Migne Reading Room

PG 47 · cols. 405–410 · Read from the page

On Compunction, two books

On Compunction, two books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:405Read from the page
Χριστοῦ. Διὸ καὶ ἔλεγεν· Ἐν τούτοις γὰρ, φησὶ, πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Καὶ μὴ θαυμάσῃς· εἰ γὰρ ἀνθρώπων φιλία θανάτου πολλάκις κατατολμῆσαι ἐποίησε, τί οὐκ ἂν ἐργάσαιτο ἡ τοῦ Χριστοῦ; ποίαν δυσχέρειαν οὐκ ἂν ἐξευμαρίσειεν; Οὕτως ἐκείνῳ πάντα φορητὰ ἦν πρὸς τὸν ποθούμενον ὁρῶντι μόνον, καὶ τὸ δι' ἐκεῖνον ἅπαντα πάσχειν, πάσης ἡδονῆς καὶ ἀπολαύσεως ἡγουμένῳ μεῖζον, ὥσπερ οὖν καὶ ἔστιν. Οὐδὲ γὰρ ἐνόμιζεν εἶναι ἐν τῇ γῇ, οὐδὲ ἐν τῷ παρόντι βίῳ, οὐδὲ μετὰ ἀνθρώπων στρέφεσθαι, ἀλλ' ὡς ἤδη τὴν οὐράνιον λῆξιν ἔχων, καὶ μετὰ ἀγγέλων πολιτευόμενος, καὶ τὴν βασιλείαν ἀπολαβὼν, καὶ πρόσωπον πρὸς πρόσωπον ἀπολαύων, οὕτω κατεφρόνει τῶν ἐν τῷ παρόντι ἡδέων τε καὶ λυπηρῶν, καὶ ἀναπαύσεως αὐτῷ λόγος οὐδεὶς ἦν, ὃ συνεχῶς ἐπιζητεῖται παρ' ἡμῶν, ἀλλὰ ἐβόα λέγων· Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν. Καὶ πάλιν, Ὡσπερεὶ καθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Καθάπαξ γὰρ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς στρέψας εἰς τὸν οὐρανὸν, καὶ τὸ ἐκεῖ κάλλος καταπλαγεὶς, οὐκ ἠνέσχετο πρὸς τὴν γῆν ὑποστρέψαι πάλιν· ἀλλ' ὥσπερ τις πτωχὸς καὶ πένης ἐν οἰκίσκῳ γνοφώδει καὶ ταπεινῷ τὸν ἅπαντα χρόνον κατακλεισθεὶς, ἐπὰν ἴδῃ βασιλέα χρυσῷ τε πολλῷ καὶ λίθων ἀστραπαῖς ἀποστίλβοντα, οὐκ ἂν ἕλοιτο λοιπὸν οὐδὲ εἰς νοῦν τὴν τῆς οἰκείας πτωχείας οἰκίαν λαβεῖν, ἀλλ' ἅπαντα πραγματεύσεται ὑπὲρ τοῦ μεταστῆναι πρὸς ἐκείνην τὴν οἴκησιν, ἂν ἐξῇ· οὕτω καὶ ὁ μακάριος ἐκεῖνος κατοπτεύσας τὰ ἐν τοῖς οὐρανοῖς, κατεφρόνει τῆς ἐνθάδε πενίας, καὶ τοῖς ἀνθρώποις διὰ τὴν τοῦ σώματος ἀνάγκην συναναστρεφόμενος, πρὸς οὐδὲν τῶν ἐνθάδε ἐπεστρέφετο, ἀλλ' ὅλον ἑαυτὸν πρὸς τὴν πόλιν ἐκείνην μετέθηκε.
Christ. Wherefore he also said: For in all these things, he says, we are more than conquerors through Him Who loved us. And do not marvel; for if the friendship of men has oftentimes made one dare death, what would that of Christ not work? What hardship would it not render easy? Thus all things were endurable to him as he looked to the Beloved alone, and deemed suffering all things for His sake greater than every pleasure and enjoyment, just as indeed it is. For he did not even suppose himself to be upon the earth, nor in this present life, nor to converse among men, but as already possessing the heavenly lot, and living as a citizen among angels, and having received the kingdom, and enjoying Him face to face, he thus despised both the pleasant and the grievous things in this present life, and he had no account at all of rest—which is continually sought after by us—but cried aloud, saying: Even unto this present hour we both hunger and thirst, and are naked, and are buffeted, and have no certain dwelling, and we toil, working with our own hands; being reviled, we bless; being persecuted, we endure; being slandered, we entreat. And again: We are become as the offscourings of the world, the refuse of all even until now. For having once for all turned the eyes of his soul towards heaven, and been struck with amazement at the beauty there, he did not endure to turn back towards the earth again; but just as some beggar and pauper shut up for all time in a gloomy and lowly hut, whenever he sees a king gleaming with much gold and the flashes of precious stones, would thenceforth choose not even to take into mind the house of his own poverty, but will do everything in order to remove towards that dwelling, if it be permitted; so too that blessed man, having gazed upon the things in the heavens, despised the poverty here, and conversing with men because of the necessity of the body, turned his mind to none of the things here, but transferred his whole self towards that city.
