Migne Reading Room

PG 47 · cols. 417–422 · Read from the page

On Compunction, two books

On Compunction, two books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:417Read from the page
αὐτοῦ τὸ ταπεινὸν τῆς ψυχῆς ἔστιν ἰδεῖν, ἀπό τε τοῦ τοσαύτης ἑαυτὸν κολάσεως ἄξιον εἶναι νομίζειν, ἀπό τε τοῦ μὴ τολμᾷν ὑπὲρ παντελοῦς συγχωρήσεως ἀξιοῦν τὸν Θεόν· ὃ τῶν σφόδρα κατεγνωσμένων ἐστὶ, καὶ πεπεικότων ἑαυτοὺς ὅτι πάντων εἰσὶ τῶν ἀνθρώπων ἁμαρτωλότεροι. Καὶ τὸ δὴ τούτου μεῖζον, ὅτι καὶ αὐτὸ τὸ μὴ σφόδρα κολασθῆναι ἀπὸ τοῦ ἐλέους καὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ λαβεῖν, ὡς ἐξησθενηκὼς, ἀξιοῖ· Ἐλέησον γάρ με, φησὶν, ὅτι ἀσθενής εἰμι. Τί τοῦτο; ὁ τοιαύτης μαρτυρίας ἀπολαύσας, καὶ τὰ κρίματα τοῦ Θεοῦ μὴ ἐπιλανθανόμενος (Τὰ κρίματά σου γὰρ, φησὶν, οὐκ ἐπελαθόμην), ὁ τοῦ ἡλίου φαιδρότερον λάμπων, οὗτος τοιαῦτα φθέγγεται ῥήματα; Ναί· τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι οὕτω μεγάλα κατορθῶν οὐδὲν οὐδέποτε μέγα οὔτε εἶπέ τι, οὔτε ἐνόμισε περὶ ἑαυτοῦ, ἀλλὰ πάντων ἔσχατον ἑαυτὸν εἶναι ἐδόκει, καὶ ἀπὸ μόνης ἠξίου τῆς τοῦ Θεοῦ σώζεσθαι φιλανθρωπίας, ὡσανεὶ ἔλεγεν· Ἄξιος μέν εἰμι τιμωρίας ἀπαραιτήτου, καὶ τοῦ κολασθῆναι ἀθάνατα· διὰ δὲ τὸ μηκέτι δύνασθαι φέρειν ἀξιῶ μοι λύσιν γενέσθαι τῶν παρόντων κακῶν· καθάπερ τῶν οἰκετῶν οἱ μυρία ἐργασάμενοι δεινὰ, ὅτι μὲν οὐχ ἥμαρτον οὐκ ἂν ἔχοιεν εἰπεῖν, διὰ δὲ τὸ τὴν ὀδύνην ἀφόρητον εἶναι τὴν ἀπὸ τῶν μαστίγων, ἀξιοῦσιν ἀνεθῆναι λοιπὸν τῶν πληγῶν. Ἐγὼ δὲ αὐτὸν καὶ ἄλλην ἀσθένειαν οἶμαι αἰνίττεσθαι νῦν. Τίνα δὴ ταύτην; τὴν ἀπὸ τῆς ἀθυμίας καὶ τῶν ὀδυρμῶν ἐγγινομένην αὐτῷ. Εἴωθε γὰρ ἡ τῆς λύπης ὑπερβολὴ, ὅταν ἡμῖν ἐπισκήψῃ σφοδρότερον, ἅπασαν περιτρώγειν τῆς ψυχῆς τὴν ἰσχύν. Ὅπερ οἶμαι καὶ τὸν δίκαιον πεπονθέναι ἐκ τοῦ σφόδρα καταγινώσκειν ἑαυτοῦ, καὶ μηδέποτε χρηστὰς ἑαυτῷ ὑποτείνειν ἐλπίδας, ἀλλὰ τὰς ἐναντίας ἀεί. Τοῦτο γοῦν καὶ ἐκ τῶν ἑξῆς δῆλον ποιεῖ· Ἐλέησον γάρ με, ἐπήγαγεν, ὅτι ἀσθενής εἰμι· Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα, πρότερον εἰπών· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. Εἰ δὲ ὁ συνειδὸς ἔχων οὕτω καθαρὸν ἀξιοῖ μὴ γενέσθαι τῶν πεπραγμένων ἐξέτασιν ἀκριβῆ, τί ποιήσομεν ἡμεῖς οἱ τοσούτοις ἐναπειλημμένοι κακοῖς, καὶ τοσοῦτον ἀπάδοντες τῆς παῤῥησίας ἐκείνου, καὶ μηδὲ τὸ πολλοστὸν τῆς ἐξομολογήσεως ἐκείνης ἐπιδειξάμενοι μέρος; Πόθεν οὖν ὁ μακάριος οὕτως ἐξωμολογεῖτο; Πεπαίδευτο ὅτι οὐδεὶς δικαιωθήσεται ἐνώπιον τοῦ Θεοῦ, καὶ ὅτι καὶ ὁ δίκαιος μόλις σώζεται. Διὰ τοῦτο ποτὲ μὲν παρακαλεῖ λέγων, Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου· ποτὲ δὲ, Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι.
one may behold the humility of his soul, both from his deeming himself worthy of so great a punishment, and from his not daring to ask God for complete forgiveness; which belongs to those who highly condemn themselves, and have persuaded themselves that they are more sinful than all men. And what is still greater than this, even the very reprieve from severe punishment he begs to receive from the mercy and loving-kindness of God, as one utterly enfeebled: Have mercy upon me, he says, for I am weak. What is this? Does he who enjoyed such testimony, and did not forget the judgements of God (For Thy judgements, he says, I have not forgotten), he who shines more brightly than the sun, utter such words as these? Yes; for this is the marvellous thing, that while achieving such great deeds he never at any time either spoke or thought anything great concerning himself, but deemed himself to be the last of all, and asked to be saved from the loving-kindness of God alone, as though he were saying: I am indeed worthy of inexorable vengeance, and of being punished immortally; yet because I am no longer able to endure, I beg that a release from my present ills be granted me; just as those servants who have wrought ten thousand dreadful deeds could not say that they did not sin, yet because the pain from the scourges is unbearable, they beg at last to be relieved of the blows. Yet I think that he also hints now at another weakness. What then is this? That which arises in him from despondency and lamentations. For the excess of sorrow is wont, when it falls upon us more vehemently, to gnaw away all the strength of the soul. Which very thing I think the righteous man also suffered from severely condemning himself, and never holding out good hopes to himself, but always the contrary ones. This at least he makes clear also from what follows: For have mercy upon me, he added, because I am weak; heal me, O Lord, for my bones are troubled, and my soul is exceedingly troubled, having previously said: O Lord, rebuke me not in Thy wrath. And if he who has so pure a conscience begs that there should not be a strict examination of the things he has done, what shall we do who are caught in so many evils, and fall so far short of his boldness of speech, and have displayed not even the smallest fraction of that confession? Whence then did the blessed man make confession thus? He had been taught that no one shall be justified in the sight of God, and that even the righteous man is scarcely saved. Therefore at one time he beseeches, saying, Enter not into judgement with Thy servant; and at another time, Have mercy upon me, O Lord, for I am weak.
