Ὅταν δὲ ταῦτα πάντα παύσηται καὶ καταλυθῇ, τότε ὁ τῆς ὀγδοάδος δρόμος εις μέσον ἄγεται· οὐ γὰρ ἀνατρέχει πάλιν ἐπὶ τὴν ἀρχὴν, ἀλλὰ τῶν ἑξῆς ἔχεται διαστημάτων. Ὁ τοίνυν προφήτης ὑπὸ πολλῆς κατανύξεως ἐγγεγραμμένην τῆς κρίσεως τὴν μνήμην εἶχε διαπαντὸς, καὶ τὴν ἡμέραν ἐκείνην ἐν τοσαύτῃ θεραπείᾳ καὶ τρυφῇ διηνεκῶς ἔστρεφε παρ' ἑαυτῷ, ἣν ἐν ταῖς θλίψεσι μόλις ἡμεῖς εις μνήμην λαμβάνομεν· καὶ τὰ κρίματα αὐτοῦ συνεχῶς ἀναλογιζόμενος τοῦτον ἔγραψε τὸν ψαλμόν. Καὶ τί φησι; Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· θυμὸν καὶ ὀργὴν λέγων τὴν ἐπίτασιν τῆς τιμωρίας (οἶδε γὰρ παντὸς πάθους τὸ Θεῖον ἀπηλλαγμένον), καίτοι γε ἑαυτῷ συνειδὼς οὐ κολάσεως οὐδὲ τιμωρίας, ἀλλὰ τιμῆς ἄξια καὶ στεφάνων. Ἥ τε γὰρ πίστις, δι' ἧς κατήνεγκε τὸν τῶν ἀλλοφύλων πύργον, καὶ τὸ πᾶν τῶν Ἰουδαίων ἔθνος ἐξ αὐτῶν ἥρπασε τῶν τοῦ θανάτου πυλῶν, ἥ τε εἰς τὸν ἠδικηκότα εὐεργεσία γενομένη καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, καὶ πρὸ τούτων ἡ τοῦ Θεοῦ περὶ αὐτοῦ ψῆφος ἐξενεχθεῖσα, πᾶσαν ἱκανὴ δεῖξαι τοῦ ἀνδρὸς τὴν ἀρετὴν, καὶ τῶν κατορθωμάτων μᾶλλον αὐτῶν. Τὰ μὲν γὰρ ἔργα, κἂν ᾖ μεγάλα καὶ θαυμαστὰ, ὅμως πονηρὰ ὑποπτευθῆναι δύναιτ' ἂν, εἰ καὶ τὰ μάλιστα πάσης ὑποψίας ἀπήλλακτο τοῦ δικαίου τὰ κατορθώματα· ὅταν δὲ ὁ Θεὸς ὁ μαρτυρῶν ᾖ, πάσης ἐκτὸς ὑποψίας ἡ ψῆφός ἐστιν· οὐ γὰρ, εἰ μὴ τὴν ἀκριβεστάτην βάσανον τῆς ἀρετῆς ἐπεδείξατο, τῆς ἐν τοῖς οὐρανοῖς ἀνακηρύξεως ἔτυχεν ἄν. Τί οὖν ὁ Θεός φησι περὶ αὐτοῦ; Εὗρον Δαυῖδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Ἀλλ' ὅμως μετὰ τὴν τοιαύτην κρίσιν καὶ τὰς τοσαύτας ἀνδραγαθίας, τὰ τῶν κατεγνωσμένων ἐφθέγγετο ῥήματα, καὶ οὐδεμίαν ἐχόντων παῤῥησίαν πρὸς τὸν Θεὸν, πληρῶν ἐκεῖνο τὸ εὐαγγελικὸν, τὸ, Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Τί τούτων πλέον ἐφθέγξατο ὁ ὄντως μυρίων γέμων κακῶν ὁ τελώνης ἐκεῖνος, ὁ μηδὲ ἀναβλέψαι εἰς τὸν οὐρανὸν ὑπομένων, μηδὲ μακρὸν κατατεῖναι λόγον, μηδὲ πλησίον στῆναι τοῦ Φαρισαίου τολμῶν; Ὁ μὲν γὰρ ὠνείδιζεν αὐτὸν λέγων, ὅτι Οὐκ εἰμὶ ὡς οι λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοὶ, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· ὁ δὲ ὡς μηδὲν ἀκούσας δυσχερὲς καὶ κατεδέξατο τὸ λεχθὲν, καὶ οὐ μόνον οὐκ ἠγανάκτησεν, ἀλλὰ καὶ τὸν ὑβριστὴν ἐκεῖνον καὶ ἀλαζόνα τοσαύτῃ τετίμηκε τιμῇ, ὡς μηδὲ τῆς πατουμένης ὑπ' ἐκείνου γῆς ἄξιον εἶναι νομίζειν ἑαυτόν· καὶ ῥῆμα μὲν εἶπεν οὐδὲν, πλὴν ὅσον τὰς ἁμαρτίας ὁμολογῆσαι τὰς ἑαυτοῦ· τὰ δὲ στέρνα τύπτων σφοδρῶς, οὕτω παρεκάλει ἵλεων γενέσθαι τὸν Θεόν. Ἀλλὰ τὸ μὲν ἐκεῖνον ταῦτα ποιεῖν οὐδὲν θαυμαστόν· τὸ γὰρ τῶν ἁμαρτημάτων πλῆθος καὶ ἑκόντα αὐτὸν καὶ ἄκοντα κάτω κύπτειν ἠνάγκαζε· τὸ δὲ τὸν δίκαιον καὶ μηδὲν ἑαυτῷ συνειδότα τοιοῦτον μετὰ τῆς αὐτῆς τῷ τελώνῃ προσιέναι καταγνώσεως, τοῦτό ἐστι τὸ παράδοξον, καὶ ψυχῆς ὄντως συντετριμμένης σημεῖον. Τοῦ γὰρ, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, τί διενήνοχε τὸ, Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με; Μᾶλλον δὲ τοῦτο ἐκείνου καὶ πολλῷ πλέον ἐστίν. Ὁ μὲν γὰρ τελώνης οὐδὲ ἀναβλέψαι εἰς τὸν οὐρανὸν οὐκ ἐτόλμησεν, ὁ δὲ δίκαιος τούτου μεῖζον ἐποίησεν. Ἐκεῖνος μὲν γὰρ ἔλεγεν, Ἱλάσθητί μοι, οὗτος δὲ οὐδὲ τοῦτο ἐθάῤῥησεν εἰπεῖν· οὐ γὰρ εἶπε, Μὴ ἐλέγξῃς με, ἀλλὰ, Μὴ τῷ θυμῷ σου, οὐδὲ, Μὴ παιδεύσῃς με, ἀλλὰ, Μὴ τῇ ὀργῇ σου, οὐ τὸ μὴ κολασθῆναι, ἀλλὰ τὸ μὴ σφόδρα τοῦτο παθεῖν αιτῶν. Ὥστε πάντοθεν
