possible to present in speech, yet all those know who
PG 47:460Read from the page
γυναῖκας ἔσχον καὶ εἰς ζηλοτυπίας ὑποψίαν ἐνέπεσον. Μαρτυρεῖ δὲ τῷ πάθει τούτῳ καὶ ὁ Σολομὼν οὕτως εἰπών· Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, οὐδὲ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων. Καὶ πάλιν· Κραταιὰ ὡς θάνατος ἡ ἀγάπη, σκληρὸς ὡς ᾅδης ὁ ζῆλος. Εἰ δὲ ὁ ζηλοτυπῶν οὕτως ἐκκαίεται, ὁ τοσούτοις κρατούμενος κακοῖς, ὡς ἀναγκάζεσθαι καὶ κολακεύειν τὸν ὑβριστὴν, καὶ ὃν ἀμύνασθαι ἔδει πάντα ποιεῖν ὅπως ῥᾳδίως ἀπολαύσηται τῆς αὐτοῦ γυναικὸς ὁ μοιχὸς, τίνος οὐκ ἐλεεινότερος ἦν; Λαβόντων δὲ καὶ τούτων πέρας τῶν κακῶν, ἕτερα πάλιν ἐτίκτετο δεινὰ, καὶ τὸν λιμὸν ἐκεῖνον διεδέχετο πόλεμος. Τὴν γὰρ τῶν ποιμένων μάχην καὶ τὴν πρὸς τὸν ἀδελφιδοῦν διανομὴν ἀφίημι νῦν, καίτοι γε ἐπ' ἄλλων ταῦτα ἐξεταζόμενα ἱκανὰ πολλὴν ἀθυμίαν ἐμβαλεῖν. Ὅταν γὰρ ὁ διασωθεὶς ὑπ' αὐτοῦ καὶ τοσούτων γενόμενος κύριος ἀγαθῶν, καὶ ὃν ἐχρῆν ἐκστῆναι πάντων αὐτῷ, καὶ τοῖς ποιμέσιν ἐπιτιμῆσαι τοῖς αὐτοῦ, οὗτος προτεινομένης αἱρέσεως ἐπιτρέχει τοῖς εὐφορωτέροις τῶν χωρίων, καὶ τὰ ἐρημότερα ἐκείνῳ καταλιμπάνει μέρη. τίς ἂν ἐνέγκοι ῥᾳδίως, οὐ τὴν ζημίαν λέγω, ἀλλὰ τὸ τιμήσας ἀτιμασθῆναι καὶ τὸ ἔλαττον ἐνεγκεῖν, ὃ πάσης ζημίας χαλεπώτερον εἶναι δοκεῖ; Ἀλλ' ὅμως ἅπαντα ταῦτα παρίημι νῦν· περὶ γὰρ τοῦ πατριάρχου, οὐ περί τινος τῶν πολλῶν ὁ λόγος ἐστὶν ἡμῖν.
have had wives and fallen into suspicion of jealousy. And Solomon also bears witness to this passion, speaking thus: For the wrath of her husband is full of jealousy; he will not spare in the day of judgement, nor will he exchange his enmity for any ransom, nor shall it be dissolved by many gifts. And again: Strong as death is love, hard as Hades is jealousy. Now if he who is jealous is thus inflamed, than whom was he not more pitiable who was held fast by so many evils, as to be compelled even to flatter the insulter, and to do all things for him whom he ought to have punished, so that the adulterer might easily enjoy his wife? And when these evils also had reached an end, other terrible things again were brought forth, and war succeeded that famine. For I leave aside now the battle of the shepherds and the division with his nephew, although in the case of others these things, when examined, are sufficient to cast in great despondency. For when he who had been preserved by him and had become master of so many good things, and who ought to have yielded all things to him and rebuked his own shepherds, when a choice was proposed, runs upon the more fertile of the lands, and leaves behind for him the more desert parts, who would easily bear—I do not say the loss, but having honoured him to be dishonoured and to receive the lesser share, which seems to be harder than every loss? Yet nevertheless I pass over all these things now; for our speech is concerning the patriarch, not concerning one of the many.
ηʹ. Διαδέχεται δὴ τὸν λιμὸν ἐκεῖνον ὁ πόλεμος τῶν Περσῶν, καὶ ἀναγκάζεται ἐπιστρατεύειν αὐτοῖς, οὐ παρὰ τὴν ἀρχὴν αὐτὴν ἀκεραίων ἑκατέρων ἔτι μενόντων τῶν μερῶν, ἀλλὰ προτροπωθέντων ἁπάντων, καὶ τῆς νίκης παρὰ τοῖς πολεμίοις οὔσης, καὶ οὐδενὸς αὐτοὺς ἔτι ἐνεγκεῖν δυναμένου, τῶν μὲν ἄρδην κατακοπέντων, τῶν δὲ κρυπτομένων, τῶν δὲ δουλευόντων παρ' αὐτοῖς. Ἀλλ' ὅμως οὐδὲν αὐτὸν τούτων οἴκοι μένειν ἔπεισεν, ἀλλ' ὑπὸ τῆς σφοδρᾶς ἀθυμίας τῶν γενομένων πληγεὶς ἀπήει κοινωνήσων ἐκείνοις τῶν κακῶν, καὶ εἰς προῦπτον ῥίψων θάνατον ἑαυτόν. Τὸ γὰρ μετὰ τριακοσίων οἰκετῶν καὶ μικρῷ πλειόνων πρὸς τοσαύτην παρατάττεσθαι στρατιὰν, οὐδὲν ἕτερον ἢ ταῦτα λογιζομένου ἦν, καὶ πρὸς αἰχμαλωσίαν καὶ πρὸς τιμωρίαν, καὶ πρὸς μυρίους παρεσκευασμένου θανάτους. Ἀπῆλθε μὲν οὖν ὡς καὶ αὐτὸς τῆς βαρβαρικῆς ἀπολαύσων ὠμότητος· τῇ δὲ τοῦ Θεοῦ φιλανθρωπίᾳ διασωθεὶς, καὶ ἐπανελθὼν μετὰ τῆς λείας καὶ τοῦ συγγενοῦς, ἠναγκάζετο πάλιν τὰ οἰκεῖα θρηνεῖν κακὰ, τὴν ἀπαιδίαν λέγω, καὶ τὸ μηδένα ἔχειν τοῦ κλήρου διάδοχον. Μὴ γὰρ ἐπειδὴ τότε ἤκουσας ἀποδυρομένου πρὸς τὸν Θεὸν καὶ λέγοντος, Τί μοι δώσεις; ἐγὼ δὲ ἀπόλλυμαι ἄτεκνος· διὰ τοῦτο καὶ πρόσφατον τὴν λύπην ταύτην εἶναι νόμιζε· ἡ γὰρ μέριμνα αὕτη καὶ ἡ φροντὶς μετὰ τῆς νύμφης εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ δικαίου, μᾶλλον δὲ καὶ πρὸ τῆς νύμφης αὐτῆς. Ἔθος γὰρ ἡμῖν ἅπασιν, ὅταν μόνον ἀρξώμεθα βουλεύεσθαι καὶ διαλέγεσθαι περὶ γάμου, πάσαις ταῖς τοῦ πράγματος ὑπονύττεσθαι φροντίσιν, ὧν ἁπασῶν τὸ κεφάλαιον ἡ τῶν παίδων ἐστὶ, καὶ ὁ φόβος οὗτος ἀπὸ τῆς ἡμέρας ἐκείνης τὰς ἡμετέρας κατασείει ψυχάς. Εἰ δὲ
