Migne Reading Room

PG 47 · cols. 393–398 · Read from the page

On Compunction, two books

On Compunction, two books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:393Read from the page
ΠΡΟΣ ΔΗΜΗΤΡΙΟΝ ΜΟΝΑΖΟΝΤΑ ΠΕΡΙ ΚΑΤΑΝΥΞΕΩΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ (a).
TO DEMETRIUS THE MONK, ON COMPUNCTION, BOOK THE FIRST (a).
αʹ. Ἐγώ σε ὁρῶν, ὦ μακάριε Δημήτριε, συνεχῶς ἐγκείμενον ἡμῖν, καὶ μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς περὶ κατανύξεως ἀπαιτοῦντα λόγους, ἐμακάρισά τε ἀεὶ καὶ ἐθαύμασα τὴν ἐν τῇ σῇ ψυχῇ καθαρότητα. Οὐδὲ γὰρ ἔστι μὴ πρότερον ἐκκαθαρθέντα καλῶς, καὶ τῶν βιωτικῶν ἁπάντων ἀνώτερον γενόμενον, εις ταύτην τῶν λόγων τὴν ἐπιθυμίαν ἐλθεῖν. Καὶ τοῦτο ῥᾴδιον συνιδεῖν ἐκ τῶν καὶ πρὸς ὀλίγον τούτῳ κατεχομένων τῷ πόθῳ, ὅτι τοσαύτην ἀθρόως δέχονται τὴν μεταβολὴν, ὡς εὐθέως πρὸς τὸν οὐρανὸν μεταστῆναι· καθάπερ γάρ τινων δεσμῶν χαλεπῶν, τῶν τοῦ κόσμου φροντίδων ἀπολύσαντες τὴν ψυχὴν, οὕτως ἀφιᾶσι πέτεσθαι πρὸς τὸν οἰκεῖον αὐτῇ τόπον καὶ συγγενῆ. Ἀλλὰ τοῖς μὲν πολλοῖς τοῦτο ὀλιγάκις τοῦ παντὸς χρόνου συμβαίνειν εἴωθε· σὲ
1. As I behold you, blessed Demetrius, continually pressing upon us and demanding with great earnestness discourses on compunction, I have ever accounted you happy and admired the purity within your soul. For it is not possible for one who has not first been thoroughly cleansed, and risen above all worldly affairs, to arrive at this desire for such discourses. And this is easy to perceive from those who are possessed by this longing even for a little while, in that they undergo so great a transformation all at once as to remove straightway towards heaven; for just as though they had loosed the soul from certain grievous bonds, namely the cares of the world, so do they suffer it to take flight towards its own kindred abode. Yet to most people this is wont to happen but seldom in all their time; whereas you
Notes, col. 393

On the reading

Printed εις, for εἰς.