Καὶ τί λέγω τὰ ἐν τῷ παρόντι βίῳ λυπηρά; τοσοῦτον ἐπένευσεν εἰς αὐτὸν ὁ τοῦ Χριστοῦ πόθος, ὡς εἴ γε προέκειτο καὶ τὰς ἀθανάτους κολάσεις ἐκείνας ὑπενεγκεῖν ἕνεκεν τοῦ Χριστοῦ, μηδ' ἂν τοῦτο παραιτήσασθαί ποτε. Οὐ γὰρ ὥσπερ ἡμεῖς οἱ μισθωτοὶ γέενναν δεδοικότες, καὶ τῆς βασιλείας ἐφιέμενοι, οὕτω κἀκεῖνος ἐδούλευε τῷ Χριστῷ, ἀλλ' ἑτέρῳ τινὶ πολλῷ τούτου βελτίονι καὶ μακαρίῳ πόθῳ ληφθεὶς, ἔπασχέ τε καὶ ἔπραττεν ἅπαντα δι' ἕτερον μὲν οὐδὲν, ἵνα δὲ παραμυθήσηται τὸν ἔρωτα μόνον, ὃν εἶχεν εἰς τὸν Χριστόν· ὃς οὕτως αὐτοῦ κατὰ κράτος εἷλε τὸν λογισμὸν, ὡς καὶ ὃ πάντων αὐτῷ τιμιώτερον ἦν, τὸ συνεῖναι τῷ Χριστῷ λέγω, ὑπὲρ οὗ καὶ γεέννης κατεφρόνησε καὶ βασιλείας οὐρανῶν, καὶ τούτου πάλιν ἀλλοτριωθῆναι ἑκὼν, ἑλόμενος διὰ τὸν Χριστὸν καὶ τὴν ἄφατον ἔκπτωσιν, ὡς ἕν τι τῶν εὐκταιοτάτων, ἀσπάζεσθαι καὶ μετὰ πολλῆς ἑλέσθαι τῆς προθυμίας.
And why do I speak of the grievous things in this present life? So greatly did longing for Christ incline upon him that, if it had been set before him to endure even those immortal punishments for the sake of Christ, he would never have begged off even from this. For not just as we hirelings, fearing Gehenna and desiring the kingdom, did that man too serve Christ, but captivated by some other longing far better than this and blessed, he both suffered and did all things for no other reason save only that he might soothe the love which he had towards Christ; which so mightily captured his mind that even from that which was to him more precious than all—I mean being with Christ, on behalf of which he despised both Gehenna and the kingdom of the heavens—even from this again to be alienated willingly, having chosen it for the sake of Christ, and to embrace that unspeakable forfeiture as one of the things most to be prayed for, and to choose it with great eagerness.
ηʹ. Καὶ τάχα νῦν μὲν ἀσαφὲς εἶναι δοκεῖ πολλοῖς τὸ λεχθέν· ὅταν δὲ αὐτὸ σαφέστερον εἴπω, τότε πάλιν ἄπιστον εἶναι δόξει τούτοις, οἷς πρότερον ἦν ἀσαφές. Καὶ οὐδὲν θαυμαστόν· καὶ γὰρ καὶ ὁ μακάριος ἐκεῖνος προσδοκήσας ἀπιστηθήσεσθαι περὶ τούτων, διὰ τοῦτο προλαβὼν ἔλεγεν· Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύ-
8. And perhaps for the present what has been said seems to many to be obscure; yet when I state it more clearly, then again it will seem incredible to those very men to whom before it was obscure. And it is no marvel; for that blessed man too, having expected that he would be disbelieved concerning these things, on this account said beforehand: I speak the truth in Christ, I do
PG 47:406Read from the page
δομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ. Καὶ ὅμως τοσαῦτα τῷ λόγῳ προσθεὶς, καὶ μάρτυρας αὐτοῦ τῆς συνειδήσεως καλέσας τοιούτους, ἀπιστεῖται καὶ νῦν ἔτι. Τί τοίνυν τοῦτό ἐστιν ὃ φησιν; Ἄκουε. Διαλεχθεὶς περὶ τῶν ἐν τῷ κόσμῳ τούτῳ δεινῶν, καὶ εἰπὼν, ὅτι Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καὶ πάντα διελθὼν τὰ ἐπὶ τῆς γῆς, ἄνεισιν εἰς τὸν οὐρανὸν, καὶ δεῖξαι βουλόμενος, ὅτι οὐδὲν μέγα τῶν ἐνταῦθα κολαστηρίων καταφρονεῖν διὰ τὸν Χριστὸν, ἐπήγαγεν, ὅτι Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθες, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ μόνον ἄνθρωποι οὐ δυνήσονται ταύτης διασπάσαι με τῆς φιλίας, ἀλλ' οὐδὲ ἄγγελοι, οὐδ' ἂν εἰ πᾶσαι τῶν οὐρανίων συνέλθοιεν εἰς ταυτὸ δυνάμεις, τοῦτο ἰσχύσουσι. Τί λέγω; οὐδ' ἂν βασιλείας ἐκπεσεῖν δέῃ, οὐδ' ἂν εἰς γέενναν ἐμπεσεῖν διὰ τὸν Χριστὸν, οὐδὲ τοῦτό μοι φοβερόν. Τὸ γὰρ ὕψωμα καὶ βάθος, καὶ ζωὴ καὶ θάνατος, οὐδὲν ἕτερον ἢ τοῦτο ἐμφαίνει. Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς ἀγγέλων ἐπιχειρησόντων αὐτὸν διαστῆσαι τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὰ μηδόλως ἐκβησόμενά ποτε ὑποτίθεται τῷ λόγῳ, ἵνα δυνηθῇ τὸν πολὺν πόθον, ὃν εἶχε, παραστῆσαι καὶ ποιῆσαι κατάδηλον ἅπασι. Τοιοῦτον γὰρ τὸ τῶν φιλούντων ἔθος ἐστίν· οὐ στέγουσι σιγῇ κατέχειν τὸν ἔρωτα, ἀλλ' εἰς τοὺς ἐπιτηδείους ἅπαντας τὴν φλόγα ἐκφέρουσι, τῷ συνεχῶς διηγεῖσθαι τοῦ πόθου τὴν ὑπερβολὴν διαναπαύοντες αὐτῶν τὴν ψυχήν. Ὅπερ οὖν καὶ ὁ μακάριος ἐκεῖνος τότε ἐποίησε· καὶ πάντα τῷ λόγῳ περιλαβὼν, τὰ ὄντα, τὰ ἐσόμενα, τὰ συμβάντα, τὰ μηδέποτε συμβησόμενα, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, καὶ πᾶσαν κόλασιν, καὶ πᾶσαν ἀνάπαυσιν, ὥσπερ οὐκ ἀρκούντων τούτων αὐτῷ πρὸς τὴν τοῦ πάθους παράστασιν, ἕτερα τοσαῦτα πάλιν οὐχ ὑφεστῶτα ὑποστησάμενος τῷ λόγῳ καὶ θεὶς (τὸ γὰρ, Κτίσις ἑτέρα, τῶν οὐχ ὑφεστώτων ἐστὶν), οὕτως ἐπήγαγε, δηλῶν ὅτι πάντων τῶν εἰρημένων οὐδὲν ἡμᾶς χωρίσαι δυνήσεται τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Καὶ ἐκεῖνος μὲν πρὸς τοσοῦτον ὕψος τὸν ἑαυτοῦ πόθον ἀνῆψεν· ἡμεῖς δὲ οἱ κελευσθέντες εἶναι αὐτοῦ μιμηταὶ, οὐδὲ τὰς ἐνθάδε θλίψεις φέρομεν εὐχερῶς, ἀλλὰ ἀλύομεν καὶ δυσανασχετοῦμεν τῶν πυρεττόντων οὐκ ἔλαττον. Ἡ γὰρ μακρὰ αὕτη νόσος, ἡ καταλαβοῦσα τὰς ἡμετέρας ψυχὰς, ἀνίατος τῷ χρόνῳ γέγονεν, ὡς εἰπεῖν, καὶ τῆς εἰλικρινοῦς ὑγιείας οὐδὲ ἔννοιαν δυνάμεθα λαβεῖν, ἀλλὰ καὶ ἀδύνατος εἶναι δοκεῖ ἡμῖν λοιπὸν ἡ ταύτης ἀνάκτησις. Κἂν ἀκούσωμέν τινος τοὺς ἀποστόλους εἰς μέσον ἄγοντος, καὶ τὰ ἐκείνων κατορθώματα λέγοντος, δέον εὐθέως καὶ πενθῆσαι ἑαυτοὺς, ὅτι τοσοῦτον αὐτῶν ἀφεστήκαμεν, οὐδὲ ἁμάρτημα τὸ πρᾶγμα εἶναι νομίζομεν, ἀλλ' ὡς οὐδὲ δυνατὴν πρὴς ἐκεῖνο φθάσαι τὸ ὕψος, οὕτω διακείμεθα. Κἂν ἔρηταί τις τὴν αιτίαν, εὐθέως τὴν ἄλογον ταύτην ἀπολογίαν προβαλλόμεθα
not lie, my conscience bearing witness with me in the Holy Spirit. And nevertheless, although he added so many things to his statement, and called such witnesses of his conscience, he is disbelieved even now still. What, then, is this that he says? Hear. Having discoursed concerning the dreadful things in this world, and having said, Who shall separate us from the love of Christ? Shall affliction, or distress, or persecution, or famine, or nakedness, or peril, or sword? and having gone through all the things upon the earth, he ascends into heaven, and wishing to show that it is no great thing to despise the punishments here for the sake of Christ, he added: Neither angels, nor principalities, nor powers, nor things present, nor things to come, nor height, nor depth, nor any other creature shall be able to separate us from the love of God, which is in Christ Jesus our Lord. And what he says is of this sort: Not only will men be unable to tear me away from this friendship, but not even angels, nor even if all the powers of the heavens should come together into the same place, will they have strength for this. Why do I say this? Even if I must fall from the kingdom, even if I must fall into Gehenna for the sake of Christ, not even this is fearful to me. For height and depth, and life and death, signify nothing other than this. Yet these things he said, not as though angels were going to attempt to sever him from Christ, but in his discourse he supposes even things that will never come to pass at all, in order that he might be able to set forth the great longing which he had, and make it manifest to all. For such is the custom of those who love: they cannot bear to hold back their love in silence, but bring out the flame to all those fit to hear, refreshing their soul by continually recounting the excess of their longing. Which very thing that blessed man also did at that time; and having embraced all things in his discourse—things present, things to come, things that have happened, things that will never happen, things visible and things invisible, and every punishment and every rest—as though these were not sufficient for him towards the exhibition of his passion, having in his discourse framed and laid down as many other non-existent things again (for the phrase "any other creature" belongs to things non-existent), he thus added his conclusion, making clear that none of all the things mentioned shall be able to separate us from the love of God which is in Christ Jesus our Lord. And he, indeed, kindled his own longing unto so great a height; whereas we, who have been commanded to be his imitators, do not even bear the afflictions here easily, but fret and chafe no less than men in a fever. For this long disease which has laid hold of our souls has become incurable through time, so to speak, and we are not able to form even a notion of genuine health, nay, the recovery of it seems to us thenceforth impossible as well. And even if we hear anyone bringing forward the apostles into our midst, and telling of their good deeds, when we ought straightway even to mourn for ourselves because we stand so far off from them, we do not even suppose the matter to be a sin, but we are so disposed as though it were not even possible to reach unto that height. And if anyone asks the cause, straightway we put forward this irrational defence
Notes, col. 406