8. Now the war of the Persians succeeds that famine, and he is compelled to march out against them, not at the very beginning while both sides remained as yet unscathed, but when all had been routed in headlong flight, and victory was with the enemies, and no one was able any longer to withstand them, some having been utterly cut to pieces, some hiding themselves, and some being in slavery among them. Yet nevertheless none of these things persuaded him to remain at home, but struck by vehement despondency at what had happened, he departed to share in their evils, and to cast himself into manifest death. For to array himself with three hundred household servants and a little more against so great an army was the act of one reckoning nothing else than these things, and prepared for captivity, and for punishment, and for ten thousand deaths. He departed therefore as about himself also to experience barbarian cruelty; yet having been preserved by God's loving-kindness, and having returned with the spoil and his kinsman, he was compelled again to bewail his domestic evils—I mean childlessness, and having no successor to his inheritance. For do not suppose, because you heard him at that time lamenting to God and saying, What wilt Thou give me? And I am perishing childless, that on this account this grief also was recent; for this anxiety and care entered into the house of the righteous man along with his bride, or rather even before the bride herself. For it is customary for us all, no sooner than we begin to deliberate and converse about marriage, to be pricked secretly by all the cares of the matter, of all which the chief head is that of children, and from that day this fear shakes our souls. And if
PG 47:461Read from the page
συμβαίη, γενομένων τῶν γάμων, πρῶτον ἔτος ἢ δεύτερον ἢ καὶ τρίτον παρελθεῖν, ἐπιτείνεται μὲν τὰ τῆς ἀθυμίας, τὰ δὲ τῶν χρηστοτέρων ἐλπίδων ἀτονώτερα γίνεται· ἑτέρου δὲ προστεθέντος πλείονος χρόνου, παντελῶς λοιπὸν ἀφίστανται μὲν ἐκεῖναι, κρατεῖ δὲ τῆς ψυχῆς αὕτη πᾶσιν ἐπισκοτοῦσα τοῖς ἡδίστοις, καὶ μηδενὸς αἴσθησιν συγχωροῦσα λαβεῖν. Ὥστε εἰ καὶ μηδὲν αὐτῷ συνεβεβήκει τῶν τοσούτων ἀνιαρῶν, ἀλλὰ πάντα κατὰ νοῦν ἐγεγόνει, ἱκανὴ ἡ τῆς ἀπαιδίας ἀθυμία πᾶσι παρακολουθοῦσα τοῖς γινομένοις συσκιάσαι πᾶσαν εὐθυμίαν καὶ καταβαλεῖν. Ἡ γὰρ ἐπαγγελία τοῦ Θεοῦ πρὸς ἐσχάτῳ γήρᾳ, ὅτε τὰ τῆς φύσεως ἀπέγνωστο, τότε ἐγένετο· τὸν δὲ ἔμπροσθεν πάντα χρόνον τοσοῦτον ὄντα ἀλγῶν καὶ κοπτόμενος διετέλει, καὶ ὅσῳ τὸν πλοῦτον αὐξόμενον ἑώρα, τοσούτῳ μᾶλλον ἐπένθει, τοῦ διαδεξομένου τοῦτον οὐκ ὄντος. Τί γὰρ οἴει πάσχειν αὐτὸν, ὅτε ἤκουσε· Πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς, καὶ κακώσουσιν καὶ ταπεινώσουσιν ἔτη τετρακόσια; Ἡ δὲ γυνὴ νῦν μὲν κελεύουσα λαβεῖν τὴν ἑαυτῆς παιδίσκην, νῦν δὲ ἐπειδὴ ἔλαβεν ἐγκαλοῦσα καὶ μεμφομένη, καὶ τὸν Θεὸν καλοῦσα κατ' αὐτοῦ, καὶ ἀναγκάζουσα τὴν τῆς εὐνῆς κεκοινωνηκυῖαν, καὶ παῖδα αὐτῷ μέλλουσαν τίκτειν λοιπὸν ἐκβάλλειν, τίνα οὐκ ἂν εἰς ἀθυμίαν τὴν ἐσχάτην ἐνέβαλε; Ταῦτα γὰρ εἰ καί τινι μικρὰ εἶναι δοκεῖ νῦν, λογισάμενος ὅτι ὁλόκληροι οἰκίαι τούτων ἕνεκεν ἀνετράπησαν, θαυμαζέτω τὸν δίκαιον Εἰ γὰρ καὶ γενναίως ἔφερε διὰ τὸν τοῦ Θεοῦ φόβον, ἀλλ' ὅμως ἄνθρωπος ἦν, καὶ ὑπὸ πάντων τούτων ἐδάκνετο καὶ ὠδυνᾶτο. Ἐπανέρχεται δὲ πάλιν εἰς τὴν οἰκίαν ἡ θεράπαινα τοῦ δεσπότου, καὶ τίκτει τὸν νόθον αὐτῷ, καὶ γίνεται πατὴρ ὁ Ἀβραὰμ μετὰ τὸν μακρὸν χρόνον ἐκεῖνον· καὶ εἶχε μέν τινα τὸ πρᾶγμα ἡδονὴν, μείζονα δὲ τὴν ἀθυμίαν. Ὁ γὰρ νόθος αὐτὸν ὑπεμίμνησκε τοῦ γνησίου, καὶ μείζονα τοῦ πράγματος ἐπιθυμίαν ἐνέβαλε. Τὸ γὰρ, Οὐ κληρονομήσει σε οὗτος, ἀλλ' ὃς ἐξελεύσεται ἐκ σοῦ, περὶ τοῦ Ἰσμαὴλ εἰρῆσθαι ἐνόμισεν· οὐδὲν γὰρ οὐδέπω εἴρητο περὶ τῆς Σάρῥας.