εʹ. Τοῦτο γὰρ ἄξιον πανταχοῦ σκοπεῖν, πῶς οὐδαμοῦ μέμνηται τῶν οἰκείων κατορθωμάτων, ἀλλ' ἐπὶ τὴν φιλανθρωπίαν τοῦ Θεοῦ ῥίπτει τὴν σωτηρίαν τὴν ἑαυτοῦ. Τοῦτο γὰρ συντετριμμένης ψυχῆς, τοῦτο τεταπεινωμένου πνεύματος, τοῦτο ποιεῖ μεγάλα κατορθοῦντα τῶν ἁμαρτωλῶν μᾶλλον δεδοικέναι καὶ τρέμειν. Ὅτι γὰρ ἔτρεμε μὲν οὕτω καὶ ἐδεδοίκει, ἄκουσον αὐτοῦ λέγοντος· Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ἤδει γὰρ, ᾔδει σαφῶς, ὅτι πολλῶν ἐσμεν ὀφλημάτων ὑπεύθυνοι τῷ Θεῷ, καὶ ὅτι τὰ μικρότατα τῶν ἁμαρτημάτων μεγάλης ἀξιοῦται τιμωρίας· ἔγνω προορῶν ἄνωθεν ἅπερ ἔμελλε νομοθετεῖν ὁ Χριστὸς ἐλθών· οὐ φόνων μόνον, ἀλλὰ καὶ ὕβρεων καὶ λοιδοριῶν καὶ ἐννοιῶν πονηρῶν καὶ γέλωτος καὶ ἀκαίρου λόγου καὶ εὐτραπελίας καὶ τῶν ἔτι μικροτέρων χαλεπὴν κεῖσθαι
5. For this is worthy to be observed everywhere, how nowhere does he make mention of his own righteous deeds, but casts his salvation upon the loving-kindness of God. For this belongs to a contrite soul, this to a humbled spirit, this makes one who achieves great things fear and tremble more than sinners. For that he did thus tremble and fear, hear him saying: If Thou shouldst mark iniquities, O Lord, O Lord, who shall stand? For he knew, he knew clearly, that we are liable to God for many debts, and that the very smallest of sins are deemed worthy of great vengeance; foreseeing from above, he knew the things which Christ was about to legislate upon coming: that not for murders only, but also for insolent acts and revilings and wicked thoughts and laughter and unseasonable speech and jesting and things still smaller, a grievous
PG 47:418Read from the page
τὴν δίκην ἐπίστευε. Διὰ τοῦτο καὶ ὁ Παῦλος, καίτοι μηδὲν ἑαυτῷ συνειδὼς, ἔλεγεν· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. Τί δήποτε; Ὅτι καὶ εἰ μηδὲν κακὸν αὐτῷ εἴργαστο, ὥσπερ οὖν οὐδὲ εἴργαστο, τῆς γοῦν εἰς τὸν Θεὸν ὀφειλομένης τιμῆς οὐχ ἡγεῖτο πεπληρωκέναι τὸ μέτρον. Κἂν γὰρ μυριάκις ἀποθάνωμεν, κἂν πᾶσαν ἀρετὴν ἐπιδειξώμεθα, οὐδὲ τὴν ἀξίαν ἀποδεδώκαμεν τῶν εἰς ἡμᾶς ὑπηργμένων παρὰ τοῦ Θεοῦ τιμῶν.
penalty is laid down, he believed. Therefore Paul also, although conscious of nothing against himself, said: I am conscious of nothing against myself, yet I am not hereby justified. Why ever so? Because even if no evil had been wrought by him, just as indeed none had been wrought, at least he did not deem himself to have fulfilled the measure of the honour owed to God. For even if we should die ten thousand times, even if we should display every virtue, we have not rendered the worthy return for the honours bestowed upon us by God.
Ὅρα γάρ· Οὐδενὸς τῶν παρ' ἡμῶν δεόμενος, ἀλλ' αὐτὸς ἀρκῶν ἑαυτῷ, οὐκ ὄντας ἡμᾶς εἰς τὸ εἶναι παρήγαγε, ψυχὴν ἐνέπνευσεν, οἵαν οὐδενὶ τῶν ἐπὶ τῆς γῆς, παράδεισον ἐφύτευσεν, οὐρανὸν ἔτεινε, γῆν ὑπεστόρεσε, φωστῆρας ἀνῆψε λαμπροὺς, καὶ τὴν μὲν γῆν λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς καὶ ἄνθεσι κατεκόσμησε καὶ φυτοῖς, τὸν δὲ οὐρανὸν τῷ ποικίλῳ τῶν ἄστρων καταστίξας χορῷ, τῆς ἡμέρας ἡμῖν οὐχ ἧττον τὴν νύκτα χρησιμωτέραν εἰργάσατο διὰ τὴν ἐκ τοῦ ὕπνου ἐγγινομένην ἀνάπαυσιν καὶ ἰσχύν. Τῶν γὰρ σιτίων οὐχ ἧττον ἡμῖν οὗτος τρέφει τὰ σώματα· καὶ δῆλον ἐκεῖθεν· λιμοῦ μὲν γὰρ πολλάκις ἴδοι τις ἂν πολλὰς κατατολμῶντας ἡμέρας, ὕπνου δὲ οὐδὲ ὀλίγας δυνατόν. Καὶ τὴν ἐν ἡμέρᾳ δὲ γενομένην φλόγα, τὴν τε ἀπὸ τῆς ἀκτῖνος, τήν τε ἀπὸ τῶν μόχθων τῶν καθημερινῶν καταψύχων καὶ διαλύων, οὕτως ἀκμάζοντας πάλιν ἡμᾶς πρὸς τοὺς πόνους ἀνίστησι· χειμῶνος δὲ ὥρᾳ, τῷ μήκει τοῦ δρόμου καὶ ἐπιπλέον ἡμῖν παρέχει τὴν ἀνάπαυσιν καὶ τὸ θάλπος, ὑπωροφίους εἶναι καταναγκάζων. Καὶ τὸ σκότος δὲ οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τούτῳ συγκεκλήρωται τῷ καιρῷ, ἀλλ' ὑπὲρ ἀναπαύσεως πλείονος. Ὥσπερ οὖν αἱ φιλόστοργοι τῶν μητέρων, ὅταν κατευνάσαι τὰ παιδία βουληθῶσιν ἀλύοντα, ὑπὸ τὰς ἀγκάλας θεῖσαι τὰς ἑαυτῶν, καὶ τῷ χιτωνίσκῳ τὰς ὄψεις περιβαλοῦσαι, κατακοιμίζουσιν· οὕτω καὶ ὁ Θεὸς, καθάπερ τι καταπέτασμα τὸ σκότος κατὰ τῆς οἰκουμένης ἁπλώσας, παύει τοὺς ἀνθρώπους τῶν πόνων. Εἰ γὰρ μὴ τοῦτο ἦν, ὑπὸ τῆς φιλοπραγμοσύνης ἢ φιλαργυρίας τῆς ἄγαν καὶ ὑπὸ τῶν πόνων ἅπαντες ἂν διεσπάσθημεν· νυνὶ δὲ καὶ ἄκοντας ἡμᾶς