On the reading

Printed βάθες, for βάθος.

Printed δυνατὴν, for δυνατὸν.

Printed πρὴς, for πρὸς.

Printed αιτίαν, for αἰτίαν.

PG 47:407Read from the page
λέγοντες· Ἐκεῖνος Παῦλος ἦν, κἀκεῖνος Πέτρος ἦν, κἀκεῖνος Ἰωάννης. Τί ἐστιν, Ἐκεῖνος Παῦλος ἦν, ἐκεῖνος Πέτρος ἦν; οὐ τῆς αὐτῆς φύσεως, εἰπέ μοι, καὶ οὗτοι μετεῖχον; οὐ διὰ τῆς αὐτῆς ὁδοῦ παρήχθησαν εἰς τὸν βίον ἡμῖν, οὐ ταῖς αὐταῖς ἐτράφησαν τροφαῖς; οὐ τὸν αὐτὸν ἀνέπνευσαν ἀέρα; οὐ πράγμασιν ἐχρήσαντο τοῖς αὐτοῖς; οὐχ οἱ μὲν αὐτῶν καὶ γυναῖκας εἶχον καὶ παῖδας, οἱ δὲ καὶ τέχνας βιωτικὰς, ἕτεροι δὲ καὶ εἰς αὐτὸ τῆς κακίας τὸ βάραθρον κατηνέχθησαν; Ἀλλὰ πολλῆς ἀπήλαυσαν, φησὶ, τῆς τοῦ Θεοῦ χάριτος. Ἀλλ' εἰ μὲν νεκροὺς ἀναστῆσαι ἐκελευόμεθα, ἢ ὀφθαλμοὺς ἀνοῖξαι τυφλῶν, ἢ καθαρίσαι λεπροὺς, ἢ χωλοὺς ἀνορθῶσαι, ἢ δαίμονας ἐκβαλεῖν, καὶ τὰς ἄλλας τὰς τοιαύτας ἰᾶσθαι νόσους, καιρὸν ἂν εἶχε τὰ τῆς ἀπολογίας ταύτης ἡμῖν· εἰ δὲ πολιτείας ἐξέτασις πρόκειται νῦν, καὶ ὑπακοῆς ἐπίδειξις, ποῖον ταῦτα πρὸς ἐκεῖνον ἂν ἔχοι λόγον;
saying: That man was Paul, and that man was Peter, and that man was John. What is this: That man was Paul, that man was Peter? Did not these men too, tell me, partake of the same nature? Were they not brought forth into life through the same way as we, were they not nourished with the same foods? Did they not breathe the same air? Did they not make use of the same affairs? Did not some of them also have wives and children, and others worldly crafts, while still others had sunk down even into the very pit of wickedness? Yet they enjoyed, says one, abundant grace of God. Yet if we were commanded to raise the dead, or to open the eyes of the blind, or to cleanse lepers, or to set the lame upright, or to cast out demons, and to heal the other such diseases, the pleas of this defence would have a place for us; but if an examination of conduct is set before us now, and a display of obedience, what relation could these pleas have to that matter?
Καὶ γὰρ καὶ σὺ θείας ἀπήλαυσας χάριτος βαπτιζόμενος, καὶ Πνεύματος μετέσχες, εἰ καὶ μὴ πρὸς τὸ τὰ σημεῖα ποιεῖν, ἀλλ' ὅσον ἀρκεῖ πρὸς τὸ πολιτείαν ὀρθὴν καὶ ἠκριβωμένην λαβεῖν· ὥστε ῥαθυμίας μόνον τῆς ἡμετέρας ἐστὶν ἡ διαστροφή. Καὶ ὁ Χριστὸς δὲ κατὰ τὴν ἡμέραν ἐκείνην οὐ τοῖς τὰ σημεῖα ἐργασαμένοις ἁπλῶς τὰ ἔπαθλα δίδωσιν, ἀλλὰ τοῖς τὰ προστάγματα πεποιηκόσι τὰ αὐτοῦ. Δεῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου, οὐχ ὅτι ἐθαυματουργήσατε, ἀλλ' ὅτι Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς, καὶ περιεβάλετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρὸς μέ. Καὶ ἐν τοῖς μακαρισμοῖς δὲ οὐδαμοῦ τοὺς τὰ θαύματα ποιοῦντας τίθησιν, ἀλλὰ τοὺς βίον ἔχοντας ὀρθόν.
For you too enjoyed divine grace when you were baptized, and partook of the Spirit, even if not for working signs, yet as much as suffices for taking up an upright and exact manner of life; so that the perversity belongs to our own sloth alone. And on that day Christ too gives the prizes not simply to those who have wrought signs, but to those who have performed His ordinances. For Come, He says, you blessed of My Father, inherit the kingdom prepared for you from the foundation of the world—not because you wrought wonders, but because I was hungry, and you gave Me to eat; I was thirsty, and you gave Me to drink; I was a stranger, and you gathered Me in; naked, and you clothed Me; I was sick, and you visited Me; I was in prison, and you came unto Me. And in the Beatitudes too, nowhere does He set those who work wonders, but those who lead an upright life.
θʹ. Ὥστε εἰ καὶ ἐκείνη συνέσταλται νῦν ἡ χάρις, οὐδὲν ἡμᾶς παραβλάψαι τοῦτο δυνήσεται, ἀλλ' οὐδὲ ἀπολογήσασθαι ὑπὲρ ἡμῶν, ὅταν τὰς εὐθύνας ὑπέχωμεν τῶν πεπραγμένων. Καὶ γὰρ τοὺς μακαρίους ἐκείνους οὐ διὰ τὰ σημεῖα θαυμάζομεν· τοῦτο γὰρ ὅλον τῆς τοῦ Θεοῦ δυνάμεως ἦν· ἀλλ' ὅτι πολιτείαν ἐπεδείξαντο ἀγγελικήν· τοῦτο δὲ μετὰ τῆς ἄνωθεν ῥοπῆς καὶ τῆς αὐτῶν σπουδῆς ἔργον ἐστί. Καὶ οὐκ ἐγὼ τοῦτο λέγω νῦν, ἀλλὰ καὶ αὐτὸς ἐκεῖνος ὁ τοῦ Χριστοῦ μιμητής. Ὅτε γὰρ πρὸς τοὺς ψευδαποστόλους διετείνετο γράφων τοῖς μαθηταῖς, καὶ τὸ μέσον τῆς δοκίμου τε καὶ κιβδήλου διακονίας παραστῆσαι ἐβούλετο, οὐκ ἀπὸ τῶν σημείων, ἀλλ' ἀπὸ τῶν κατορθωμάτων αὐτοῦ τοῦτο ἐποίησεν, οὑτωσὶ λέγων· Διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ; ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις· ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις ληστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις, ἐν κόπῳ, ἐν μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι. Χωρὶς τῶν παρεκτὸς, ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν. Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Διὰ ταῦτα θαυμάζω τοὺς
