Migne Reading Room

PG 47 · cols. 399–404 · Read from the page

On Compunction, two books

On Compunction, two books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:399Read from the page
δʹ. Τοὺς γὰρ περὶ τοῦ μὴ δεῖν ὀμνύναι κειμένους καὶ αἰσχύνομαι λέγειν, οὐ διὰ τὰς ὁρκωμοσίας μόνον, ἀλλὰ καὶ διὰ τὰς ἐπιορκίας τὰς συνεχεῖς. Ει γὰρ καὶ τὸ ὀμνύναι, κἂν εὐορκῇ τις, ἔγκλημα καὶ ἐντολῆς παράβασις, ποῦ τὴν ἐπιορκίαν θήσομεν; Εἰ γὰρ τὸ περισσὸν τοῦ ναι καὶ τοῦ οὒ ἐκ τοῦ Πονηροῦ, τὸ καὶ τούτου περισσότερον τίνος ἔσται λοιπόν; Εἶτα πάλιν φησίν· Ἐάν τίς σε ῥαπίσῃ εις τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ιμάτιον· καὶ ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ' αὐτοῦ δύο· καὶ τῷ αιτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. Τί ἄν τις εἴποι πρὸς ταῦτα; Ἐφ' ἑκάστου γὰρ τῶν ειρημένων δακρύειν μόνον καὶ ἐγκαλύπτεσθαι λείπεται· οὕτως ἐκ διαμέτρου πρὸς τὴν ἐναντίαν ἀντεταξάμεθα, εἰς κρίσεις καὶ μάχας καὶ δίκας καὶ ἀμφισβητήσεις τὸν ἅπαντα χρόνον ἀναλίσκοντες, καὶ μηδὲ βραχεῖαν ἐπήρειαν φέροντες, μὴ τὴν ἀπὸ τῶν πραγμάτων, μὴ τὴν ἀπὸ τῶν ῥημάτων, ἀλλὰ καὶ πρὸς τὸ τυχὸν ἐκθηριούμενοι.
4. For the laws laid down concerning the duty not to swear I am even ashamed to mention, not only because of our oath-swearing, but also because of our continual perjuries. For if even swearing itself, though one swear truly, is an offence and a transgression of a commandment, where shall we place perjury? For if what exceeds yea and nay is from the Evil One, to whom will what exceeds even this belong hereafter? Then again He says: If anyone slaps you on your right cheek, turn to him the other also; and to him who wishes to go to law with you and take your tunic, yield your cloak as well; and if anyone presses you into service for one mile, go with him two; and to him who asks of you give, and from him who wishes to borrow from you do not turn away. What could one say to these words? For at each of the things just spoken it remains only to weep and veil one's face; so diametrically have we ranged ourselves on the opposite side, spending our whole time in judgements and fights and lawsuits and disputes, and enduring not even a slight affront, neither that from deeds nor that from words, nay rather growing savage at any trivial thing.
Εἰ δὲ ἔχοις τινὰς λέγειν τῶν πολλὰ μὲν ἀνηλωκότων εις πένητας, καταφρονουμένων δὲ διὰ τὴν πενίαν ὕστερον, καὶ μυρία πασχόντων κακὰ, ὀλίγους μὲν τούτους καὶ εὐαριθμήτους ἐρεῖς· πλὴν ἀλλ' οὐδὲ οὕτω τὸν ἐνταῦθα ἀναγεγραμμένον ἡμῖν φιλόσοφον ἔδειξας· πολὺ γὰρ οὗτος ἐκείνου τοῦ βίου πνευματικώτερος. Οὐδὲ γάρ ἐστιν ἴσον ἑκόντα δοῦναι, καὶ ἀποστερούμενον πάντων ἐνεγκεῖν. Τί δὲ λέγω ἐνεγκεῖν; ὃ γὰρ ὁ Χριστὸς εἶπε, πολλῷ τούτου πάλιν μεῖζόν ἐστι. Τοσοῦτον δὲ ἀπέστησεν ὁ λόγος τῶν ἀδικουμένων τὰς ψυχὰς τῆς πρὸς τοὺς ἀδικοῦντας ὀργῆς, ὡς μὴ μόνον ὑπὲρ τῶν ἤδη ληφθέντων μὴ δυσχεραίνειν, ἀλλὰ καὶ τῶν ὑπολειφθέντων ἑκόντας παραχωρεῖν, καὶ τῆς ἐκείνων μανίας περὶ τὸ κακῶς ποιεῖν μείζονα περὶ τὸ κακῶς πάσχειν ἐπιδείκνυσθαι τὴν προθυμίαν ἡμᾶς. Ὅταν γὰρ ὁ βουλόμενος ἀδικεῖν εὕρῃ τὸν ἀδικούμενον πλέον παρεσκευασμένον πρὸς τὸ παθεῖν ἤπερ ἐκεῖνος ἐβούλετο, καὶ τὴν ἐπιθυμίαν ἐμπλήσας τὴν ἑαυτοῦ, τὸν ἐπηρεασθέντα ἐκ περιουσίας ἴδῃ φιλοτιμούμενον, ἄπεισιν ἡττημένος, τὴν ὑπερβολὴν τῆς ἀνεξικακίας ἐρυθριάσας· κἂν γοῦν θηρίον ᾖ, κἂν ἕτερόν τι τούτου χαλεπώτερον, μετριώτερος ἔσται τοῦ λοιποῦ, τήν τε αὐτοῦ κακίαν καὶ τὴν ἀρετὴν ἐκείνου καλῶς ἀπὸ τῆς συγκρίσεως ταύτης ἰδών. Τοῦτον ἐγὼ τὸν βίον ἐπιζητῶ νῦν, ὃν μόνον ἐν ταῖς Γραφαῖς κείμενον ὁρῶ, ἀλλαχοῦ δὲ καὶ ἐπὶ τῶν ἔργων οὐδαμοῦ. Μὴ γάρ μοι τὸν ἠδικημένον εἴπῃς καὶ στέγοντα· συμβαίνει γὰρ καὶ παρὰ ἀδυναμίαν τοῦτο παθεῖν. Εἰ δὲ καὶ πρὸς τοὺς ὁμοτίμους καὶ οἷς δυνατὸν ἐπεξελθεῖν ἐπεδείξατο τοῦτο, ἀλλὰ οὐ μέχρι τοσούτου, ὡς καὶ τὴν ἐπιθυμίαν ὑπερακοντίσαι τὴν ἐκείνου, καὶ πλέον ὧν ἐβούλετο δοῦναι, καὶ τοῖς ἑκοντὶ προστεθεῖσι, τὴν ἐπὶ τοῖς βίᾳ ἀποσπασθεῖσι δεῖξαι μακροθυμίαν. Τὸ δὲ τούτων πάλιν ἀνώτερον καὶ αὐτῆς ἁπτόμενον τῆς κορυφῆς, τοὺς τὰ τοιαῦτα ἐργαζομένους εις ἡμᾶς, καὶ ἐπηρεάζοντας καὶ χρήμασι καὶ σώμασι καὶ τοῖς ἄλλοις ἅπασιν, ἐν φίλων τάξει, καὶ φίλων τῶν γνησίων κατατάττειν ἐκέλευσεν ὁ Χριστός. Μὴ γὰρ προσδίδου μόνον τῷ ἁρπάζοντι καὶ πλεονεκτοῦντι, φησὶν, ἀλλὰ καὶ φίλει τοῦτον φιλίᾳ τῇ
And if you should be able to name certain of those who have spent much upon the poor, and afterwards were despised on account of their poverty, and suffered countless ills, you will call these few and easily numbered; yet not even thus have you shown us the philosopher portrayed here, for this life is far more spiritual than that one. For it is not the same thing to give willingly, and when stripped of everything to endure it. Why do I say to endure it? For what Christ spoke is again far greater than this. To such a degree has His word removed the souls of the wronged from anger towards those who wrong them, that we not only feel no resentment over the things already taken, but willingly yield up what is left behind as well, and display an eagerness to suffer wrong greater than their madness to do wrong. For whenever he who wishes to do wrong finds the one wronged more ready to suffer than he himself wished, and after satisfying his own desire sees the one mistreated showing generosity out of abundance, he goes away vanquished, blushing at the excess of forbearance; and even if he be a wild beast, or something else fiercer than this, he will be more moderate hereafter, having clearly seen both his own wickedness and the other's virtue from this comparison. This is the life I now seek after, which I see set down in the Scriptures alone, and nowhere else in actual deeds. For do not name to me one who has been wronged and bears it silently; for it happens that one suffers this through lack of power as well. And even if one displayed this towards equals and those against whom it was possible to proceed, yet not to such a point as to outstrip the other's desire, and give more than he wished, and by the things willingly added show long-suffering over the things torn away by force. And what is again higher than these things and touches the very summit, Christ commanded us to rank among friends—nay, among genuine friends—those who work such things against us and mistreat us in money and body and all else besides. For do not only add more, He says, to the plunderer and the covetous man, but also love him with a friendship that is
Notes, col. 399

