Migne Reading Room

PG 47 · cols. 441–446 · Read from the page

Exhortatory oration to Stagirius the ascetic vexed by a demon, three books

Exhortatory oration to Stagirius the ascetic vexed by a demon, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:441Read from the page
νιμωτέρους ποιεῖ, καὶ εὐλαβεστέρους ἐργάζεται. Καὶ ὅλως ει βούλοιτό τις ἐξαριθμεῖν ἅπαντα, πολλὰ ἂν εὕροι τὰ κέρδη τῶν πειρασμῶν, καὶ οὐκ ἔστιν οὐδεὶς ὧν πολὺς παρὰ τῷ Θεῷ λόγος θλίψεως ἐκτὸς, κἂν ἡμῖν μὴ οὕτω φαίνηται.
more prudent, and renders them more devout. And altogether, if someone should wish to reckon up all things, he would find the gains of trials to be many, and there is no one of those of whom there is great account with God who is outside affliction, even if it does not seem so to us.
ζʹ. Ει γὰρ ὁ μακάριος Παῦλος πολὺ τὸ πρᾶγμα ὑπέμεινεν, οὐδεὶς δὲ ἐκείνου μείζων, ἀλλ' οὐδὲ ἴσος ἐστὶ, πῶς ἔνι μὴ δεηθῆναι τῆς βοηθείας ταύτης αὐτούς; Εἰ δέ τινες οὐδὲ ταῖς θλίψεσι ταύταις ἐσωφρονίσθησαν, οὐκέτι τοῦτο παρὰ τὴν αἰτίαν τοῦ τὴν παιδείαν ἐπαγαγόντος, ἀλλὰ παρὰ τὴν ὀλιγωρίαν ἐκείνων. Εἰ δὲ μὴ ἐπετέθη τὸ φάρμακον, παρὰ τὸ ἠμελῆσθαι ἔδοξαν ἂν ἀπολωλέναι· νῦν δὲ οὐ μικρὸν ἤνυσται τὸ μηδὲν αἰτιᾶσθαι τὸν ιατρὸν, ἀλλὰ τοὺς κάμνοντας καὶ τὴν ἀπροσεξίαν αὐτῶν. Εἰ δέ τινες πρὸ τῶν πειρασμῶν ὀρθὰ βαδίζοντες μετὰ τὴν τούτων ἐπαγωγὴν κατέπεσον, καὶ πάλιν ἕτεροι πᾶσαν ἐπερχόμενοι κακίαν, οὐδεμιᾶς θλίψεως ἐπειράθησαν, ἄλλοι δὲ ἐκ πρώτης ἡλικίας εἰς ἐσχάτας ἀναπνοὰς μυρίαις τρυχόμενοι συμφοραῖς διετέλεσαν, μηδενὶ τούτων θορυβώμεθα μηδὲ καταπίπτωμεν. Εἰ μὲν γὰρ ἅπασαν δυνάμενοι καὶ ὀφείλοντες τῆς προνοίας αὐτοῦ τὴν οἰκονομίαν εἰδέναι, ταῦτα ἠγνοοῦμεν, ἐχρῆν ἀθυμεῖν καὶ ταράττεσθαι· εἰ δὲ καὶ ὁ τοσούτων ἀπορρήτων κοινωνήσας, καὶ εἰς τρίτον ἀνελθὼν οὐρανὸν, ἰλιγγίασε πρὸς ταύτην τὴν ἄβυσσον, καὶ διακύψας πρὸς τὸ βάθος τοῦ πλούτου καὶ τῆς σοφίας καὶ τῆς γνώσεως τοῦ Θεοῦ κατεπλάγη μόνον, καὶ εὐθὺς ἀνεχώρησε, τί μάτην κόπτομεν ἑαυτοὺς πολυπραγμονοῦντες τὰ ἀνεξερεύνητα καὶ ζητοῦντες τὰ ἀνεξιχνίαστα; Καὶ ἰατρῷ μὲν τοῖς φαινομένοις ἡμῖν συμφέρουσι πολλάκις ἐναντία προστάττοντι, καὶ τὸ καταψυχθὲν μέλος ὑποθεῖναι κελεύοντι κρουνῷ, καὶ ἄλλα πολλὰ τοιαῦτα ἐργαζομένῳ παράδοξα οὐκ ἀντιλέξομεν, ἀλλ' ἐπειδὴ φθάσαντες ἐπείσαμεν ἑαυτοὺς ὅτι τῷ τῆς τέχνης λόγῳ τοῦτο ποιεῖ, μετὰ προθυμίας εἴξομεν, καίτοι γε διαμαρτόντι πολλάκις· τὸν δὲ Θεὸν τὸν τοσοῦτον ἡμῶν ἀφεστηκότα ἐν ἅπασι, τὸν αὐτοσοφίαν ὄντα, τὸν οὐδέποτε διαμαρτάνοντα, πολυπραγμονήσομεν; Καὶ ὃν μὲν ἔδει λογισμοὺς ἀπαιτεῖν, τούτῳ πιστεύσομεν ἁπλῶς, ᾧ δὲ ἔδει μόνῳ πιστεύειν, τοῦτον εὐθύνας καὶ λόγους τῶν πραττομένων ἀπαιτήσομεν, καὶ δυσχερανοῦμεν τὴν ἄγνοιαν; Καὶ ποῦ ταῦτα ψυχῆς εὐσεβοῦς; Μὴ, δέομαι καὶ ἀντιβολῶ, μὴ πρὸς τοσοῦτον μανίας ἔλθωμεν, ἀλλ' ἐν ἅπασιν οἷς ἂν ἀπορῶμεν, ἐκεῖνο ἐπιλέγωμεν· Τὰ κρίματά σου ἄβυσσος πολλή. Καὶ γὰρ καὶ τοῦτο αὐτὸ τῆς τοῦ Θεοῦ σοφίας ἐστὶ τὸ μὴ πάντα ἡμᾶς εἰδέναι σαφῶς.
7. For if the blessed Paul endured the matter in great measure, and no one is greater than he, nay, not even equal to him, how is it possible that they should not stand in need of this help? And if some were not chastened to soberness even by these afflictions, this is no longer owing to the fault of Him Who brought on the chastening, but to their own negligence. Whereas if the medicine had not been applied, they would have seemed to have perished through being neglected; yet as it is, no small thing has been accomplished: that no one blames the physician at all, but rather the sick and their heedlessness. And if some who walked uprightly before their trials fell after these were brought upon them, and again others who pursued every wickedness had experience of no affliction at all, while yet others continued from earliest youth unto their last breaths worn down by ten thousand calamities, let us be disturbed by none of these things nor cast down. For if we were ignorant of these things when we were able and bound to know the whole dispensation of His providence, we ought to have been disheartened and troubled; whereas if even he who shared in so many ineffable mysteries and ascended unto the third heaven grew dizzy before this abyss, and peering into the depth of the riches and wisdom and knowledge of God was only astounded, and straightway withdrew, why do we weary ourselves in vain by prying into things unsearchable and seeking out things past tracing out? And shall we not gainsay a physician who often enjoins things contrary to what seems expedient to us, and bids us place the chilled limb under a stream of water, and works many other such paradoxes, but because we have previously persuaded ourselves that he does this by the principle of his art, we shall yield with eagerness, even though he errs often; while as for God, Who stands so far removed from us in all things, Who is wisdom itself, Who never errs, shall we pry into His doings? And him from whom we ought to demand reasons we shall trust simply, while from Him Whom alone we ought to trust we shall demand accounts and reasons for what is done, and chafe at our ignorance? And how do these things belong to a devout soul? Let us not, I beg and implore, let us not come to such a pitch of madness, but in all things wherein we are perplexed, let us add that saying: Thy judgements are a great abyss. Why, this very thing too belongs to the wisdom of God: that we do not know all things clearly.
Εἰ μὲν γὰρ ἐπιστάμενοι τὰς αἰτίας τῶν γινομένων οὕτως ἐπειθόμεθα τῷ Θεῷ, οὐκ ἦν ἡμῖν πολὺς ὁ μισθὸς, οὐδὲ πίστεως τὸ πρᾶγμα ὑπῆρξεν ἐπίδειξις· ὅταν δὲ μηδὲν τούτων εἰδότες καὶ οὕτω στέργωμεν εἴκειν ἅπασιν αὐτοῦ τοῖς προστάγμασι, καὶ εἰς ὑπακοὴν γνησίαν καὶ εἰς πίστιν εἰλικρινῆ, μέγιστα τὰς ἡμετέρας ὠφελοῦμεν ψυχάς. Καὶ γὰρ ἓν μόνον πεπεῖσθαι χρὴ, ὅτι συμφερόντως ἡμῖν ἅπαντα ἐπάγεται παρὰ τοῦ Θεοῦ· τὸν δὲ τρόπον μηκέτι ζητεῖν, μηδὲ ἀγνοοῦντας ἀσχάλλειν ἢ ἀθυμεῖν. Οὔτε γὰρ δυνατὸν
For if we obeyed God thus while knowing the causes of what comes to pass, our reward would not be great, nor would the matter be a display of faith; whereas when knowing none of these things we are content even so to yield to all His injunctions, we benefit our souls in the greatest degree both unto genuine obedience and unto sincere faith. Why, one must be persuaded of one thing alone, that all things are brought upon us expediently by God; and no longer seek out the manner, nor chafe or be disheartened in our ignorance. For it is neither possible
Notes, col. 441

On the reading

Printed ει, for εἰ.

Printed Ει, for Εἰ.

Printed ιατρὸν, for ἰατρὸν.

PG 47:442Read from the page
ταῦτα εἰδέναι, οὔτε συμφέρον, τὸ μὲν διὰ τὸ θνητοὺς εἶναι, τὸ δὲ διὰ τὸ ταχέως εἰς ἀπόνοιαν αἴρεσθαι. Πολλὰ ἡμεῖς πράττομεν τῶν τοῖς παισὶ τοῖς ἡμετέροις δοκούντων μὲν εἶναι βλαβερῶν, συμφερόντων δὲ ὅμως· καὶ οὔτε ἐκεῖνοι τὴν αἰτίαν ἀξιοῦσι μαθεῖν, οὔτε ἡμεῖς πρότερον ἑαυτοὺς πείσαντες ὅτι συμφέρει τὸ γινόμενον, οὕτως ἐπὶ τὸ πράττειν ἐρχόμεθα, ἀλλ' εἰς τοῦτο μόνον αὐτοὺς παιδαγωγοῦμεν εἴκειν οἷς ἂν ἐπιτάξωσιν οἱ πατέρες, καὶ μηδὲν περαιτέρω ζητεῖν. Εἶτα πρὸς μὲν τοὺς γονεῖς καὶ τῆς αὐτῆς φύσεως ἡμῖν ὄντας οὕτω διακεισόμεθα καὶ οὐκ ἀγανακτήσομεν, πρὸς δὲ τὸν Θεὸν, οὗ τὸ μέσον τοσοῦτόν ἐστιν, ὅσον Θεοῦ πρὸς ἀνθρώπους, δυσχερανοῦμεν, ὅτι μὴ πάντα ἴσμεν; Καὶ τί ταύτης τῆς ἀσεβείας ἴσον;
to know these things, nor expedient: the one because we are mortals, and the other because we are swiftly lifted up into mad arrogance. We do many things of those that seem to our children to be harmful, yet are expedient nevertheless; and neither do they claim the right to learn the cause, nor do we first persuade them that what is done is expedient and so proceed to act, but we train them unto this alone: to yield to whatever their fathers enjoin, and to seek nothing further. Shall we then be thus disposed towards parents, even though they are of the same nature as we, and not be indignant, while towards God, Whose distance is as great as that of God in relation to men, shall we chafe because we do not know all things? And what is equal to this impiety?
Πρὸς γὰρ τοὺς τοιούτους ὁ μακάριος Παῦλος ἀγανακτῶν ἔλεγε· Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; Καὶ ἐγὼ μὲν τὸ τῶν παίδων ὑπόδειγμα, ἐκεῖνος δὲ τούτου πολλῷ μεῖζον ἔθηκε τὸ τοῦ κεραμέως, καὶ τοῦ παρ' αὐτοῦ πλαττομένου πηλοῦ. Καθάπερ γὰρ ὁ πηλὸς, ᾗπερ ἂν ἄγωσιν αἱ χεῖρες τοῦ διατυποῦντος αὐτὸν, ἕπεται, οὕτω καὶ τὸν ἄνθρωπον, ᾗπερ ἂν ὁ Θεὸς κελεύῃ, ταύτῃ ἕπεσθαι, καὶ ἅπερ ἂν ἐπάγῃ, ταῦτα μετ' εὐχαριστίας δέχεσθαι χρὴ, οὐδὲν ἀντιλέγοντα, οὐδὲ περιεργαζόμενον ὑπὲρ τοῦ μαθεῖν. Οὐδὲ γὰρ ἡμῖν ταῦτα μόνοις ἐστὶν ἄπορα, ἀλλὰ καὶ τοῖς πρὸ ἡμῶν ἁγίοις ἀνδράσιν ἐκείνοις καὶ θαυμαστοῖς. Ὁ μὲν γὰρ Ἰὼβ ἔλεγεν· Διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ πλούτῳ; καὶ τὰ ἑξῆς. Ὁ δὲ μακάριος Δαβίδ· Παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, ειρήνην ἁμαρτωλῶν θεωρῶν· ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τὼ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν· ἐν κόποις ἀνθρώπων οὐκ εισὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Καὶ μετὰ τοῦτον δὲ ὁ Ἱερεμίας ἔλεγε· Δίκαιος εἶ, Κύριε, πλὴν κρίματα λαλήσω πρὸς σέ. Τί ὅτι ὁδὸς ἀσεβῶν εὐθηνεῖται; Ἠπόρουν μὲν οὖν καὶ οὗτοι καὶ ἐζήτουν, ἀλλ' οὐκ ἐξ ἴσης τοῖς ἀσεβέσιν, οὐδὲ ἐγκαλοῦντες τῷ Θεῷ, οὐδὲ καταγινώσκοντες ἀδικίαν ἐκ τῶν γινομένων αὐτοῦ. Ὁ μὲν γὰρ ἔλεγεν· Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ· τὰ κρίματά σου ἄβυσσος πολλή. Ὁ δὲ τοσαῦτα παθών, φησὶν, οὐδὲ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ· καὶ μεταξὺ τοῦ βιβλίου ἔλεγε, τὸ ἀκατάληπτον αὐτοῦ τῆς σοφίας καὶ οἰκονομίας ἐξηγούμενος, ἐπειδὴ περὶ τῆς δημιουργίας διελέχθη· Ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, καὶ ἐπὶ ικμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ. Ὁ δὲ Ἱερεμίας αὐτὸ τοῦτο προορώμενος, μή τις ὑποπτεύσῃ ποτὲ, προτίθησι τῆς ἐρωτήσεως τὴν ἑαυτοῦ κρίσιν εἰπών· Δίκαιος εἶ, Κύριε· τοῦτ' ἔστιν, οἶδα μὲν ὅτι δικαίως ἅπαντα γίνεται παρὰ σοῦ, τὸν δὲ τρόπον οὐκ ἐπίσταμαι καθ' ὃν γίνεται. Τί οὖν, ἔμαθόν τι πλέον ἐκεῖνοι; Ἀλλ' οὐδὲ ἀποκρίσεως μὲν οὖν ὑπὲρ τούτων ἔτυχον· ὃ καὶ δηλῶν ὁ μακάριος Δαυῒδ ἔλεγε· Καὶ ὑπέλαβον τοῦ γνῶναι, ὅτι τοῦτο κόπος ἐστὶν ἐναντίον μου. Οὐκ ἔτυχον δὲ ἀποκρίσεως, ἵνα τοὺς μετὰ ταῦτα παιδεύσωσι μηδὲ ἐρωτᾷν. Καὶ ἐκεῖνοι μὲν ἓν μόνον ἐζήτουν, διὰ τί οἱ ἀσεβεῖς ἐν
For being indignant against such men, the blessed Paul said: Nay rather, O man, who are you that answer back to God? Shall the thing formed say to him who formed it, Why did you make me thus? And I indeed set down the example of children, while he set down one far greater than this, that of the potter and of the clay fashioned by him. For just as the clay follows wheresoever the hands of him who moulds it lead, so too must man follow wheresoever God commands, and receive with thanksgiving whatever things He brings upon him, gainsaying nothing, nor busily prying in order to learn. Why, these things are perplexing not to us alone, but also to those holy and wondrous men before us. For Job said: Why do the impious live, and grow old in wealth? and what follows. And the blessed David: My steps were almost poured out, because I was jealous over the lawless, beholding the peace of sinners; because there is no recovery in their death, nor firmness in their scourge; they are not in the toils of men, and with men they shall not be scourged. And after him Jeremiah also said: Righteous art Thou, O Lord, yet I shall speak judgements unto Thee. Why is it that the way of the impious prospers? Now these men too were perplexed and inquired, yet not on equal terms with the impious, nor accusing God, nor imputing unrighteousness to Him from the things done by Him. For the one said: Thy righteousness is like the mountains of God; Thy judgements are a great abyss. And the other, after suffering such things, it says, did not even attribute folly to God; and in the midst of the book he said, expounding the incomprehensibility of His wisdom and dispensation, when he had discoursed concerning creation: Behold, these are parts of His way, and upon a drop of word shall we hear in Him. And Jeremiah, foreseeing this very thing, lest someone should ever entertain suspicion, sets his own judgement before his question, saying: Righteous art Thou, O Lord; that is, I know indeed that all things come to pass righteously from Thee, yet I do not know the manner according to which they come to pass. What then, did those men learn anything more? Nay, they did not even obtain an answer concerning these things; declaring which, the blessed David said: And I undertook to know it: this is toil before me. And they did not obtain an answer, in order that they might train those hereafter not even to ask. And those men inquired into one thing alone, why the impious in
Notes, col. 442

On the reading

Printed ειρήνην, for εἰρήνην.

Printed τὼ, for τῷ.

Printed εισὶ, for εἰσὶ.

Printed ικμάδα, for ἰκμάδα.