9. Wherefore, even if that grace has now been drawn back, this will be able to harm us in nothing, nor yet to plead a defence on our behalf when we undergo the reckoning of what we have done. For we admire those blessed men not because of the signs—for all that belonged to the power of God—but because they displayed an angelic manner of life; and this, along with the inclination from above, is the work of their own zeal as well. And it is not I who say this now, but even that very imitator of Christ himself. For when he was contending against the false apostles in writing to the disciples, and wished to set forth the difference between approved and counterfeit ministry, he did this not from the signs, but from his own good deeds, speaking thus: Are they ministers of Christ? I speak as one beside himself; I am more: in labours more abundantly, in prisons more abundantly, in stripes above measure, in deaths often; from the Jews five times I received forty stripes save one, thrice I was beaten with rods, once I was stoned, thrice I suffered shipwreck, a night and a day I have spent in the deep; in journeyings often, in perils of rivers, in perils of robbers, in perils from my own kindred, in perils from the Gentiles, in perils in the city, in perils in the wilderness, in perils in the sea, in perils among false brethren; in labour, in toil, in watchings often, in hunger and thirst, in fastings often, in cold and nakedness. Besides the things that are without, there is that which presses upon me daily, my anxiety for all the Churches. Who is weak, and I am not weak? Who is made to stumble, and I myself do not burn? On account of these things I myself admire the
PG 47:408Read from the page
ἀποστόλους ἐγώ· ὡς οἵ γε τούτων χωρὶς ἐπιδείξασθαι σημεῖα διά τινος οικονομίας συγχωρηθέντες οὐ μόνον οὐκ ἐγένοντο θαυμαστοὶ, ἀλλὰ καὶ ἀδόκιμοι, καθὼς καὶ ὁ Χριστὸς δείκνυσι λέγων· Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι πολλὰς δυνάμεις ἐποιήσαμεν; Καὶ ἐρῶ αὐτοῖς· Ἀποχωρεῖτε ἀπ' ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνυμίαν· οὐδέποτε ἔγνων ὑμᾶς. Διὰ τοῦτο καὶ τοῖς μαθηταῖς παρήνει λέγων· Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, ἀλλ' ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Πολιτεία μὲν γὰρ ὀρθὴ καὶ τούτων χωρὶς ἀπολήψεται τοὺς στεφάνους, καὶ οὐδὲν ἔλαττον ἕξει παρὰ τοῦτο τότε· βίος δὲ παράνομος οὐδὲ μετὰ σημείων δυνήσεται τὴν κόλασιν ἐκφυγεῖν. Ὥστε περιττὸς ἡμῖν ὁ λόγος οὗτός ἐστιν, οὐ περιττὸς δὲ μόνον, ἀλλὰ καὶ ἐπικίνδυνος, καὶ πολλοῖς τῶν αἱρετικῶν παρέχων λαβάς. Εἰ γὰρ μὴ διὰ τὴν οἰκείαν ἐκεῖνοι προαίρεσιν οὕτως ἐγένοντο θαυμαστοὶ, ἀλλὰ διὰ τὴν τοῦ Χριστοῦ χάριν μόνον, τί τὸ κωλύον ἅπαντας τοιούτους γενέσθαι;
apostles; since those who apart from these good deeds were permitted through some dispensation to display signs became not only unadmired, but even reprobate, just as Christ too shows, saying: Many will say to Me in that day: Lord, Lord, did we not prophesy in Thy name, and in Thy name cast out demons, and in Thy name do many mighty works? And I will say to them: Depart from Me, all you who work lawlessness; I never knew you. On this account He also exhorted the disciples, saying: Rejoice not that the demons are subject to you, but that your names are written in the heavens. For an upright manner of life even apart from these signs will receive the crowns, and will have nothing less on this account at that time; whereas a lawless life not even with signs will be able to escape punishment. Wherefore this plea of ours is superfluous, and not superfluous alone, but also perilous, and affording handles to many of the heretics. For if those men became so admirable not through their own free choice, but through the grace of Christ alone, what hinders all men from becoming such?