On the reading

Printed Ει, for Εἰ.

Printed ναι, for ναὶ.

Printed εις, for εἰς.

Printed ιμάτιον, for ἱμάτιον.

Printed αιτοῦντί, for αἰτοῦντί.

Printed ειρημένων, for εἰρημένων.

PG 47:400Read from the page
σφοδροτάτῃ καὶ εἰλικρινεῖ. Τοῦτο δὴ, τοῦτο καὶ παραστῆσαι βουλόμενος εἶπεν· Εὔχεσθε ὑπὲρ τῶν ἐπηρευζόντων ὑμᾶς· ὅπερ ἐπὶ τῶν σφόδρα ἀγαπωμένων ποιεῖν εἰώθαμεν μόνον. Καὶ ἵνα μὴ πάλιν ὑπερβολῆς νομίσῃς εἶναι τὰ ῥήματα, καὶ τὴν διαβολικὴν ἐπεισαγάγῃς ἀπάτην, προστίθησι τῷ πράγματι λογισμὸν, καὶ αἰτίαν δικαίαν λέγων· Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ τοῦτο ποιοῦσι; Καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀσπαζομένους ὑμᾶς, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ ἐθνικοὶ τοῦτο ποιοῦσιν; Ὅταν οὖν τῶν τελωνῶν καὶ τῶν ἐθνικῶν μηδὲν κατὰ τοῦτο διαφέρωμεν, πῶς οὐ πενθεῖν ἄξιον καὶ κατακόπτεσθαι; Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινόν· νῦν δὲ τοσούτου ἀποδέομεν τοὺς ἐχθροὺς ἀγαπᾷν, ὡς καὶ τοὺς ἀγαπῶντας ἀποστρέφεσθαι καὶ μισεῖν. Τὸ γὰρ βασκαίνειν καὶ φθονεῖν, καὶ δι' ὧν πράττομεν καὶ δι' ὧν λέγομεν τὴν δόξαν αὐτῶν καθαιρεῖν καὶ τὴν εὐδοκίμησιν, τῶν σφόδρα μισούντων καὶ ἀποστρεφομένων ἐστίν. Οὕτως οὐ μόνον τῶν ἐθνικῶν οὐδὲν διαφέρομεν, ἀλλὰ καὶ πολλῷ χεῖρον αὐτῶν ἐν τούτῳ διακείμεθα. Καὶ ὁ μὲν Χριστὸς εὔχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων ἐκέλευσεν, ἡμεῖς δὲ δόλους ῥάπτομεν, καὶ τοὺς καταρωμένους εὐλογεῖν κελευσθέντες, μυρίαις ἀραῖς περιβάλλομεν.
most vehement and sincere. Wishing, indeed, to establish this very thing as well, He said: Pray on behalf of those who maltreat you; which we are accustomed to do only in the case of those who are exceedingly beloved. And lest you should again suppose the words to be those of hyperbole, and bring in the diabolical deceit, He adds to the matter a reasoning, and a just cause, saying: For if you love those who love you, what reward do you have? Do not even the tax-collectors do this very same thing? And if you greet those who greet you, what extraordinary thing do you do? Do not even the Gentiles do this? When, therefore, we differ in nothing from the tax-collectors and the Gentiles in this respect, how is it not worthy to mourn and beat our breasts? And would that this alone were the dreadful thing; but now we fall so far short of loving our enemies as even to turn away from and hate those who love us. For to begrudge and envy, and both through what we do and through what we say to pull down their repute and their good esteem, belongs to those who hate exceedingly and turn away. Thus not only do we differ in nothing from the Gentiles, but we are even in a far worse state than they in this. And whereas Christ commanded to pray on behalf of those who maltreat us, we weave deceits, and, having been commanded to bless those who curse us, we encompass them with myriad curses.
Τί ταύτης σφοδρότερον τῆς ἐναντιώσεως γένοιτ' ἂν καὶ τῆς μάχης, ἣν μαχόμεθα τῷ ταῦτα νομοθετήσαντι, πᾶσιν αὐτοῦ τοῖς προστάγμασιν ἐξ ἐναντίας ἱστάμενοι; Τὴν γὰρ τῆς κενοδοξίας τυραννίδα, ἣν αὐτὸς μὲν διὰ τῶν ἑξῆς ῥημάτων κατέλυσεν, ἡμεῖς δὲ ηὐξήσαμεν, οὐκ ἐπὶ τὰς εὐχὰς μόνον καὶ νηστείας καὶ τὰς ἐλεημοσύνας, ἀλλὰ καὶ ἐπὶ τὰ ἄλλα πάντα ἑλκύσαντες αὐτῆς τὴν ἀρχὴν, καὶ παντὸς μᾶλλον ἀργυρωνήτου τῇ μανίᾳ ταύτης ὑποθέντες ἑαυτοὺς διὰ τὸ πᾶσιν εἶναι δῆλον, παρίημι, τοσοῦτον εἰπὼν, ὅτι τῶν ἀνθρώπων οἱ μὲν εἰς ἐσχάτην καταφρόνησιν ἐκδόντες ἑαυτοὺς, οὐδενὶ τῶν προστεταγμένων προσέχουσιν, οἱ δὲ ἐκ βραχείας μοίρας ὑπακούειν θελήσαντες, καί τινας τῶν ἐντολῶν φυλάξαι σπουδάσαντες, καὶ οὗτοι πάλιν εἰς τὴν αὐτὴν ἐκείνοις ζημίαν κατέστρεψαν, διὰ τὸ μὴ θελῆσαι τῆς κενοδοξίας ἀποδύσασθαι τοὺς δεσμούς. Καὶ ὁ μὲν οὐδὲ ὅλως δίδωσιν ἐλεημοσύνην, ὁ δὲ παρέχων μὲν τοῖς δεομένοις τινὰ τῶν ἑαυτοῦ, μετὰ κενοδοξίας δὲ τοῦτο ποιῶν, οὐδὲν ἄμεινον τοῦ μὴ δεδωκότος διάκειται. Οὕτως ἅπαντας πανταχόθεν εἰς τὰς ἑαυτοῦ παγίδας ἐνέβαλεν ὁ Πονηρός. Εἰ δέ τις καὶ ταύτην δυνηθείη διεκδῦναι τὴν βλάβην, ὑπὸ τῆς ἀπονοίας κατασχεθεὶς, πάλιν τὸ αὐτὸ πτῶμα κατέπεσε, μᾶλλον δὲ καὶ πολλῷ χαλεπώτερον· οὐ γὰρ τοῦτο ζημιωθεὶς μόνον, ὅπερ ἐποίησεν, ἄπεισιν, ἀλλὰ καὶ κακόν τι προσλαβών. Πολλοὺς δὲ ἔγωγε οἶδα, οὐ ταύταις μόνον ἁλισκομένους ταῖς αἰτίαις, ἀλλὰ καὶ διὰ τὸ φιλεῖν καὶ διὰ τὸ δυσωπεῖσθαι, καὶ δι' ἑτέρας πολλὰς τοιαύτας ἐπαρκοῦντας προφάσεις τοῖς δεομένοις, οὐ διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ τὴν ἐντολήν. Τοσούτων οὖν ὄντων τῶν λυμαινομένων ταῖς πράξεσι ταῖς ἀγαθαῖς, τίς ταχέως σωθῆναι δυνήσεται τῶν τούτοις περιπεπτωκότων τοῖς κακοῖς;
What could be more vehement than this opposition and the battle which we wage against Him Who legislated these things, standing in array against all His ordinances? For the tyranny of vainglory, which He indeed dissolved through the following words, while we augmented it, drawing its rule not over prayers alone and fastings and almsdeeds, but also over all other things, and subjecting ourselves more than any slave bought with silver to its madness, because it is manifest to all, I pass by, having said this much: that of men, some, having given themselves over to uttermost contempt, pay heed to none of the things ordained, while others, having wished to obey in small part, and having been eager to keep certain of the commandments, even these have turned back again to the very same loss as those men, because of their unwillingness to strip off the bonds of vainglory. And the one does not give alms at all, while he who furnishes some of his goods to the needy, yet does this with vainglory, is in no better state than he who has not given. Thus from every side the Evil One has cast all men into his snares. And if anyone should be able to slip out of this harm too, seized by arrogance, he falls again the very same fall, or rather one even far more grievous; for he departs having suffered not only the loss of that which he did, but having taken on some evil besides. And I myself know many who are caught not by these causes alone, but also supply the needy out of affection and out of shamefacedness, and on many other such pretexts, not out of the fear of God and the commandment. Since there are so many things, then, that mar good deeds, who among those who have fallen foul of these evils will quickly be saved?
εʹ. Τὸ δὲ, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, τίς ἄρα ὁ μετὰ παῤῥησίας ἐρῶν; Κἂν γὰρ μηδὲν ἀδικήσωμεν τοὺς ἐχθροὺς, ἀλλ' ὅμως τὴν πληγὴν ἀνίατον ἔχομεν. Ὁ δὲ Χριστὸς οὐχ οὕτως ἀφιέναι βούλεται μόνον, ἀλλὰ καὶ εἰς τοὺς πρώτους τῶν φίλων αὐτοὺς ἀριθμεῖν. Διὰ τοῦτο γοῦν, καθὼς ἔφθην εἰπὼν, καὶ ὑπερεύχεσθαι
5. And as for the saying, Forgive us our debts, as we also forgive our debtors, who then is he that will utter it with boldness? For even if we do no wrong to our enemies, nevertheless we keep the wound incurable. Yet Christ wills us not merely to forgive in this manner, but even to reckon them among the foremost of our friends. On this account, at any rate, just as I said before, He ordered us even to pray on behalf
Notes, col. 400

On the reading

Printed ἐπηρευζόντων, for ἐπηρεαζόντων.