PG 47:443Read from the page
εὐθηνίᾳ καὶ πλούτῳ, καὶ οὐδὲ οὕτως ἐμάνθανον· οἱ δὲ νῦν πολλῷ πλείονα ἐκείνων πολυπραγμονοῦσι· ταῦτα γὰρ τὰ νῦν προτιθέμενα πολλῷ πλείονα ἐκείνων ἐστίν. Ὁ μὲν οὖν σαφὴς λόγος τούτων ἐπιτετράφθω τῷ πάντα εἰδότι πρὶν γενέσεως αὐτῶν.
abundance and wealth, and not even thus did they learn; whereas people now pry into far more things than those men did, for the matters now proposed are far more numerous than theirs. Let the clear account of these things, therefore, be entrusted to Him Who knows all things before their coming into being.
ηʹ. Εἰ δὲ χρὴ καὶ αὐτοῖς ἐκ τῶν ἤδη γεγενημένων γνωρίμων ἡμῖν ἐπινοῆσαι λύσιν καὶ παραμυθίαν τοῖς ζητουμένοις τινὰ, διὰ τοὺς σφόδρα ταῦτα περιεργαζομένους, ἐκεῖνό φημι, ὅτι τὸ μὲν τοὺς δικαίους ἐν θλίψεσιν εἶναι, ἐν ἀνέσει δὲ τοὺς πονηροὺς, οὐδὲ ζητήσεως ἄξιον λοιπὸν, τῆς βασιλείας ἀποκαλυφθείσης, καὶ τῆς κατὰ τὸν μέλλοντα αἰῶνα ἀντιδόσεως δειχθείσης ἡμῖν. Τοῦ γὰρ κατ' ἀξίαν ἐκεῖ μένοντος ἕκαστον, τί χρὴ ταράττεσθαι τοῖς γινομένοις ἐνθάδε καλοῖς ἢ κακοῖς; Τοὺς μὲν γὰρ αὐτῷ προσέχοντας ὁ Θεὸς, ἅτε γενναίους ἀθλητὰς, τούτοις γυμνάζει τοῖς πόνοις, τοὺς δὲ ἀσθενεστέρους καὶ βραδυτέρους καὶ μηδὲν τῶν βαρυτέρων δυναμένους ἐνεγκεῖν πρότερον εἰς τὴν τῶν ἀγαθῶν ἔργων ἐνάγει προτροπήν. Εἰ δὲ καὶ τοὐναντίον συμβαίνει πολλάκις, καὶ πολλοὶ μὲν τῶν δικαίων ἐν ἀνέσει διάγουσι καὶ τιμῇ, τῶν δὲ πονηρῶν ἐν ἀτιμίᾳ καὶ τοῖς ἐσχάτοις κακοῖς, τέως μὲν ἡμῖν ἡ προτέρα ἀντίθεσις, ἡ λέγουσα κακοῦσθαι μὲν τοὺς δικαίους, τοὺς δὲ ἀδίκους τρυφᾷν, ἀνατρέπεται τῷ λόγῳ. Εἰ δὲ καὶ ταύτην ἐπιλύσασθαι δεῖ, ἐκεῖνο ἂν εἴποιμι, ὅτι οὐχ ἑνὶ τρόπῳ τὰ καθ' ἡμᾶς οἰκονομεῖν ὁ Θεὸς εἴωθεν, ἀλλ' εὔπορος ὢν πολλὰς ἡμῖν τέμνει τὰς πρὸς σωτηρίαν ὁδούς. Ἐπειδὴ γὰρ πολλοὶ τὸν περὶ τῶν μελλόντων καὶ τῆς ἀναστάσεως οὐκ ἀνέχονται δέξασθαι λόγον, διὰ τοῦτο ἐν βραχεῖ τῆς κρίσεως τὴν εἰκόνα ἐνθάδε δείκνυσιν, ὅταν κολάζῃ μὲν τοὺς πονηροὺς, εὐεργετῇ δὲ τοὺς χρηστούς. Τοῦτο γὰρ ὁλοσχερῶς μὲν ἐν τῇ κρίσει γίνεται, ἐκ μέρους δὲ καὶ ἐνταῦθα νῦν, ἵνα οἱ πρὸς τὸν μακρὸν ἐκεῖνον ἀναπεπτωκότες χρόνον τοῖς γοῦν ἐν τῷ παρόντι δρωμένοις ἐπιεικέστεροι γένωνται. Εἴτε γὰρ μηδεὶς ὅλως ἐκολάζετο τῶν πονηρῶν, μηδὲ ἐτιμᾶτο τῶν χρηστῶν, πολλοὶ τῶν διαπιστούντων τῷ τῆς ἀναστάσεως λόγῳ τὴν μὲν ἀρετὴν ὡς κακῶν αἰτίαν ἔφευγον, τὴν δὲ πονηρίαν ὡς ἀγαθῶν πρόξενον ἐδίωκον· εἴτε πάλιν ἐνταῦθα τὸ κατ' ἀξίαν ἅπαντες ἀπελάμβανον, περιττὸν ἂν ἡγήσαντο εἶναι καὶ ψευδῆ τὸν τῆς κρίσεως λόγον. Ἵν' οὖν μήτε οὗτος διαπιστῆται, μήτε ὁ πολὺς καὶ χυδαῖος λαὸς φαυλότερος γίνηται καταφρονῶν, ἐπεξέρχεται καὶ ἐνταῦθα τῶν ἁμαρτανόντων πολλοὺς, καὶ ἀμείβεται τῶν κατορθούντων ἐνίους, τῷ μὲν μὴ εἰς πάντας τοῦτο ποιεῖν, τὸν τῆς κρίσεως πιστούμενος λόγον, τῷ δὲ καὶ πρὸ τῆς κρίσεως κολάζειν τινὰς, τοὺς πολὺν ὕπνον καθεύδοντας διεγείρων. Ἀπὸ μὲν γὰρ τοῦ τιμωρεῖσθαι τοὺς πονηροὺς διανίστανται πολλοὶ τῷ φόβῳ τοῦ μὴ τὰ αὐτὰ παθεῖν· ἀπὸ δὲ τοῦ μὴ πάντας ἐνταῦθα τὰ κατ' ἀξίαν ἀπολαβεῖν ἀναγκάζονται λογίζεσθαι ὅτι εἰς ἕτερόν τινα τοῦτο τεταμίευται καιρόν.
8. Yet if one must also devise for them, out of the things that have already become known to us, some solution and consolation for the matters under inquiry, on account of those who pry excessively into these things, I say this: that why the righteous are in afflictions, while the wicked are at ease, is not even worthy of inquiry henceforth, now that the kingdom has been revealed and the recompense in the age to come has been shown to us. For since what accords with merit awaits each person there, why should one be troubled by the good or bad things that happen here? For those who cleave to Him, as noble athletes, God trains by these toils, whereas the weaker and slower, who are unable to endure any of the heavier burdens, He first leads on to the encouragement of good works. And if the opposite also often happens, and many of the righteous live in ease and honour, while many of the wicked live in dishonour and the utmost evils, for the meantime the former objection of ours, which says that the righteous suffer ill while the unjust revel in luxury, is overturned by the argument. Yet if one must resolve this too, I would say this: that God is accustomed to dispense our affairs not in a single way, but, being rich in resources, He cuts many roads to salvation for us. For since many do not endure to accept the account concerning things to come and the resurrection, on this account He shows here in brief the image of the judgement, when He punishes the wicked and does good to the upright. For this takes place completely at the judgement, yet in part here too even now, so that those who have grown slack towards that distant time may become more