Yet when all these things cease and are dissolved, then the course of the ogdoad is brought into the midst; for it does not run back again to the beginning, but holds fast to the succeeding intervals. The prophet, therefore, out of great compunction held the remembrance of the judgement engraved within him always, and in such attendance and luxury unceasingly turned over within himself that day which we scarcely call to remembrance even in afflictions; and continually reckoning up His judgements, he wrote this psalm. And what does he say? O Lord, rebuke me not in Thy wrath, nor chasten me in Thine anger—calling the severity of chastisement wrath and anger (for he knows that the Divine Nature is free from every passion), even though he was conscious within himself of things worthy not of punishment nor chastisement, but of honour and crowns. For both the faith through which he brought down the tower of the Philistines, and snatched the whole nation of the Jews out of the very gates of death, and the kindness done once and twice and many times towards him who had wronged him, and before these the verdict of God pronounced concerning him, were sufficient to show all the man's virtue, and even more than his righteous deeds themselves. For works, even if they be great and marvellous, might nevertheless be suspected of being evil, even though the righteous man's good deeds were most of all free from every suspicion; whereas when it is God Who bears witness, the verdict is beyond every suspicion; for had he not displayed the most exact proof of virtue, he would not have obtained the proclamation in the heavens. What, then, does God say concerning him? I have found David the son of Jesse, a man after Mine own heart. Yet nevertheless, after such a judgement and so many brave deeds, he uttered the words of men condemned and having no boldness of speech at all towards God, fulfilling that evangelical saying, When you have done all things, say, We are unprofitable servants. What more than these things did that tax-gatherer utter who was truly teeming with myriad evils, who did not even endure to lift up his eyes unto heaven, nor dare to draw out a long speech, nor to stand near the Pharisee? For the one reproached him, saying, I am not as the rest of men, extortioners, unjust, adulterers, or even as this tax-gatherer; whereas the other, as though hearing nothing harsh, both accepted what was said, and not only was not indignant, but even honoured that insolent and boastful man with so great honour that he deemed himself worthy not even of the earth trodden by him; and he spoke no word at all, save only so much as to confess his own sins; and smiting his breast vehemently, thus he entreated God to become gracious. Yet that he should do these things is nothing wonderful; for the multitude of his sins compelled him, willing and unwilling, to bow down below; whereas that the righteous man, conscious within himself of nothing such, should draw near with the same self-condemnation as the tax-gatherer, this is what is marvellous, and a sign of a soul truly broken. For wherein does O Lord, rebuke me not in Thy wrath, nor chasten me in Thine anger differ from Be merciful to me the sinner? Or rather this is even far more than that. For the tax-gatherer did not even dare to lift up his eyes unto heaven, whereas the righteous man did more than this. For that man used to say, Be merciful to me, whereas this man did not even take courage to say this; for he did not say, Rebuke me not, but, Not in Thy wrath, nor, Chasten me not, but, Not in Thine anger, asking not to go unpunished, but not to suffer this exceedingly. So that from every side