PG 47:401Read from the page
τούτων προσέταξεν. Ἐὰν δὲ ἀδικῇς μὲν μηδὲν, ἀποστρέφῃ δὲ, καὶ οὐχ ἡδέως ὁρᾷς, καὶ τὸ τραῦμα ἔχῃς ἐνακμάζον σου τῇ ψυχῇ, οὔπω τὴν ἐντολὴν ἐποίησας, ἣν προσέταξέ σοι ὁ Χριστός. Πῶς οὖν αὐτὸς ἵλεων γενέσθαι τὸν Θεὸν παρακαλεῖς τοῖς εἰς σὲ πεπλημμεληκόσιν οὔπω γεγονὼς ἵλεως αὐτός; Τὸ τοιοῦτον καί τις σοφὸς διασύρων φησίν· Ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργὴν, καὶ παρὰ Κυρίου ζητεῖ ἴασιν; ἐπ' ἄνθρωπον τὸν ὁμότιμον αὐτοῦ οὐκ ἔχει ἔλεος, καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται; αὐτὸς σὰρξ ὢν διατηρεῖ μῆνιν, καὶ τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ; Ἐβουλόμην σιγῆσαι λοιπὸν, καὶ μέχρι τῶν εἰρημένων στῆσαι τὸν λόγον· οὕτως αἰσχύνομαι καὶ ἐρυθριῶ περαιτέρω προελθεῖν· τὸν γὰρ πόλεμον τοῦτον, ὃν ἠράμεθα πρὸς τὰς ἐντολὰς τοῦ Χριστοῦ, καὶ τὴν ἔχθραν τὴν ἀκήρυκτον, προϊὼν ὁ λόγος τρανότερον δείκνυσιν. Ἀλλὰ τί τὸ κέρδος ἀπὸ τῆς ἡμετέρας σιγῆς, τῶν πραγμάτων οὕτω βοώντων τὴν μάχην, καὶ πρὸ τῶν πραγμάτων δὲ αὐτῶν τοῦ μέλλοντος κρίνειν ἡμᾶς πάντα εἰδότος σαφῶς; Τὸ μὲν οὖν μὴ θησαυρίζειν ἐπὶ τῆς γῆς, ἀλλ' ἐν οὐρανῷ, εἰ καὶ ὀλίγους, ὅμως εὕροι τις ἂν κατωρθωκότας καλῶς· οἱ γὰρ λοιποὶ πάντες ὥσπερ τοὐναντίον ἀκούσαντες, καὶ παραγγελθέντες ἐπὶ τῆς γῆς θησαυρίζειν, οὕτως ἀφιέντες τὸν οὐρανὸν, προστετήκασιν ἅπασι τοῖς ἐν τῇ γῇ, καὶ περὶ τὴν τῶν χρημάτων μαίνονται συλλογὴν, καὶ τὸν Θεὸν μισήσαντες, ἀγαπῶσι τὸν μαμωνᾶν· τὸ δὲ, Μὴ μεριμνήσητε περὶ τὴν αὔριον, οὐδένα οὔτε ἀκούσαντα, οὔτε πεισθέντα οἶδα ἐγὼ διὰ τὴν ὀλιγοπιστίαν ἡμῶν. Διὰ τοῦτο ταύτην ἐγκαλυψάμενος παρελεύσομαι τὴν ἐντολήν. Ἔδει μὲν γὰρ καὶ ἁπλῶς ἀποφαινόμενον πιστεύεσθαι τὸν Χριστόν· νῦν δὲ οὐδὲ λογισμοὺς ἀναντιῤῥήτους εἰπὼν, καὶ ὑποδείγματα παραγαγὼν, τό τε τῶν ὀρνίθων καὶ τοῦ χόρτου, πιστεύεται παρ' ἡμῶν, ἀλλ' ὁμοίως τοῖς ἔθνεσι, τάχα δὲ καὶ μικροψυχότερον ὑπὲρ τῆς τούτων φροντίδος δακνόμεθα, καὶ μηδὲ εὔχεσθαι ὑπὲρ αὐτῶν κελευσθέντες, ἅπασαν περὶ ταῦτα τὴν σπουδὴν ἀναλίσκομεν. Ταύτην οὖν, ὅπερ ἔφην, ἐρυθριάσας παρελεύσομαι τὴν ἐντολήν· ἐπὶ δὲ τοῖς μετὰ ταῦτα ἥξω, εἴ πώς τινα τῆς αἰσχύνης ταύτης εὕρω παραμυθίαν μικράν. Τί τοίνυν μετὰ ταῦτα λέγει; Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ἐγὼ μὲν οὖν παραμυθίαν ᾤμην εὑρήσειν τῆς ἡμετέρας αἰσχύνης, ὁρῶ δὲ προσθήκην οὐκ ἐλάττονα τῶν προτέρων. Εἰ γὰρ καὶ μηδὲν ἕτερον ἡμῖν πεπλημμέλητο, τοῦτο γοῦν ἱκανὸν εἰς ἐσχάτην γέενναν ἀπαγαγεῖν· οὕτω τῶν μὲν ἑτέροις ἁμαρτανομένων πικροὶ καθήμεθα δικασταὶ, τὰς δὲ ἑαυτῶν δοκοὺς παρορῶμεν, καὶ εἰς τὸ τὰ τῶν ἄλλων πολυπραγμονεῖν καὶ καταδικάζειν δαπανᾶται ἡμῖν ἅπας ὁ βίος. Καὶ οὐδένα ἂν εὕροις ταχέως οὐ βιωτικὸν ἄνδρα, οὐ μοναχὸν, οὐ τοῦ κλήρου, ταύτης ἐλεύθερον τῆς ἁμαρτίας· καίτοι γε τοσαύτης ἀπειλῆς κειμένης αὐτῇ· Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε, φησί· καὶ, Ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Ἀλλ' ὅμως κόλασιν μὲν τοσαύτην, ἡδονὴν δὲ τῆς ἁμαρτίας οὐδεμίαν ταύτης ἐχούσης, ἅπαντες ἐπιτρέχομεν τῷ κακῷ, καθάπερ σπουδάζοντες καὶ φιλονεικοῦντες, μὴ μόνον διὰ μιᾶς, ἀλλὰ καὶ διὰ πολλῶν ὁδῶν εἰς τὴν τῆς γεέννης κάμινον εἰσελ-
of these men. But if you do no wrong at all, yet turn away, and do not look upon him gladly, and keep the wound in full force in your soul, you have not yet performed the commandment which Christ enjoined upon you. How, then, do you yourself entreat God to become merciful when you yourself have not yet become merciful to those who have offended against you? Scoffing at such conduct, a certain wise man also says: Does a man harbour wrath against a man, and seek healing from the Lord? Upon a man of like honour with himself he has no mercy, and does he make supplication concerning his own sins? Being flesh himself, he cherishes rancour, and who will make propitiation for his sins? I wished to keep silence for the rest, and to stay my discourse at what has been said; so ashamed am I, and I blush to advance further; for as the discourse proceeds, it shows more plainly this war which we have taken up against the commandments of Christ, and our truceless enmity. Yet what is the profit from our silence, when the deeds themselves cry out so loudly the