Migne Reading Room

PG 47 · cols. 435–440 · Read from the page

Exhortatory oration to Stagirius the ascetic vexed by a demon, three books

Exhortatory oration to Stagirius the ascetic vexed by a demon, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:435Read from the page
οὖν τοῦτο μόνον ἔχομεν εἰπεῖν ὑπὲρ τοῦ κατακλυσμοῦ, κέρδος δὲ οὐδὲν εὑρήσομεν ἐξ αὐτοῦ γεγονός; Ἀλλ' οὐδὲ ἔστιν εἰπεῖν ὅσον καὶ τοῖς τετελευτηκόσιν αὐτοῖς καὶ τοῖς μετ' ἐκείνους γεγενημένοις ὑπῆρξεν. Ἐκεῖνοι μὲν γὰρ περαιτέρω προελθεῖν τῆς κακίας ἐκωλύθησαν· οἱ δὲ μετ' ἐκείνους ἐκείνων μειζόνως ἐκέρδανον, τῆς ζύμης, ὡς ἄν τις εἴποι, καὶ τῆς ὑποθέσεως τῶν κακῶν ἀφανισθείσης ἐκ μέσου μετὰ τῶν τολμησάντων αὐτῶν. Εἰ γὰρ καὶ χωρὶς παραδείγματος εὐκόλως δύναιντ' ἂν εὑρεῖν οἱ ἄνθρωποι τὰ κακὰ, τί οὐκ ἂν ἔπραξαν πολλῶν ὄντων τῶν παρακαλούντων αὐτοὺς ἐπὶ τὰς πράξεις τὰς πονηράς; Ὅπερ ἵνα μὴ γένηται, μηδὲ τοσούτους διδασκάλους οἱ μετὰ ταῦτα φαυλότητος ἔχωσι, πάντας αὐτοὺς ἄρδην ἀπώλεσεν.
we then only this to say concerning the flood, and shall we find no gain to have arisen from it? Why, one cannot even say how great a gain accrued both to those very men who died and to those who came into being after them. For the former were hindered from advancing further in wickedness; while those after them gained even more greatly than they, since the leaven, as one might say, and the matter of evils had been done away with out of their midst together with those very men who had dared them. For if even without an example men could easily devise evils, what would they not have done when there were many exhorting them to wicked deeds? Lest this should come to pass, and lest those hereafter should have so many teachers of depravity, He destroyed them all utterly.
εʹ. Ἀλλὰ τίς ὁ σοφὸς λόγος. μᾶλλον δὲ ὁ ἀνόητος, τῶν πράττειν μὲν οὐδὲν βουλομένων ἀγαθὸν, πάντα δὲ ζητούντων καὶ λεγόντων, ἵνα τῶν οἰκείων ἁμαρτημάτων τὴν αἰτίαν ἐπὶ τὸν Θεὸν ἀγάγωσιν; Ει μὴ συνεχώρησε, φησὶν, ὁ Θεὸς, οὐδ' ἂν προσῆλθεν ὁ διάβολος, οὐδ' ἂν ἠπάτησε τὴν ἀρχήν. Ἀλλ' οὐδ' ἂν ἔμαθεν ὁ Ἀδὰμ ὅσον εἶχεν ἀγαθὸν, οὐδ' ἂν ἐκ τῆς ἀπονοίας ἐκείνης κατέβη ποτέ. Ὁ γὰρ τοσούτου ἑαυτὸν καταξιῶν, ὡς καὶ θεὸς γενέσθαι προσδοκᾷν, τί οὐκ ἂν ἐτόλμησεν οὗτος, μὴ σωφρονισθείς; Θῶμεν δὲ μήτε συμβεβουλευκέναι τι τὸν διάβολον, μήτε ὅλως διειλέχθαι τῇ Εὔᾳ περὶ τοῦ ξύλου· ἆρα ἂν ἄπταιστοι διετέλεσαν μὴ γενομένου τούτου; Οὐκ ἔστιν εἰπεῖν. Ὁ γὰρ ὑπὸ τῆς γυναικὸς οὕτως εὐκόλως ἀναπεισθεὶς, οὗτος καὶ διαβόλου οὐκ ὄντος ταχέως ἂν ἀφ' ἑαυτοῦ πρὸς τὴν ἁμαρτίαν κατέπεσεν· ὃ καὶ μείζω ἂν αὐτῷ τὴν τιμωρίαν ἐποίησε. Χωρὶς δὲ τούτων οὐδὲ νῦν τῆς τοῦ διαβόλου μόνον ἀπάτης τὸ πᾶν ἐστιν, ἀλλὰ καὶ ὑπὸ τῆς οἰκείας ἐπιθυμίας ἁλοῦσα κατέπεσεν ἡ γυνή. Καὶ τοῦτο ἡ Γραφὴ παρεδήλωσεν εἰποῦσα· Καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖον τοῦ κατανοῆσαι· καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγε. Καὶ οὐ τὸν διάβολον ἀπαλλάττων τῶν τῆς ἐπιβουλῆς ἐγκλημάτων ταῦτα λέγω νῦν, ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι εἰ μὴ ἑκόντες κατέπεσον, οὐδεὶς ἂν αὐτοὺς κατέβαλεν. Ὁ γὰρ τὴν παρ' ἑτέρου δεξάμενος ἀπάτην οὕτως εὐκόλως, οὗτος καὶ πρὸ τῆς ἀπάτης ῥᾳθύμως καὶ χαύνως διέκειτο· οὐδὲ γὰρ ἂν ἴσχυσε τοσοῦτον ἐκεῖνος, ει νηφούσῃ καὶ ἐγρηγορυίᾳ διελέγετο ψυχῇ. Ἀλλ' εἰσί τινες οἳ, ἐπειδὰν κατὰ τοῦτο διελεγχθῶσι τὸ μέρος, τὸν διάβολον ἀφέντες ἐπὶ τὴν ἐντολὴν μεταβαίνουσι, καὶ τοῦ μὲν ἡμαρτηκότος ἀπέχονται, ἐγκαλοῦσι δὲ τῷ Θεῷ λέγοντες, Τί γὰρ ἐδίδου πρόσταγμα, ἁμαρτήσοντας αὐτοὺς εἰδώς; Καὶ ταῦτα δέ ἐστι διαβόλου τὰ ῥήματα καὶ ἀσεβοῦς ἐννοίας εὑρήματα. Ὅτι