it should happen, when the marriage has taken place, that a first year or a second or even a third passes by, the things of despondency are strained tighter, while those of kindlier hopes grow fainter; and when another longer time is added, thereafter those depart altogether, while this holds sway over the soul, darkening all the sweetest things, and permitting one to receive perception of none. So that even if none of so many grievous things had befallen him, but all things had turned out according to his mind, the despondency of childlessness, following along with all that happened, was sufficient to overshadow all cheerfulness and cast it down. For the promise of God came to pass in extreme old age, when the things of nature had been despaired of; and throughout all the former time, being so great, he continued grieving and smiting himself, and the more he saw his wealth increasing, the more he mourned, there being no one to succeed to it. For what do you think he suffered when he heard: A sojourner shall your seed be in a land not their own, and they shall enslave them, and afflict them, and humble them four hundred years? And his wife, now bidding him take her maidservant, and now after he had taken her accusing and blaming him, and calling upon God against him, and compelling him hereafter to cast out her who had shared his bed and was about to bear him a child, into what utmost despondency would she not have cast him? For even if these things seem small to someone now, let him reckon that entire households have been overturned on account of them, and marvel at the righteous man. For even if he bore it nobly on account of the fear of God, yet nevertheless he was a man, and was stung and pained by all these things. And the maidservant of the master returns again into the house, and bears him the illegitimate son, and Abraham becomes a father after that long time; and the matter had indeed some pleasure, but greater despondency. For the illegitimate son reminded him of the legitimate one, and cast in a greater desire for the matter. For the saying, This one shall not be your heir, but he who shall come forth from you, he supposed to have been spoken concerning Ishmael; for nothing as yet had been spoken concerning Sarah.
Ἐπειδὴ δὲ λοιπὸν καὶ τρανοτέραν ἔλαβεν ἐπαγγελίαν περὶ τοῦ Ἰσαὰκ, καὶ χρόνος ὡρίζετο τῷ τόκῳ, πρὶν ἢ πάλιν αὐτὸν ἡσθῆναι ταῖς ἐλπίσι ταύταις, τὰ τῶν Σοδομιτῶν πάθη πολλὴν αὐτοῦ κατέχεεν ἀθυμίας ἀχλύν. Ὅτι γὰρ οὐχ ὡς ἔτυχε τὸ πρᾶγμα τὸν δίκαιον διετάραξεν, ἐκ τῶν ῥημάτων αὐτῶν καὶ τῆς ἱκετηρίας, ἣν ὑπὲρ αὐτῶν ἔθηκε πρὸς τὸν Θεὸν, παντί που δῆλόν ἐστι· ὅτε δὲ καὶ κατενεχθέντα τὸν φρικωδέστατον ἐκεῖνον εἶδεν ὑετὸν, καὶ πάντα κόνιν καὶ τέφραν ἐξαίφνης γεγενημένα, οὐδὲ ἐν ἑαυτῷ λοιπὸν ἦν. Εἰ γὰρ οἰκίας ὁρῶντες πόρῥωθεν καιομένας ἐξιστάμεθα καὶ καταπίπτομεν ὑπὸ τῆς ἀθυμίας καὶ τοῦ φόβου, τί οὐκ ἂν ἔπαθεν ἐκεῖνος πόλεις ὅλας καὶ χώρας μετὰ τῶν οἰκητόρων οὐκ ἐμπρησμῷ τῷ συνήθει, ἀλλὰ ξένῳ καὶ φοβερῷ κατακαιομένας ὁρῶν; Ἆρ' οὐ δοκεῖ σοι τοῦ δικαίου τὰ πάθη τῶν ἐπαλλήλων ἐν τῇ θαλάσσῃ κυμάτων μιμεῖσθαι τὸ συνεχές; Καθάπερ γὰρ ἐκεῖ, οὔπω τῶν προτέρων ἀφανισθέντων, κορυφοῦται τὰ δεύτερα, οὕτω καὶ ἐπὶ τῆς τοῦ δικαίου τούτου ζωῆς διόλου συνέβαινε. Καὶ γὰρ ἔτι τῶν ἐν Σοδόμοις ἀκμαζόντων κακῶν, ὁ τῶν Γεράρων βασιλεὺς τὰ αὐτὰ τῷ Φαραὼ τολμῆσαι κατὰ τῆς Σάρῥας ἐπεχείρησε· καὶ πάλιν ἡ γυνὴ τὴν ἐλεεινὴν ὑπόκρισιν ὑποκρίνεσθαι ἠναγκά-