battle, and even before the deeds themselves He Who is about to judge us knows all things clearly? Now, as for not treasuring up upon the earth, but in heaven, even if few, nevertheless one might find some who have accomplished it well; for all the rest, just as though having heard the contrary, and having been charged to treasure up upon the earth, so leaving heaven aside, cleave fast to all things on the earth, and rave over the gathering of money, and having hated God, love mammon; while as for the precept, Be not anxious for the morrow, I myself know no one who has either listened or been persuaded, because of our littleness of faith. On this account, veiling my face, I shall pass by this commandment. For Christ ought to have been believed even when declaring a thing simply; yet as it is, not even after uttering irrefutable reasonings and adducing examples, both that of the birds and that of the grass, is He believed by us, but in like manner as the Gentiles, and perhaps even more faint-heartedly, we are gnawed with anxiety over these things, and having been commanded not even to pray for them, we expend all our eagerness upon these matters. This commandment, therefore, as I said, having blushed, I shall pass by; and I shall come to the things after these, if perchance I may find some slight consolation for this shame. What, then, does He say after these things? Judge not, that you be not judged. Now I supposed that I would find consolation for our shame, yet I see an addition no less than the former ones. For even if nothing else had been sinned by us, this at least would be sufficient to lead us away into uttermost Gehenna; so bitter judges do we sit of the sins committed by others, while we overlook our own beams, and our whole life is spent in meddling with and condemning the affairs of others. And you would not quickly find anyone—neither a man of the world, nor a monk, nor one of the clergy—free from this sin, even though so great a threat is laid upon it: For with what judgement you judge, you shall be judged, He says; and, With what measure you mete, it shall be measured back to you. Yet nevertheless, though this sin carries so great a punishment and no pleasure at all, we all rush headlong into the evil, as though eager and viing with one another to not through one way alone, but also through many ways into the furnace of Gehenna to
PG 47:402Read from the page
θεῖν. Καὶ οὐ πρὸς τὰ δοκοῦντα ἐπίπονα εἶναι μόνον, ἀλλὰ καὶ πρὸς τὰ κουφότερα τούτων ὁμοίως ἀναπεπτώκαμεν, ἐπ' ἴσης καὶ ταῦτα κἀκεῖνα παραβαίνοντες, καὶ δεικνύντες διὰ τῶν ῥάστων, ὅτι καὶ τὰ ἐπιπονώτερα διὰ τὴν οἰκείαν καταφρόνησιν, οὐ διὰ τὸ βαρὺ τῶν προσταγμάτων οὐκ ἐξανύομεν. Ποῖον γὰρ, εἰπέ μοι, πόνον ἔχει, τὸ μὴ πολυπραγμονεῖν τὰ ἀλλότρια, μηδὲ καταδικάζειν τὰ τῶν πλησίον πλημμελήματα; Τοὐναντίον μὲν οὖν, πόνου δεῖται τὸ περιεργάζεσθαι καὶ κρίνειν ἑτέρους. Τίς οὖν ταῦτα ἀκούσας πιστεύσει ποτὲ ἡμῖν, ὅτι ἐκ ῥαθυμίας, ἀλλ' οὐκ ἀπὸ σπουδῆς καὶ τοῦ μὴ βούλεσθαι πρὸς τὸ παρακούειν ἤλθομεν; Ὅταν γὰρ ἃ μὲν ἐπιτάττει ποιεῖν, εὔκολα καὶ ῥᾷστα τοῖς βουλομένοις, ἃ δὲ ἀπαγορεύει χαλεπώτερα καὶ ἐπίπονα, ἡμεῖς δὲ τὰ προστεταγμένα ἀφέντες, τὰ κεκωλυμένα πράττομεν, ἆρα οὐχ ὡς φιλονεικοῦντας αὐτῷ ταῦτα ἁμαρτάνειν φήσουσιν ἡμᾶς οἱ ἐχθροί; Καὶ γὰρ, ὅτι πόνον οὐδένα ἔχει τὰ ἐπιτάγματα τοῦ Χριστοῦ, αὐτὸς ἀπεφήνατο λέγων· Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς· ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. Ἀλλ' ἡμεῖς ὑπὸ τῆς ἀφάτου ῥαθυμίας, φορτικὰ τὰ κοῦφα ποιοῦμεν φαίνεσθαι τοῖς πολλοῖς. Τῷ μὲν οὖν ἀργεῖν καὶ καθεύδειν βουλομένῳ διαπαντὸς καὶ τὸ σιτίων μετασχεῖν καὶ πότου πάντως ἐπίπονον εἶναι δοκεῖ· οἱ δὲ ἐγρηγορότες καὶ νήφοντες οὐδὲ πρὸς τὰ πάνυ θαυμαστὰ καὶ δυσκατόρθωτα ἀναδύονται, ἀλλὰ μετὰ πλείονος οὗτοι θάρσους κατατολμῶσιν αὐτῶν, ἢ τῶν σφόδρα εὐκόλων οἱ παρειμένοι καὶ ὑπνηλοί. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἐστὶ ῥᾴδιον, ὃ μὴ σφόδρα βαρὺ καὶ ἐπαχθὲς ὁ πολὺς δείκνυσιν ὄκνος ἡμῖν, ὥσπερ ἐπίπονον καὶ δυσχερὲς, ὃ μὴ λίαν εὔκολον ἡ σπουδὴ καὶ ἡ προθυμία ποιεῖ. Τί γὰρ, εἰπέ μοι, τοῦ καθ' ἑκάστην ἡμέραν κινδυνεύειν κινδύνους θάνατον ἀπειλοῦντας χαλεπώτερον ἦν; Ἀλλ' ὅμως ἐλαφρὸν τοῦτο ὁ μακάριος ἐκάλεσε Παῦλος, οὑτωσὶ λέγων· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν. Εἰ γὰρ καὶ τῇ φύσει τὸ πρᾶγμα βαρὺ, ἀλλὰ τῇ τῶν μελλόντων ἐλπίδι γίνεται κοῦφον· ἣν δὴ καὶ αὐτὴς αἰτίαν τέθεικεν εἰπών· Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα.