γὰρ καὶ τὸ δοῦναι τὴν ἐντολὴν μείζονος κηδεμονίας ἐστὶν, ἢ τὸ μὴ δοῦναι, δῆλον ἐκεῖθεν. Ἔστω γὰρ ὁ Ἀδὰμ τὴν μὲν προαίρεσιν ἔχων οὕτω ῥᾴθυμον, ὡς τὸ τέλος ἀπέδειξε, δεχέσθω δὲ μηδεμίαν ἐντολὴν, ἀλλὰ μενέτω τρυφῶν· ἆρα ἡ ἀσθένεια καὶ ἡ ῥᾳθυμία ἀπὸ τῆς ἀνέσεως ταύτης ἐπὶ τὸ χεῖρον ἢ ἐπὶ τὸ κρεῖττον ἐπέδωκεν ἄν; Ἀλλὰ παντί που δῆλον, ὅτι πρὸς ἐσχάτην ἂν κατέπεσε κακίαν, ἄφροντις ὤν. Ὁ γὰρ μηδέπω θαρρεῖν ὑπὲρ τῆς ἀθανασίας ἔχων, ἀλλ' ἔτι μετέωρον τὴν ἐλπίδα ταύτην οὖσαν εἰδὼς, καὶ πρὸς τοσοῦτον ἀλαζονείας καὶ ἀνοίας ἀρθεὶς, ὡς καὶ ἐλπίσαι γενέσθαι θεὸς, καὶ ταῦτα οὐδαμόθεν τὸν ταῦτα ἐπαγγειλάμενον πιστὸν ὁρῶν· εἰ βεβαίαν ἔσχε τὴν ἀθανασίαν, ποῦ οὐκ ἂν
5. Yet what is the wise reasoning, or rather the senseless one, of those who wish to do nothing good, yet seek out and say everything in order that they may cast the blame for their own sins upon God? If God had not permitted it, says one, the devil would neither have approached nor deceived at the beginning. Yet neither would Adam have learned how great a good he possessed, nor would he ever have come down from that mad arrogance. For he who deemed himself worthy of so much as even to expect to become a god, what would this man not have dared if he had not been chastened to soberness? Let us suppose that the devil had neither counselled anything nor conversed at all with Eve concerning the tree: would they then have continued without stumbling had this not come to pass? One cannot say so. For he who was so easily persuaded by the woman would swiftly have fallen into sin of himself even if there had been no devil, which would also have made his punishment greater. And apart from these things, not even now is the whole matter a work of the devil's deceit alone, but the woman also fell when captured by her own desire. And Scripture declared this, saying: And the woman saw that the tree was good for food, and that it was pleasing to the eyes to behold, and fair to contemplate; and taking of its fruit, she ate. And I say these things now not acquitting the devil of the charges of his plotting, but wishing to show that unless they had fallen willingly, no one would have cast them down. For he who received the deceit from another so easily was even before the deceit disposed indolently and slackly; for that one would not have had such strength if he had been conversing with a sober and watchful soul. Yet there are some who, when they are refuted on this part, leaving the devil pass over to the commandment, and abstain from him who has sinned, while they accuse God, saying: Why did He give an injunction when He knew that they would sin? Yet these too are words of the devil and inventions of an impious thought. For that even to give the commandment belongs to greater providential care than not to give it is manifest from this. Let Adam have a purpose so indolent as the end showed, and let him receive no commandment at all, but remain living in luxury: would weakness and indolence have advanced from this licence for the worse or for the better? Why, it is doubtless manifest to everyone that he would have fallen into utter wickedness from being free of care. For he who was not yet able to be confident concerning immortality, but knew that this hope was still in suspense, and was lifted up to such a pitch of boastfulness and folly as even to hope to become a god, and that too while seeing him who promised these things trustworthy from no quarter: if he had possessed immortality securely, to what
Notes, col. 435