τῶν ἱδρώτων ἀνίησιν. Οὐ τὰ σώματα δὲ ἡμῖν ἀνίησι μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν οὗτος ὁ νόμος τῶν σωμάτων οὐχ ἧττον. Τί γὰρ ἄν τις λέγοι τὴν ἐν τῷ καιρῷ τούτῳ γαλήνην, τὴν ἡσυχίαν, καὶ πῶς ἅπαντα γέμει σιγῆς, καὶ θορύβων ἐστὶ καθαρὰ, καὶ οὐκ ἔστιν ἀκοῦσαι κραυγῆς τινος καθάπερ ἐν ἡμέρᾳ, τῶν μὲν πενίαν ὀδυρομένων, τῶν δὲ ἐπήρειαν καταβοώντων, τῶν δὲ ἀῤῥωστίαν σώματος καὶ πηρώσεις θρηνούντων, καὶ τῶν μὲν θάνατον τῶν οἰκείων, τῶν δὲ ζημίαν χρημάτων, τῶν δὲ ἄλλο τι τῶν ἀνθρωπίνων· πολλὰ δὲ ταῦτά ἐστιν· ὧν τούτων ἁπάντων καθάπερ τρικυμιῶν ἐξαρπάσασα πρὸς τὸν αὐτῆς ἀναπαύει λιμένα τὸ τῶν ἀνθρώπων γένος ἡ νύξ. Καὶ διὰ μὲν τῆς νυκτὸς τοσαῦτα ἡμῖν τὰ ἀγαθά· διὰ δὲ τῆς ἡμέρας ταῦτα, ἅπερ ἅπαντες ἴσμεν. Τί ἄν τις εἴποι τὴν πρὸς τὰς ἐπιμιξίας εὐκολίαν γινομένην ἡμῖν; Ἱνὰ γὰρ μὴ τῆς ὁδοιπορίας τὸ μῆκος ἀποτροπὴ γίγνοιτο τῆς συνουσίας τῆς πρὸς ἀλλήλους, ἐπιτομωτέραν ἡμῖν ὁδὸν τὴν θάλασσαν ἀνῆκε πανταχοῦ τῆς γῆς ὁ Θεὸς, ἵνα ὥσπερ οἶκον ἕνα τὴν οἰκουμένην οἰκοῦντες, οὕτω θαμινὰ παρ' ἀλλήλους βαδίζωμεν, καὶ τῶν παρ' ἑαυτῷ ἕκαστος τῷ πλησίον μεταδιδοὺς εὐκόλως, ἀντιλαμβάνῃ τὰ παρ' ἐκείνου, καὶ μικρὸν τῆς γῆς μέρος κατέχων, ὥσπερ
For behold: standing in need of nothing that is ours, but being sufficient unto Himself, He brought us into being when we did not exist, breathed in a soul such as He gave to none of the creatures upon the earth, planted paradise, stretched out heaven, spread out earth beneath, kindled bright luminaries, and adorned the earth on the one hand with lakes and springs and rivers and flowers and plants, and speckling the heaven on the other hand with the varied choir of the stars, He made the night no less useful to us than the day through the rest and strength arising from sleep. For no less than meats does this nourish our bodies; and that is plain from this: for one might often see men braving hunger for many days, whereas with sleep not even a few are possible. And cooling and dissolving the flame engendered by day, both that from the sunbeam and that from daily toils, He thus raises us up vigorous once again for our labours; and in the season of winter, by the length of its course He affords us rest and warmth even more abundantly, compelling us to stay beneath a roof. And darkness too has been allotted to this season not merely or in vain, but for the sake of fuller rest. Just as affectionate mothers, when they wish to lull their fretful children to sleep, place them beneath their arms, and wrapping their eyes with their tunic, put them to sleep; so also God, spreading darkness like a curtain over the inhabited world, stays men from their labours. For were this not so, through excessive busyness or greed for money and through our labours we would all have been torn apart; but now even against our will He releases us from our sweat. Nor does this law of bodies release our bodies alone for us, but also our soul no less than our bodies. For what might one say of the calm in this season, the quietness, and how all things are filled with silence and pure of tumults, and one cannot hear any outcry as in the daytime, when some bewail poverty, others cry out against abuse, others mourn bodily infirmity and maimings, and some the death of their kin, others the loss of wealth, and others some other human ill—and these are many—from all of which, snatching mankind away as from triple waves, night brings it to rest in her harbour? And by night such are our blessings; while by day they are those which we all know. What might one say of the facility afforded us for intercourse? For lest the length of the journey by land should become a hindrance to our fellowship with one another, God opened up the sea everywhere over the earth as a more concise road for us, so that, inhabiting the world as though a single house, we may thus walk frequently to one another, and each man, readily imparting his own goods to his neighbour, may receive in turn the things that are his, and while possessing a small portion of the earth, as though
Notes, col. 418

On the reading

Printed τὴν τε, for τήν τε.

Printed Ἱνὰ, for Ἵνα.