enter. And not only towards those things which seem to be laborious, but also towards those lighter than these have we in like manner sunk back in sloth, equally transgressing both these and those, and showing through the easiest things that we fail to accomplish the more laborious ones as well because of our own contempt, not because of the heaviness of the ordinances. For what labour, tell me, does it involve not to meddle in others' affairs, nor to condemn the offences of our neighbours? On the contrary, indeed, it requires labour to pry into and judge others. Who, then, hearing these things, will ever believe us that out of sloth, and not out of design and unwillingness, we have come to disobey? For when the things which He enjoins us to do are easy and most readily done for those who are willing, while the things which He forbids are more difficult and laborious, yet we, leaving aside the things ordained, practise the things forbidden, will not our enemies say that we commit these sins as contending against Him? And indeed, that the injunctions of Christ have no labour at all, He Himself declared, saying: Take My yoke upon you; for My yoke is kind, and My burden is light. Yet we, out of unspeakable sloth, make light things appear burdensome to the many. To him, then, who wishes continually to be idle and to sleep, even to partake of food and drink seems altogether laborious; whereas those who keep watch and are sober do not shrink back even from things altogether admirable and hard to accomplish, but with greater courage these men venture upon them than the slack and drowsy do upon things exceedingly easy. For nothing, nothing is so easy that great hesitancy does not show it to us to be exceedingly heavy and irksome, just as nothing is laborious and hard which zeal and readiness do not render very easy. For what, tell me, was more difficult than every day undergoing perils that threatened death? Yet nevertheless the blessed Paul called this light, speaking thus: For the momentary lightness of our affliction works out for us to surpassing excess an eternal weight of glory. For even if by nature the matter is heavy, yet through the hope of things to come it becomes light; which very cause he too has laid down, saying: While we look not at the things that are seen, but at the things that are not seen.
ςʹ. Ἴδωμεν δὲ καὶ τὰ ἑξῆς. Μὴ δῶτε, φησὶ, τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. Ὁ μὲν οὖν Χριστὸς καὶ ἐν προστάγματος τάξει τὴν ἐντολὴν δέδωκεν· ἡμεῖς δὲ ὑπὸ κενοδοξίας καὶ φιλοτιμίας ἀλόγου καὶ τοῦτο τὸ πρόσταγμα ἀνετρέψαμεν, ἀνθρώπους φθόρους καὶ ἀπίστους καὶ μυρίων γέμοντας κακῶν ἁπλῶς καὶ ἀνεξετάστως εἰς τὴν τῶν μυστηρίων παραδεχόμενοι κοινωνίαν, καὶ πρὶν ἢ τῆς οἰκείας γνώμης δοῦναι βάσανον ἀκριβῆ, πάντα τὸν περὶ τῶν δογμάτων αὐτοῖς ἐκκαλύπτοντες λόγον, καὶ τὰ προπύλαια οὔπω δυνηθέντας ἰδεῖν ἀθρόως εἰς τὰ ἄδυτα ἄγοντες. Διὰ γοῦν τοῦτο τῶν οὕτω τελεσθέντων τινὲς ταχέως ἀποπηδήσαντες, μυρία εἰρ-
6. Let us also behold what follows. Give not, He says, that which is holy to the dogs, neither cast your pearls before the swine. Now Christ, indeed, has given the commandment even in the rank of an ordinance; yet we, out of vainglory and irrational ambition, have overturned this ordinance as well, admitting pestilent and unbelieving men, and those teeming with myriad evils, simply and without examination into the communion of the mysteries, and before they give an exact test of their own purpose, uncovering to them the whole doctrine concerning the dogmas, and leading all at once into the innermost shrines those who have not yet been able to see the forecourts. On this account, at any rate, certain of those thus initiated, having quickly leapt away, myriad
Notes, col. 402