On the reading

Printed Ει, for Εἰ.

Printed ει, for εἰ.

PG 47:436Read from the page
ἔφθασεν ἀπονοίας; τί δὲ οὐκ ἂν ἐξήμαρτε; πότε δὲ ἂν ὑπήκουσε τοῦ Θεοῦ; Σὺ δὲ παρόμοιον ποιεῖς ἐγκαλῶν, ὥσπερ ἂν εἴ τις καὶ τὸν πορνεύειν ἀπαγορεύοντα μέμφοιτο, ἐπειδὴ οἱ ταῦτα ἀκουσόμενοι πορνεύειν ἔμελλον. Καὶ πῶς οὐκ ἐσχάτης ταῦτα μανίας τὰ ῥήματα; Εἰ γὰρ μὴ δεξαμένῳ τὴν ἐντολὴν προσελθὼν ὁ διάβολος ἀποστῆναι τοῦ Θεοῦ συνεβούλευσε, καὶ τοῦτο εὐκόλως ἂν ἔπεισεν· ὁ γὰρ μετὰ τὴν τοῦ προστάγματος δόσιν καταφρονήσας τοῦ δεδωκότος αὐτὸ, εἰ μηδὲν ὅλως ἠκηκόει παρ' αὐτοῦ, ταχέως ἂν ὅτι καὶ ὑπὸ δεσπότην ἐστὶν ἠγνόησε. Διὰ τοῦτο προλαβὼν ὁ Θεὸς δι' ὧν προσέταξεν, ἐδίδαξεν ὅτι καὶ κύριον ἔχει, καὶ πάντα ὑπακούειν αὐτοῦ δεῖ. Καὶ τί πλέον ἀπὸ τούτου γέγονε; φησί. Μάλιστα μὲν, εἰ καὶ μηδὲν ἐγεγόνει, οὐδὲν τοῦτο παρὰ τὸν διδάξαντα Θεὸν, ἀλλὰ παρὰ τὸν μὴ δεξάμενον τὴν καλλίστην ταύτην παίδευσιν· νῦν δὲ οὐδὲ οὕτως ἀνόνητος γέγονε καὶ μετὰ τὴν παράβασιν ἡ δόσις τῆς ἐντολῆς. Καὶ γὰρ τὸ κρυβῆναι, καὶ τὸ τὴν ἁμαρτίαν ὁμολογῆσαι, καὶ τὸ σπουδάζειν τὸν μὲν ἄνδρα ἐπὶ τὴν γυναῖκα, ἐκείνην δὲ ἐπὶ τὸν ὄφιν τὴν αἰτίαν τῶν γεγενημένων μεταγαγεῖν, δεδοικότων ἐστὶ καὶ τρεμόντων καὶ τὸ κῦρος ἐπεγνωκότων τοῦ Θεοῦ. Ὅσον δὲ κέρδος ἦν ἀπὸ τῆς σατανικῆς ἐκείνης προσδοκίας εἰς τοσοῦτον μετατεθῆναι φόβον, οὐδεὶς ἀγνοεῖ. Ὁ γὰρ ἰσοθεΐαν φαντασθεὶς, αὐτὸς οὕτως ἐταπεινοῦτο καὶ συνεστέλλετο, ὡς ὑπὲρ τιμωρίας καὶ κολάσεως τρέμειν, καὶ τὴν ἁμαρτίαν ἐξαγγέλλειν τὴν αὑτοῦ. Τὸ δὲ μὴ ἁμαρτάνειν ἀνεπαισθήτως, ἀλλ' ἐπιγινώσκειν ταχέως καὶ συνορᾷν τὸ πλημμεληθὲν, οὐκ ἔστι μικρὸν, ἀλλ' ὁδός τις καὶ ἀρχὴ πρὸς διόρθωσιν ἄγουσα καὶ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν. Πᾶσαν μὲν οὖν τοῦ Κυρίου τὴν εἰς ἡμᾶς ἀγαθότητα οὔτε μαθεῖν οὔτε διηγήσασθαι δυνατόν· ὧν δὲ ἴσμεν τὸ κεφάλαιον ἐρῶ. Μετὰ γὰρ τὴν τοσαύτην παρακοὴν, μετὰ τοσαῦτα ἁμαρτήματα, ὅτε πᾶσαν κατέσχε τὴν οἰκουμένην ἡ τῆς ἁμαρτίας τυραννὶς, ὅτε τὴν ἐσχάτην ἔδει δοῦναι δίκην λοιπὸν, καὶ ἀπολέσθαι παντελῶς, καὶ ἀνώνυμον τὸ τῶν ἀνθρώπων γενέσθαι γένος, τότε τὴν μεγίστην περὶ ἡμᾶς εὐεργεσίαν ἐπεδείξατο, ὑπὲρ τῶν ἐχθρῶν καὶ ἀπηλλοτριωμένων καὶ μισούντων αὐτὸν καὶ ἀποστρεφομένων τὸν Μονογενῆ κατασφάξας τὸν ἑαυτοῦ, καὶ διὰ τούτου τὴν πρὸς αὐτὸν καταλλαγὴν ἐργασάμενος ἡμῖν, καὶ βασιλείαν οὐρανῶν, καὶ ζωὴν αἰώνιον, καὶ τὰ μυρία ἐπαγγειλάμενος δώσειν ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Τί ταύτης ἂν γένοιτο τῆς κηδεμονίας ἴσον, τῆς φιλανθρωπίας, τῆς ἀγαθότητος; Διὰ ταῦτα καὶ αὐτός φησι· Καθὼς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματά μου ἀπὸ τῆς διανοίας ὑμῶν. Καὶ ὁ πραότατος δὲ Δαυῒδ περὶ τῆς φιλανθρωπίας αὐτοῦ διαλεγόμενός φησι· Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν· καθ' ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν· καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν· οὐχ ὅτι τοσοῦτον μόνον, ἀλλ' ὅτι
pitch of mad arrogance would he not have come? What sin would he not have committed? And when would he have obeyed God? Yet you do something similar in accusing Him, just as if someone were also to blame him who forbids fornication, because those who were about to hear these things were going to commit fornication. And how are these words not words of utter madness? For if the devil had approached him when he had not received the commandment and had counselled him to revolt from God, he would easily have persuaded him of this too; for he who after the giving of the injunction despised Him Who had given it, if he had heard nothing at all from Him, would swiftly have been ignorant even that he is under a master. Therefore God, anticipating him through the things that He enjoined, taught him both that he has a lord and that he must obey Him in all things. And what more came of this? says one. Above all, even if nothing had come of it, this was in no way owing to God Who taught, but to him who did not receive this noblest instruction; yet as it is, not even thus did the giving of the commandment prove unprofitable even after the transgression. For both hiding themselves, and confessing the sin, and the man's being eager to shift the blame for what had happened onto the