PG 47:394Read from the page
δὲ, ὦ θεία κεφαλὴ, διαπαντὸς οἶδα τούτῳ κατεχόμενον τῷ πυρὶ τῆς κατανύξεως. Καὶ μαρτυρήσειαν ἄν μοι αἵ τε ἄϋπνοι νύκτες, καὶ αἱ τῶν δακρύων πηγαὶ, καὶ ὁ τῆς ἐρημίας ἔρως ἐνιζάνων τε ἀεὶ καὶ ἐνακμάζων σου τῇ ψυχῇ. Τί οὖν ἄν σοι γένοιτο πλέον παρὰ τῶν ἡμετέρων λόγων; Καὶ γὰρ καὶ αὐτὸ τοῦτο τὸ πρὸς αὐτὴν μὲν ἥκειν τὴν κορυφὴν, οἴεσθαι δὲ ἔτι μετὰ τῶν χαμαὶ ἐρχομένων εἶναι, καὶ τὴν ἐπτερωμένην ψυχὴν λιθίνην καλεῖν, καὶ συνεχῶς τῆς δεξιᾶς ἁπτόμενον τῆς ἐμῆς, καὶ φιλοῦντα καὶ δακρύοντα λέγειν, σύντριψόν μου τὴν καρδίαν τὴν πεπωρωμένην, πόσης μὲν εὐλαβείας, πόσης δὲ πυρώσεως ἄν τις θείη εἶναι τεκμήρια; Εἰ μὲν οὖν ἡμᾶς καθεύδοντας διυπνίσαι βουλόμενος ἐπὶ ταύτην εἵλκυσας τὴν ὑπόθεσιν, καὶ τῆς φιλοσοφίας καὶ τῆς προνοίας
on the other hand, O sacred soul, I know to be continually possessed by this fire of compunction. And bearing witness for me would be your sleepless nights, and your fountains of tears, and that love of solitude ever settling and flourishing within your soul. What further gain, then, could accrue to you from our words? For indeed this very fact, that having reached the very summit you suppose yourself still to be among those who creep upon the ground, and call your winged soul a soul of stone, and continually grasping my right hand, kissing it and weeping, say, Crush my hardened heart—of how great reverence and how great fervour would one set these down as proofs? If, then, wishing to rouse us from slumber, you have drawn us towards this subject, both for your philosophy and for your forethought
PG 47:395Read from the page
ἀποδέχομαι τῆς πολλῆς· ει δὲ ἀληθῶς τὸ σαυτοῦ σκοπῶν, καὶ τοῦ διαναστήσοντος δεῖσθαι νομίζων, οὐκ οἶδα πῶς ἂν ἑτέρως ἡμᾶς ἐδίδαξας, ὅτι σοι τῶν παρ' ἡμῶν οὐδενὸς δεῖ. Πλὴν ἀλλὰ καὶ οὕτως εἴξομέν σοι, καὶ πεισθησόμεθα πάντων ἕνεκεν, καὶ τῆς παῤῥησίας τῆς πρὸς τὸν Θεὸν καὶ τῆς περὶ τὴν αἴτησιν σπουδῆς, καὶ τῆς φιλίας τῆς πρὸς ἡμᾶς· σὺ δὲ ἡμᾶς ἀντὶ τούτων ταῖς εὐχαῖς ταῖς σαῖς ἀμείβου, ὥστε ἡμῖν καὶ τὸν βίον ὀρθωθῆναι τοῦ λοιποῦ, καὶ ἐν τῷ παρόντι δυνηθῆναί τι γενναῖον εἰπεῖν, καὶ ἱκανὸν τάς τε κειμένας ἀναστῆσαι καὶ τὰς παρειμένας ἐπισφίγξαι καὶ συγκροτῆσαι ψυχάς. Πόθεν οὖν ἡμῖν, πόθεν ἀρκτέον τούτου τοῦ λόγου; τίνα αὐτῷ θεμέλιον, ποίαν κρηπῖδα θήσομεν; Ἢ δῆλον ὅτι τοῦ Χριστοῦ τὰ ῥήματα, δι' ὧν ταλανίζει μὲν τοὺς γελῶντας, ἐν δὲ τοῖς μακαριζομένοις τίθησι τοὺς πενθοῦντας, οὑτωσὶ λέγων· Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται· καὶ, Οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. Καὶ μάλα εἰκότως· πένθους γὰρ ἀληθῶς, πένθους καὶ ὀδυρμῶν ὁ παρὼν ἅπας καιρός· τοιαύτη συμφορὰ τὴν οἰκουμένην κατείληφεν ἅπασαν, τοιαῦτα ἅπαντας ἀνθρώπους συνέχει κακά· ἅπερ εἴ τις μετὰ ἀκριβείας ἐξετάζειν ἐθέλοι, εἴ γε δυνατὸν μετὰ ἀκριβείας, οὐ παύσεται ὀδυρόμενος καὶ πενθῶν· οὕτως ἅπαντα ἀνατέτραπται καὶ συγκέχυται, καὶ ἀρετῆς ἴχνος οὐδαμοῦ. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι τῶν συνεχόντων ἡμᾶς δεινῶν αἴσθησιν οὔτε αὐτοὶ ἔχομεν, οὔτε ἄλλοις παρέχομεν, ἀλλ' ἐοίκαμεν σώματι ἔξωθεν μὲν ἀνθοῦντι, πολλῷ δὲ ἔνδοθεν τηκομένῳ πυρί· τῆς δὲ ἀναλγησίας ἕνεκεν οὐδὲν τῶν παραπαιόντων διενηνόχαμεν, οἳ πολλὰ μὲν ἐπικίνδυνα καὶ αἰσχρὰ καὶ λέγουσι καὶ πράττουσιν ἀδεῶς, αισχύνονται δὲ τούτων οὐδὲν, ἀλλὰ καὶ ἐναβρύνονται, καὶ τῶν καθεστηκότων μᾶλλον ὑγιαίνειν νομίζουσιν. Οὕτω δὴ καὶ ἡμεῖς, τὰ τῶν νοσούντων ἅπαντα πράττοντες, οὐδὲ αὐτὸ τοῦτο, ὅτι νοσοῦμεν, ἴσμεν. Ἀλλ' ἐπὶ μὲν τοῦ σώματος, κἂν τὸ τυχὸν ἡμᾶς ἐνοχλήσῃ πάθος, καὶ ἰατροὺς καλοῦμεν, καὶ χρήματα ἀναλίσκομεν, καὶ καρτερίαν ἐπιδεικνύμεθα, καὶ οὐ πρότερον ἀφιστάμεθα, ἅπαντα πράττοντες, ἕως ἂν ἀποθώμεθα τὸ λυποῦν· τῆς δὲ ψυχῆς καθ' ἑκάστην ἡμέραν κεντουμένης, σπαραττομένης τοῖς πάθεσι τοῖς σωματικοῖς, καιομένης, κρημνιζομένης, καὶ πάντα τρόπον ἀπολλυούσης ἑαυτὴν, οὐδὲ βραχὺν ἔχομεν λόγον. Τὸ δὲ αἴτιον, ὅτι ἅπαντας ἡ νόσος κατείληφε· καὶ καθάπερ ἐπὶ τῶν καμνόντων τὰ σώματα, ει συμβαίη μηδένα παρεῖναι τῶν ὑγιαινόντων αὐτοῖς, οὐδὲν τὸ κωλύον ἅπαντας εἰς τὴν ἐσχάτην καταπεσεῖν φθορὰν, μηδενὸς αὐτῶν τὰς ἀλόγους ἐπιθυμίας κατέχοντος· οὕτω καὶ ἐφ' ἡμῶν διὰ τὸ μηδένα εἶναι τὸν ὑγιαίνοντα καθαρῶς ἐν τῇ πίστει, ἀλλὰ πάντας ἀῤῥωστεῖν, τοὺς μὲν ἐκ πλείονος, τοὺς δὲ ἐξ ἐλάττονος μοίρας, οὐδεὶς ὁ τοῖς κειμένοις ἐξαρκέσων ἐστίν. Εἰ γάρ τις ἔξωθέν ποθεν ἡμῖν ἐπιστὰς, καὶ τοῦ Χριστοῦ τὰ προστάγματα, καὶ τῆς πολιτείας τῆς ἡμετέρας τὴν σύγχυσιν καταμάθοι καλῶς, οὐκ οἶδα εἴ τινας ἑτέρους μᾶλλον ἡμῶν ἐχθροὺς ὑπολήψεται εἶναι τοῦ Χριστοῦ· καθάπερ γὰρ ἐσπουδακότες τὴν ἐναντίαν αὐτοῦ ἐλθεῖν τοῖς ἐπιτάγμασιν, οὕτω ταύτην ὡδεύσαμεν τὴν ὁδόν.
highly do I commend its abundance; but if in truth, looking to your own advantage and supposing yourself to need one who will rouse you up, I do not know how else you could have taught us that you stand in need of nothing from us. Nevertheless, even so we shall yield to you and comply on every account, both for your boldness towards God and your earnestness in petition, and for your affection towards us; and do you in return requite us through your prayers, so that both our life may be set right hereafter, and at present we may be enabled to speak something noble, sufficient both to raise up souls that lie prostrate and to brace and rally those that have grown slack. From where, then, from where must we begin this discourse? What foundation, what base shall we lay down for it? Surely it is plain that it must be the words of Christ, whereby He counts the laughing wretched, while He sets those who mourn among the blessed, speaking thus: Blessed are those who mourn, for they shall be comforted; and, Woe to you who laugh now, for you shall mourn and weep. And most reasonably so: for truly of mourning, of mourning and lamentations is the whole present season; so great a calamity has overtaken the entire