reasonable at least through the things done in the present. For if none at all of the wicked were punished, nor any of the upright honoured, many of those who distrust the account of the resurrection would flee virtue as a cause of evils, and pursue wickedness as a procurer of good things; while if, on the other hand, all received their due here, they would have deemed the account of the judgement to be superfluous and false. So that neither may this account be distrusted, nor may the numerous and vulgar multitude become baser through contempt, He punishes many of those who sin here too, and rewards some of those who act rightly—by not doing this to all, confirming the account of the judgement, and by punishing some even before the judgement, rousing those who sleep a deep sleep. For from the punishment of the wicked many are awakened through fear lest they suffer the same things; and from the fact that not all receive their due here, they are compelled to reckon that this has been treasured up for some other season.
Οὐ γὰρ ἂν δήπου δίκαιος ὢν ὁ Θεὸς περιεῖδε τοσούτους καὶ τῶν κακῶν ἀτιμωρήτους ἀπελθόντας, καὶ τῶν ἀγαθῶν μυρίοις κολασθέντας δεινοῖς, εἰ μὴ ἄλλην τινὰ αἰῶνος ἑκατέροις παρεσκευάκει κατάστασιν. Διὸ
For surely God, being just, would not have overlooked so many both of the bad departing unpunished and of the good chastised with countless terrors, unless He had prepared some other state of the age for both. Wherefore
PG 47:444Read from the page
οὐ πάντας, ἀλλ' ἐνίους κολάζει καὶ τιμᾷ, ὥσπερ ἐπὶ τοῦ Πέρσου, ὥσπερ ἐπὶ τοῦ Ἐζεκίου· καίτοι πολλοὶ καὶ τῷ Ἀσσυρίῳ γεγόνασιν ἐξ ἴσης ἀσεβεῖς, καὶ κατὰ τὸν Ἐζεκίαν ἐνάρετοι, ἀλλ' οὐκ ἐπὶ πάντων τοῦτο πεποίηκε· τὸ δὲ αἴτιον, ὅπερ ἔφην, ἐστὶ τὸ μηδέπω παρεῖναι τῆς κρίσεως τὸν καιρόν. Καὶ ὅτι οὐκ ἐμὸς οὗτος ὁ λόγος, αὐτοῦ τοῦ κρίνειν ἡμᾶς τότε μέλλοντος ἄκουσον. Ἐπειδὴ γὰρ προσῆλθον αὐτῷ οἱ τὴν τελευτὴν τῶν ὑπὸ τοῦ πύργου καταχωσθέντων καὶ τὴν τοῦ Πιλάτου μανίαν ἀπαγγέλλοντες, ἣν εἰς τοὺς τελευτηκότας ἐπεδείξατο, ταῖς θυσίαις αὐτῶν ἀναμίξας τὸ αἷμα, τί φησι; Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν; Οὐχὶ, λέγω ὑμῖν, ἀλλ' ἐὰν μὴ μετανοήσητε, πάντες ὁμοίως ἀπολεῖσθε. Ἢ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτὼ, ἐφ' οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτοὺς, δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς κατοικοῦντας Ἰερουσαλήμ; Οὐχὶ, λέγω ὑμῖν, ἀλλ' ἐὰν μὴ μετανοήσητε, πάντες ὡσαύτως ἀπολεῖσθε. Αὕτη τῆς ἀναβολῆς ἡ αἰτία. Διὰ τοῦτο τοὺς τῶν αὐτῶν ἀξίους οὐχ ὁμοῦ πάντας κολάζειν εἴωθεν, ἵνα οἱ λειπόμενοι βελτίους ταῖς ἐκείνων γένωνται συμφοραῖς. Καὶ ταῦτα μὲν ἡμῖν οὕτως ἐπιλελύσθω. Σὺ δὲ ἴσως καὶ τὰ νῦν προτιθέμενα ζητεῖς, ἃ πολλῷ τούτων ἐστὶν ἀπορώτερα. Πλὴν ἀλλὰ τούτων ἡμῖν κατὰ δύναμιν γενομένων φανερῶν, καὶ τῆς ἐκείνων λύσεως οἶμαί τινα προκαταβεβλῆσθαι διὰ τούτων ἀρχήν.
not all, but some does He punish and honour, just as in the case of the Persian, just as in the case of Hezekiah; although many both became equally ungodly as the Assyrian, and virtuous like Hezekiah, yet He has not done this in the case of all; and the reason, as I said, is that the season of judgement is not yet at hand. And that this account is not mine, hear Him Who is then about to judge us. For when those came to Him reporting the end of those buried beneath the tower and the madness of Pilate, which he displayed towards those who had died by mingling their blood with their sacrifices, what does He say? Do you suppose that these Galilaeans became sinners beyond all the Galilaeans, because they have suffered such things? No, I tell you, but unless you repent, you shall all likewise perish. Or those eighteen, upon whom the tower in Siloam fell and killed them, do you suppose that they became debtors beyond all those who dwell in Jerusalem? No, I tell you, but unless you repent, you shall all in like manner perish. This is the cause of the delay. On this account He is accustomed not to punish all together those who are worthy of the same punishments, so that those left behind may become better through their calamities. And let these matters be thus resolved by us. Yet you perhaps inquire also into the things now proposed, which are far more perplexing than these. However, since these things have become manifest to us according to our ability, I think that through them some foundation has been laid beforehand for the solution of those matters as well.