And when hereafter he received also a clearer promise concerning Isaac, and a time was appointed for the birth, before he again rejoiced in these hopes, the sufferings of the Sodomites poured down upon him a great mist of despondency. For that the matter troubled the righteous man in no ordinary way is manifest, I suppose, to everyone from the very words and the supplication which he made to God on their behalf; and when he saw also that most shuddering rain brought down, and all things suddenly become dust and ashes, he was hereafter not even in himself. For if, when we see houses burning from afar, we stand beside ourselves and fall down from despondency and fear, what would that man not have suffered when seeing whole cities and countries with their inhabitants burned down not by an accustomed conflagration, but by a strange and fearful one? Do not the sufferings of the righteous man seem to you to imitate the continuity of the successive waves in the sea? For just as there, while the former ones have not yet vanished, the second ones rise to a crest, so also in the life of this righteous man it continually happened. For while the evils in Sodom were still at their height, the king of Gerar attempted to dare the same things as Pharaoh against Sarah; and again the woman was compelled to feign that pitiable dissimulation
PG 47:462Read from the page
ζετο, καὶ ἡ ὕβρις εἰς ἔργον ἐξῆλθεν ἂν, εἰ μὴ πάλιν ὁ Θεὸς διεκώλυσεν. Ὁμοῦ δὲ τοῦ παιδὸς καὶ τῆς γυναικὸς καὶ τῆς οἰκίας ἁπάσης εὐφραινομένης ἐπὶ τῷ τοῦ παιδὸς τόκῳ, μόνος ὁ δίκαιος ἐν ἡδονῇ τοσαύτῃ λυπεῖσθαι ἠναγκάζετο καὶ ἀθυμεῖν, τὴν παλλακὴν μετὰ τοῦ πσιδὸς ἐκβάλλειν ἀναγκαζόμενος. Εἰ γὰρ καὶ νόθος ἦν ὁ Ἰσμαὴλ καὶ ἐκ παιδίσκης, ἀλλ' ὅμως ἡ τῆς φύσεως τυραννὶς οὐδὲν ἀπὸ τῆς ἀναξίας ἥττων ἐγίνετο, οὐδὲ ἀσθενεστέραν ἐποίει τὴν τῶν πατρικῶν σπλάγχνων ἀνάγκην ἡ δυσγένεια τῆς μητρός· καὶ τοῦτο ἀπ' αὐτῆς τῆς Βίβλου ἔστι μαθεῖν. Ὁ γὰρ στερῥὸς καὶ ἀνδρεῖος, ὁ τὸν μονογενῆ ταῖς οἰκείαις καταδεξάμενος σφάξαι χερσὶν, οὗτος ἤλγει, ὅτε αὐτῷ ταῦτα ἐπέταττεν ἡ γυνὴ, καὶ οὐδ' ἂν εἶξεν οὐδ' ἂν ἐπείσθη τῇ Σάρῥᾳ, καίτοι πλείονα τότε παρῥησίαν ἐχούσῃ, καὶ λεγούσῃ πρὸς αὐτὸν, εἰ μὴ σφόδρα αὐτὸν ὁ τοῦ Θεοῦ φόβος κατέκαμψεν. Ὥστε ὅταν ἀκούσῃς, ὅτι τοῦ Θεοῦ κελεύσαντος ἐξέπεμπε, μὴ τὴν ὀδύνην λελύσθαι νόμιζε (τοῦτο γὰρ ἀδύνατον ἦν), ἀλλὰ τὴν σφοδρὰν ὑπακοὴν θαύμασον, ὅτι καὶ ὑπὸ τῆς συμπαθείας καμπτόμενος οὐκ ἀντέλεγε τῷ Θεῷ, ἀλλ' ἐξέπεμπε μὲν τὸ παιδίον μετὰ τῆς μητρὸς, οὐδὲ ὅποι πορεύσεται εἰδὼς, ἐκαρτέρει δὲ καὶ ἠνείχετο ὀδυνώμενος· οὐδὲ γὰρ τῆς φύσεως κρείττων ἦν.
and the outrage would have gone forth into deed, if God had not again hindered it. And while both the child and his wife and all the household were rejoicing together at the birth of the child, the righteous man alone amid so great pleasure was compelled to grieve and be despondent, being compelled to cast out the concubine with her child. For even if Ishmael was illegitimate and born of a maidservant, yet nevertheless the tyranny of nature became in no way inferior from his unworthiness, nor did the low birth of the mother make the necessity of paternal bowels weaker; and this it is possible to learn from the Book itself. For that steadfast and manly man, who consented to slay his only-begotten with his own hands, felt pain when his wife enjoined these things upon him, and would not have yielded nor been persuaded by Sarah, even though she had greater boldness of speech at that time and spoke to him, had not the fear of God bent him down exceedingly. So that when you hear that at God's commanding he sent him away, do not suppose that his grief was dissolved (for this was impossible), but marvel at his vehement obedience, that even when bent by compassion he did not gainsay God, but sent out the little child with his mother, not even knowing whither he would go, and endured and bore up while grieving; for neither was he superior to nature.