PG 47:419Read from the page
ἁπάσης κύριος ὢν, τῶν πανταχοῦ γινομένων ἀπολαύῃ καλῶν· καθάπερ ἐπὶ τραπέζης πλουσίας ἑκάστῳ τῶν δαιτυμόνων τὸ παρατεθειμένον αὐτῷ δόντι τῷ πόῤῥωθεν κατακειμένῳ, τὸ παρ' ἐκείνῳ κείμενον ἀντιλαβεῖν ἔξεστι τὴν χεῖρα μόνον ἐκτείναντα. Εἰ δέ τις καὶ τὰ ἄλλα πάντα ἐπελθεῖν ἐπιχειρήσειε τῷ λόγῳ, εἰς ἄφατον ἐκπεσεῖται μῆκος, καὶ οὐδὲ μικρὸν ἐπελεύσεται μέρος· πῶς γὰρ ἄνθρωπος ὢν καὶ τὴν ἄπειρον τοῦ Θεοῦ σοφίαν ἀναμετρεῖν ἐπιχειρῶν; Ἐννόησον γὰρ τέως τὰς τῶν φυτῶν διαφορὰς, τῶν καρποφόρων, τῶν ἀκάρπων, τῶν ἐν ἐρήμοις, τῶν κατὰ τὴν οἰκουμένην, τῶν ἐν ὄρεσι, τῶν ἐν πεδίοις· ἴδε τὴν ἐν τοῖς σπέρμασι ποικιλίαν, τὴν ἐν ταῖς βοτάναις, τὴν ἐν τοῖς ἄνθεσι, τὴν ἐν τοῖς ζώοις τοῖς χερσαίοις, τοῖς ἀμφιβίοις, τοῖς νηκτοῖς· ἐννόησον ὅτι τὰ ὁρώμενα ἅπαντα δι' ἡμᾶς, οὐρανὸς, γῆ, θάλασσα, τὰ ἐν τούτοις ἅπαντα. Καθάπερ γάρ τις βασίλεια ἑαυτῷ λαμπρὰ κατασκευάσας, πολλῷ μὲν ἀποστίλβοντα τῷ χρυσῷ, πολλῇ δὲ λάμποντα τῇ τῶν λίθων αἴγλῃ, οὕτω τὸν κόσμον τεκτηνάμενος ὁ Θεὸς ἤγαγε τὸν ἄνθρωπον βασιλεύοντα πάντων τῶν ἐν αὐτῷ. Καὶ τὸ πολλῷ θαυμασιώτερον, τούτου τοῦ οἴκου οὐκ ἀπὸ λίθων κατασκευάσας τὸν ὄροφον, ἀλλ' ἐξ ἑτέρας ὕλης τιμιωτέρας αὐτὸν συμπηξάμενος, οὐδὲ λυχνίας χρυσῆς φλόγα ἀνάψας, ἀλλ' ἄνωθεν τὰς λαμπάδας ἀφεὶς διατρέχειν τούτου τοῦ οἴκου τὴν στέγην ἐκέλευσεν, ὡς μὴ χρήσιμον μόνον, ἀλλὰ καὶ πολλὴν ἡμῖν εἶναι τὴν ἡδονήν· τὸ δὲ ἔδαφος ἀντὶ τραπέζης ἀνῆκε πολυτελοῦς. Καὶ ταῦτα παρέσχε τῷ μηδὲν οὐδέπω ἐπιδειξαμένῳ καλόν. Ἀλλ' ὅμως μετὰ τὴν τοσαύτην δωρεὰν ἀγνώμονα περὶ τὸν εὐεργέτην γενόμενον, οὐδὲ οὕτως ἐστέρησε τῆς τιμῆς, ἀλλ' ἐκβαλὼν μόνον τοῦ παραδείσου, τούτῳ κολάζει, περαιτέρω προβῆναι τὴν ἀγνωμοσύνην κωλύων, καὶ τὴν ἐπὶ τὸ χεῖρον ἀναστέλλων ῥοπήν. Ταῦτα δὴ πάντα ἀναλογιζόμενος ὁ Ἀπόστολος, καὶ τούτων πλείονα, ἅτε Πνεύματι θείῳ κινούμενος, τά τε ἐξ ἀρχῆς, τά τε καθ' ἑκάστην ἡμέραν, τά τε εἰς ἕνα ἕκαστον, τά τε εἰς ἅπαντα κοινῇ γινόμενα, καὶ τὰ φανερῶς, καὶ τὰ λάθρα πολλῷ πλείονα ὄντα τῶν φανερῶν, καὶ ἔτι τὰ κατὰ τὴν οἰκονομίαν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ τὰ μέλλοντα ἀγαθὰ, καὶ πάντα ἁπλῶς περισκοπῶν, καὶ πανταχόθεν συλλέγων τοῦ Θεοῦ τὴν ἄφραστον ἀγάπην, καὶ ἐννοήσας, ὥσπερ εἰς πέλαγος ἐμπεσὼν ἀχανὲς, οὕτως ἐμάνθανεν ὅσων καὶ ἡλίκων ὑπεύθυνος ἦν, οὐδὲ τὸ πολλοστὸν ἀποδεδώκει μέρος. Διὸ δὴ ταῦτα ἐφθέγγετο, καὶ τὰ μὲν μικρὰ τῶν ἁμαρτημάτων μετὰ πολλῆς ἐξήταζε τῆς ἀκριβείας, τὰ δὲ κατορθώματα λήθῃ παρέπεμπεν. Ἀλλ' οὐχ ἡμεῖς, οἳ τῶν μὲν πλημμελημάτων, καὶ πολλῶν ὄντων καὶ μεγάλων, οὔτε λόγον, οὔτε μνήμην ποιούμεθα· ἂν δέ τι μικρὸν κατορθώσωμεν, τοῦτο ἄνω καὶ κάτω στρέφομεν, καὶ οὐ πρότερον ἀφιστάμεθα γαυρούμενοι
being lord of it all, he may enjoy the good things produced everywhere; just as at a sumptuous table it is lawful for each of the banqueters, upon giving what is set before him to the one reclining afar off, to take in turn what lies beside that other man merely by stretching out his hand. And if anyone should attempt to go through all the other things as well in speech, he will fall out into an unspeakable length, and will not traverse even a small part; for how could he, being a man and attempting to measure out the boundless wisdom of God? For consider in the meantime the differences of plants, the fruit-bearing, the unfruitful, those in deserts, those in the inhabited world, those on mountains, those in plains; behold the variety in seeds, that in herbs, that in flowers, that in land animals, in amphibians, in swimming creatures; consider that all visible things exist for our sake, heaven, earth, sea, and all the things in them. For just as one who has prepared bright palaces for himself, gleaming on the one hand with much gold, and shining on the other with much radiance of precious stones, so God, having fashioned the world, led man in to reign over all the things in it. And what is far more marvellous, not having prepared the ceiling of this house out of stones, but having framed it together from another more precious material, nor having kindled the flame of a golden lampstand, He commanded instead, letting loose the lamps from above to course across the roof of this house, that it should not only be useful, but that our pleasure also should be great; and the floor He set forth in place of a lavish table. And these things He bestowed upon one who had not yet displayed any good deed. Yet nevertheless, after so great a gift, when he proved ungrateful towards his benefactor, not even thus did He deprive him of honour, but casting him out of paradise alone, He punishes him thereby, hindering his ingratitude from advancing further, and checking his inclination towards the worse. Reconing up all these things indeed, and more than these, moved as he was by the divine Spirit—both the things from the beginning, and those wrought each day, and those wrought for each one singly, and those wrought in common for all, both openly and secretly, being far more numerous than the open ones, and furthermore the things pertaining to the dispensation of the only-begotten Son of God, and the good things to come—and surveying all things simply, and gathering from every side the ineffable love of God, and pondering it, as though having fallen into a yawning sea, thus the Apostle learned for how many and how great debts he was accountable, of which he had rendered back not even the smallest fraction. Wherefore indeed he uttered these words, and examined the small ones of his sins with great strictness, while consigning his righteous deeds to oblivion. Yet not so we, who of our transgressions, though they are both many and great, make neither account nor remembrance; but if we achieve some small thing, we turn this up and down, and do not desist previously, exulting
PG 47:420Read from the page
καὶ φυσώμενοι, ἕως ἂν καὶ αὐτὸ τὸ μικρὸν διὰ τῆς ἀλαζονείας κενώσωμεν. Ταῦτα καὶ ὁ Δαυῒδ σκοπῶν ἔλεγε· Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; Οὐ μόνον δὲ, ἀλλὰ καὶ τῆς ἀγνωμοσύνης αὐτοῦ κατηγορῶν, Ἄνθρωπος, φησὶν, ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.
and puffing ourselves up, until through boastfulness we empty out even that small thing itself. Observing these things, David also said: What is man, that Thou art mindful of him? And not only so, but also accusing his ingratitude, Man, he says, being in honour, did not understand; he has been compared to the senseless beasts, and made like unto them.