woman, and hers onto the serpent, are the acts of those who fear and tremble and have recognized the authority of God. And how great a gain it was to be transferred from that satanic expectation to so great a fear, no one is ignorant. For he who had imagined equality with God was himself so humbled and chastened as to tremble over retribution and punishment, and to declare aloud his own sin. And not to sin insensibly, but swiftly to recognize and perceive the offence committed, is no small thing, but a kind of way and beginning leading towards amendment and change for the better. Now all the goodness of the Lord towards us it is possible neither to learn nor to recount; yet I shall state the sum of what we know. For after so great a disobedience, after so many sins, when the tyranny of sin held fast the whole inhabited world, when it remained to pay the uttermost penalty and perish utterly, and for the race of men to become nameless, then He displayed the greatest benefaction towards us, slaying His own Only-begotten on behalf of enemies and the alienated and those who hated Him and turned away from Him, and through Him working for us reconciliation towards Himself, and promising to give the kingdom of heaven, and eternal life, and the countless good things which neither eye has seen, nor ear heard, nor have they entered into the heart of man. What could be equal to this providential care, this love for mankind, this goodness? Therefore He Himself also says: As heaven is far from the earth, so is My way far from your ways, and My thoughts from your mind. And the most gentle David too, discoursing concerning His love for mankind, says: According to the height of heaven from the earth, the Lord has made strong His mercy towards those who fear Him; as far as the east is from the west, He has removed from us our iniquities; as a father pities his sons, the Lord has pitied those who fear Him; not that it is only so much, but because
PG 47:437Read from the page
παράδειγμα τῆς ἄκρας φιλοστοργίας ἕτερον μεῖζον οὐκ ἴσμεν. Ἐπεὶ ὅτι καὶ τούτου πλεῖον ὁ Ἡσαΐας ἐδίδαξε· τὴν γὰρ μητέρα εἰς τὸ ὑπόδειγμα παραλαβὼν τὴν πολὺ τοῦ πατρὸς συμπαθεστέραν πρὸς τὰ ἔκγονα οὖσαν, οὑτωσὶ λέγει· Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου, λέγει Κύριος· δεικνὺς ὅτι καὶ τῆς φυσικῆς φιλοστοργίας ἀνώτερός ἐστιν ὁ ἔλεος τοῦ Θεοῦ. Καὶ ταῦτα μὲν οἱ προφῆται, τοῖς δὲ Ἰουδαίοις αὐτὸς διαλεγόμενος ἔλεγεν ὁ Χριστός· Εἰ δὲ ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; οὐδὲν ἄλλο ἐμφαίνων διὰ τούτων, ἀλλ' ἢ ὅτι ὅσον τῶν ἀγαθῶν καὶ τῶν πονηρῶν τὸ μέσον ἐστὶ, τοσοῦτον τῆς τοῦ Θεοῦ κηδεμονίας πρὸς τὴν πατρικὴν τὸ διάφορον. Καὶ μηδὲ μέχρι τούτου πάλιν στῇς, ἀλλὰ τῷ νῷ καὶ περαιτέρω πρόϊθι· καὶ γὰρ καὶ τοῦτο, ὅσον ἀκοῦσαί σε δυνατὸν, εἴρηται· οὗ γὰρ ἡ σύνεσις ἄπειρος καὶ ἡ ἀγαθότης, δηλονότι καὶ ἡ φιλανθρωπία. Εἰ δὲ μὴ καθ' ἕκαστον τῶν γινομένων αὐτὴν ὑποπτεύομεν, καὶ τοῦτο τῆς ἀπειρίας αὐτῆς σημεῖον. Πολλὰ γὰρ καὶ μεγάλα καθ' ἑκάστην ἡμέραν ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας οἰκονομεῖται, ἃ αὐτῷ μόνῳ ἐστὶ φανερά. Ἐπειδὴ γὰρ δι' ἀγαθότητα τὸ ἡμέτερον γένος εὐεργετεῖ, οὔτε δὲ τῆς παρ' ἡμῶν δόξης δεόμενος, οὔτε ἀμοιβῆς χρήζων τινὸς ἑτέρας, τὰ πλείονα ἀφίησι λανθάνειν ἡμᾶς· εἰ δέ ποτε καὶ ἀποκαλύψειε, καὶ τοῦτο ἡμῶν ἕνεκεν ποιεῖ, ἵνα εὐχαρίστως διατεθέντες πλείονα ἐπισπασώμεθα τὴν βοήθειαν. Μὴ τοίνυν ὑπὲρ τούτων μόνον ὧν ἴσμεν, ἀλλὰ καὶ ὑπὲρ ὧν οὐκ ἴσμεν εὐχαριστῶμεν αὐτῷ· οὐ γὰρ ἑκόντας μόνον, ἀλλὰ καὶ ἄκοντας οἶδεν εὖ ποιεῖν. Ὅπερ οὖν καὶ ὁ Παῦλος εἰδὼς πάντοτε καὶ ἐν πᾶσιν εὐχαριστεῖν παρήνει. Ὅτι δὲ οὐ κοινῇ πάντων μόνον, ἀλλὰ καὶ ἰδίᾳ ἑκάστου κήδεται, καὶ τοῦτο αὐτοῦ πάλιν ἀκούειν λέγοντος ἔστιν· Οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων περὶ τῶν πιστευόντων εἰς αὐτὸν λέγων. Βούλεται μὲν γὰρ καὶ τοὺς μὴ πιστεύοντας αὐτῷ σωθῆναι μεταβαλλομένους καὶ πιστεῦσαι πάντας, καθὼς καὶ ὁ Παῦλός φησιν· Ὃς θέλει πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· καὶ αὐτὸς δὲ τοῖς Ἰουδαίοις ἔλεγεν· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εις μετάνοιαν· καὶ, πάλιν διὰ τοῦ προφήτου, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Ὅταν