θʹ. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ γνησίου παιδὸς ἔπαθε. Μὴ γάρ τις λεγέτω ὅτι οὐκ ἤλγει, οὐδὲ τὰ τῶν πατέρων ὑπέμεινε, μηδὲ πέρα τοῦ μέτρου δεῖξαι βουλόμενος φιλοσοφοῦντα, τὸ κεφάλαιον ἀποστερείτω τῶν ἐγκωμίων αὐτόν. Εἰ γὰρ τοὺς ἐπὶ τοῖς αἰσχίστοις ἁλόντας, καὶ πολὺν χρόνον ταύτης ἀπολαύσαντας τῆς ζωῆς, καὶ ἀγνῶτας ὄντας, καὶ οὐδὲ ὀφθέντας ἡμῖν ποτε, τούτους ἐξαίφνης ὁρῶντες ἐπὶ τῆς ἀγορᾶς τὴν ἐπὶ θάνατον ἀπαγομένους συστελλόμεθα καὶ ἀλγοῦμεν, πολλάκις δὲ καὶ δακρύομεν· ὁ τὸν υἱὸν αὐτοῦ τὸν γνήσιον τὸν μονογενῆ, τὸν παρ' ἐλπίδας τεχθέντα, τὸν μετὰ χρόνον τοσοῦτον, τὸν πρὸς ἐσχάτῳ γήρᾳ (καὶ γὰρ καὶ ταῦτα μείζονα αἴρει τὴν φλόγα), τοῦτον ἔτι νέον ὄντα ταῖς ἑαυτοῦ χερσὶ καταθῦσαι καὶ κατακαῦσαι κελευόμενος, οὐδὲν ἀνθρώπινον ἔπαθε; καὶ τί τῶν ταῦτα λεγόντων καταγελαστότερον; Εἰ γὰρ λίθος ἦν, εἰ γὰρ σίδηρος, εἰ γὰρ αὐτοαδάμας, οὐκ ἂν ἐκάμφθη καὶ κατεκλάσθη πρὸς τὴν ὥραν τοῦ παιδὸς (καὶ γὰρ ἦν αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος ἄγων), πρὸς τὴν σύνεσιν τῶν ῥημάτων, πρὸς τὴν εὐλάβειαν τῆς ψυχῆς; Ἠρώτησεν οὖν τὸν πατέρα λέγων· Ἰδοὺ τὰ ξύλα καὶ τὸ πῦρ, ποῦ ἔστι τὸ πρόβατον; ἤκουσεν ὅτι, Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, ὦ τέκνον· καὶ οὐδὲν περιειργάσατο πλέον. Ἑώρα τὸν πατέρα δεσμεύοντα αὐτὸν, καὶ οὐκ ἀντέτεινεν· ἐπετέθη τοῖς ξύλοις, καὶ οὐκ ἀπεπήδησεν· εἶδε τὴν μάχαιραν κατ' αὐτοῦ φερομένην, καὶ οὐκ ἐταράχθη. Τί ταύτης εὐλαβέστερον γένοιτ' ἂν τῆς ψυχῆς; Ἔτι οὖν τολμήσει τις εἰπεῖν ὡς οὐδὲν ὑπὸ τούτων ἁπάντων ἔπαθεν ὁ Ἀβραάμ; Εἰ γὰρ ἐχθρὸν καὶ πολέμιον καταθύειν ἔμελλεν, εἰ γὰρ θηρίον ἦν, ἆρα ἂν ἀναλγητὶ ταῦτα ἐποίησεν; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· μὴ τοσαύτην ὠμότητα καταγνῷς τοῦ δικαίου· καὶ γὰρ ἤλγει καὶ διεκόπτετο. Ὁ θεὸς, φησὶν,
9. And this he suffered also in the case of his legitimate child. For let no one say that he did not feel pain, nor endure the feelings of fathers, nor, wishing to show him practising philosophy beyond measure, let him deprive him of the chief head of his praises. For if, when we suddenly see in the marketplace those who have been caught in the most shameful crimes, and have enjoyed this life for a long time, and are unknown and never even seen by us, being led away on the way to death, we shrink back and feel pain, and often even weep; did he who was commanded to slaughter and burn down with his own hands his own legitimate, only-begotten son, born beyond hopes, after so long a time, in extreme old age (for these things also lift the flame higher), while still young, suffer nothing human? And what is more ridiculous than those who say these things? For if he were a stone, if iron, if very adamant, would he not have been bent and broken at the bloom of the boy (for he was leading the very flower of youth), at the understanding of his words, at the reverence of his soul? He asked his father, therefore, saying: Behold the wood and the fire, where is the sheep? He heard: God will provide for Himself a sheep for a whole burnt offering, O child; and he busied himself no more. He saw his father binding him, and he did not struggle against him; he was laid upon the wood, and he did not leap away; he saw the knife borne down against him, and he was not troubled. What could be more reverent than this soul? Will anyone then still dare to say that Abraham suffered nothing from all these things? For if he had been about to slaughter an enemy and a foe, if he had been a wild beast, would he have done these things without pain? These things are not so, they are not; do not condemn the righteous man of so great cruelty; for he both felt pain and was rent within. God, says he,
Notes, col. 462

On the reading

Printed πσιδὸς, for παιδὸς.