On the reading

Printed αὐτὴς, for αὐτὸς.

PG 47:403Read from the page
γάσαντο δεινά. Καὶ οὐκ ἐπὶ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ ἐφ' ἡμῶν αὐτῶν τὴν φρικωδεστάτην ταύτην παραβλέπομεν ἐντολὴν, ἡνίκα ἂν τῶν ἀθανάτων μυστηρίων δέοι μετασχεῖν, μετὰ τῆς ἐγκειμένης ἡμῖν ἀκαθαρσίας τε καὶ ἀναισχυντίας τοῦτο ποιοῦντες πολλάκις. Οὐ ταύτας δὲ μόνον τὰς ἐντολὰς, ἀλλὰ καὶ τὰς ἑξῆς ὑπὸ πάντων ὁλοσχερῶς ἀνατετραμμένας ἴδοι τις ἄν. Εἰπόντος γὰρ τοῦ Χριστοῦ, Ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· ἡμεῖς πάντα ποιοῦμεν ἃ πάσχειν μὴ θέλομεν, καὶ κελευσθέντες διὰ τῆς στενῆς πύλης εἰσελθεῖν, τὴν εὐρύχωρον ἐπιζητοῦμεν πανταχοῦ. Καὶ τὸ μὲν τῶν βιωτικῶν τινας ταύτην ἀσπάζεσθαι καὶ φιλεῖν, οὐ σφόδρα ἐστὶ θαυμαστόν· τὸ δὲ ἄνδρας ἐσταυρῶσθαι δοκοῦντας πλέον ἐκείνων ἀνιχνεύειν αὐτὴν, τοῦτό ἐστι τὸ πολλῆς ἐκπλήξεως γέμον, μᾶλλον δὲ καὶ αἰνίγματι ἔοικε τὸ πρᾶγμα. Τῶν γὰρ μοναχῶν ὡς ἐπιπολὺ πάντων ταῦτα εὐθέως πρῶτον ἀκούσῃ τὰ ῥήματα, εἴ ποτε αὐτοὺς εἰς οἰκονομίαν τινὰ παρακαλέσεις ἐλθεῖν, ἐρωτώντων εἴ γε ἀνάπαυσιν ἔστιν εὑρεῖν, καὶ εἴ γε δύναται ἀναπαῦσαι ὁ καλῶν, καὶ ἄνω καὶ κάτω πολὺ τὸ τῆς ἀναπαύσεως ὄνομα. Τί λέγεις, ἄνθρωπε; τὴν τεθλιμμένην κελευσθεὶς βαδίζειν ὁδὸν περὶ ἀναπαύσεως ἐρωτᾷς, καὶ διὰ τῆς ἐστενοχωρημένης προσταχθεὶς πύλης εἰσελθεῖν εὐρύχωρον ἐπιζητεῖς; καὶ τί ταύτης τῆς διαστροφῆς χεῖρον γένοιτ' ἄν; Ἵνα δὲ μὴ νομίσῃς ἑτέρους με καταδικάζοντα ταῦτα λέγειν νῦν, τὸ ἐμαυτοῦ σοι ἐρῶ.
dreadful deeds have they wrought. And not only in the case of others, but also in our own case do we overlook this most awesome commandment, whenever there is need to partake of the immortal mysteries, often doing this together with the uncleanness and shamelessness besetting us. Nor is it these commandments alone, but also those that follow, which one might see utterly overturned by all. For when Christ has said, All things whatsoever you will that men should do to you, so also do you to them, we do all the things which we do not will to suffer, and having been commanded to enter through the narrow gate, we seek out the spacious one everywhere. And that certain of the men of the world embrace and love this road is not exceedingly marvellous; yet that men who seem to have been crucified track it down more than those men—this is what is full of great astonishment, or rather the matter is even like a riddle. For from almost all monks you will straightway hear these words first of all, if ever you exhort them to come to some stewardship, asking whether rest is to be found, and whether he who calls them is able to give rest, and up and down there is much talk of the name of rest. What are you saying, O man? Having been commanded to walk the afflicted road, do you ask about rest, and having been enjoined to enter through the straitened gate, do you seek out a spacious one? And what could be worse than this perversity? Yet lest you suppose that I say these things now condemning others, I shall tell you my own case.
Ὅτε γὰρ πρώην ἐγὼ ἐγνώκειν, τὴν πόλιν ἀφεὶς, ἐπὶ τὰς σκηνὰς τῶν μοναχῶν ἐλθεῖν, πολὺς ἤμην τοῦτο ἐρευνῶν καὶ πολυπραγμονῶν, πόθεν ἡ τῶν ἀναγκαίων ἔσται χορηγία, καὶ εἰ δυνατὸν ἄρτον ἐσθίειν ἐφήμερόν τε καὶ νεαρὸν, καὶ εἰ μή τις ὁ καταναγκάζων ἐλαίῳ χρῆσθαι τῷ αὐτῷ πρὸς λύχνον τε καὶ τροφὴν, εἰ μή τις ὁ πρὸς τὴν τῶν ὀσπρίων ταλαιπωρίαν ὠθῶν καὶ εἰς ἔργον ἐμβάλλων χαλεπὸν, οἷον σκάπτειν ἢ ξυλοφορεῖν κελεύων ἢ ὑδροφορεῖν, καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα ὑπηρετεῖν· καὶ ὅλως ὁ περὶ τῆς ἀναπαύσεως λόγος ἦν πολὺς ἡμῖν. Καὶ οἱ μὲν τὰς τῶν ἀρχόντων ὑπηρεσίας καὶ τὰς τῶν δημοσίων διοικήσεις ἀναδεχόμενοι, τούτων πολυπραγμονοῦσιν οὐδὲν, ἀλλ' εἰ μόνον κέρδος ἔχοι τὸ πρᾶγμα, κέρδος ἐπίκαιρον, κἂν ὑπὲρ τούτου θαρρῆσαι δυνηθῶσί ποτε, οὐ πόνους, οὐ κινδύνους, οὐκ ἀτιμίας, οὐ διακονίας δουλοπρεπεῖς, οὐκ ἀποδημίας μακρὰς, οὐ τὴν ἐν ἀλλοτρίᾳ διαγωγὴν, οὐχ ὕβρεις, οὐ βασάνους, οὐ καιρῶν μεταβολὴν, οὐ τὸ πρὸς τῷ τέλει σφαλῆναι τῆς ἐλπίδος πολλάκις, οὐ θανάτους ἀώρους, οὐ τὸν τῶν οἰκείων χωρισμὸν, οὐ γυναικὸς ἐρημίαν καὶ παίδων, οὐκ ἄλλο οὐδὲν δυσχερῶν ἐννοοῦσι λοιπόν· ἀλλ' ὑπὸ τῆς τῶν χρημάτων ἐπιθυμίας ἐκβακχευθέντες, πάντα ὑπομένουσι, δι' ὧν ταύτης ἐπιτεύξεσθαι προσδοκῶσιν. Ἡμεῖς δὲ, οὐ χρημάτων οὐδὲ γῆς προκειμένης ἡμῖν, ἀλλ' οὐρανῶν καὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ὑπὲρ ἀναπαύσεως πυνθανόμεθα· τοσοῦτόν ἐσμεν ἐκείνων ἐλεεινότεροι καὶ μαλακώτεροι. Τί φῂς, ἄνθρωπε; πρὸς τὸν οὐρανὸν στέλλεσθαι μέλλων, καὶ την βασιλείαν τὴν ἐκεῖσε λαμβάνειν, ἐρωτᾷς εἴ τι δυσχερὲς κατὰ τὴν ὁδὸν ταύτην καὶ τὴν ἀποδημίαν ἐστὶ, καὶ οὐκ αισχύνη οὐδὲ ἐρυθριᾷς, οὐδὲ ἀπελθὼν
For when of late I myself had resolved, leaving the city, to come to the tents of the monks, I spent much time investigating and prying into this: whence the supply of necessaries would come, and whether it was possible to eat bread both daily and fresh, and whether there would be no one compelling me to use the same oil both for lamp and for nourishment, whether there would be no one driving me to the misery of pulse and thrusting me into hard work, such as bidding me dig or carry wood or carry water, and minister in all other such tasks; and altogether our talk concerning rest was plentiful. Yet those who undertake the services of rulers and the administrations of public affairs pry into none of these matters, save whether the business holds profit—seasonable profit—and if ever they are able to feel confident of this, they thenceforth take thought for neither labours, nor perils, nor dishonours, nor servile ministries, nor long journeys abroad, nor sojourning in a foreign land, nor outrages, nor tortures, nor change of seasons, nor failing of their hope oftentimes towards the end, nor untimely deaths, nor separation from their kinsfolk, nor bereavement of wife and children, nor any other hardships at all; but driven to frenzy by the lust for money, they endure all things through which they expect to attain it. Whereas we, when neither money nor earth is set before us, but the heavens and the good things in the heavens, which neither eye has seen, nor ear has heard, nor have ascended into the heart of man, inquire concerning rest; so much more pitiable and softer are we than those men. What do you say, O man? Being about to be sent towards heaven, and to receive the kingdom there, do you ask whether there is anything hard along this road and this sojourning, and are you not ashamed, nor do you blush, nor departing do
Notes, col. 403