inhabited world, such evils hold all humankind fast—which if anyone should wish to examine with exactness, if indeed exactness be possible, he will not cease lamenting and mourning; so utterly have all things been overturned and confounded, and nowhere is there a trace of virtue. And what is more grievous still is that of the dreadful ills that hold us fast we neither possess perception ourselves nor afford it to others, but resemble a body blooming outwardly while wasting away within through a great fire; and on account of our insensibility we differ in nothing from the deranged, who fearlessly both speak and do many perilous and shameful things, yet feel no shame at any of them, nay rather pride themselves upon them and suppose that they are in better health than those of sound mind. Just so we too, doing all the deeds of the sick, do not even know this very fact, that we are sick. Yet in the case of the body, even if any ordinary ailment troubles us, we summon physicians, and expend money, and display endurance, and do not desist, doing everything, until we have put off what grieves us; whereas when the soul is pricked each day, torn apart by bodily passions, burned, hurled down headlong, and destroying itself in every way, we take not even slight account of it. And the reason is that the disease has overtaken everyone; and just as among those ailing in body, if none of the healthy should happen to be present with them, nothing prevents them all from falling into utter ruin when no one restrains their irrational cravings, so too in our case, because there is no one purely sound in faith, but all are infirm, some in greater measure and some in lesser, there is no one to suffice for those who lie prostrate. For if someone coming upon us from outside were to learn well both the ordinances of Christ and the confusion of our manner of life, I do not know whether he will suppose any others to be more enemies of Christ than we are; for just as though we had striven to walk the way opposite to His injunctions, so have we travelled this road.
βʹ. Καὶ ἵνα μή τις ὑπερβολῆς εἶναι νομίσῃ τὰ ῥήματα τὰ παρ' ἡμῶν, τὴν ἀπόδειξιν ἐπαγαγεῖν ἤδη πειράσομαι, ἑτέρωθεν μὲν οὐδαμόθεν, ἀπὸ δὲ αὐτῶν τῶν ἐντολῶν τοῦ Χριστοῦ. Τί οὖν φησιν ὁ Χριστός; Ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εικῆ, ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ' ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακὰ,
2. And lest anyone should suppose the words spoken by us to be hyperbole, I shall now endeavour to bring forward the proof from no other source than from the very commandments of Christ. What, then, does Christ say? It was said to those of old: You shall not murder. But I say to you that everyone who is angry with his brother without cause shall be liable to the judgement; and whoever says to his brother, Raca,
Notes, col. 395