δὲ μηδὲ τοσαύτης ἐπιμελείας ἀπολαύσαντες ἐθελήσωσι γενέσθαι βελτίους, καὶ ἐπιγνῶναι τὴν ἀλήθειαν, οὐδὲ οὕτως αὐτοὺς ἀφίησιν· ἀλλ' ἐπειδὴ τῆς οὐρανίου ζωῆς ἑαυτοὺς ἑκόντες ἀπεστέρησαν, τὰ γοῦν εἰς τὸν παρόντα βίον αὐτοῖς ἅπαντα χορηγεῖ, τὸν ἥλιον ἀνατέλλων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ τὰ ἄλλα ἅπαντα τὰ πρὸς τὴν σύστασιν τῆς παρούσης παρέχων ζωῆς. Ει δὲ ἐχθρῶν τοσαύτην ποιεῖται πρόνοιαν, τοὺς πιστεύοντας αὐτῷ καὶ θεραπεύοντας αὐτὸν κατὰ δύναμιν τὴν αὑτῶν πῶς περιόψεταί ποτε; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἀλλ' ἐν πλείονι πάντων τούτους ἔχει σπουδῇ· Ὑμῶν γὰρ, φησὶ, καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εισίν.
we know no other greater example of supreme affection. Since Isaiah taught even more than this; for taking for his example the mother, who is far more compassionate than the father towards her offspring, he says thus: Shall a woman forget her little child, so as not to have mercy on the offspring of her womb? Yet even if a woman should forget these, yet I shall not forget you, says the Lord; showing that the mercy of God is superior even to natural affection. And these things indeed the prophets said, while Christ Himself, discoursing with the Jews, said: If you then, being evil, know how to give good gifts to your children, how much more shall your heavenly Father give good things to those who ask Him? declaring nothing else through these words than that as great as is the distance between the good and the evil, so great is the difference of God's providential care in comparison with a father's. And do not halt again even at this point, but advance even further in mind; for this too has been said so far as you are able to hear it; for Whose understanding is infinite and Whose goodness, manifestly so too is His love for mankind. And if we do not surmise it in each of the things that come to pass, this too is a sign of its infinity. For many and great things are dispensed each day on behalf of our salvation, which are manifest to Him alone. For since He does good to our race out of goodness, and neither stands in need of glory from us nor requires any other recompense, He lets most things escape our notice; and if ever He should also reveal them, this too He does for our sake, that being gratefully disposed we may draw to ourselves more abundant help. Let us therefore give thanks to Him not only for these things which we know, but also for those which we do not know; for He knows how to do good not only to the willing, but also to the unwilling. Knowing this, therefore, Paul too exhorted men always and in all things to give thanks. And that He cares not only for all in common, but also for each individually, this too one may hear from Him again when He says: It is not the will before My Father Who is in heaven that one of these little ones should perish, speaking concerning those who believe in Him. For He wills indeed that even those who do not believe in Him should be saved by changing, and that all should believe, even as Paul also says: Who wills all men to be saved, and to come to the knowledge of the truth; and He Himself also said to the Jews: I did not come to call the righteous, but sinners to repentance; and again through the prophet, I desire mercy, and not sacrifice. And when not even after enjoying so great a care are they willing to become better and to recognize the truth, not even thus does He forsake them; but since they willingly deprived themselves of the heavenly life, He supplies them at least with all things for the present life, making the sun rise upon the evil and the good, and raining upon the righteous and the unrighteous, and furnishing all other things that serve for the sustenance of the present life. Now if He takes such forethought for enemies, how shall He ever overlook those who believe in Him and serve Him according to their own strength? It cannot be, it cannot be; rather, He holds these in greater care than all: For even the hairs of your head, He says, are all numbered.
Notes, col. 437