Τί οὖν ἐστιν ὅπερ ἀπορεῖς; Ὅτι πολλοὶ μέχρι τελευτῆς ἐκ πρώτης ἡλικίας πολλαῖς προσεπάλαισαν συμφοραῖς. Ἐγὼ δὲ καὶ περὶ τούτων εἴποιμι ἂν καὶ περὶ τῶν προτέρων, ὅτι προηγουμένως μὲν διὰ τὴν οἰκείαν αὐτοὺς κολάζει πονηρίαν· ἔπειτα δὲ ἵνα καὶ ἕτεροι κερδάνωσιν ἐκ τῶν τούτοις συμβαινόντων κακῶν. Εἰ δὲ μὴ ἐπὶ πάντων τοῦτο γίνεται, οὔπω τῆς κρίσεως ὁ καιρός. Τί οὖν, φησὶν, ὅταν πρὶν ἐλθεῖν εἰς τὴν ἡλικίαν τὴν διαγνωστικὴν τῶν καλῶν καὶ τῶν οὐ τοιούτων, ὡς μεγάλα ἠδικηκότες τινὲς κολάζονται; Τούτου μὲν οὐ μία τίς ἐστιν αἰτία, ἀλλὰ πολλαὶ καὶ διάφοροι. Καὶ γὰρ παρὰ τὴν τῶν γεννησαμένων ἀκρασίαν, καὶ παρὰ τὴν τῶν θρεψάντων ῥᾳθυμίαν, καὶ παρὰ τὴν τῶν ἀέρων ἀνωμαλίαν, καὶ παρὰ πολλὰ ἕτερα τοιαῦτα συμπτώματα τοῦτο γένοιτ' ἄν. Πρὸς δὲ τούτοις πολλοὺς αὐτῶν οἶδεν ὁ Θεὸς ἐσομένους πονηρούς· εἶτα ὥσπερ τισὶ πέδαις προκατέχει ταῖς τιμωρίαις ταύταις αὐτούς. Ἢ οὐχ ὁρᾷς καὶ τῶν ἐπαιτῶν πολλοὺς καὶ ἐν αὐτῇ τῇ θλίψει μυρία ἐργαζομένους δεινὰ, οὐ διὰ τὴν θλῖψιν, οὐδὲ διὰ τὸν λιμὸν, ἀλλὰ διὰ τὴν οἰκείαν πονηρίαν μόνον; Ἐγὼ γὰρ ἤκουσά τινων λεγόντων ποτὲ, ὅτι γυναῖκα ἐλευθέραν καὶ κοσμίαν ἀπολαβόντες ἐπ' ἐρημίας ἐνύβρισαν. Καίτοι ποίας τοῦτο ἀνάγκης, ποίας θλίψεως ἔργον; Τί δὲ οὐκ ἂν ἔπραξαν οὗτοι δεινὸν, εἰ μὴ τοσούτῳ κατείχοντο δεσμῷ; Τῶν δὲ τὸ δεσμωτήριον οἰκούντων τὴν μανίαν καὶ τὴν λύτταν τίς ἂν ἐνέγκοι ῥᾳδίως; Καὶ οἱ δαιμο-
What then is it that perplexes you? That many have wrestled with many calamities from their first youth until their end. Yet I would say both concerning these and concerning the former, that principally He punishes them on account of their own wickedness, and next so that others too may profit from the evils that befall them. And if this does not happen in the case of all, it is not yet the season of judgement. What then, someone says, when before reaching the age capable of discerning things that are noble and things that are not so, some are punished as though they had committed great wrongs? Of this there is not some single cause, but many and diverse ones. For this may come about both owing to the intemperance of those who begot them, and owing to the negligence of those who nursed them, and owing to the irregularity of the airs, and owing to many other such mishaps. Besides these things, God knows that many of them will be wicked; then, as though with certain fetters, He holds them in check beforehand by these punishments. Or do you not see many even of the beggars working countless dreadful things even in the very midst of affliction, not on account of the affliction, nor on account of hunger, but on account of their own wickedness alone? For I once heard certain people saying that, having caught a freeborn and modest woman in a desert place, they outraged her. And yet of what necessity, of what affliction was this the deed? And what dreadful thing would these men not have done, if they were not held fast by so great a bond? And who could easily endure the madness and fury of those who inhabit the prison? And the demon-
PG 47:445Read from the page
νῶντες δὲ οὐκ ἐλάττονα τούτων ἐργάζονται. Οὐ λέγω ταῦτα, ἅπερ κατὰ τὸν καιρὸν τῆς τοῦ δαίμονος πράττουσι κατοχῆς, ἀλλὰ τὰ μετὰ ταῦτα τῆς βακχείας παυσαμένης ἐκείνης. Καὶ γὰρ ἀδδηφαγοῦσι, καὶ κλέπτουσι, καὶ μεθύουσι, καὶ πολλῷ τούτων αἰσχρότερα πράττουσι. Καθάπερ οὖν ἐπὶ τῶν κακούργων τοὺς μὲν πολλοὺς ἀφίησιν ἐπιπολὺ τὸ δεσμωτήριον οἰκεῖν ὁ κριτὴς, ὡς καὶ ἐκεῖ καταλῦσαι τὸν βίον πολλάκις, ὅταν δέ τινας τῶν πολλῶν νουθετῆσαι βούληται, ἕνα που καὶ δεύτερον ἐξ ἐκείνων λαβὼν, καὶ ἐφ' ὑψηλοῦ καθίσας τοῦ βήματος, περιεστώτων ἁπάντων, οὕτως αὐτὸν κελεύει τὴν ἐπὶ θάνατον ἄγεσθαι, καὶ οὐ πάντων αὐτῷ πρὸς τὸν τῶν λοιπῶν φόβον χρεία τῶν πονηρῶν· οὕτω καὶ τῷ Θεῷ οὐ πάντων τῶν μοχθηρῶν, ὅταν ἡμᾶς σωφρονίσαι βούληται, δεῖ, ἀλλ' ἐνίους ἐξ αὐτῶν ἀπολαβὼν, οὓς οἶδεν ἀδιορθώτως ἔχοντας, ἐνδείκνυται τὴν δύναμιν καὶ τὴν ὀργὴν, πολλὰ ἐκ τούτου κατορθῶν. Τούς τε γὰρ πονηροὺς οὕτως ἐπὶ τὴν μεταβολὴν τῆς πονηρίας, εἰ βούλοιντο, παρακαλεῖ, τούς τε ἀγαθοὺς προσεκτικωτέρους ἐργάζεται, τὴν δὲ μακροθυμίαν ἐπιδείκνυται τὴν αὐτοῦ, καὶ τὸν περὶ τῆς ἀναστάσεως λόγον, ὅπερ ἔφθην εἰπὼν, ἅπασι καθίστησι φανερόν. Τί οὖν ταῦτα, φησὶ, πρὸς τοὺς ἐν συμφοραῖς ἅπασαν τὴν πρώτην τραφέντας ἡλικίαν, καὶ πρὶν ἐλθεῖν ἐπὶ τὸ διαγινώσκειν ἀγαθὸν ἢ κακὸν, ἀποπνεύσαντας; Καὶ τί πάσχουσιν οὗτοι δεινὸν, εἰπέ μοι, οὔπω τὴν αἴσθησιν ὧν πάσχουσιν ἔχοντες, οὐδὲ τὸ λυπεῖσθαι καὶ χαίρειν μεμαθηκότες; Ἐγὼ δὲ οὐ τούτῳ μόνον τὸν λόγον ἐπιλύομαι τοῦτον, ἀλλ' ὅτι καὶ γονεῖς καὶ ἀδελφοὶ καὶ συγγενεῖς ἐκ τῶν τοιούτων ἐσωφρονίσθησαν συμφορῶν· τοῦτο δὲ κέρδος οὐ μικρὸν, ἐξ ὧν ἕτερος ἠδίκηται οὐδὲν, ὠφελεῖσθαι τὰ μέγιστα ἕτερον. Εἰκὸς δὲ καὶ ἄλλην αἰτίαν τινὰ ἄῤῥητον εἶναι, μόνῳ τῷ ποιήσαντι ἡμᾶς φανεράν.