On the reading

Printed ει, for εἰ.

Printed αισχύνονται, for αἰσχύνονται.

Printed εικῆ, for εἰκῆ.

PG 47:396Read from the page
ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ' ἂν εἴπῃ, Μωρὲ, ἔνοχος ἔσται εις τὴν γέενναν τοῦ πυρός. Ταῦτα μὲ⟨ν⟩ οὖν ὁ Χριστός. Ἡμεῖς δὲ τῶν ἀπιστούντων αὐτῷ μᾶλλον τὸν νόμον τοῦτον κατεπατήσαμεν, καθ' ἑκάστην ἡμέραν μυρίαις τοὺς ἀδελφοὺς πλύνοντες λοιδορίαις. Καὶ τὸ δὴ καταγελαστότερον, ὅτι τὸ μωρὸς ὄνομα παραφυλαττόμενοι, πολλάκις ἑτέρας τούτου ὕβρεις πικροτέρας ἐπάγομεν, ὡς ἐκείνου μόνου τοῦ ῥήματος τὴν κόλασιν ἔχοντος. Τὸ δὲ οὐ τοιοῦτόν ἐστιν, ἀλλὰ τὸν ὑβριστὴν καθάπαξ κολάζων, τοῦτο τέθεικε τὸ ἐπιτίμιον· καὶ δῆλον ἐξ ὧν καὶ Παῦλός φησιν, οὑτωσὶ λέγων· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε ειδωλολάτραι, οὐ μοιχοὶ, οὐ μαλακοὶ οὔτε ἀρσενοκοῖται, οὐ κλέπται οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ κληρονομήσουσι. Εἰ δὲ ὁ μωρὸν λέγων τὸν ἀδελφὸν αὐτοῦ τῆς ἐσχάτης κολάσεώς ἐστιν ἄξιος, ὁ κακοῦργον καὶ βάσκανον καὶ εὐχερῆ καὶ κενόδοξον, καὶ μυρία ἄλλα τοιαῦτα κακηγορῶν, πόσον ἑαυτῷ τὸ τῆ⟨ς⟩ γεέννης συνάξει πῦρ; Τὸ γὰρ, Μωρὲ, καὶ Ῥακὰ, τῶν εἰρημένων πολλῷ κουφότερον· διόπερ ἐκεῖνο παρεὶς, τοῦτο τέθεικεν ὁ Χριστὸς, ἵνα μάθῃς ὅτι, εἰ τὸ φορητότερον λεχθὲν τὴν γέενναν ἐπισπᾶται κατ' αὐτοῦ τοῦ λέγοντος, πολλῷ μᾶλλον τὰ βαρύτερα καὶ ἀφορητότερα τοῦτο ἐργάσεται.
liable shall he be to the council; and whoever says, Fool, shall be liable to the Gehenna of fire. Thus, then, spoke Christ. Yet we have trampled this law underfoot far more than those who disbelieve Him, every single day drenching our brethren with countless revilings. And what is still more ridiculous is that, while guarding against the word fool, we often bring to bear other insults far bitterer than this, as though that word alone carried punishment. Yet the matter is not so; rather, punishing the insulter once for all, He has laid down this penalty—as is plain from what Paul also says, speaking thus: Be not deceived: neither fornicators, nor idolaters, nor adulterers, nor the effeminate, nor abusers of themselves with mankind, nor thieves, nor the covetous, nor drunkards, nor revilers, nor extortioners shall inherit the kingdom of God. Now if one who calls his brother a fool is deserving of the utmost punishment, how great a fire of Gehenna will one who reviles him as an evildoer, envious, reckless, and vainglorious, and ten thousand other such things, gather upon himself? For Fool and Raca are far lighter than the things just mentioned; wherefore, passing over that, Christ has set down this, so that you may learn that if the more tolerable utterance draws down Gehenna upon him who speaks it, much more will things heavier and more intolerable bring this about.
Εἰ δέ τινες ὑπερβολὴν τοῦ λόγου καταγινώσκουσι (καὶ γάρ τινας οἶδα τοῦτο παθόντας ἐγὼ, καὶ νομίζοντας ὑπὲρ τοῦ φοβῆσαι μόνον ταύτην εἰρῆσθαι τὴν ἀπειλὴν), ὥρα αὐτοὺς τοὺς μοιχοὺς, τοὺς ἀρσενοκοίτας, τοὺς μαλακοὺς, τοὺς ειδωλολάτρας τῆς εἰρημένης ἀπαλλάττειν κολάσεως. Εἰ γὰρ φόβου μόνον ἕνεκεν τοῖς λοιδόροις ἠπείλησε, δῆλον ὅτι κἀκείνοις· ὁμοῦ γὰρ ἅπαντας συναγαγὼν, οὕτως ἐπήγαγε τῆς βασιλείας τὴν ἔκπτωσιν. Τί οὖν, φησίν; ὁ λοίδορος μετὰ τοῦ μοιχοῦ καὶ μαλακοῦ καὶ πλεονέκτου καὶ ειδωλολάτρου κείσεται; Εἰ μὲν τὴν αὐτὴν αὐτοῖς δώσει δίκην, ἑτέρου τοῦτο ζητῆσαι καιροῦ· ὅτι δὲ τῆς βασιλείας