PG 47:463Read from the page
ὄψεται πρόβατον ἑαυτῷ εἰς ὁλοκάρπωσιν, τέκνον. Πόσης οἴει ταῦτα συμπαθείας εἶναι τὰ ῥήματα; Ἀλλ' ὅμως κατεῖχε κάτω τὴν ὀδύνην καὶ ἐπίεζε, καὶ μετὰ τοσαύτης ἅπαντα τῆς προθυμίας ἔπραττε, μεθ' ὅσης οἱ μηδενὶ τούτων κατεχόμενοι τῶν κωλυμάτων. Καταθύσας τοίνυν αὐτὸν (καὶ γὰρ κατέθυσε τῇ προθυμίᾳ), παραδίδωσιν ὑγιῆ καὶ σῶον τῇ μητρί· λαβοῦσα δὲ ἐκείνη, πρὶν ἐμπλησθῆναι καλῶς τοῦ παιδὸς, καταλύει τὸν βίον. Κἀκεῖνο δὲ οὐ μικρῶς ἐλύπει τὸν Ἀβραάμ. Εἰ γὰρ καὶ πολὺν αὐτῷ συνεγεγόνει χρόνον, οὐδὲν ἦν ἱκανὸν πεῖσαι ῥᾷον ἐνεγκεῖν τὴν συμφοράν· αὐτὸ μὲν οὖν τοῦτο πλείονα αὐτῷ παρεῖχε τὴν ἀθυμίαν· τοὺς γὰρ ἐπὶ πολὺ συνοικήσαντας, καὶ πολλὴν τῆς ἑαυτῶν καὶ φιλίας καὶ ἀρετῆς δεδωκότας πεῖραν ἡμῖν, τούτους μάλιστα πάντων ζητοῦμεν. Καὶ ὅτι ταῦθ' οὕτως ἔχει, αὐτὸς ἐδήλωσεν ὁ πατριάρχης πενθήσας καὶ θρηνήσας αὐτήν. Τί δ' ἄν τις λέγοι τὰς ὑπὲρ τοῦ παιδὸς φροντίδας, τὰς ὑπὲρ τῆς τούτου γυναικὸς, τὰς ὑπὲρ τῶν ἀδελφῶν τῶν τούτου, τὰ ἄλλα ἅπαντα, ἅπερ εἰ κατ' ἀκρίβειάν τις ἐξετάζειν ἐθέλοι, πολὺ τοῦ νῦν δειχθέντος ὀδυνηρότερον ὄψεται τοῦ δικαίου τὸν βίον καὶ πλειόνων γέμοντα φροντίδων; Τὰ γὰρ κεφαλαιωδέστερα μόνον εἰποῦσα ἡ Γραφὴ, τὰ ἄλλα πάντα παρῆκεν ἐξετάζειν ἡμῖν, ὅσα καθ' ἑκάστην ἡμέραν γίνεσθαι εἰκὸς ἐν οἰκίᾳ, ἔνθα οἰκετῶν πλῆθος καὶ ἀνὴρ καὶ γυνὴ καὶ παιδία καὶ πραγμάτων ἐπιμέλεια πολλῶν. Ναὶ, φησίν· ἀλλ' ἐκείνῳ μεγίστην καθ' ἕκαστον τούτων παραμυθίαν ἔφερε τῶν λυπηρῶν τὸ διὰ τὸν Θεὸν πάντα ὑπομένειν ἐκεῖνα. Οὐκοῦν καὶ σὲ τοῦτο παραμυθήσεται νῦν· καὶ γάρ ποι τὸν πειρασμὸν τοῦτον ὁ συγχωρήσας ἐπελθεῖν οὐδεὶς ἕτερός ἐστιν, ἀλλ' ἢ ὁ Θεός. Εἰ γὰρ χοίροις ἐπιπηδῆσαι οὐκ ἂν ἐτόλμησαν οἱ πονηροὶ δαίμονες ἐκεῖνοι, μὴ ἐπιτρέψαντος αὐτοῦ τότε, πολλῷ μᾶλλον τῇ σῇ τιμίᾳ ψυχῇ. Ὥσπερ οὖν ἐκείνῳ τὸ γενναίως ἅπαντα φέρειν καὶ εὐχαρίστως πολὺν ἤνεγκε μισθὸν, οὕτως οἴσει καὶ σοὶ, μόνον ἂν μὴ δυσχεραίνῃς μηδὲ ἀγανακτῇς, ἀλλ' ὑπὲρ ἁπάντων εὐχαριστῇς τῷ φιλανθρώπῳ Θεῷ. Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβ ἔπαθε μὲν ἅπερ ἔπαθε συγχωρήσαντος τοῦ Θεοῦ, ἔφερε δὲ αὐτῷ τοὺς στεφάνους οὐ τὸ παθεῖν μόνον, ἀλλὰ καὶ τὸ γενναίως πρὸς ἅπαντα στῆναι τὰ δεινά· καὶ θαυμάζομεν αὐτὸν ἅπαντες, οὐκ ἐπειδὴ πάντων αὐτὸν ἀπεστέρησεν ὁ διάβολος, ἀλλ' ἐπειδὴ ἐν πᾶσι τούτοις οὐχ ἥμαρτεν, οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ.
will see to a sheep for Himself for a whole burnt offering, child. Of how great compassion do you suppose these words to be? Yet nevertheless he held down his grief and pressed it back, and did all things with as great eagerness as those held back by none of these hindrances. Having slaughtered him, therefore (for he did slaughter him in eagerness), he hands him over sound and safe to his mother; and she, having received him, before being well filled with the boy, ends her life. And that too grieved Abraham in no small way. For even if she had been with him a long time, nothing was sufficient to persuade him to bear the calamity more easily; nay rather, this very thing gave him greater despondency; for those who have dwelt with us for a long time, and have given us great proof both of their friendship and of their virtue, these above all we miss. And that these things are so, the patriarch himself showed by mourning and bewailing her. And what should one say of the cares on behalf of the boy, those on behalf of his wife, those on behalf of his brothers, and all the other things, which if anyone should wish to examine accurately, he will see the life of the righteous man to be far more painful than what has now been shown, and teeming with more cares? For Scripture, having spoken only the chief heads, left all the rest for us to examine, as many things as are likely to happen each day in a house where there is a multitude of household servants, and husband and wife and little children and the care of many affairs. Yes, says one; yet to him the enduring of all those things for God's sake brought the greatest consolation in each of these grievous things. Therefore this will console you also now; for He Who permitted this trial to come upon you is none other than God. For if those wicked demons would not have dared to leap upon swine, had He not permitted them at that time, much more upon your honoured soul. Just as, therefore, bearing all things nobly and thankfully brought him a great reward, so will it bring to you also, only if you are not vexed nor indignant, but give thanks for all things to God Who loves mankind. Since blessed Job also suffered what he suffered when God permitted it, yet not suffering alone brought him his crowns, but also standing nobly against all the terrible things; and we all marvel at him, not because the devil deprived him of all things, but because in all these things he did not sin, not even with his lips.
