κατώρθουν ἐκεῖνα, ἀλλὰ τῇ χάριτι τοῦ Θεοῦ. Εἰ δὲ λέγοι τις βέλτιον εἶναι κατορθοῦντας ἐπαίρεσθαι ἢ ταπεινωθῆναι πεσόντας, πολὺ καὶ τῆς ἀλαζονείας ἀγνοεῖ τὴν ζημίαν καὶ τῆς ταπεινοφροσύνης τὸ κέρδος. Εὖ γὰρ ἴσθι σαφῶς ὅτι ἄνθρωπος μετὰ ἀπονοίας κατορθῶν, εἴ γε ὅλως τοῦτό ἐστι κατορθοῦν, ταχέως ἐμπεσεῖται εἰς τὴν ἐσχάτην ἀπώλειαν. Καὶ ὁ μὲν ὀλισθῆσαι συγχωρηθεὶς, καὶ μετριάζειν μαθὼν ἀπὸ τοῦ πτώματος, καὶ ἀναστήσεται, καὶ ἀνακτήσεται ἑαυτὸν θᾶττον, εἴ γε βούλοιτο· ὁ δὲ δοκῶν μὲν εὖ πράττειν μετὰ ἀλαζονείας, μηδὲν δὲ πάσχων δεινὸν, οὔτε αἴσθησιν τῆς οἰκείας λήψεται παρανομίας ποτὲ, ἀλλὰ καὶ αὐξήσει τὸ δεινὸν, καὶ λήσεται κενὸς ἐνθένδε ἀπελθών· καθάπερ ἐκεῖνος ὁ Φαρισαῖος, ὃς ἀνῆλθε μὲν δοκῶν τοῖς ἀγαθοῖς ἅπασι πλουτεῖν, κατῆλθε δὲ μαθὼν ὅτι καὶ τοῦ τελώνου πενέστερος ἦν. Ἔστι δὲ καὶ ἕτερον εἶδος πολλὴν ἔχον ἰσχὺν πρὸς τὸ κενῶσαι τὰ μετὰ πολλῶν ἱδρώτων καὶ πόνων συναχθέντα καλὰ, ὁ τῆς κενοδοξίας ἄνεμος. Καθάπερ γὰρ ἄνεμος ἀληθῶς εἰσελθὼν ἐκφυσᾷ ἅπαντας τοὺς τῆς ἀρετῆς θησαυρούς. Ἰδοὺ οὖν καὶ δευτέρα πρόφασις ἡμῖν ἀνεφάνη τῶν τὰ ὀρθὰ βαδιζόντων, ὡς ἔφης. Πολλοὶ γὰρ παρ' ἡμῖν δοκοῦντες ὑπὲρ τῆς ἀρετῆς πολλοὺς ὑπομεμενηκέναι πόνους, καὶ ὑπομένοντες δὲ, ἐπειδὴ πρὸς τὴν παρὰ ἀνθρώπων ὁρῶντες τιμὴν, καὶ οὐ πρὸς τὸν Θεὸν ἅπαντα ἔπραττον, ἀφείθησαν πειρασμῷ περιπεσεῖν, ἵνα τῆς παρὰ τῶν πολλῶν ἀποστερηθέντες δόξης δι' ἣν ἅπαντα ἐζημιώθησαν, καὶ μαθόντες τὴν φύσιν αὐτῆς ὡς οὐδὲν ἄμεινον ἄνθους χόρτου διάκειται, τῷ Θεῷ μόνῳ προσέχωσι τοῦ λοιποῦ, καὶ δι' αὐτὸν ἅπαντα πράττωσι. Καὶ ἕτεροι δὲ πρὸς τούτοις εἰσὶ λόγοι τούτων πολλῷ πλείους, ἡμῖν μὲν ἀφανεῖς, ὡς ἔφην, γνώριμοι δὲ τῷ πεποιηκότι αὐτοὺς Θεῷ. Μὴ τοίνυν ἀσχάλλωμεν ἐπὶ τοῖς γινομένοις, ἀλλ' εὐχαριστῶμεν· τοῦτο γὰρ οἰκετῶν εὐγνωμόνων ἐστί. Σὺ δὲ θαυμάζων ὅτι μὴ πρότερον, ἡνίκα ἐτρύφας καὶ τὴν κοσμικὴν περιέκεισο φαντασίαν, ἀλλὰ νῦν, ὅτε πάντα ἐκεῖνα ἔῤῥιψας, καὶ σαυτὸν ὅλον ἀνέθηκας τῷ Θεῷ, τότε ἐπεπήδησεν οὗτος ὁ μιαρὸς, παραπλήσιον ποιεῖς ὥσπερ ἂν εἰ ἐθαύμαζες, τί δήποτε τοῖς μὲν θεαταῖς οὐδεὶς ἐνοχλεῖ, τῷ δὲ ἀπογραψαμένῳ πρὸς τὸ πυκτεύειν, καὶ γυμνασθέντι, καὶ εἰς τὸν ἀγῶνα καθέντι, τούτῳ μόνῳ πάντων ἔπεισιν ὁ ἀνταγωνιστὴς, πατάσσων τὴν κεφαλὴν, καὶ κόπτων τὸ πρόσωπον. Οὐ δὴ τοῦτό ἐστι θαυμαστὸν οὐδὲ ἀθυμίας ἄξιον, εἰ πυκτεύειν ἡμῖν ἑλομένοις, ἐκεῖνος θλίβει καὶ ἀνιᾷ καὶ βαρύνει· οὗτος γὰρ τῶν πυκτευόντων ὁ νόμος· ἀλλ' εἰ περιτρέπει καὶ καταβάλλει καὶ τὸ βραβεῖον ἀφαιρεῖται, τοῦτό ἐστι τὸ δεινόν. Ἕως δ' ἂν τοῦτο μὴ δύνηται, οὐ μόνον οὐδὲν ἔβλαψεν, ἀλλὰ καὶ τὰ μέγιστα ὤνησε τῇ σφοδρᾷ συμπλοκῇ σεμνοτέρους ἡμᾶς ποιήσας. Καὶ γὰρ ἐν τοῖς στρατοπέδοις ἐκεῖνός ἐστιν ὁ πάντων ἀμείνων, ὁ πλείονα τραύματα ἐπιδεῖξαι ἔχων, καὶ τὰ μονομάχια πρὸς τοὺς εὐτονωτέρους τῶν πολεμίων ἀναδεξάμενος· καὶ τῶν ἀθλητῶν δὲ τοὺς τοῖς ἀκαθαιρέτοις συμπλεκομένους (οὕτω γὰρ τοὺς φιλονεικοτέρους καλοῦσι τῶν ἀνταγωνιστῶν) θαυμάζομεν· καὶ κυνηγέτης οὗτος μάλιστά ἐστιν ὁ κρατούμενος, ὁ τὰ δυσάλωτα τῶν θηρίων καταδεχόμενος. Ἀναιδής ἐστι καὶ ἀκατάπληκτος