ὁμοίως ἐκπεσεῖται ἐκείνοις, τῷ Παύλῳ πείθομαι λέγοντι, μᾶλλον δὲ τῷ ἐνεργοῦντι δι' αὐτοῦ Χριστῷ, ὅτι οὔτε οὗτοι, οὔτε ἐκεῖνοι βασιλείαν Θεοῦ κληρονομήσουσιν. Οὐκ ἐπὶ τούτου δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ πολλῶν ἑτέρων πολλοὶ τοῦτο πεπόνθασι, καὶ τὰ πάντως ἐκβησόμενα ὑπερβολικῶς εἰρῆσθαι νομίζουσι· διαβολικὴ δέ ἐστιν αὕτη ἡ παγίς. Ἵνα γὰρ τὸν φόβον τῆς μελλούσης ἐκλύσῃ κολάσεως τῶν κατανυγέντων ἐν τῇ τοῦ Θεοῦ ἀγάπῃ, καὶ χαυνοτέρους ἐργάσηται περὶ τὴν ὑπακοὴν τῆς ἐντολῆς, τὴν ἀπὸ τῆς ὑπερβολῆς παραμυθίαν εἰσήγαγεν, εἰς μὲν τὸ παρὸν ἱκανὴν χαρίσασθαι ταῖς ῥᾳθυμοτέραις ψυχαῖς ἀπάτην, ἐλεγχθησομένην δὲ κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὅτε κέρδος οὐδέν. Τί γὰρ ὄφελος, εἰπέ μοι, νῦν ἀπατηθέντας, τότε συνιδεῖν τὴν ἀπάτην, ὅταν μηδὲν ᾖ ἀπὸ τῆς μετανοίας εις τὸν τῆς ἀναστάσεως ἀπόνασθαι λόγον; Μὴ δὴ μάτην ἀπατῶμεν ἑαυτοὺς, καὶ παραλογιζώμεθα ἐπὶ κακῷ, μηδὲ ἑτέραν προκαλώμεθα τιμωρίαν, τὴν ἐκ τῆς ἀπιστίας. Οὐ γὰρ μόνον τὸ μὴ εἴκειν ταῖς ἐντολαῖς τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὸ ἀπιστεῖν αὐταῖς χαλεπωτάτην ἐπάγει τὴν κόλασιν· τὸ δὲ ἀπιστεῖν γίνεται ἐκ τοῦ πρὸς τὴν ἐκπλήρωσιν ἐκλελύσθαι τῶν ἐντολῶν.
And if certain people charge this saying with hyperbole (for indeed I know some who have suffered this affection and suppose that this threat has been spoken solely in order to frighten), it is high time for them to release adulterers, abusers of themselves with mankind, the effeminate, and idolaters from the punishment just mentioned. For if He threatened revilers solely for the sake of fear, plainly He did so to those others as well; for having gathered them all together, He thus brought in their expulsion from the kingdom. What then, someone says: shall the reviler lie alongside the adulterer and the effeminate and the covetous man and the idolater? Whether he shall pay the very same penalty as they do belongs to another season to inquire; but that he shall fall from the kingdom in like manner with them, I am persuaded by Paul when he says—nay rather by Christ working through him—that neither these nor those shall inherit the kingdom of God. Nor is it in this matter alone, but in many others as well, that many have suffered this delusion and suppose that things which will altogether come to pass have been spoken by way of hyperbole; and diabolical is this snare. For in order to slacken the fear of the coming punishment in those pricked to the heart in the love of God, and to render them more lax regarding obedience to the commandment, he introduced the consolation drawn from hyperbole—sufficient for the present to bestow upon more indolent souls a deception, yet destined to be exposed at the season of judgement, when there is no gain. For what profit is there, tell me, for those deceived now to perceive the deception then, when there is no benefit to be reaped from repentance at the reckoning of the resurrection? Let us not, then, deceive ourselves in vain, and reason falsely to our own harm, nor call down upon ourselves a second vengeance, namely that which springs from unbelief. For not only failing to yield to the commandments of Christ, but also disbelieving them brings on the most grievous punishment; and disbelief arises from having grown slack towards the fulfilment of the commandments.
Notes, col. 396