ϛʹ. Ταῦτο οἰκέτου εὐγνώμονος, τὰς εἰς τὸ κοινὸν εὐεργεσίας ἰδιοποιεῖσθαι, καὶ ὡς τοῦ παντὸς ὀφειλέτην ὄντα, φροντίζειν καὶ μεριμνᾷν. Ὅπερ καὶ ὁ Παῦλος ἐποίησε (καλὸν γὰρ πάλιν αὐτοῦ μνημονεῦσαι), δι' αὐτὸν λέγων τεθνηκέναι τὸν Κύριον· Ὃ γὰρ νῦν ζῶ, φησὶν, ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Ταῦτα δὲ ἔλεγεν, οὐ συστεῖλαι βουλόμενος τοῦ Χριστοῦ τὴν δωρεὰν, ἀλλὰ τοῦ παντὸς ἑαυτὸν ὑπεύθυνον καταστῆσαι σπεύδων, καὶ ἕκαστον οὕτω διακεῖσθαι πείθων. Εἰ γὰρ καὶ δι' ἕνα παρεγένετο ἄνθρωπον ὁ Χριστὸς, οὐ μόνον οὐκ ἐλαττοῦται τούτῳ ἡ δωρεὰ, ἀλλὰ καὶ μείζων δείκνυται. Πῶς; Ὅτι καὶ ὑπὲρ ἑνὸς τοσαύτην φαίνεται τὴν σπουδὴν ἐπιδεικνύμενος, ὅσην ὁ τὸ ἓν πρόβατον ἐπιζητῶν, διὰ ταῦτα ἐταράττετο, διὰ ταῦτα ἐθρήνει. Εἰ γὰρ οἱ χρήματα δανεισάμενοι, καὶ οὐκ ἔχοντες ἀποτῖσαι, ἀλλὰ πολλῷ καταβαπτιζόμενοι τῷ τῶν ὀφλημάτων βυθῷ, οὔτε ἐσθίουσιν, οὔτε καθεύδουσιν ὑπὸ τῆς φροντίδος δακνόμενοι· ὁ δίκαιος ὁρῶν οὐκ ἐν χρήμασιν, ἀλλ' ἐν πράξεσιν οὖσαν τὴν ὀφειλὴν, τί οὐκ ἂν ἔπαθεν; Ἀλλ' οὐχ ἡμεῖς οὕτως, ἀλλὰ κἂν μικρὸν ἐκτίσωμεν, ὡς τὸ πᾶν ἐκτετικότες διακείμεθα, μᾶλλον δὲ καὶ ὑπερβαλλόμενοι· καὶ οὐδὲ τὸ μικρὸν τοῦτο μετὰ προθυμίας τῆς προσηκούσης ἐλευθέροις πράττομεν, ἀλλὰ πρότερον ἐξετάζομεν εἰ μισθὸν ἔχει, καὶ εἰ πολὺν τὸν μισθὸν, καὶ εἰ ἡμῖν αὐτοῖς λογίζεται, ἀνελευθέρων τινῶν καὶ μισθωτῶν φθεγγόμενοι ῥήματα. Τί λέγεις, ἄνθρωπε μικρόψυχε καὶ ταλαίπωρε; πρόκειταί τι πρᾶξαι τῶν ἀρεσκόντων Θεῷ, καὶ σὺ περὶ μισθοῦ φροντίζων ἕστηκας; Εἰ γὰρ πράξαντά σε εἰς γέενναν ἐμπεσεῖν προὔκειτο, ἀναδύσασθαι ἐχρῆν, ἀλλ' οὐχὶ μετὰ πολλῆς καὶ οὕτω τῆς προθυμίας ἅπτεσθαι τῆς τῶν καλῶν ἐργασίας; Πράττεις τι τῶν τῷ Θεῷ φίλων, καὶ μισθὸν ἕτερον ἐπιζητεῖς; Ὄντως ἀγνοεῖς ὅσον ἐστὶν ἀγαθὸν ἀρέσαι Θεῷ· εἰ γὰρ ᾔδεις, οὐδεμίαν ἂν ἑτέραν ἐνόμισας εἶναι ἴσην ἀμοιβήν. Οὐκ οἶδας ὅτι σοι ὁ μισθὸς αὔξεται, ὅταν μὴ ἐπ' ἐλπίδι τῶν μισθῶν πράττῃ τὰ δέοντα; Οὐχ ὁρᾷς ὅτι καὶ ἐπὶ τῶν ἀνθρώπων τούτους μάλιστα τιμῶσιν ἅπαντες, οὓς ἂν ἴδωσι πρὸ τῶν μισθῶν εἰς τὸ ἐκείνοις ἀρέσκον ὁρῶντας, καὶ ὑπὲρ τούτου μᾶλλον σπουδάζοντας, ἢ τῆς παρ' αὐτῶν τιμῆς; Εἶτα, ἄνθρωποι μὲν οὕτως εὐγενῶς πρὸς τοὺς ὁμοδούλους διάκεινται, σὺ δὲ ὁ τοσαῦτα εὐεργετηθεὶς παρὰ τοῦ Δεσπότου, καὶ τοσαῦτα προσδοκῶν ἀγαθὰ, ἡνίκα ἄν τι δέῃ πρᾶξαι τῶν εἰς σωτηρίαν ἡκόντων τὴν σὴν, πρὸ τῆς πράξεως τὸν μισθὸν περιεργάζῃ. Διὰ ταῦτα πανταχοῦ ψυχροὶ καὶ ταλαίπωροι καὶ πρὸς οὐδεμίαν τῶν γενναίων ἐσμὲν παρεσκευασμένοι πράξεων· διὰ τοῦτο οὔτε ἐν κατανύξει γενέσθαι δεδυνήμεθά ποτε, οὔτε μικρόν τι συστεῖλαι τὴν ψυχὴν τὴν ἡμετέραν. Οὔτε γὰρ τὰ ἁμαρτήματα ἡμῶν ἀναλογιζόμεθα μετὰ ἀκριβείας, οὔτε τὰς τοῦ Θεοῦ εὐεργεσίας ἐξετάζομεν, οὔτε πρὸς τοὺς τὰ μέγιστα κατωρθωκότας ὁρῶμεν. Διὰ τοῦτο τῶν ἀγαθῶν ἔργων ἐπιλανθανόμεθα, ὅτι οὔτε μετρίως τὰς εὐπραγίας φέρομεν, οὔτε ὃ συνεχῶς λέγομεν, ἁμαρτωλοὺς ἑαυτοὺς καλοῦντες, μετὰ ἀληθείας φθεγγόμεθα.