were they rightly accomplishing those things, but by the grace of God. And if someone should say that it is better for those who act rightly to be lifted up than, having fallen, to be humbled, he is greatly ignorant both of the loss of arrogance and of the gain of humility. For know well and clearly that a man who acts rightly with folly—if indeed this is acting rightly at all—will quickly fall into utter destruction. And the one permitted to slip, and having learned moderation from his fall, will both rise up and recover himself more swiftly, if indeed he should be willing; whereas the one who seems to do well with arrogance, and suffers nothing dreadful, will neither ever gain perception of his own transgression, but will even increase the evil, and will unawares depart hence empty—just like that Pharisee, who went up seeming to be rich in all good things, yet came down having learned that he was poorer even than the tax-collector. And there is also another kind possessing great strength to empty out the good things gathered with much sweat and toil: the wind of vainglory. For truly like a wind entering in, it blows away all the treasures of virtue. Behold, therefore, a second occasion has appeared to us in the case of those who walk uprightly, as you said. For many among us who seem to have endured many toils on behalf of virtue, and who do endure them, since they did all things looking towards the honour from men and not towards God, were left to fall into trial, so that, deprived of the glory from the multitude on account of which they suffered the loss of all things, and having learned its nature—how it is disposed no better than a flower of grass—they may cleave to God alone henceforth, and do all things on His account. And besides these there are also other reasons far more numerous than these, unmanifest to us, as I said, yet known to God Who made them. Let us not, therefore, chafe at the things that happen, but give thanks; for this is the part of grateful servants. Yet you, wondering why this foul one did not leap upon you formerly, when you revelled in luxury and were clad in worldly pomp, but now, when you have flung all those things away and dedicated your whole self to God, act in a similar way as if you were to wonder why ever no one troubles the spectators, whereas upon him who has enrolled himself to box, and has trained, and has gone down into the contest, upon him alone of all the antagonist comes, striking his head and battering his face. Surely this is not wonderful nor worthy of despondency, if when we have chosen to box, that one afflicts and distresses and weighs us down—for this is the law of boxers—but if he overturns and throws us down and snatches away the prize, this is what is dreadful. Yet so long as he is unable to do this, not only has he done no harm, but he has even conferred the greatest benefit by making us more illustrious through the fierce grappling. For in camps too that man is the best of all who has more wounds to show, and has undertaken single combats against the more vigorous of the enemies; and among athletes too we admire those who grapple with the unconquerable (for so they call the more contentious of the antagonists); and that hunter is held in the highest esteem who takes on the hard-to-capture among wild beasts. Shameless and undaunted is