On the reading

Printed εις, for εἰς.

Printed Ει, for Εἰ.

Printed εισίν, for εἰσίν.

PG 47:438Read from the page
ϛʹ. Ὥστε ὅταν ἐννοήσῃς ὅτι πατέρα, καὶ οἰκίαν, καὶ φίλους, καὶ συγγενεῖς, καὶ πλοῦτον ἄφατον, καὶ δόξαν πολλὴν ῥίψας ἀπὸ τῶν χειρῶν διὰ τὸν Χριστόν, εἶτα τοσαύτην θλῖψιν ὑπομένεις νῦν, μὴ καταβάλλῃς σαυτόν· ἐξ ὧν γὰρ ἡ ἀπορία τίκτεται λογισμῶν, ἐκ τῶν αὐτῶν καὶ ἡ τῆς ἀπορίας ἡμῖν ἔσται λύσις. Πῶς; Ἀδύνατον ψεύσασθαι τὸν Θεόν· ἐπηγγείλατο δὲ τοῖς ταῦτα καταλιποῦσι ζωὴν αἰώνιον. Κατέλιπες δὲ σὺ πάντα καὶ διέπτυσας· τί οὖν ἐστι λοιπὸν τὸ κωλύον σε θαρρεῖν ὑπὲρ τῆς ὑποσχέσεως; ὁ κατέχων σε πειρασμὸς νῦν; Καὶ τί τοῦτο πρὸς τὴν ὑπόσχεσιν; Οὐ γὰρ ἐνταῦθα τὴν αἰώνιον ἡμῖν ἐπηγγείλατο ζωὴν· εἰ δὲ καὶ ἐνταῦθα τὰ τῆς ἐπαγγελίας πληροῦσθαι ἔμελλεν, οὐδὲ οὕτως ἀσχάλλειν ἐχρῆν· τὸν γὰρ εὐλαβῆ καὶ πιστὸν ἄνδρα οὕτω βεβαίως διακεῖσθαι χρὴ πρὸς τὰς ἐπαγγελίας τοῦ Θεοῦ, ὥστε κἂν ἐναντία αὐταῖς φαίνηται τὰ γινόμενα, μηδὲ οὕτω ταράττεσθαι, μηδὲ ἀπογινώσκειν τὴν ἔκβασιν. Ὅρα γοῦν· ὁ πιστὸς Ἀβραὰμ τίνα μὲν ὑπόσχεσιν ἐδέξατο, τίνα δὲ πράττειν ἠναγκάζετο; Ἡ μὲν ὑπόσχεσις ἦν ἀπὸ τοῦ Ἰσαὰκ πᾶσαν ἐμπλήσειν τὴν οἰκουμένην, τὸ δὲ πρόσταγμα, αὐτὸν τοῦτον καταθῦσαι τὸν Ἰσαὰκ, ἐξ οὗ ἔμελλε πᾶσα πληροῦσθαι ἡ γῆ. Τί οὖν; ἐθορύβει τοῦτο τὸν δίκαιον; Οὐδαμῶς· ἀλλὰ καὶ τοσαύτης διαφωνίας οὔσης καὶ μάχης τῇ κελεύσει πρὸς τὴν ἐπαγγελίαν, οὐκ ἐταράχθη, οὐδὲ ἰλιγγίασεν, οὐδὲ εἶπέ τι τοιοῦτον ἐκεῖνος· Ἕτερα ἐπηγγείλατο, καὶ ἕτερά με πράττειν ἀναγκάζει νῦν ὁ Θεός· ἀπὸ τοῦ παιδὸς τούτου τὸ πολύ μοι τῶν ἐκγόνων ὑπέσχετο πλῆθος, καὶ τοῦτον κατασφάξαι κελεύει νῦν· πῶς οὖν τοῦτο ἔσται, τῆς ῥίζης ἐκκεκομμένης; Ἠπάτησέ με ἄρα, καὶ διέπαιξεν. Οὐδὲν τούτων εἶπεν, ἀλλ' οὐδὲ ἐνενόησε· καὶ μάλα γε εικότως. Ὅταν γὰρ Θεὸς ὁ ὑπισχνούμενος ᾖ, κἂν μυρία δοκῇ τὴν ἐπαγγελίαν ἀναιρεῖν, οὐ χρὴ θορυβεῖσθαι περὶ τοῦ τέλους οὐδὲ ἀμφισβητεῖν. Τοῦτο γὰρ αὐτὸ μάλιστα τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἐστὶ, πόρον ἐκ τῶν ἀπόρων εὑρεῖν, καθάπερ ὁ μακάριος ἐκεῖνος τότε ἐλογίζετο. Διόπερ αὐτοῦ κατεπλάγη τὴν πίστιν ὁ Παῦλος, οὕτως εἰπών· Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος· αὐτὰ δὴ ταῦτα ἐμφαίνων καὶ αἰνιττόμενος, ἅπερ εἶπον ἐγὼ νῦν.
6. Wherefore when you reflect that after flinging from your hands father, and house, and friends, and kinsfolk, and untold wealth, and great glory for Christ's sake, you then endure so great an affliction now, do not cast yourself down; for from the very same thoughts from which perplexity is born, from those same shall come for us the resolution of perplexity as well. How? It is impossible for God to lie; and He promised eternal life to those who have left these things. Now you have left all things and spat upon them: what then remains to hinder you from being confident concerning the promise? The trial that holds you fast now? And what is this in relation to the promise? For He did not promise us eternal life here; yet even if the matters of the promise were to be fulfilled here, not even thus ought one to be vexed; for the devout and faithful man must be so firmly disposed towards the promises of God that even if what comes to pass appears contrary to them, not even thus is he troubled, nor does he despair of the outcome. See, at any rate: what promise did faithful Abraham receive, and what things was he compelled to do? The promise was to fill the whole inhabited world from Isaac, while the injunction was to slaughter this very Isaac in sacrifice, from whom the whole earth was to be filled. What then? Did this disturb the righteous man? By no means; rather, even when there was so great a discordance and conflict in the command against the promise, that man was neither troubled, nor made dizzy, nor did he say anything of this sort: God promised one set of things, and now compels me to do another; from this boy He promised me that great multitude of offspring, and now He commands me to slay him; how then shall this be, when the root has been cut out? He has deceived me, then, and mocked me. He said none of these things, nay, did not even think them; and quite reasonably so. For when it is God Who promises, even if ten thousand things seem to overthrow the promise, one must neither be disturbed concerning the end nor doubt. For this very thing is above all the work of God's power: to find a way out of impasses, just as that blessed man then reckoned. Wherefore Paul marvelled at his faith, speaking thus: By faith Abraham, when tested, has offered up Isaac, and he who had received the promises was offering up his only-begotten; declaring and hinting at these very things which I have just said.
Οὐκ ἐκεῖνος δὲ μόνος, ἀλλὰ καὶ ὁ τούτου πάλιν ἀπόγονος Ἰωσὴφ διὰ μακροῦ χρόνου καὶ πολλῶν πραγμάτων κινδυνεύουσαν ὁρῶν τὴν ἐπαγγελίαν, ἔμενεν ἀκλινής· πρὸς γὰρ τὸν ἐπαγγειλάμενον ἑώρα μόνον· ει δὲ εἰς ἀνθρωπίνους κατέπεσε λογισμοὺς, καὶ ἀπέγνω τοῦ τέλους. Ἡ μὲν γὰρ δειχθεῖσα ὄψις αὐτῷ καὶ τῶν ἀδελφῶν καὶ τῶν γεννησαμένων τὴν προσκύνησιν προὔλεγε· τὰ δὲ γινόμενα οὐ τοιαῦτα ἦν, ἀλλὰ πολλῷ τούτων ἀπέχοντα. Πρῶτον μὲν γὰρ αὐτοὶ οἱ προσκυνεῖν μέλλοντες εἰς λάκκον αὐτὸν ἐμβάλλουσι, καὶ ἀνδράσιν ἀποδόμενοι βαρβάροις εἰς ἀλλοτρίαν καὶ πόῤῥω κειμένην πέμπουσι γῆν· καὶ οὕτως ἐναντία τοῖς δειχθεῖσιν ἐδόκει τὰ γινόμενα εἶναι, ὡς καὶ αὐτοὺς τοὺς ἀθλίους ἐκείνους διαχλευάζειν αὐτὸν καὶ λέγειν· Ἰδοὺ γὰρ, φησὶν, ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται· νῦν οὖν δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ῥίψωμεν αὐτὸν εις ἕνα τῶν λάκκων, καὶ ἐροῦμεν· Θηρίον πονηρὸν κατέφαγεν αὐτόν· καὶ
Nor was it that man alone, but his descendant Joseph again, seeing the promise endangered through a long span of time and many events, remained unswerving; for he looked only to Him Who had promised; whereas if he had fallen down into human thoughts, he would also have despaired of the end. For the vision shown to him foretold the obeisance both of his brothers and of those who had begotten him; while what came to pass was not of such a sort, but far removed from these things. For first, the very ones who were going to do obeisance cast him into a pit, and selling him to barbarian men send him into a foreign land lying far off; and what came to pass seemed so contrary to the things that had been shown that even those wretched men themselves mocked him and said: For behold, it says, that dreamer comes; come now, therefore, let us slay him, and let us fling him into one of the pits, and we shall say: A wicked wild beast has devoured him; and
Notes, col. 438