6. This is the mark of a grateful servant, to make the benefits bestowed in common his own, and as being a debtor for the whole, to take thought and be anxious. Which very thing Paul also did (for it is good to make mention of him again), saying that the Lord had died for his sake: For the life which I now live in the flesh, he says, I live in faith, that of the Son of God, Who loved me and delivered Himself up for me. And he said these things, not wishing to contract the gift of Christ, but eagerly striving to render himself accountable for the whole, and persuading each man to be thus disposed. For even if Christ had come for the sake of a single man, not only is the gift not diminished thereby, but it is even shown to be greater. How? Because even on behalf of one He is seen displaying as great a zeal as he who seeks after the one sheep; on account of these things he was troubled, on account of these things he lamented. For if those who have borrowed money and are unable to pay it back, but are plunged deep in the abyss of debts, neither eat nor sleep, gnawed by anxiety, what would the righteous man not have suffered upon seeing that his debt lay not in money, but in deeds? Yet we are not so, but even if we pay off a little, we are disposed as though we had paid off the whole, or rather even gone beyond it; and not even this little do we perform with the eagerness befitting free men, but we first examine whether it has a reward, and whether the reward is great, and whether it is reckoned to ourselves, uttering the words of certain illiberal men and hirelings. What do you say, O small-souled and wretched man? Something pleasing to God lies before you to do, and do you stand taking thought about a reward? For if it lay before you, after doing it, to fall into Gehenna, ought you to have shrunk back, and not even so laid hold of the working of noble deeds with great eagerness? Do you do something dear to God, and seek another reward besides? Truly you do not know how great a good it is to please God; for had you known, you would have deemed no other recompense equal to it. Do you not know that your reward increases for you when one does what is needful not in hope of rewards? Do you not see that among men also all honour most highly those whom they see looking before rewards to what pleases them, and striving more eagerly for this than for the honour from them? Then, while men are thus nobly disposed towards their fellow-servants, you, who have received so many benefits from the Master, and expect so many good things, whenever it is needful to do something conducing to your salvation, pry into the reward before the deed! On account of these things we are everywhere cold and wretched and prepared for none of the noble deeds; on account of this we have never been able either to come to compunction or to humble our soul even a little. For we neither reckon up our sins with strictness, nor examine the benefits of God, nor look to those who have achieved the greatest things. On account of this we forget good works, because we neither bear our successes moderately, nor utter with truth what we continually say when calling ourselves sinners.
Notes, col. 420

On the reading

Printed Ταῦτο, for Τοῦτο.

PG 47:421Read from the page
Καὶ δῆλον ἐκεῖθεν· ὅταν γὰρ παρ' ἑτέρων ταῦτα ἀκούσωμεν, ἀγριαίνομεν, ἐκθηριούμεθα, ὕβριν τὸ πρᾶγμα εἶναί φαμεν. Οὕτω πάντα ὑποκρισις τὰ παρ' ἡμῶν, καὶ οὐδὲ τὸν τελώνην μιμούμεθα, ὃς, ἑτέρου τὸ τῶν ἁμαρτημάτων ὀνειδίζοντος αὐτῷ πλῆθος, καταδεξάμενος τὰ ὀνείδη, διὰ τῶν ἔργων τὸ κέρδος ἐκαρπώσατο· κατῆλθε γὰρ δεδικαιωμένος μᾶλλον ὑπὲρ τὸν Φαρισαῖον· ἡμεῖς δὲ οὐδὲ ὅ τί ποτέ ἐστιν ἐξομολόγησις ἴσμεν, καὶ ταῦτα μυρίων γέμοντες κακῶν. Ἔδει δὲ μὴ μόνον πεπεῖσθαι ὅτι μυρία ἡμῖν πεπλημμέληται, ἀλλὰ καὶ πάντα ἡμῶν τὰ ἁμαρτήματα, τά τε μικρὰ, τά τε μεγάλα, ὥσπερ ἐν βίβλῳ τῇ καρδίᾳ γράφοντας ἔχειν, καὶ ὡς νεωστὶ γεγενημένα πενθεῖν. Οὕτω γὰρ ἂν καὶ τὸ φρόνημα τῆς ψυχῆς κατεστείλαμεν, συνεχῶς αὐτῇ τῶν οἰκείων ἀναμιμνήσκοντες κακῶν. Τοσοῦτόν ἐστιν ἀγαθὸν μνημονεύειν ἁμαρτημάτων οἰκείων, ὡς καὶ τὰ ἀφανισθέντα ἐγκλήματα συνεχῶς φέρειν εἰς μέσον τὸν μακάριον Παῦλον. Ἐπειδὴ γὰρ τὰ πρότερα ἀπενίψατο πάντα διὰ τοῦ βαπτίσματος, καὶ μετὰ ταῦτα ἐβίου καθαρῶς, οὕτως ὡς μηδὲν ἑαυτῷ συνειδέναι, καὶ οὐκ εἶχεν ὑπὲρ ὧν στενάξειεν ἁμαρτημάτων, τῶν πρὸ τοῦ βαπτίσματος ἐξηλειμμένων ἐμέμνητο λέγων, ὅτι· Ὁ Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· καὶ πάλιν, Πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· καθ' ὑπερβολὴν γὰρ ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν· καὶ πάλιν, Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος. Εἰ γὰρ καὶ ἀνευθύνους ἡμᾶς ἀφίησιν ἐκεῖνα τὰ ἁμαρτήματα· ἀλλ' ὅμως ἐστὶν ἱκανὰ ψυχὴν ἐντρέψαι, καὶ πεῖσαι σφοδρῶς ἀγαπᾷν τὸν Θεόν. Καὶ γὰρ ἐρωτηθεὶς ὁ Σίμων ὑπὸ τοῦ Κυρίου, τίς τῶν δύο χρεωφειλετῶν τὸν δεδανεικότα ἀγαπήσει πλέον, καὶ εἰπὼν, ὅτι Νομίζω, ᾧ τὸ πλέον ἐχαρίσατο, ἤκουσεν· Ὀρθῶς ἔκρινας.