possessed work things not less than these. I do not mean the things that they do during the season of their possession by the demon, but the things after these, when that frenzy has ceased. For they gorge themselves, and steal, and get drunk, and do things far more shameful than these. Just as, therefore, in the case of malefactors the judge leaves the greater number to inhabit the prison for a long time, so as often even to end their life there, yet when he wishes to admonish some of the multitude, taking one or perhaps a second out of those men, and sitting upon a lofty tribunal with all standing around, he thus commands him to be led off the way to death, and has no need of all the wicked in order to strike fear into the rest; so too God has no need of all the depraved when He wishes to chasten us, but taking aside some of them whom He knows to be incorrigibly disposed, He displays His power and His wrath, righting many things thereby. For He thus exhorts the wicked to a change from their wickedness, if they should be willing, and renders the good more attentive, and shows forth His own long-suffering, and makes the account concerning the resurrection, as I said before, manifest to all. What then, someone says, are these things to those reared throughout all their first youth in calamities, and breathing their last before coming to discern good or evil? And what dreadful thing do these suffer, tell me, not yet having perception of what they suffer, nor having learned to grieve and rejoice? Yet I resolve this argument not by this alone, but also because parents and brothers and kinsfolk were chastened by such calamities; and this is no small gain, that from things wherein one person has been wronged not at all, another receives the greatest benefit. And it is likely that there is also some other ineffable cause, manifest only to Him Who made us.
θʹ. Εἷς ἔτι λείπεται λόγος, τί δήποτε οἱ τὰ ὀρθὰ βαδίζοντες πρὸ τῶν πειρασμῶν μετὰ τοὺς πειρασμοὺς κατέπεσον. Τίς οὖν ὁ καλῶς τοὺς τὰ ὀρθὰ βαδίζοντας ἐπιστάμενος, πλὴν τοῦ πλάσαντος καταμόνας τὰς καρδίας ἡμῶν, καὶ συνιέντος εἰς πάντα τὰ ἔργα ἡμῶν; Πολλοὶ γὰρ πολλάκις τῶν δοκούντων εἶναι χρηστῶν, πάντων εἰσὶ πονηρότεροι. Καὶ τοῦτο ἀπεδείχθη μὲν ἤδη καὶ ἐν τῷ παρόντι βίῳ, ἀλλ' ἐπ' ἐνίων, περιστάσεώς τινος γινομένης καὶ ἀνάγκης. Ὅταν δὲ ὁ δοκιμάζων τὰς καρδίας καὶ τοὺς νεφροὺς, ὁ ζῶν καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ὁ διικνούμενος μέχρι μερισμοῦ ψυχῆς καὶ σώματος, ἁρμῶν τε καὶ μυελῶν, ὁ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καθέζηται δικάζων ἡμῖν, τότε δὴ, τότε οὐκ ὀλίγους τινὰς ἐκ πολλῶν, ἀλλὰ πάντας ἐκκαλυπτομένους ὄψει τοὺς τοιούτους· καὶ οὔτε δορὰ προβάτου τὸν λύκον δύναιτ' ἂν, οὔτε κονίασις τάφου τὸν ἔνδον ἀποκρύψαι μολυσμόν. Οὐκ ἔστι γὰρ κτίσις ἀφανὴς ἐνώπιον τοῦ τότε κρίνοντος, ἀλλὰ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ· ὅπερ καὶ ὁ Παῦλος δηλῶν Κορινθίοις ἔλεγεν· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Ἵνα δὲ καὶ τοὺς ὑποκριτὰς ἀφέντες ἐπὶ τοὺς ὀρθῶς βιοῦντας ἔλθωμεν τῷ λόγῳ, πόθεν δῆλον, εἰ τὰ μὲν ἄλλα αὐτοῖς κατώρθωται, τὸ δὲ κεφάλαιον ἠμέληται τῶν ἀγαθῶν ἡ ταπεινοφροσύνη; Καὶ διὰ τοῦτο αὐτοὺς ἀφῆκεν ὁ Θεὸς, ἵνα μάθωσῖν ὅτι οὐ τῇ οἰκείᾳ δυνάμει
9. One account still remains: why ever those who walked uprightly before their trials fell after their trials. Who then knows well those who walk uprightly, except Him Who fashioned our hearts severally, and Who understands all our works? For many of those who seem to be upright are often more wicked than all. And this was already proved even in the present life, yet in the case of some, when some crisis and necessity arose. But when He Who tests the hearts and the reins, Who is living and active and sharper than every two-edged sword, Who pierces even to the division of soul and body, of both joints and marrows, and is the discerner of reflections and thoughts, sits in judgement upon us, then indeed, then you shall see not a few out of many, but all such men uncovered; and neither a sheep's fleece could hide the wolf, nor the whitewashing of a tomb the inward defilement. For there is no creature unmanifest before Him Who then judges, but all things are naked and laid bare to His eyes; which Paul also declaring to the Corinthians said: So then judge nothing before the season, until the Lord come, Who will both bring to light the hidden things of darkness, and make manifest the counsels of the hearts. And so that, leaving aside the hypocrites, we may come in our account to those who live uprightly, whence is it evident whether the other things have been rightly accomplished by them, while the chief of good things, humility, has been neglected? And on this account God left them, so that they might learn that not by their own power
Notes, col. 445