Ἡ γὰρ χάρις εἰ μὴ τὰ παρ' ἡμῶν πρότερον ἐζήτει, ἀθρόως ἂν εἰς τὰς ἁπάντων ἐξεχύθη ψυχάς· οὐ γάρ ἐστι προσωπολήπτης ὁ Θεός· ἐπειδὴ δὲ τὰ παρ' ἡμῶν ζητεῖ, διὰ τοῦτο τοῖς μὲν ἕπεται καὶ παραμένει, τῶν δὲ ἀφίπταται, εἰς δὲ τοὺς λοιποὺς οὐδὲ τὴν ἀρχὴν καθικνεῖται. Ὅτι δὲ προαίρεσιν πρότερον ἐξετάσας, οὕτω τὴν χάριν ἔδωκεν ὁ Θεὸς πρὶν ἤ τι θαυμαστὸν ἐπιδείξασθαι τὸν μακάριον ἐκεῖνον, ἄκουσον τί περὶ αὐτοῦ φησι· Σκεῦος ἐκλογῆς μοί ἐστι, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων, καὶ παντὸς γένους Ἰσραήλ. Ταῦτα οὔπω τῆς χάριτος παρούσης ἐμαρτύρησεν ὁ τὰς καρδίας ἐμβατεύων ἡμῶν. Μὴ δὴ σφάλλωμεν ἑαυτοὺς, ἀγαπητοὶ, ἀδύνατον εἶναι λέγοντες γενέσθαι κατὰ Παῦλόν τινα. Τῆς μὲν γὰρ χάριτος καὶ τῶν σημείων ἕνεκεν οὐκέτι Παῦλος ἕτερος ἔσται λοιπὸν, τῆς δὲ ἀκριβείας τοῦ βίου, τῶν βουλομένων ἕκαστος τοιοῦτος γένοιτ' ἄν· εἰ δὲ μὴ εἰσὶ, παρὰ τὸ μὴ βούλεσθαι μόνον. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς εἰς τοῦτο ἀλογίας ἐξέπεσον, κατὰ Παῦλον ζητῶν τινας τῶν νῦν, οὐδὲ κατὰ τοὺς τρίτους ἢ τοὺς τετάρτους μετ' ἐκεῖνον δυνάμενος ἰδεῖν. Διὰ ταῦτα πενθεῖν δὴ χρὴ καὶ δακρύειν καὶ ὀδύρεσθαι, οὐ μίαν οὐδὲ δευτέραν ἡμέραν μόνον, ἀλλὰ τὸν βίον ἅπαντα· εἰ γάρ τις εἰς ταύτην τὴν ἕξιν καταστήσειεν ἑαυτὸν, δυσκόλως ἁμαρτήσεται τοῦ λοιποῦ. Καὶ εἰ διαπιστεῖς τῷ λόγῳ, τοὺς πενθοῦντας ἐξέτασον, πένθη λέγω τὰ κοσμικὰ, μὴ τούτων τινὰ τῶν πολλῶν καὶ τὸν ἐπίπονον ζώντων βίον, ἀλλ' ἐκείνων τῶν ἁβρῶν, καὶ οὐδὲν ἕτερον ειδότων ἢ τρυφᾷν. Οὗτοι γὰρ, οὗτοι οἱ μεθύειν μελετῶντες καὶ γαστρίζεσθαι, οἱ τὰ μὲν ἄριστα συντελοῦντες μέχρις ἑσπέρας, τὰ δὲ δεῖπνα εἰς μέσας νύκτας ἐκτείνοντες, οἱ τὰ τῶν ἄλλων ἁρπάζοντες, καὶ οὔτε χήρας, οὔτε πένητος, οὔτε ἀδυνάτου φειδόμενοι, οἱ πολλὴν ὠμότητα ἐπιδεικνύμενοι, εἴ ποτε πένθει ληφθεῖεν σφοδρῷ καὶ δυναμένῳ κάτωθεν ἀναστρέψαι καὶ διαταράξαι ψυχὴν, πάσας ἐκείνας τὰς βλακώδεις ἐπιθυμίας καὶ παρανόμους ἐκβαλόντες, εἰς τὸν τῶν φιλοσόφων μετατίθενται βίον, σκληραγωγίαν, ἀγρυπνίαν, χαμευνίαν, καρτερίαν, νηστείαν, σιγὴν, ἐπιείκειαν, ταπεινότητα, φιλανθρωπίαν ἐπιδεικνύμενοι πολλήν. Καίτοι γε τὰ
For if grace had not first sought out what comes from us, it would have been poured out all at once into the souls of all men; for God is no respecter of persons; yet since it seeks what comes from us, on this account it accompanies and abides with some, flies away from others, and does not even reach the rest at all. And that having first examined free choice, God thus gave grace before that blessed man displayed anything admirable, hear what He says concerning him: He is a chosen vessel unto Me, to bear My name before Gentiles and kings, and the whole race of Israel. These things He Who searches our hearts testified when grace was not yet present. Let us not, then, deceive ourselves, beloved, saying that it is impossible for anyone to become like Paul. For as regards grace and signs, there will thenceforth no longer be another Paul; yet as regards exactness of life, every one of those who are willing could become such; and if they are not, it is owing to unwillingness alone. Yet I know not how I have fallen into such irrationality, seeking men like Paul among those of the present day, when I am not even able to see men like the third or the fourth after him. On account of these things one must indeed mourn and weep and lament, not for one or a second day alone, but for one's whole life; for if anyone should establish himself in this habit, he will hardly sin for the rest of his days. And if you distrust my statement, examine those who mourn—I mean worldly mournings—not anyone from among these multitudes who live a laborious life, but from among those dainty men who know nothing else than to live in luxury. For these men, these who practise drunkenness and gluttony, who prolong their midday meals until evening and draw out their suppers until midnight, who plunder the goods of others, sparing neither widow, nor pauper, nor infirm man, who display great cruelty—if ever they are seized by a vehement grief able to overturn and trouble a soul from its foundations, casting out all those slothful and lawless lusts, they transfer themselves into the manner of life of philosophers, displaying hardy discipline, watchfulness, sleeping on the ground, endurance, fasting, silence, gentleness, humility, and great humanity. And yet the
Notes, col. 408