And it is plain from this: for when we hear these things from others, we grow savage, we are turned into wild beasts, we say that the matter is an outrage. Thus all things with us are hypocrisy, and we do not even imitate the tax-collector, who, when another reproached him with the multitude of his sins, welcoming the reproaches, reaped the gain through his works; for he went down justified rather than the Pharisee; whereas we do not even know what confession ever is, and that too though we are teeming with ten thousand evils. Yet we ought not only to have been persuaded that ten thousand transgressions have been committed by us, but also to keep all our sins, both the small and the great, written in our heart as though in a book, and to mourn them as though newly wrought. For thus we would also have humbled the pride of the soul, continually reminding it of its own evils. So great a good is it to remember one's own sins, that the blessed Paul continually brought forward even the accusations that had been wiped away. For since he had washed off all his former deeds through baptism, and after these things lived purely, so as to be conscious of nothing against himself, and had no sins over which he might groan, he remembered those blotted out before baptism, saying: Christ Jesus came into the world to save sinners, of whom I am first; and again, He counted me faithful, appointing me to ministry, though I was formerly a blasphemer and a persecutor and an insolent man; for beyond measure I persecuted the Church of God, and ravaged it; and again, I am not worthy to be called an apostle. For even if He dismisses us unaccountable for those sins, yet nevertheless they are sufficient to put a soul to shame, and to persuade it to love God vehemently. For indeed when Simon was asked by the Lord which of the two debtors will love the lender more, and had said, I suppose he to whom he forgave the more, he heard: You have judged rightly.
ζʹ. Ὅταν γὰρ ἐννοήσωμεν τὸ πλῆθος τῶν παρελθόντων ἁμαρτημάτων, τότε εἰσόμεθα τῆς τοῦ Θεοῦ χάριτος τὴν ὑπερβολὴν, τότε κάτω νεύσομεν, τότε συσταλησόμεθα. Ὅσῳ γὰρ μειζόνων ἐσμὲν ὑπεύθυνοι πλημμελημάτων, τοσούτῳ μᾶλλον ἐντραπησόμεθα. Παῦλος μὲν οὖν κἀκείνων ἐμέμνητο· ἡμεῖς δὲ οὐδὲ τὰ μετὰ τὸ βάπτισμα ἀναμνησθῆναι βουλόμεθα, τὰ κίνδυνον ἔχοντα, καὶ τῆς ἐπ' αὐτοῖς ἐξετάσεως ὑπευθύνους ἡμᾶς καθιστῶντα, ἀλλὰ κἂν εἰς ἔννοιαν τοιούτου τινός ποτε ἐμπέσωμεν, εὐθέως ἀπεπηδήσαμεν, οὐδὲ τὸ πρὸς βραχὺ τῇ μνήμῃ λυπῆσαι βουλόμενοι τὴν ψυχήν. Τοιγάρτοι μυρία ἀπὸ ταύτης τῆς ἀνωφελοῦς χάριτος ἡμῖν τίκτεται τὰ κακά. Οὕτω γὰρ ἀναλγήτως ἔχοντες καὶ μαλακῶς, οὔτε ὑπὲρ τῶν πρότερον ἐξομολογήσασθαι δυνάμεθα, (πῶς γὰρ, ὧν οὐδὲ τὴν μνήμην ἀνέχεσθαι ἐθίζομεν ἑαυτούς;) καὶ πρὸς τὰ μέλλοντα προχείρως καταφερόμεθα. Ἀγαπητὸν γὰρ τῆς μνήμης ἐκείνης ἐνακμαζούσης ἡμῖν ἀει, καὶ τοῦ φόβου κατασείοντος τὴν διάνοιαν, δυνηθῆναι τὸ χαῦνον αὐτῆς καὶ διακεχυμένον ἐξελεῖν· εἰ δὲ καὶ τοῦτον ἀφέλοις τὸν χαλινὸν, τίς αὐτὴν καθέξει λοιπὸν ἀδεῶς κατὰ
7. For when we consider the multitude of our past sins, then we shall know the excess of the grace of God, then we shall bow our heads downwards, then we shall humble ourselves. For by so much as we are accountable for greater transgressions, by so much the more shall we be put to shame. Paul then remembered those also; whereas we do not wish to call to mind even the things wrought after baptism, which bear danger and render us accountable to the examination upon them, but even if we ever fall into a thought of some such thing, straightway we leap away, not wishing to grieve the soul with the remembrance even for a brief while. Wherefore ten thousand evils are brought forth for us from this unprofitable favour. For being thus insensible and soft, we are neither able to make confession for our former deeds (for how could we, when we do not accustom ourselves to endure even the remembrance of them?), and we slip readily into future ones. For one must be content if, while that remembrance flourishes in us always and fear shakes the mind, we are able to remove its slackness and dissoluteness; but if you should take away this bridle also, who will hold it back henceforth as it is borne fearlessly down
Notes, col. 421

On the reading

Printed ὑποκρισις, for ὑπόκρισις.

Printed ἀει, for ἀεὶ.