On the reading

Printed εις, for εἰς.

Printed ειδωλολάτραι, for εἰδωλολάτραι.

Printed ειδωλολάτρας, for εἰδωλολάτρας.

Printed ειδωλολάτρου, for εἰδωλολάτρου.

PG 47:397Read from the page
Ὅταν γὰρ τὴν ἐκ τῆς ὑπακοῆς ἀσφάλειαν μὴ ἐθελήσωμεν ἑαυτοῖς πορίσασθαι, μηδὲ τὰ προστεταγμένα ποιεῖν, ὥστε ἀπαλλάξαι τοῦ φόβου τῶν μελλόντων τὸν λογισμὸν, βαρυνόμενοι τῷ συνειδότι καὶ ἀγχόμενοι, καὶ τὸν πολὺν τῶν κειμένων κολάσεων φόβον ἀποῤῥῖψαι σπουδάζοντες, εις ἕτερον ἑαυτοὺς καταβάλλομεν βάραθρον, ἀπιστοῦντες τοῖς κολαστηρίοις ἐκείνοις. Καὶ καθάπερ οἱ πολλῷ συνεχόμενοι πυρετῷ, καὶ κατὰ τῶν ψυχρῶν πηδῶντες ὑδάτων, οὐκ ἀποτινάσσονται τὸ πνῖγος, ἀλλ' ἕτερον ἑαυτοῖς προστιθέασι πῦρ· οὕτω κσὶ ἡμεῖς, κεντούμενοι τῷ τῶν ἁμαρτημάτων συνειδότι, εἰς τὸν τῆς ὑπερβολῆς εὔριπον καταποντίζειν ἑαυτοὺς ἀναγκαζόμεθα, ἵνα πάντα ἀδεῶς ἁμαρτάνωμεν τοῦ λοιποῦ. Οὐδὲ γὰρ μόνον παροῦσιν ὀργιζόμεθα τοῖς ἀδελφοῖς, ἀλλὰ καὶ ἀποῦσι πολλάκις μαχόμεθα· ὅπερ ὑπερβολὴ θηριωδίας ἐστί. Καὶ τοὺς μὲν μείζους ἑαυτῶν καὶ δυνατωτέρους καὶ ἀδικοῦντας καὶ ὑβρίζοντας φέρομεν μετὰ ἐπιεικείας πολλῆς, διὰ τὸν παρ' αὐτῶν φόβον, πρὸς δὲ τοὺς ὁμοτίμους καὶ ἐλάττονας οὐδὲν λελυπηκότας ἀπεχθανόμεθα. Τοσοῦτον ὁ παρὰ τῶν ἀνθρώπων φόβος τοῦ παρὰ τοῦ Χριστοῦ μείζονα ἔχει τὴν ἰσχύν.
For whenever we are unwilling to procure for ourselves the security that comes from obedience, or to perform what has been enjoined so as to rid our reasoning of the fear of things to come, weighed down and choked by conscience and eager to cast off the great fear of the punishments laid up, we hurl ourselves down into another pit by disbelieving those torments. And just as those held fast by a fierce fever, leaping down into cold waters, do not shake off their stifling heat, but add another fire to themselves; so we too, pricked by the conscience of our sins, are driven to plunge ourselves into the strait of hyperbole, so that we may sin fearlessly in all things hereafter. For not only when our brethren are present do we grow angry with them, but often even when they are absent we quarrel with them—which is an excess of brutality. And those greater and more powerful than ourselves, even when they wrong and insult us, we endure with great forbearance out of fear of them, whereas towards our equals and inferiors who have caused us no grief at all we bear hostility. So much greater strength does fear from men possess than that from Christ.
γʹ. Ἔστιν οὖν ἡμῖν σωτηρίας ἐλπὶς τοσαύτην ἐνδεικνυμένοις ὀλιγωρίαν καὶ καταφρόνησιν; πόθεν, εἰπέ μοι; Τί τοίνυν φορτικὸν ἀπῄτησε, τί δὲ ἐπαχθὲς παρ' ἡμῶν ὁ Χριστός; Μὴ ὀργίζου, φησὶ, τῷ ἀδελφῷ σου εἰκῆ. Πολὺ δὲ τοῦτο εὐκολώτερον τοῦ φέρειν ἕτερον ὀργιζόμενον εἰκῆ· ἐκεῖ μὲν γὰρ συνῆκται ἤδη τοῦ πυρὸς ἡ ὕλη, ἐνταῦθα δὲ, οὐδενὸς ὑποκειμένου, τὴν φλόγα ἀνάπτεις αὐτός· οὐκ ἔστι δὲ ἴσον, ἑτέρου λαμπάδα προσάγοντος, καρτερεῖν καὶ μὴ πίμπρασθαι, καὶ μηδενὸς παρακινοῦντος ἡσυχάζειν καὶ ἠρεμεῖν Ὁ μὲν γὰρ ἐκείνου κρατήσας, μεγίστης φιλοσοφίας βάσανον ἐπεδείξατο· ὁ δὲ τοῦτο κατορθῶν, οὐδενὸς ἂν εἴη θαύματος ἄξιος. Ὅταν οὖν τὸ μεῖζον διὰ τὸν τῶν ἀνθρώπων φόβον ἀνύοντες, διὰ τὸν τοῦ Θεοῦ μηδὲ τὸ ἔλαττον βουλώμεθα, ἐννόησον ὅσης κολάσεως καὶ τιμωρίας ὑπευθύνους καθιστῶμεν ἑαυτούς. Τὸν τοίνυν