On the reading

Printed οικονομίας, for οἰκονομίας.

Printed ἀνυμίαν, for ἀνομίαν.

Printed ειδότων, for εἰδότων.

PG 47:409Read from the page
ἑτέρων ἁρπάζοντες καὶ τὰ ἑαυτῶν ἡδέως ἂν πρόοιντο κατ' ἐκεῖνον τὸν καιρόν· κἂν πῦρ ἀφεῖναί τις ἐθέλοι τοῖς ὑπάρχουσι μετὰ τῆς οἰκίας πάσης, οὐ παροξύνονται. Πολλοὺς δὲ ἔγωγε οἶδα, μετὰ τὴν τῶν φιλτάτων ἀποβολὴν τοὺς μὲν τὴν ἐν ἀγροῖς δίαιταν τῆς πόλεως ἐναλλαξαμένους καὶ τῶν ἐν ταύτῃ καλῶν, τοὺς δὲ παρὰ τὰ μνήματα τῶν ἀπελθόντων τὰς οἰκίας δειμαμένους, καὶ τὸν βίον ἐκεῖ καταλύσαντας. Ἀλλὰ ταῦτα μὲν ὕστερον· ἕως δ' ἂν ἀκμάζῃ τὸ πένθος, οὐδενὸς αὐτοῖς τῶν παρόντων λόγος ἐστὶν, ἀλλὰ τὴν μανίαν, ἣν περὶ τὴν ἐπιμέλειαν καὶ τὴν συλλογὴν τῶν χρημάτων εἶχον, ἣν περὶ τὴν κτῆσιν τῆς δυναστείας καὶ τῆς δόξης τῆς παρὰ τῶν πολλῶν, ὥσπερ τινὰ χόρτον, ἢ καὶ ἄνθος χόρτου, τῇ φλογὶ τῆς ἀθυμίας καταφλέξαντες, ἔρριψαν ἀπὸ τῆς ψυχῆς, καὶ πρὸς τοσαύτην τότε ἡ διάνοια φιλοσοφίαν μεθίσταται, ὡς μηδὲ μέχρι ῥημάτων ἀνασχέσθαι τινὸς τῶν κατὰ τὸν παρόντα βίον ἡδέων, ἀλλὰ πάντα τὰ πρὸς ἡδονὴν εἶναι δοκοῦντα πρότερον προσίστασθαί τε αὐτοῖς καὶ πικρότατα φαίνεσθαι· καὶ οὐδεὶς ἂν οὔτε τῶν οἰκετῶν, οὔτε τῶν φίλων τολμήσειε τότε ὑπὲρ τῶν ἐν τῷ κόσμῳ τούτῳ, καὶ σφόδρα κατεπειγόντων, ῥῆξαι φωνήν· πάντα γὰρ ἐκποδὼν γινόμενα παραχωρεῖ τοῖς περὶ φιλοσοφίαν λόγοις, τῆς ψυχῆς διὰ τοῦ πένθους τότε καθάπερ ἐν ἱερῷ τινι τόπῳ παιδευομένης τῆς ἀνθρωπίνης φύσεως τὴν οὐδένειαν, τοῦ παρόντος αιῶνος τὸ ἐπίκαιρον, τῶν βιωτικῶν τὸ εὔφθαρτόν τε καὶ ἄστατον, τῆς σκηνῆς τῶν γινομένων τὴν ὑπόκρισιν. Ὑπεροψία χρημάτων τότε πολλὴ, τότε ὀργῆς ἀναίρεσις, τότε ὀλιγωρία φιλοτιμίας, καὶ οὔτε φθόνος ἐμφωλεῦσαι, οὐ τῦφος ἐκβακχεῦσαι τὸν ὑπὸ τοῦ πένθους συντριβέντα δύναιτ' ἂν, οὐκ ἐπιθυμία ἐμπίπρησι τὸν ἀκόλαστον, ἀλλὰ πάντων τούτων φυγαδευθέντων ἐκεῖθεν, εἷς μόνος κατοικίζεται λογισμὸς, ὁ τὴν εἰκόνα τοῦ τετελευτηκότος διακρατῶν συνεχῶς· τοῦτο καὶ σῖτα, καὶ ποτὸς, καὶ ὕπνος, καὶ ἡδονὴ, καὶ ἀνάπαυσις, καὶ παραμυθία πολλή· τοῦτο δόξα, καὶ πλοῦτος, καὶ δυναστεία, καὶ τρυφή.
seizing the goods of others would gladly give away even their own at that season; and even if someone wished to set fire to their belongings together with their whole house, they are not provoked. Indeed I myself know many who, after the loss of their dearest ones, on the one hand exchanged life in the fields for the city and the good things in it, and on the other hand built their houses beside the tombs of the departed and ended their life there. Yet these things come later; so long as mourning is at its height, they take no account of any present things, but the madness which they had concerning the care and gathering of money, and which they had concerning the winning of power and of glory from the many, having burned up like some grass, or even a flower of grass, with the flame of despondency, they cast away from their soul; and to such philosophy is the mind then transformed that it does not endure any of the pleasant things of the present life even so far as words, but all the things that formerly seemed to make for pleasure both offend them and appear most bitter; and none either of their household servants or of their friends would dare at that time to utter a sound on behalf of the things in this world, even those that press hard; for all things standing out of the way give place to discourses on philosophy, the soul through mourning being then schooled, just as in some sacred place, in the nothingness of human nature, the fleetingness of the present age, the perishableness and instability of worldly things, and the play-acting on the stage of events. Great is the disdain for money then, then is the abolishing of anger, then slight regard for vainglory; and neither could envy lurk in, nor pride madden, the man crushed by mourning, nor does desire inflame the licentious man; but once all these have been banished thence, one single thought is settled within, namely that which continually holds fast the image of the deceased: this is food, and drink, and sleep, and pleasure, and rest, and great comfort; this is glory, and wealth, and power, and luxury.
ιʹ. Οὕτως ἡμᾶς ἐχρῆν τὴν ἀποβολὴν τῆς σωτηρίας τῆς ἡμετέρας πενθεῖν, ἵνα μηδὲν εἴπω πλέον· μετὰ τοσούτου πόθου καὶ προθυμίας ἔδει πάντων ἐκεῖ τετάσθαι τὸ ὄμμα τῆς ψυχῆς, καὶ πάντα ἡμῖν τὴν ἐκείνης εἶναι μνήμην καὶ ἀνατύπωσιν. Νῦν δὲ οἱ μὲν παῖδας καὶ γυναῖκας ἀποβαλόντες πρὸς οὐδὲν ἕτερον ἀπασχολοῦσι τὸν νοῦν, ἢ πρὸς τὸ φαντάζεσθαι τοὺς ἀποσπασθέντας αὐτῶν· ἡμεῖς δὲ οἱ βασιλείαν ἀπολέσαντες οὐρανῶν, πάντα μᾶλλον ἢ ταύτην διανοούμεθα. Καὶ ἐκείνων μὲν οὐδεὶς, κἂν βασιλικωτάτου τύχῃ γένους, τῷ τοῦ πένθους αἰσχύνεται νόμῳ· ἀλλὰ καὶ ἐπ' ἐδάφους καθιεῖται, καὶ θρηνήσει πικρὸν, καὶ τὴν ἐσθῆτα μεταβαλεῖ, καὶ τὰ ἄλλα πάντα μετὰ πολλῆς ὑποστήσεται προθυμίας τὰ τῆς τιμωρίας ἐκείνης· καὶ οὔτε ἀνατροφὴν, οὔτε σώματος ἕξιν, οὐ τὰς μετὰ ταῦτα λογιεῖται νόσους, τὰς ἀπὸ τῆς ταλαιπωρίας ἐκείνης, ἀλλὰ μετὰ πολλῆς ἅπαντα οἴσει τῆς εὐκολίας. Καὶ ταῦτα μὲν οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες, κἂν σφόδρα ἀσθενεῖς ὦσιν, ἐπιδείκνυνται, καὶ τούτων πλείονα. Ἡμεῖς δὲ οὐ παῖδας, οὐ γυναῖκας, ἀλλὰ ψυχῆς ἀπώλειαν πενθοῦντες, ψυχῆς οὐκ ἀλλοτρίας, ἀλλὰ τῆς ἡμετέρας, σκηπτόμεθα προφασιζόμενοι σώματος
10. Thus ought we to mourn the loss of our salvation, not to say more; with such longing and eagerness ought the eye of the soul of all men to have been stretched thither, and all things for us to be the remembrance and imaging of it. Yet now those who have lost children and wives occupy their mind with nothing else than with picturing those torn away from them; whereas we who have lost the kingdom of heaven think of everything rather than this. And none of those men, even should he chance to be of most royal race, is ashamed of the law of mourning; nay, he will both sit upon the ground, and lament bitterly, and change his garment, and endure with great readiness all the other things of that chastisement; and he will reckon neither his upbringing, nor the habit of his body, nor the illnesses afterwards arising from that hardship, but will bear all things with great ease. And not men only, but women also, even if they be exceedingly weak, display these things, and more than these. Yet we, mourning not children, not wives, but the ruin of a soul, a soul not another's, but our own, make excuses, pleading as a pretext bodily
Notes, col. 409