ιʹ. Ἐπειδὴ δὲ ἐμνήσθην τοῦ Ἰὼβ, ἐβουλόμην μὲν καὶ τοὺς θρήνους αὐτοῦ τοὺς μακροὺς, καὶ τῶν παθῶν τὴν σφοδρότητα ἐκθεῖναι τῷ λόγῳ· ὑπὲρ δὲ τοῦ μὴ πολὺ ποιῆσαι τὸ μῆκος ἐπάνειμι πρὸς τὸν Ἰσαάκ. Σὺ δὲ εἰ βούλει μετὰ ἀκριβείας τὰ ἐκείνου μαθεῖν, τὸ βιβλίον αὐτοῦ μετὰ χεῖρας λαβὼν διάκυψον πρὸς τὴν ἄβυσσον τῶν συμφορῶν, καὶ πολλὴν ἐν ἐκείνοις παραμυθίαν εὑρήσεις τῶν σῶν. Εἰ γὰρ καὶ πολλῷ βελτίων ἡμῶν ὁ δίκαιος, ἀλλὰ καὶ πρὸς πολλῷ μείζονα τὴν ἐνέργειαν παρετάξατο· καὶ γὰρ σφοδρότερον ἔπνευσε κατ' ἐκείνου ὁ Πονηρὸς τότε. Τὰ δὲ κατορθώματα οὐ τῷ μέτρῳ τῶν πειρασμῶν, ἀλλὰ τῇ τῶν πραττομένων δυνάμει κρίνεται. Ὥστε κἂν ἐλάττων οὗτος ὁ νῦν ἀγὼν, οὐδέν σε τοῦτο εἰς τοὺς στεφάνους παραβλάψαι δυνήσεται. Ὁ γὰρ τὰ δύο τάλαντα προσενεγκὼν οὐκ ἔλαττον ἤνεγκε τοῦ τὰ πέντε ἐπιδείξαντος. Διὰ τί; Ὅτι εἰ καὶ ἡ πρόσοδος
10. Now since I have made mention of Job, I wished indeed to set forth in speech also his long lamentations, and the vehemence of his sufferings; yet so as not to make the length great, I return to Isaac. And if you wish to learn his affairs accurately, taking his book in hand, stoop down and peer into the abyss of his calamities, and in those you will find great consolation for your own. For even if the righteous man was far better than we are, yet he also arrayed himself against a far greater energy; for the Wicked One blew more vehemently against him at that time. And rightly wrought deeds are judged not by the measure of the trials, but by the power of the things done. So that even if this present contest is less, this will be able to harm you in no way as regards your crowns. For he who brought forward the two talents bore away no less than he who displayed the five. Why? Because even if the return
Notes, col. 463

On the reading

Printed ποι, for σοι.

PG 47:464Read from the page
οὐχ ἡ αὐτὴ, ἀλλ' ἡ προθυμία ἡ αὐτὴ, ὅθεν καὶ τῆς αὐτῆς ἑκάτερος ἔτυχε τιμῆς ἀκούσας, Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Τί οὖν ὁ Ἰσαάκ, Αποδημίαν μὲν οὐκ ἐστείλατο μακρὰν, καθάπερ ὁ πατὴρ, οὐδὲ τὴν οἰκείαν ἀφεῖναι ἠναγκάσθη γῆν, καθάπερ ἐκεῖνος, τὸ δὲ κεφάλαιον τῶν κακῶν καὶ αὐτὸς ὑπέμεινε, τῆς ἀπαιδίας τὸν φόβον. Ὡς δὲ ἔλυσε τὸ δεινὸν εὐξάμενος, ἕτερος αὐτὸν διεδέξατο φόβος ἐκείνου μείζων· οὐδὲ γὰρ ἦν ἴσον ὑπὲρ ἀπαιδίας τρέμειν, καὶ ὑπὲρ τῆς ῥίζης αὐτῆς. Οὕτω γὰρ αὐτὴ διεκόπτετο ταῖς ὠδῖσιν ὡς πικροτέραν θανάτου παντὸς ὑπομένειν ζωήν· καὶ τοῦτο αὐτῆς ἄκουσον λεγούσης, Εἰ οὕτω μοι μέλλει γίνεσθαι, ἱνατί μοι τὸ ζῆν; Λιμοῦ δὲ πεῖραν ἔλαβε μὲν καὶ αὐτός· εἰ δὲ μὴ κατῆλθεν εἰς Αἴγυπτον, ἀλλ' ὅπερ ὁ πατὴρ μικροῦ δεῖν ἔπαθεν ἐκεῖ, ταῦτα καὶ οὗτος ὑπέμεινε καὶ ἐκινδύνευεν ὑπὲρ τῆς αὐτοῦ γυναικός. Καὶ τὸν πατέρα μὲν ἐτίμων οἱ πρόσοικοι πάντες, τοῦτον δὲ ὡς ἐχθρὸν καὶ πολέμιον ἤλαυνον καὶ τῶν οἰκείων αὐτὸν οὐκ ἠφίεσαν ἀπολαῦσαι πόνων, ἀλλ' ἐκεῖνον ἐν στενοχωρίᾳ καθιστῶντες πολλῇ, αὐτοὶ μετ' ἐξουσίας ἐν τοῖς μόχθοις ἐτρύφων τοῖς ἐκείνου. Ὡς δέ ποτε καὶ τούτους οὗτος φίλους ἐκτήσατο, καὶ ἐν ἡλικίᾳ τοὺς παῖδας εἶδε γενομένους τοὺς αὐτοῦ, τότε δὴ, τότε, ὅτε πολλὴν προσεδόκησε παραμυθίαν εὑρήσειν, καὶ γηροκόμους ἕξειν καλοὺς, εἰς τὴν ἐσχάτην ἀθυμίαν ἐνέπεσε. Πρῶτον μὲν γὰρ ἀπὸ τῶν ἀλλοφύλων ὁ πρεσβύτερος γυναῖκα λαβὼν παρὰ τὸ τῷ πατρὶ δοκοῦν, τούτῳ γε αὐτῷ σφόδρα αὐτὸν ἠνίασε, καὶ τῷ μάχην καὶ πόλεμον εἰς τὴν οἰκίαν εἰσαγαγεῖν. Μυρίοις γὰρ αἱ γυναῖκες ἐκεῖναι παριέβαλλον αὐτοὺς κακοῖς, ἅπερ ἅπαντα εἰπεῖν παραιτουμένη ἡ Γραφὴ, δι' ἑνὸς ῥήματος τὸ πᾶν ἠνίξατο εἰποῦσα, ὅτι Ἤριζον τῇ Ῥεβέκκᾳ· καὶ τοῖς οἰκίας ἔχουσι καὶ παῖδας ἤδη γεγαμηκότας κατέλιπεν εἰδέναι τὸ λεχθέν. Ἐκεῖνοι γὰρ μάλιστα πάντων ἴσασιν ἀκριβῶς ὅσον ἐστὶ κακὸν ἐμφιλονείκως διατεθῆναι τὴν τοῦ νυμφίου μητέρα καὶ τὴν νύμφην, καὶ μάλιστα ὅταν οἰκίαν οἰκῶσιν ἀμφότεροι μίαν. Τοῦτο μὲν οὖν διηνεκὲς ἦν τὸ δεινόν. Τὸ δὲ ἐπὶ τούτοις συμβὰν, ἡ τῶν ὀφθαλμῶν πήρωσις, ὅπερ ὅσον ἐστὶ κακὸν οἱ παθόντες ἴσασι μόνον· μετὰ δὲ τοῦτο, ἡ περὶ τὰς εὐλογίας ἀποτυχία τοῦ παιδὸς, ὑφ' ἧς οὕτως ἐπλήγη τὴν ψυχὴν, ὡς αὐτοῦ πικρότερον ἀναβοῆσαι τοῦ τὴν ἀπάτην ὑπομείναντος, καὶ ἀπολογήσασθαι πρὸς αὐτόν· οὐ γὰρ ἑκὼν ἠδικηκέναι ἔλεγεν, ἀλλ' ἀπατηθείς.