On the reading

Printed μάθωσῖν, for μάθωσιν.

PG 47:446Read from the page
κατώρθουν ἐκεῖνα, ἀλλὰ τῇ χάριτι τοῦ Θεοῦ. Εἰ δὲ λέγοι τις βέλτιον εἶναι κατορθοῦντας ἐπαίρεσθαι ἢ ταπεινωθῆναι πεσόντας, πολὺ καὶ τῆς ἀλαζονείας ἀγνοεῖ τὴν ζημίαν καὶ τῆς ταπεινοφροσύνης τὸ κέρδος. Εὖ γὰρ ἴσθι σαφῶς ὅτι ἄνθρωπος μετὰ ἀπονοίας κατορθῶν, εἴ γε ὅλως τοῦτό ἐστι κατορθοῦν, ταχέως ἐμπεσεῖται εἰς τὴν ἐσχάτην ἀπώλειαν. Καὶ ὁ μὲν ὀλισθῆσαι συγχωρηθεὶς, καὶ μετριάζειν μαθὼν ἀπὸ τοῦ πτώματος, καὶ ἀναστήσεται, καὶ ἀνακτήσεται ἑαυτὸν θᾶττον, εἴ γε βούλοιτο· ὁ δὲ δοκῶν μὲν εὖ πράττειν μετὰ ἀλαζονείας, μηδὲν δὲ πάσχων δεινὸν, οὔτε αἴσθησιν τῆς οἰκείας λήψεται παρανομίας ποτὲ, ἀλλὰ καὶ αὐξήσει τὸ δεινὸν, καὶ λήσεται κενὸς ἐνθένδε ἀπελθών· καθάπερ ἐκεῖνος ὁ Φαρισαῖος, ὃς ἀνῆλθε μὲν δοκῶν τοῖς ἀγαθοῖς ἅπασι πλουτεῖν, κατῆλθε δὲ μαθὼν ὅτι καὶ τοῦ τελώνου πενέστερος ἦν. Ἔστι δὲ καὶ ἕτερον εἶδος πολλὴν ἔχον ἰσχὺν πρὸς τὸ κενῶσαι τὰ μετὰ πολλῶν ἱδρώτων καὶ πόνων συναχθέντα καλὰ, ὁ τῆς κενοδοξίας ἄνεμος. Καθάπερ γὰρ ἄνεμος ἀληθῶς εἰσελθὼν ἐκφυσᾷ ἅπαντας τοὺς τῆς ἀρετῆς θησαυρούς. Ἰδοὺ οὖν καὶ δευτέρα πρόφασις ἡμῖν ἀνεφάνη τῶν τὰ ὀρθὰ βαδιζόντων, ὡς ἔφης. Πολλοὶ γὰρ παρ' ἡμῖν δοκοῦντες ὑπὲρ τῆς ἀρετῆς πολλοὺς ὑπομεμενηκέναι πόνους, καὶ ὑπομένοντες δὲ, ἐπειδὴ πρὸς τὴν παρὰ ἀνθρώπων ὁρῶντες τιμὴν, καὶ οὐ πρὸς τὸν Θεὸν ἅπαντα ἔπραττον, ἀφείθησαν πειρασμῷ περιπεσεῖν, ἵνα τῆς παρὰ τῶν πολλῶν ἀποστερηθέντες δόξης δι' ἣν ἅπαντα ἐζημιώθησαν, καὶ μαθόντες τὴν φύσιν αὐτῆς ὡς οὐδὲν ἄμεινον ἄνθους χόρτου διάκειται, τῷ Θεῷ μόνῳ προσέχωσι τοῦ λοιποῦ, καὶ δι' αὐτὸν ἅπαντα πράττωσι. Καὶ ἕτεροι δὲ πρὸς τούτοις εἰσὶ λόγοι τούτων πολλῷ πλείους, ἡμῖν μὲν ἀφανεῖς, ὡς ἔφην, γνώριμοι δὲ τῷ πεποιηκότι αὐτοὺς Θεῷ. Μὴ τοίνυν ἀσχάλλωμεν ἐπὶ τοῖς γινομένοις, ἀλλ' εὐχαριστῶμεν· τοῦτο γὰρ οἰκετῶν εὐγνωμόνων ἐστί. Σὺ δὲ θαυμάζων ὅτι μὴ πρότερον, ἡνίκα ἐτρύφας καὶ τὴν κοσμικὴν περιέκεισο φαντασίαν, ἀλλὰ νῦν, ὅτε πάντα ἐκεῖνα ἔῤῥιψας, καὶ σαυτὸν ὅλον ἀνέθηκας τῷ Θεῷ, τότε ἐπεπήδησεν οὗτος ὁ μιαρὸς, παραπλήσιον ποιεῖς ὥσπερ ἂν εἰ ἐθαύμαζες, τί δήποτε τοῖς μὲν θεαταῖς οὐδεὶς ἐνοχλεῖ, τῷ δὲ ἀπογραψαμένῳ πρὸς τὸ πυκτεύειν, καὶ γυμνασθέντι, καὶ εἰς τὸν ἀγῶνα καθέντι, τούτῳ μόνῳ πάντων ἔπεισιν ὁ ἀνταγωνιστὴς, πατάσσων τὴν κεφαλὴν, καὶ κόπτων τὸ πρόσωπον. Οὐ δὴ τοῦτό ἐστι θαυμαστὸν οὐδὲ ἀθυμίας ἄξιον, εἰ πυκτεύειν ἡμῖν ἑλομένοις, ἐκεῖνος θλίβει καὶ ἀνιᾷ καὶ βαρύνει· οὗτος γὰρ τῶν πυκτευόντων ὁ νόμος· ἀλλ' εἰ περιτρέπει καὶ καταβάλλει καὶ τὸ βραβεῖον ἀφαιρεῖται, τοῦτό ἐστι τὸ δεινόν. Ἕως δ' ἂν τοῦτο μὴ δύνηται, οὐ μόνον οὐδὲν ἔβλαψεν, ἀλλὰ καὶ τὰ μέγιστα ὤνησε τῇ σφοδρᾷ συμπλοκῇ σεμνοτέρους ἡμᾶς ποιήσας. Καὶ γὰρ ἐν τοῖς στρατοπέδοις ἐκεῖνός ἐστιν ὁ πάντων ἀμείνων, ὁ πλείονα τραύματα ἐπιδεῖξαι ἔχων, καὶ τὰ μονομάχια πρὸς τοὺς εὐτονωτέρους τῶν πολεμίων ἀναδεξάμενος· καὶ τῶν ἀθλητῶν δὲ τοὺς τοῖς ἀκαθαιρέτοις συμπλεκομένους (οὕτω γὰρ τοὺς φιλονεικοτέρους καλοῦσι τῶν ἀνταγωνιστῶν) θαυμάζομεν· καὶ κυνηγέτης οὗτος μάλιστά ἐστιν ὁ κρατούμενος, ὁ τὰ δυσάλωτα τῶν θηρίων καταδεχόμενος. Ἀναιδής ἐστι καὶ ἀκατάπληκτος