On the reading

Printed την, for τὴν.

Printed αισχύνη, for αἰσχύνῃ.

PG 47:404Read from the page
κατορύττεις σαυτόν; Κἂν γὰρ ἅπαντα ᾖ τὰ ἐν ἀνθρώποις δεινὰ, κἂν λοιδορίαι, κἂν ὕβρεις, κἂν ἀτιμίαι, κἂν συκοφαντίαι, κἂν ξίφος, κἂν πῦρ, κἂν σίδηρος καὶ θηρία καὶ καταποντισμοὶ, κἂν λιμὸς καὶ νόσος καὶ ὅσα ἐξ ἀρχῆς εἰς τὸ παρὸν ὁ βίος ἤνεγκε χαλεπὰ, οὐ καταγελάσεις πάντων, εἰπέ μοι, καὶ καταφρονήσεις; ἐννοήσεις δὲ ὅλως ταῦτα; Καὶ τί ταύτης γραωδέστερον γένοιτ' ἂν τῆς ψυχῆς, τί δὲ ταπεινότερόν τε καὶ ἀθλιώτερον; Τὸν γὰρ τῇ τῶν οὐρανίων ἐπιθυμίᾳ ληφθέντα οὐ λέγω μόνον, ὅτι ἀνάπαυσιν οὐ χρὴ ζητεῖν, ἀλλ' οὐδὲ παρούσης αισθάνεσθαι. Ἢ πῶς οὐκ ἄτοπον, τοὺς μὲν ἀτόπως ἐρῶντας οὕτως εἶναι τῶν ἐρωμένων ὅλους, ὡς πλὴν ἐκείνων καὶ τῆς ἐκείνων συνουσίας μηδὲν ἡγεῖσθαι ἕτερον ἡδὺ τῶν ἐν τῷ παρόντι βίῳ, καίτοι γε ὄντων πολλῶν· ἡμᾶς δὲ οὐκ ἀτόπῳ τινὶ, ἀλλὰ τῷ πάντων ἀνωτέρῳ ληφθέντας ἔρωτι μὴ μόνον παρούσης ἀναπαύσεως μὴ καταφρονεῖν, ἀλλὰ καὶ ἀποῦσαν ἐκζητεῖν;
you bury yourself underground? For even if all the dreadful things among men be there—even if revilings, even if outrages, even if dishonours, even if false accusations, even if sword, even if fire, even if iron and wild beasts and drownings in the sea, even if famine and disease and all the hardships that life has brought from the beginning up to the present—will you not laugh them all to scorn, tell me, and despise them? Will you even think of these things at all? And what could be more like an old woman's dotage than such a soul, and what more abject and more wretched? For as to him who is captivated by the desire for heavenly things, I do not say merely that he ought not to seek rest, but that not even when it is present ought he to perceive it. Or how is it not absurd that those who love perversely belong so wholly to their beloved ones as to deem nothing else sweet among the things in this present life—albeit there are many—save them and company with them; while we, captivated not by some perverse love, but by the love higher than all, not only fail to despise present rest, but even seek out that which is absent?
ζʹ. Οὔπω οὐδένα, ἀγαπητὲ, τῶν οὐρανίων ἔλαβεν ἐπιθυμία καλῶν, καθὼς λαβεῖν χρή· ἦ γὰρ ἂν πάντα τὰ δοκοῦντα εἶναι χαλεπὰ, σκιὰν ἐνόμισε καὶ γέλωτα πολύν. Ὁ μὲν οὖν τὰ παρόντα θαυμάζων, οὐκ ἂν ἀξιωθείη τῆς τῶν μελλόντων θεωρίας ποτέ· ὁ δὲ τούτων ὑπερορῶν, καὶ οὐδὲν ἄμεινον σκιᾶς καὶ ὀνείρατος διακεῖσθαι πάντα νομίζων, ταχέως ἐπιτεύξεται τῶν μεγάλων ἐκείνων καὶ πνευματικῶν. Καὶ γὰρ οἷς ἂν γνησίως τοῦτο παραγένηται τὸ καλὸν, τοσαύτην ἐπιδείκνυται τὴν ἰσχὺν, ὅσην ἐν ταῖς ἀκάνθαις τὸ πῦρ, κἂν ὑπὸ μυρίων ἀγχόμενον εὕρῃ κακῶν, κἂν πολλὰ τὰ σχοινία τῶν ἁμαρτημάτων περικείμενα, κἂν σφόδρα τῶν ἐπιθυμιῶν τὴν φλόγα καίουσαν, καὶ πολὺν τῶν βιωτικῶν πραγμάτων περιεστῶτα τὸν θόρυβον, πάντα εὐθέως ἐκεῖνα σφοδρᾷ τινι μάστιγι κατάκρας ἐλαύνουσα πόῤῥω καθίστησι τῆς ψυχῆς. Καὶ καθάπερ πρὸς ἀνέμου βίαν ῥαγδαίου οὐκ ἄν ποτε σταίη κόνις λεπτὴ, οὕτως οὐδὲ ἀτόπων ἐπιθυμιῶν πλῆθος κατανύξεως ῥύμην ἐμπεσοῦσαν δυνήσεται ἐνεγκεῖν, ἀλλ' ἀφανίζεται καὶ διαχεῖται τῆς κόνεως καὶ καπνοῦ θᾶττον παντός. Εἰ δὲ ὁ τῶν σωμάτων ἔρως οὕτω δουλοῦται ψυχὴν, ὡς πάντων αὐτὴν ἀπαγαγεῖν, καὶ τῇ τῆς ἐρωμένης προσηλῶσαι τυραννίδι μόνῃ, τί οὐκ ἂν ὁ τοῦ Χριστοῦ πόθος ἐργάσαιτο, καὶ τὸ δέος τῆς ἐκεῖθεν ἀλλοτριώσεως; Ὥσπερ γὰρ χαλεπὸν, μᾶλλον δὲ καὶ ἀδύνατον, ἀναμίξαι ὕδατι πῦρ, οὕτω, οἶμαι, τρυφὴν καὶ κατάνυξιν εἰς ταυτὸ συναγαγεῖν· ἐναντία γὰρ ταῦτα, καὶ ἀλλήλων εἰσὶν ἀναιρετικά. Ἡ μὲν γὰρ δακρύων ἐστὶ μήτηρ καὶ νήψεως, ἡ δὲ γέλωτος καὶ παραφορᾶς· καὶ ἡ μὲν κούφην