was not the same, yet the eagerness was the same, whence each also obtained the same honour, hearing: Enter into the joy of your Lord. What then of Isaac? He did not indeed set out upon a long sojourn abroad, just as his father did, nor was he compelled to leave his own land, just as that man was, yet he himself also endured the chief head of evils, the fear of childlessness. And when he loosed that terrible thing by praying, another fear succeeded him greater than that one; for it was not equal to tremble on behalf of childlessness and on behalf of the root itself. For she was so rent by the pangs of childbirth as to endure a life more bitter than any death; and hear this from her herself saying: If it is about to be so to me, why is it for me to live? And he himself also made trial indeed of famine; and even if he did not go down into Egypt, yet what his father almost suffered there, these things this man also endured and was in peril on behalf of his wife. And all the neighbours honoured his father, whereas this man they harried as an enemy and a foe and did not allow him to enjoy his own labours, but placing him in great distress, they themselves revelled with authority in his toils. And when at length this man acquired these men also as friends, and saw his own children come of age, then indeed, then, when he expected to find great consolation, and to have good cherishers of his old age, he fell into the utmost despondency. For first the elder son, taking a wife from the foreigners contrary to what seemed good to his father, grieved him exceedingly by this very thing, and by bringing battle and war into the house. For those wives cast them into ten thousand evils, all which Scripture declining to recount, hinted at the whole through a single saying, saying: They contended with Rebecca; and it left what was spoken to be known by those who have households and children already married. For those men above all know accurately how great an evil it is for the bridegroom's mother and the bride to be contentiously disposed, and especially when both inhabit one house. This terrible thing, therefore, was continuous. And what happened on top of these things was the maiming of his eyes, which how great an evil it is, those who have suffered it alone know; and after this, his son's miscarriage concerning the blessings, by which he was so struck in soul as to cry out more bitterly than the very one who had endured the deceit, and to make defence to him; for he said that he had wronged him not willingly, but having been deceived.
Τὰ δὲ ἐντεῦθεν τὴν ἐπὶ τῆς σκηνῆς ἐδείκνυ τραγῳδίαν, καὶ τὸ δρᾶμα τῶν Θηβαίων ἀνετύπου μειρακίων. Καὶ γὰρ καὶ ἐνταῦθα τῆς τοῦ πατρὸς ἡλικίας καὶ πηρώσεως καταφρονήσας ὁ πρεσβύτερος ἐξέβαλε τῆς οἰκίας τὸν νεώτερον ἀδελφόν. Εἰ δὲ μὴ ἀπέκτεινε καθάπερ ἐκεῖνος, ἡ τῆς μητρὸς σοφία τοῦτο διεκώλυσεν· ἠπείλησε μὲν γὰρ καὶ οὗτος τὸν φόνον, καὶ τὴν τελευτὴν ἀνέμενε τοῦ πατρός. Μαθοῦσα δὲ ἡ μήτηρ, καὶ τῷ πατρὶ διαλεχθεῖσα, ἐξήρπασεν αὐτὸν τῶν ἐκείνου χειρῶν, καὶ τὸν μὲν θεραπεύοντα αὐτοὺς καὶ εὐνοϊκῶς διακείμενον φυγαδεύειν
And the things from there on exhibited the tragedy upon the stage, and modelled the drama of the Theban youths. For here also the elder son, despising his father's age and maiming, cast the younger brother out of the house. And if he did not kill him just as that one did, his mother's wisdom hindered this; for this man also threatened murder, and awaited his father's end. And his mother, having learned of it and conversed with his father, snatched him out of that man's hands, and the one who cared for them and was kindly disposed, to banish
Notes, col. 464

On the reading

Printed Αποδημίαν, for Ἀποδημίαν.