On the reading

Printed εικότως, for εἰκότως.

Printed ει, for εἰ.

Printed εις, for εἰς.

PG 47:439Read from the page
ὀψόμεθα τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. Μετὰ δὲ ταῦτα οι πριάμενοι οὐδὲ ἐλευθέρῳ τινὶ, ἀλλὰ δούλῳ πάλιν αὐτὸν ἀποδίδονται βασιλικῷ. Καὶ οὐδὲ μέχρι τούτων ἔστη τὰ δεινά· ἀλλὰ συκοφαντίᾳ δεσποίνης περιπεσὼν καὶ κατακριθεὶς ᾤκει τὸ δεσμωτήριον ἔτη πολλὰ, καὶ διαφυγόντων ἑτέρων, αὐτὸς πλείονα χρόνον μένει ἐκεῖ. Καὶ τοσούτων ὄντων τῶν δυναμένων τὴν ἐκείνου θορυβῆσαι ψυχὴν, ἔμενε τούτοις ἅπασιν ἀπερίτρεπτος. Τοιαῦτα δὲ καὶ τὰ ἡμέτερα, μᾶλλον δὲ καὶ πολλῷ τούτων ἀπορώτερα. Ἃ μὲν γὰρ ἐπηγγείλατο, βασιλεία οὐρανῶν, καὶ αἰώνιος ζωὴ, καὶ ἀφθαρσία, καὶ τὰ μυρία ἀγαθά· τὰ δὲ γινόμενα τέως καὶ συμβαίνοντα πολὺ τούτων ἀφέστηκε· θάνατος γάρ ἐστι καὶ φθορὰ καὶ τιμωρία καὶ κόλασις καὶ θλίψεις διάφοροι καὶ συνεχεῖς. Τίνος οὖν ἕνεκεν ὁ Θεὸς τοῦτο ποιεῖ, καὶ τὰ ἐναντία ταῖς ἐπαγγελίαις ἐκβῆναι συγχωρεῖ; Δύο τὰ μέγιστα κατορθῶν, ἓν μὲν, τῆς αὐτοῦ δυνάμεως τεκμήριον ἀναμφισβήτητον παρέχων ἡμῖν, ὅτι καὶ ἐξ ἀπεγνωσμένων δύναιτ' ἂν εἰς πέρας τὰς ὑποσχέσεις ἀγαγεῖν· ἕτερον δὲ, τὴν ἡμετέραν παιδεύων ψυχὴν πάντα πιστεύειν αὐτῷ, κἂν ἐναντία τοῖς εἰρημένοις τὰ γινόμενα φαίνηται. Τοιαύτη γὰρ ἡ τῆς ἐλπίδος ἰσχύς· οὐ καταισχύνει τὸν ἀντεχόμενον αὐτῆς εἰλικρινῶς. Εἰ γὰρ οἱ τὰς ὑποσχέσεις ἐνταῦθα λαβόντες οὕτω διετέθησαν, πολλῷ μᾶλλον ἡμᾶς τοῦτο ποιεῖν χρὴ, τοὺς οὐ κατὰ τὸν παρόντα βίον, ἀλλ' εἰς ἑτέρους αἰῶνας προσδοκῶντας τὴν ἔκβασιν τῶν χρηστῶν. Ἃ γὰρ ἐνταῦθα προεῖπε, θλῖψίς ἐστι καὶ στενοχωρία. Τί οὖν ἐστί σε τὸ θορυβοῦν; πόθεν τὴν ὑπόσχεσιν ὑποπτεύεις τοῦ Θεοῦ; Τὸ γὰρ καταφρονῆσαι μὲν δι' αὐτὸν τοῦ κόσμου παντὸς, λέγειν δὲ πάλιν ἠμελῆσθαι παρ' αὐτοῦ, οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπιστοῦντος καὶ ὑποπτεύοντος, καὶ ἀπάτην τὴν ἐπαγγελίαν ἐκείνην εἶναι νομίζοντος· ὅπερ ἀληθῶς ἐστι δαιμονᾷν, καὶ τὸ τῆς γεέννης προκαλεῖσθαι πῦρ. Ἀλλ' εἰσί τινες οἳ βιωτικοῖς ἐνστρεφόμενοι πράγμασι, ἐν ἀνέσει διάγουσι· καὶ γὰρ καὶ τοῦτο προεῖπεν ὁ Χριστός· Ἀμὴν γὰρ, ἀμὴν λέγω ὑμῖν, φησὶν, ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς· ὁ δὲ κόσμος χαρήσεται. Καὶ ἐπὶ τῶν προτέρων δὲ γενεῶν Βαβυλώνιοι μὲν οἱ μηδὲ τὸν Θεὸν εἰδότες, ἐν πλούτῳ καὶ δυναστείᾳ ἦσαν καὶ τιμῇ, Ἰουδαῖοι δὲ ἐν αἰχμαλωσίᾳ καὶ δουλείᾳ καὶ τοῖς ἐσχάτοις κακοῖς. Καὶ Λάζαρος μὲν ὁ τῶν οὐρανῶν ἄξιος καὶ τῆς βασιλείας τῆς ἐκεῖ, εἱλκωμένος ταῖς τῶν κυνῶν προέκειτο γλώτταις, λιμῷ μαχόμενος διηνεκεῖ· ὁ δὲ πλούσιος ἐν τιμῇ καὶ δορυφορίᾳ καὶ ἀνέσει καὶ τρυφῇ· ἀλλ' ὅμως οὐδὲν οὔτε οὗτος ἐν τῇ γεέννῃ τούτων ἀπώνατο, οὔτε Λάζαρος ἀπὸ τοῦ λιμοῦ καὶ τῶν τραυμάτων εἰς τὴν ἀκρίβειαν τοῦ παρόντος παρεβλάβη βίου· ἀλλ' ὥσπερ τις γενναῖος ἀθλητὴς, ἐν αὐχμῷ καὶ πνίγει βαρυτάτῳ παλαίων, καὶ ἐνίκησε καὶ ἐστεφανώθη. Διὰ τοῦτο καί τις σοφός φησι· Τέκνον, ει προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εις πειρασμόν· εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς. Καὶ μετ' ὀλίγα φησὶν ὅτι, Ἐν πυρὶ δοκιμάζεται χρυσὸς, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Καὶ πάλιν ἀλλαχοῦ λέγει· Τέκνον, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ὁ γὰρ τὸ χρυσίον εἰς τὴν κάμινον ἐμβάλλων οἶδε καὶ μέχρι τίνος αὐτὸ πυρωθῆναι δεῖ, καὶ πότε ἀνασπασθῆ-
we shall see what his dreams shall be. And after these things those who had bought him sell him again not even to some free man, but to a royal slave. And not even at this point did the dreadful things halt; rather, falling foul of a mistress's slander and being condemned, he dwelt in the prison many years, and when others escaped, he himself remains there for a longer time. And though there were so many things able to disturb his soul, he remained unshaken amid all these things. Such too are our matters, nay rather, even far more perplexing than these. For the things that He promised are the kingdom of heaven, and eternal life, and incorruptibility, and the countless good things; while what comes to pass meanwhile and befalls us stands far removed from these; for there is death and corruption and retribution and punishment and diverse and continuous afflictions. For what sake, then, does God do this, and permit things contrary to the promises to turn out? Accomplishing two very great things: one, furnishing us an indisputable proof of His power, that even out of despaired-of circumstances He could bring the promises to an end; and the other, training our soul to believe Him in all things, even if what comes to pass appears contrary to what has been spoken. For such is the strength of hope: it does not put to shame him who cleaves to it sincerely. For if those who received the promises here were so disposed, much more must we do this, who look for the outcome of good things not in the present life, but unto other ages. For what He foretold here is affliction and straitness. What then is it that disturbs you? Whence do you hold God's promise in suspicion? For to despise the whole world for His sake, and yet again to say that one has been neglected by Him, is the part of none other than one who disbelieves and holds Him in suspicion, and supposes that promise to be a deceit; which truly is to rave like a demoniac, and to call down the fire of Gehenna. Yet there are some who, busied in worldly affairs, pass their days in ease; why, Christ foretold this too: For truly, truly I say to you, He says, that you shall weep and lament, while the world shall rejoice. And in former generations too, the Babylonians, who did not even know God, were in wealth and dominion and honour, while the Jews were in captivity and slavery and the uttermost evils. And Lazarus, who was worthy of heaven and of the kingdom there, lay covered with sores before the tongues of the dogs, fighting with continual famine; while the rich man was in honour and a retinue of guards and ease and luxury; yet nevertheless neither did the latter profit at all from these things in Gehenna, nor was Lazarus harmed by the famine and the wounds as regards the strictness of the present life; rather, like some noble athlete wrestling amid drought and most oppressive stifling heat, he both conquered and was crowned. Therefore a certain wise man too says: Son, if you come forward to serve the Lord, prepare your soul for trial; make straight your heart, and endure, and do not make haste in a time of visitation. And a little further on he says: In fire gold is proved, and acceptable men in the furnace of humiliation. And again elsewhere he says: Son, do not slight the chastening of the Lord, nor grow faint when rebuked by Him. For he who casts the gold into the furnace knows both up to what point it must be tried by fire, and when it must be drawn
Notes, col. 439