καὶ ὑπόπτερον ἐργάζεται τὴν ψυχὴν, ἡ δὲ αὐτὴν μολίβδου παντὸς βαρυτέραν καθίστησι. Καὶ τοῦτο οὐκ ἀπὸ τῶν ἐμαυτοῦ λόγων, ἀλλ' ἀπ' αὐτοῦ τοῦ κατασχεθέντος τῇ ἐπιθυμίᾳ ταύτῃ τῇ καλῇ παραστῆσαι πειράσομαι. Τίς οὖν οὗτός ἐστιν; Ὁ διάπυρος ἐραστὴς τοῦ Χριστοῦ Παῦλος, ὃς οὕτως ἐτρώθη τούτῳ τῷ πόθῳ, ὥστε στένειν μὲν ἐπὶ τῇ μελλήσει καὶ διατριβῇ τῆς ἐνθένδε ἀποδημίας· Καὶ γὰρ οἱ ὄντες, φησὶν, ἐν τῷ σκήνει τούτῳ στενάζομεν· ἐπόθει δὲ καὶ ἐβούλετο ἔτι μένειν ἐνθάδε διὰ τὸν Χριστόν. Τὸ γὰρ ἐπιμένειν με, φησὶ, τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς· τουτέστιν, ἵνα ἐπιδοθῇ ἡ πίστις ἡ εἰς τὸν Χριστόν. Διὰ τοῦτο καὶ λιμὸν καὶ δίψαν καὶ γυμνότητα καὶ δεσμὰ καὶ θανάτους καὶ διαποντίους ἀποδημίας καὶ ναυάγια καὶ τὰ ἄλλα πάντα, ἃ κατέλεξε, ἔφερε, καὶ οὐ μόνον οὐκ ἐβαρύνετο τούτοις, ἀλλὰ καὶ ἔχαιρε· τὸ δὲ αἴτιον ἦν ἡ ἀγάπη τοῦ
7. Desire for heavenly good things, beloved, has never yet laid hold of anyone just as it ought to lay hold; for otherwise he would have deemed all things that seem to be hard a shadow and great laughter. He, then, who admires present things could never be accounted worthy of the contemplation of things to come; whereas he who looks down upon them, and deems all things to be in no better state than a shadow and a dream, will quickly attain those great and spiritual things. And indeed, to whomsoever this good thing genuinely comes, it displays as great strength as fire among thorns: even if it finds a man choked by myriad evils, even if many cords of sins lie around him, even if the flame of lusts is burning vehemently, and a great tumult of worldly affairs stands round about, driving all those things utterly away straightway as with some vehement scourge, it sets them far from the soul. And just as fine dust could never stand against the force of a furious wind, so neither will a multitude of perverse lusts be able to bear the onrush of compunction falling upon it, but it vanishes and is dispersed swifter than all dust and smoke. And if the love of bodies so enslaves a soul as to draw it away from all things and nail it fast to the tyranny of the beloved woman alone, what would longing for Christ not work, and the dread of alienation thence? For just as it is difficult, or rather even impossible, to mingle fire with water, so too, I think, to bring luxury and compunction together into the same place; for these things are opposites, and destructive of one another. For the one is the mother of tears and sobriety, while the other is the mother of laughter and derangement; and the one renders the soul light and winged, while the other sets it down heavier than all lead. And I shall endeavour to establish this not from my own words, but from the very man who was possessed by this noble desire. Who, then, is this? Paul, the fiery lover of Christ, who was so wounded by this longing that on the one hand he groaned at the delay and lingering of his departure hence—For we who are in this tabernacle, he says, do groan—yet on the other hand he longed and wished still to abide here for the sake of Christ. For to abide in the flesh, he says, is more necessary for your sakes; that is, that faith in Christ might advance. On this account he bore both famine and thirst and nakedness and bonds and deaths and journeys beyond the sea and shipwrecks and all the other things which he recounted, and not only was he not weighed down by these things, but he even rejoiced; and the cause was the love of
Notes, col. 404

On the reading

Printed αισθάνεσθαι, for αἰσθάνεσθαι.