were they rightly accomplishing those things, but by the grace of God. And if someone should say that it is better for those who act rightly to be lifted up than, having fallen, to be humbled, he is greatly ignorant both of the loss of arrogance and of the gain of humility. For know well and clearly that a man who acts rightly with folly—if indeed this is acting rightly at all—will quickly fall into utter destruction. And the one permitted to slip, and having learned moderation from his fall, will both rise up and recover himself more swiftly, if indeed he should be willing; whereas the one who seems to do well with arrogance, and suffers nothing dreadful, will neither ever gain perception of his own transgression, but will even increase the evil, and will unawares depart hence empty—just like that Pharisee, who went up seeming to be rich in all good things, yet came down having learned that he was poorer even than the tax-collector. And there is also another kind possessing great strength to empty out the good things gathered with much sweat and toil: the wind of vainglory. For truly like a wind entering in, it blows away all the treasures of virtue. Behold, therefore, a second occasion has appeared to us in the case of those who walk uprightly, as you said. For many among us who seem to have endured many toils on behalf of virtue, and who do endure them, since they did all things looking towards the honour from men and not towards God, were left to fall into trial, so that, deprived of the glory from the multitude on account of which they suffered the loss of all things, and having learned its nature—how it is disposed no better than a flower of grass—they may cleave to God alone henceforth, and do all things on His account. And besides these there are also other reasons far more numerous than these, unmanifest to us, as I said, yet known to God Who made them. Let us not, therefore, chafe at the things that happen, but give thanks; for this is the part of grateful servants. Yet you, wondering why this foul one did not leap upon you formerly, when you revelled in luxury and were clad in worldly pomp, but now, when you have flung all those things away and dedicated your whole self to God, act in a similar way as if you were to wonder why ever no one troubles the spectators, whereas upon him who has enrolled himself to box, and has trained, and has gone down into the contest, upon him alone of all the antagonist comes, striking his head and battering his face. Surely this is not wonderful nor worthy of despondency, if when we have chosen to box, that one afflicts and distresses and weighs us down—for this is the law of boxers—but if he overturns and throws us down and snatches away the prize, this is what is dreadful. Yet so long as he is unable to do this, not only has he done no harm, but he has even conferred the greatest benefit by making us more illustrious through the fierce grappling. For in camps too that man is the best of all who has more wounds to show, and has undertaken single combats against the more vigorous of the enemies; and among athletes too we admire those who grapple with the unconquerable (for so they call the more contentious of the antagonists); and that hunter is held in the highest esteem who takes on the hard-to-capture among wild beasts. Shameless and undaunted is