On the reading

Printed οι, for οἱ.

Printed ει, for εἰ.

Printed εις, for εἰς.

PG 47:440Read from the page
ναι. Διὰ τοῦτο οὗτος μέν φησι· Μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς. Ὁ δὲ Σολομὼν αὐτὸ τοῦτο διδάσκων ἔλεγε· Μὴ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Μέγα γὰρ ἡ θλῖψις, μέγα πρὸς τὸ δόκιμον ἐργάσασθαι ἄνδρα, καὶ παιδεῦσαι τῆς ὑπομονῆς τὴν ἀρετήν. Τί οὖν, φησὶν, ἂν περιτρέψῃ καὶ καταβάλῃ διὰ τῆς ὑπερβολῆς; Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἀλλὰ σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ἡμᾶς ὑπενεγκεῖν. Εἰ γὰρ ἐξ ἀγάπης μὲν ἡ παιδεία, ἡ δὲ ἐγκατάλειψις ἀπὸ μίσους, οὐκ ἔστι τοῦ αὐτοῦ φιλεῖν ὁμοῦ καὶ μισεῖν τὸν αὐτὸν, οὐδὲ παιδεύειν ὁμοῦ καὶ ἐγκαταλιμπάνειν. Πῶς οὖν πολλοὶ κατέπεσον; φησίν. Ἑαυτοὺς ἀποστερήσαντες τοῦ Θεοῦ, οὐ καταλειφθέντες ὑπ' αὐτοῦ. Ἰδοὺ γὰρ οι μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. Μακρύνουσι δὲ μὴ φέροντες τὰς τοῦ Θεοῦ παιδείας, ἀλλ' ὀργιζόμενοι καὶ δυσανασχετοῦντες· καὶ καθάπερ οἱ μοχθηροὶ τῶν παίδων, τῶν πατέρων αὐτοὺς πρὸς διδασκάλους πεμπόντων, ἂν τοὺς ἐκεῖ πόνους καὶ τὰς ὀλίγας φυγόντες πληγὰς τῆς τῶν γονέων ἀποπηδῶσιν ὄψεως, ἐκέρδανόν τε οὐδὲν, καὶ χείροσιν ἑαυτοὺς περιέπειραν κακοῖς, ἐν ἀλλοτρίᾳ λιμώττειν καὶ ἀλᾶσθαι καὶ νοσεῖν καὶ ἀτιμάζεσθαι καὶ δουλεύειν ἀναγκαζόμενοι· οὕτω καὶ οἱ τὴν τοῦ Θεοῦ παιδείαν εὐχαρίστως μὴ φέροντες, ἀλλὰ δυσανασχετοῦντες, πρὸς τῷ μηδὲν ἐξ αὐτῆς καρπώσασθαι καὶ ταῖς ἐσχάταις ἑαυτοὺς περιβάλλουσι συμφοραῖς. Διὰ τοῦτο καρτερεῖν παρηγγέλμεθα, καὶ τὴν καρδίαν εὐθύνειν τὴν ἑαυτῶν. Ἀλλὰ πολλῷ χαλεπώτερα πέπονθας. Οὐδὲ γὰρ οἱ παιδοτρίβαι πάντας ὁμοίως καὶ ἑνὶ τρόπῳ γυμνάζουσιν, ἀλλὰ τοῖς μὲν ἀσθενεστέροις ἀσθενεῖς, τοῖς δὲ γενναίοις τοιούτους παρέχουσιν ἀνταγωνιστάς· ὁ γὰρ ἐλάττω τῆς οἰκείας δυνάμεως λαβὼν τὸν ἀνταγωνιστὴν, κἂν δι' ὅλης αὐτῷ συμπλέκηται τῆς ἡμέρας, ἐκεῖνος ἀγύμναστος ἔμεινε. Πῶς οὖν, φησὶ, τοὺς τὸν αὐτὸν ἐπανῃρημένους βίον, οὐ τοῖς αὐτοῖς ἀθλεῖν ἐποίησε πόνοις; Ὅτι οὐ μία παρὰ Θεῷ γυμνασίας ἰδέα, οὐδὲ τῶν αὐτῶν ἅπαντες δέονται, κἂν ἐν τοῖς αὐτοῖς ὦσι· καὶ γὰρ νοσοῦντες πολλοὶ ταῖς αὐταῖς νόσοις οὐ τῶν αὐτῶν ἐδεήθησαν φαρμάκων, ἀλλ' ἑτέρων μὲν οὗτοι, ἑτέρων δὲ ἐκεῖνοι. Διὰ τοῦτο ποικίλοι καὶ διάφοροι τῶν μαστίγων οἱ τρόποι, καὶ ὁ μὲν νόσῳ δοκιμάζεται μακρᾷ, ὁ δὲ βαρυτάτῃ πενίᾳ, τῷ βιάζεσθαι καὶ ἀδικεῖσθαι ἕτερος, ἄλλος τῷ συνεχεῖς καὶ ἐπαλλήλους θανάτους καὶ παίδων καὶ τῶν αὐτῷ προσηκόντων ἰδεῖν· καὶ οὗτος μὲν τῷ παρὰ πάντων ἀποῤῥίπτεσθαι καὶ μηδ' ἑνὸς ἀξιοῦσθαι λόγου, ἐκεῖνος δὲ τῷ διαβάλλεσθαι ἐφ' οἷς οὐδὲν ἑαυτῷ σύνοιδε, καὶ πονηρᾶς δόξης ἀνέχεσθαι βάρος, καὶ ἄλλος ἄλλως· οὐδὲ γὰρ δυνατὸν ἅπαντα μετὰ ἀκριβείας ἐξαριθμήσασθαι νῦν. Τούτων δὲ ἕκαστον δοκεῖ μὲν, ὅσον πρὸς τὴν τῶν σῶν παράθεσιν συμφορῶν, κοῦφον εἶναι καὶ οὐδέν· εἰ δὲ ἐν πείρᾳ κατέστης αὐτῶν ἔμαθες ἂν ὅτι τοῦτο ἐφ' ᾧ σὺ νῦν ἀλύεις, ἐκείνων πολλῷ φορητότερον. Εἰ δὲ καὶ εἰσί τινες ἔλαττον ἡμῶν παιδευόμενοι, μὴ σκανδαλιζώμεθα ἐπὶ τούτῳ· ἡ γὰρ τῶν πόνων ἐπίτασις μισθῶν ἐπίτασίς ἐστι καὶ ἔρεισμα ἀσφαλὲς πρὸς τὸ μηκέτι ἑκόντας ἢ ἄκοντας ἐκπεσεῖν· καὶ γὰρ τῦφον καταστέλλει, καὶ ῥᾳθυμίαν ἀποστρέφει, καὶ φρο-
out. Therefore the former says: Do not make haste in a time of visitation. And Solomon, teaching this very thing, said: Do not grow faint when rebuked by Him. For affliction is a great thing, a great thing for rendering a man approved, and training him in the virtue of endurance. What then, says one, if it overturns and casts down through its excess? God is faithful, Who shall not suffer us to be tried beyond what we are able, but with the trial shall make also the way out, so that we may be able to bear up under it. For if chastening comes from love, while forsaking comes from hatred, it does not belong to the same One at once to love and to hate the same man, nor at once to chasten and to forsake. How then did many fall? says one. Having deprived themselves of God, not having been forsaken by Him. For behold, those who remove themselves far from Thee shall perish. And they remove themselves far when they do not bear the chastenings of God, but grow angry and chafe; and just as wicked boys, when their fathers send them to teachers, if they flee the toils there and the few blows and leap away from their parents' sight, both gain nothing and impale themselves upon worse evils, being compelled in a foreign land to starve and wander and fall sick and be dishonoured and live in slavery; so too those who do not bear the chastening of God gratefully, but chafe, besides reaping nothing from it also wrap themselves in the uttermost calamities. Therefore we have been charged to endure, and to make straight our own heart. Yet you have suffered things far more grievous. Why, neither do athletic trainers exercise all men alike and in a single manner, but to the weaker they furnish weak opponents, and to the noble such opponents as match them; for he who has got an opponent inferior to his own strength, even if he grapples with him throughout the whole day, remains unexercised. Why then, says one, did He not make those who have chosen the same way of life contend in the same toils? Because with God there is not a single form of training, nor do all stand in need of the same things, even if they are in the same pursuits; why, many who are sick with the same diseases have not needed the same medicines, but these men one sort, and those another. Therefore the manners of scourges are manifold and diverse, and one man is tried by a long sickness, another by most grievous poverty, another by suffering violence and wrong, another by beholding continuous and successive deaths both of children and of those who belong to him; and this man by being cast off by all and deemed worthy of not even a single word, and that man by being slandered for things of which he is in no way conscious in himself, and enduring the burden of an evil reputation, and another in another way; for it is not even possible to reckon up all things accurately now. Now each of these seems indeed, so far as regards comparison with your calamities, to be light and nothing; yet if you had come into experience of them, you would have learned that this over which you are now distraught is far more bearable than those. And even if there are some who are chastened less than we, let us not take offence at this; for the increase of toils is an increase of rewards and a sure prop against ever falling away again willingly or unwillingly; for it puts down conceit, and turns away indolence, and makes men
Notes, col. 440

On the reading

Printed οι, for οἱ.