On the reading

Printed αιῶνος, for αἰῶνος.

PG 47:410Read from the page
ἀσθένειαν καὶ ἀνατροφῆς ἁπαλότητα. Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινόν! νῦν δὲ οὐδὲ ἐκεῖνα πράττομεν ἐν οἷς οὐδὲν τῆς τοῦ σώματος ἐνεργείας δεόμεθα. Ποῦ γὰρ, εἰπέ μοι, σωματικῆς χρεία δυνάμεως, ὅταν συντρίψαι δέῃ καρδίαν, ὅταν εὔξασθαι νήφοντα καὶ διεγηγερμένον, ὅταν ἀναλογίσασθαι τὰ ἁμαρτήματα, ὅταν καταλῦσαι τῦφον καὶ ἀπόνοιαν, ὅταν ταπεινῶσαι λθγισμόν; Ταῦτα γάρ ἐστιν ἃ καὶ τὸν Θεὸν ἵλεων ἡμῖν καθίστησι, καὶ οὐ πολλοῦ δεῖται πόνου· καὶ οὐδὲ ταῦτα πράττομεν. Οὐδὲ γὰρ σάκκου περιβολὴ, οὐδὲ τὸ ἐν οἰκίσκῳ κατακλεῖσαι ἑαυτὸν, οὐδὲ τὸ καθίσαι ἐν σκότῳ, τοῦτο μόνον ἐστὶ τὸ πενθεῖν, ἀλλὰ τὸ διαπαντὸς τὴν μνήμην τῶν οἰκείων ἀναστρέφειν κακῶν, καὶ βασανίζειν τὸ συνειδὸς τούτοις τοῖς λογισμοῖς, τὸ συνεχῶς ἀναμετρεῖν τῆς ὁδοῦ τὸ μῆκος, ὅσον ἀπολειπόμεθα τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ πῶς τοῦτο ἔσται; φησί. Πῶς; ἂν τὴν γέενναν ἔχωμεν ἀεὶ πρὸ τῶν ὀφθαλμῶν, καὶ τοὺς πανταχοῦ τότε διατρέχοντας ἀγγέλους, καὶ συνάγοντας ἐκ τῆς οἰκουμένης ἁπάσης τοὺς ἐν τῇ γεέννῃ ἀπαχθήσεσθαι μέλλοντας· ἂν τὴν ἔκπτωσιν λογισώμεθα τῆς βασιλείας, ὅσον κακὸν, καὶ τῆς γεέννης χωρίς. Καὶ γὰρ, εἰ μὴ τὸ πῦρ ἐκεῖνο ἠπείλητο ἡμῖν, μηδὲ ἀθάνατοι κολάσεις ἡμᾶς ἔμενον, αὐτὸ μόνον τὸ ἀλλοτριωθῆναι τοῦ Χριστοῦ, τοῦ πράου καὶ φιλανθρώπου, τοῦ παραδόντος ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς θάνατον, καὶ πάντα παθόντος, ἵνα ἡμᾶς ἐξαιρήσηται τῆς κολάσεως ἐκείνης, καὶ καταλλάξῃ ἡμᾶς τῷ ἑαυτοῦ Πατρὶ ἐχθροὺς ὄντας τοῖς πταίσμασιν, εἰ καὶ μὴ τῶν προκειμένων ἐκείνων ἀνεκλαλήτων ἀγαθῶν καὶ ἀθανάτων ἐκπίπτειν μέλλομεν, πάσης κολάσεως μεῖζόν ἐστι, καὶ ἱκανὸν διεγεῖραι ψυχὰς, καὶ πεῖσαι νήφειν διαπαντός. Εἰ γὰρ ἀναγινώσκοντες μόνον τὸ ὑπόδειγμα τῶν πέντε παρθένων, ἃς ἔξω τοῦ νυμφῶνος ἡ τοῦ ἐλαίου σπάνις ἀπέκλεισεν, ἐξ ἴσης ἐκείναις αὐταῖς ἀλγοῦμεν ἐπὶ τοῖς ἐκείνων κακοῖς, καὶ θορυβούμεθα· ἂν ἐννοήσωμεν ὅτι καὶ αὐτοὶ τοῦτο πεισόμεθα ῥᾳθυμήσαντες, τίς οὕτως ἔσται λίθινος λοιπὸν, ὡς, τοῦ παραδείγματος αὐτὸ τοῦτο συνεχῶς στρέφοντος τὴν ψυχὴν, εἰς ὀλιγωρίαν ἐμπεσεῖν; Ἐνῆν μὲν οὖν καὶ εἰς μεῖζον μῆκος ἐκτεῖναι τὸν λόγον, ἀλλ' ἐπειδὴ μόνον ὑπακοῆς καὶ οὐκ ἄλλης χρείας ἕνεκεν ἡμῖν εἴρηται, καὶ ταῦτα πέρα τοῦ δέοντος γέγραπται. Εὖ γὰρ οἶδα ὅτι πᾶσαν τῆς κατανύξεως τὴν ἀρετὴν αὐτός τε ἔχεις ἀκριβῶς, καὶ ἄλλοις ἂν μεταδοίης καὶ σιωπῶν, ἂν μόνον βραχὺ τῇ εὐλαβείᾳ συζῆσαι ἀξιωθεῖεν τῇ σῇ, καὶ τὸν ἐσταυρωμένον βίον ἰδεῖν. Ὥστε εἰ χρὴ κατάνυξιν μαθεῖν τοὺς μὲν νῦν ζῶντας, εἰς τὸ σὸν βαδίζειν δεῖ καταγώγιον· τοὺς δὲ μετὰ ταῦτα, ἀκούειν τὰ σά· πολλὴν γὰρ οἶμαι ῥοπὴν παρέξειν πρὸς τοῦτο τὴν διήγησιν μόνον τοῦ βίου τοῦ σοῦ. Διὸ δέομαι καὶ παρακαλῶ τὴν ἀμοιβὴν ἡμῖν ἀποτῖσαι λοιπὸν, καὶ τὰς εὐχὰς ἀντιδοῦναι τὰς σὰς, ὥστε μὴ λέγειν περὶ κατανύξεως μόνον, ἀλλὰ καὶ διὰ τῶν ἔργων τὸ πρᾶγμα ἐπιδείκνυσθαι τοῦτο· ἐπειδὴ τὸ διδάσκειν ἄνευ τοῦ ποιεῖν, οὐ μόνον κέρδος οὐδὲν, ἀλλὰ καὶ ζημίαν πολλὴν καὶ κατάκρισιν φέρει τῷ μετὰ τοσαύτης ἀπροσεξίας διοικοῦντι τὸν βίον τὸν ἑαυτοῦ. Οὐ γὰρ πᾶς, φησὶν, ὁ λέγων μοι, Κύριε, Κύριε, ἀλλ' ὃς δ' ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
weakness and delicacy of upbringing. And would that this alone were the dreadful thing! Yet now we do not even practise those things wherein we need none of the activity of the body. For where, tell me, is there need of bodily strength, when one must crush the heart, when one must pray sober and wide awake, when one must reckon up sins, when one must throw down pride and folly, when one must humble one's thought? For these are the things which render God gracious towards us, and they need no great labour; and yet not even these do we perform. For neither the putting on of sackcloth, nor shutting oneself up in a small chamber, nor sitting in darkness, is alone what mourning is, but continually turning over the remembrance of one's own evils, and tormenting the conscience with these reflections, and ceaselessly measuring the length of the road, how far we fall short of the kingdom of heaven. And how shall this be? says one. How? If we hold Gehenna ever before our eyes, and the angels running to and fro everywhere at that time, and gathering out of the whole inhabited world those who are about to be led off in Gehenna; if we reckon the falling away from the kingdom, how great an evil it is, even apart from Gehenna. For indeed, if that fire had not been threatened against us, nor deathless chastisements awaited us, the mere fact of being estranged from Christ, the Gentle and Lover of mankind, Who gave Himself up for us unto death, and suffered all things, that He might rescue us from that chastisement, and reconcile us, who were enemies through our offences, to His own Father, even if we are not about to fall away from those unspeakable and immortal good things set before us, is greater than every chastisement, and sufficient to rouse souls and persuade them to be sober always. For if merely reading the example of the five virgins, whom lack of oil shut out from the bride-chamber, we grieve equally with those virgins themselves over their ills, and are troubled: if we consider that we ourselves too shall suffer this if we grow slothful, who then will be so stony that, while the example continually turns his soul round upon this very thing, he falls into heedlessness? It would indeed have been possible to draw out the discourse to greater length also, yet since it has been spoken by us solely for the sake of obedience and no other need, even these things have been written beyond what was needful. For I know well that you both possess all the virtue of compunction exactly yourself, and could impart it to others even while keeping silence, if only they were counted worthy to live a little while with your reverent piety, and to behold your crucified life. Wherefore if those now living must learn compunction, they must walk to your lodging; while those hereafter must hear of your deeds; for I think the mere narration of your life will afford a great impulse towards this. Wherefore I beg and entreat you to pay us back the recompense for the rest, and to give your prayers in return, so that we may not only speak concerning compunction, but also display this matter through works; since teaching without doing brings not only no gain, but also great loss and condemnation to him who orders his own life with such heedlessness. For not every one, says He, who says to Me, Lord, Lord, save he who shall do and teach, this man shall be called great in the kingdom of heaven.
Notes, col. 410

On the reading

Printed λθγισμόν, for λογισμόν.