PG 47:422Read from the page
κρημνῶν φερομένην, καὶ εἰς τὰ τῆς ἀπωλείας ἐμπίπτουσαν βάραθρα; Διὰ ταῦτα ὁ δίκαιος ἐκεῖνος τὴν μέλλουσαν ὑπέγραφε κόλασιν· διὰ ταῦτα ἐθρήνει, διὰ ταῦτα ἔστενε, ταῦτα ἐκ περιουσίας ποιῶν. Τοῖς μὲν μεγάλοις ὑμῖν ἀρκεῖ πρὸς τὸ κατανυγῆναι τὸ τῶν εὐεργεσιῶν ἀναμνησθῆναι τοῦ Θεοῦ, τὸ μὴ μεμνῆσθαι τῶν οἰκείων κατορθωμάτων, τὸ μετὰ πολλῆς ἀκριβείας ἐξετάζειν εἴ πού τι καὶ μικρὸν ὑμῖν τύχοι πλημμεληθὲν, τὸ πρὸς τοὺς μεγάλους ἄνδρας ὁρᾷν καὶ σφόδρα εὐηρεστηκότας Θεῷ, τὸ μετὰ ταῦτα ἅπαντα ἐννοεῖν τὸ τοῦ μέλλοντος ἄδηλον, τὸ πρὸς τὴν κατάπτωσιν καὶ τὴν ἁμαρτίαν ὀξύῤῥοπον, ὅπερ καὶ ὁ Παῦλος ἐδεδοίκει· διὸ καὶ ἔλεγε· Φοβοῦμαι μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι· καὶ τὸ, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Οὕτω καὶ ὁ Δαυῒδ ταῦτα πάντα ἔστρεφε παρ' ἑαυτῷ· τὰς μὲν γὰρ εὐεργεσίας τοῦ Θεοῦ λογιζόμενος, ἔλεγε· Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ· ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. Τῶν δὲ κατορθωμάτων οὕτως ἐπελέληστο τῶν αὐτοῦ, ὡς μετὰ τὴν μυρίαν φιλοσοφίαν ἐκείνην εἰπεῖν· Τίς εἰμι ἐγὼ, Κύριέ μου, Κύριε, καὶ τίς ὁ οἶκος τοῦ πατρός μου, ὅτι ἠγάπησάς με ἕως τούτων; καὶ κατεσμίκρυνται ταῦτα ἐνώπιόν σου, Κύριέ μου, καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν. Οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, Κύριέ μου, Κύριε, πρὸς σέ. Καὶ τί προσθήσει Δαυῒδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ; Καὶ τῶν προγόνων συνεχῶς τὴν ἀρετὴν ἐννοῶν, τὸ μηδὲν πρὸς ἐκείνους ἑαυτὸν ἐξετάζων εἶναι ἐνόμιζε. Μετὰ γὰρ τὸ εἰπεῖν, Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, περὶ ἑαυτοῦ λέγων ἐπήγαγεν, Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος. Τὸ δὲ τοῦ μέλλοντος ἄδηλον οὕτως εἶχε πρὸ τῶν ὀφθαλμῶν, ὡς λέγειν· Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον. Καὶ ἁμαρτημάτων δὲ οὕτω πολλῶν ὑπεύθυνον ἑαυτὸν εἶναι ἐνόμιζεν, ὡς λέγειν· Ἱλάσθητι τῇ ἁμαρτίᾳ μου, πολλὴ γάρ ἐστιν. Ὑμῖν μὲν οὖν τοῖς μεγάλοις ἀρκεῖ καὶ ταῦτα· ἡμῖν δὲ καὶ μετὰ τούτων τῶν φαρμάκων ἐστὶν ἀνάγκη ἰσχυρὰ καὶ ἱκανὴ καθελεῖν τὸ φρόνημα καὶ τὴν ἀλαζονείαν ἅπασαν. Τί δὴ τοῦτό ἐστι; Τὸ τῶν ἁμαρτημάτων πλῆθος, τὸ συνειδὸς τὸ πονηρόν· ὅπερ ἐπειδὰν ἡμῶν ἐπιλάβηται, οὐδὲ ἑκόντας ἀφίησιν ἀρθῆναι πρὸς τὸ ὕψος. Διὸ δὴ δέομαι καὶ ἀντιβολῶ πρὸς τῆς παῤῥησίας αὐτῆς, ἧς διὰ τῶν κατορθωμάτων ἐκτήσω πρὸς τὸν Θεὸν, χεῖρα ἡμῖν ὀρέξαι συνεχῶς δεομένοις, ὥστε δυνηθῆναι καὶ πενθῆσαι τὸν φόρτον τῶν τοσούτων κακῶν κατ' ἀξίαν, καὶ πενθήσαντας ἐπιλαβέσθαι τινὸς ὁδοῦ φίλης, καὶ πρὸς τὸν οὐρανὸν φερούσης ἡμᾶς, ἵνα μὴ ἀπελθόντες εἰς τὸν ᾅδην, ἔνθα οὐδεὶς ἐξομολογεῖσθαι δύναται, τὰ τῶν ἠτιμωμένων πάθωμεν, οὐδενὸς ἡμᾶς ἐξαιρουμένου λοιπόν. Ἕως μὲν γὰρ ἂν ἐνθάδε ὦμεν, καὶ ἡμεῖς παρ' ὑμῶν μεγάλα καρπώσασθαι δυνησόμεθα, καὶ ὑμεῖς ἡμᾶς εὐεργετῆσαι τὰ μέγιστα· ἐπειδὰν δὲ ἀπέλθωμεν ἐκεῖ, ἔνθα μήτε φίλος, μήτε ἀδελφὸς, μήτε πατὴρ ἐπαρκέσαι δυνήσεται, μήτε παραστῆναι κολαζομένοις ἡμῖν, ἀνάγκη λοιπὸν ἐν ἀπορίᾳ καὶ σκότῳ βαθεῖ καὶ πολλῇ τῶν παραμυθησομένων ἐρημίᾳ τὴν ἀθάνατον τίνειν δίκην, ἀνάλωτον τροφὴν τῇ παμφάγῳ γινομένους φλογί.
cliffs, and falling into the pits of perdition? On account of these things that righteous man sketched before himself the punishment to come; on account of these things he lamented, on account of these things he groaned, doing these things out of superabundance. For you who are great it suffices unto compunction to call to mind the benefits of God, not to remember your own righteous deeds, to examine with great strictness whether perchance even some small transgression may have befallen you, to look to great men who have exceedingly pleased God, and after all these things to consider the uncertainty of the future, the steep inclination towards downfall and sin, which Paul also feared; wherefore he also said: I fear lest perchance, having preached to others, I myself should become rejected; and that word, Let him who thinks that he stands take heed lest he fall. Thus David also turned all these things over within himself; for reckoning up the benefits of God, he said: What is man, that Thou art mindful of him; or the son of man, that Thou visitest him? Thou hast made him a little less than the angels, with glory and honour Thou hast crowned him. And he had so forgotten his own righteous deeds that after that ten-thousandfold philosophy he said: Who am I, O Lord my Lord, and what is the house of my father, that Thou hast loved me thus far? And these things have been made small in Thy sight, O Lord my Lord, and Thou hast spoken concerning the house of Thy servant for a great while to come. And this is the law of man, O Lord my Lord, towards Thee. And what more shall David add yet to speak unto Thee? And continually considering the virtue of his forefathers, when measuring himself against them he deemed himself to be nothing. For after saying, In Thee did our fathers hope, speaking concerning himself he added, But I am a worm, and no man. And the uncertainty of the future he so kept before his eyes as to say: Enlighten my eyes, lest at any time I sleep unto death. And he deemed himself accountable for so many sins as to say: Be merciful unto my sin, for it is great. For you who are great, then, these things also suffice; whereas for us, even with these medicines, there is a strong necessity, sufficient to pull down pride and all boastfulness. What then is this? The multitude of our sins, our wicked conscience; which, whenever it lays hold of us, does not suffer us even willingly to be lifted up to the height. Wherefore indeed I beg and entreat you by that very boldness of speech which through your righteous deeds you have acquired towards God, to stretch out a hand to us who continually beseech you, so that we may be able both to mourn the burden of so many evils worthily, and, having mourned, to lay hold of some dear path leading us towards heaven, lest, departing into Hades, where no one is able to make confession, we suffer the lot of the condemned, with no one rescuing us henceforth. For so long as we are here, both we shall be able to reap great things from you, and you to confer the greatest benefits upon us; but whenever we depart thither, where neither friend, nor brother, nor father will be able to suffice for us or to stand by us when we are punished, we must of necessity henceforth in helplessness and deep darkness and great desolation of comforters pay the immortal penalty, becoming inexhaustible food for the all-devouring flame.