ἀδελφὸν μὴ τὸν ὁμότιμον μόνον, μηδὲ ἐλεύθερον νομίσῃς εἶναι, ἀλλὰ καὶ τὸν οἰκέτην· Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε δοῦλος, οὔτε ἐλεύθερος, κατὰ τὸν Ἀπόστολον. Ὥστε κἂν πρὸς τοὺς δούλους ἀγριαίνωμεν εἰκῆ, τὴν αὐτὴν ὑποστησόμεθα δίκην· ἀδελφὸς γὰρ καὶ οὗτός ἐστι, καὶ τῆς ἐλευθερίας ἠξίωται τῆς ἀληθοῦς, ἓν πνεῦμα ἔχων. Τίς οὖν λοιδορίας καθαρὸν τὸν ἑαυτοῦ βίον καὶ ὀργῆς ἀλόγου καὶ ματαίας ἐπιδεῖξαι δύναται; Μὴ γάρ μοι τὸν ὀλιγάκις τοῦτο πάσχοντα εἴπῃς, ἀλλὰ τὸν μηδὲ ὅλως ἁλόντα ποτέ· ἕως δ' ἂν μὴ τοῦτο δείξῃς ἡμῖν, οὐδὲ τὴν ἀπειλὴν λῦσαι δυνήσῃ, διὰ τὸ μὴ συνεχῶς τοῦτο παθεῖν. Καὶ γὰρ ὁ κλέπτων καὶ ὁ πορνεύων, κἂν ἅπαξ μόνον τὴν ἁμαρτίαν ἐκείνην ἐργάσωνται, οὐκ ἐπειδὴ μὴ πολλάκις τοῦτο τετολμήκασιν, ἀφίενται τῆς τιμωρίας, ἀλλὰ ἐπειδὴ τετολμήκασιν ὅλως, κολάζονται. Τὸ δὲ ἐφεξῆς τούτῳ κείμενον, τίς οὐκ ἂν τῶν ἀπίστων καὶ μῦθον εἶναι νομίσειε, μετὰ τοσαύτης σφοδρότητος ἀνατετραμμένον ὁρῶν ὑφ' ἡμῶν; Τοῦ γὰρ Θεοῦ εἰπόντος· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον, διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν, πρόσφερε τὸ δῶρόν σου· ἡμεῖς δὲ ἐκπεπολεμωμένοι πρὸς ἀλλήλους καὶ ὑπούλως διακείμενοι τοῖς θυσιαστηρίοις πρόσιμεν. Καὶ ὁ μὲν Θεὸς τοσαύτην τῆς ἡμετέρας καταλ-
3. Is there, then, any hope of salvation for us when we display so great negligence and contempt? From where, tell me? What, then, that is burdensome has Christ demanded of us, or what that is irksome? Be not angry, He says, with your brother without cause. Now this is far easier than bearing with another who is angry without cause; for in that case the fuel for the fire has already been gathered together, whereas here, with nothing underlying, you kindle the flame yourself; and it is not the same thing, when another brings near a torch, to endure and not take fire, as when no one stirs you up to keep still and remain tranquil. For he who mastered that former trial displayed a proof of the highest philosophy; whereas he who accomplishes this would deserve no admiration at all. When, therefore, accomplishing the greater thing out of fear of men, we are unwilling out of fear of God to do even the lesser, consider to how great a punishment and vengeance we render ourselves liable. Do not, then, suppose your brother to be only your equal or a freeman, but also the household servant; for: In Christ Jesus there is neither slave nor free, according to the Apostle. So even if we rage against slaves without cause, we shall undergo the very same penalty; for he too is a brother, and has been counted worthy of true freedom, having one Spirit. Who, then, is able to show forth his own life pure of reviling and of irrational and vain anger? Do not name to me one who suffers this but seldom, rather one who has never been caught in it at all; for so long as you cannot show us this, neither will you be able to do away with the threat because of not suffering this continually. For both he who steals and he who commits fornication, even if they commit that sin once only, are not released from vengeance because they have not dared it many times, but are punished because they have dared it at all. And what stands next in order after this, who among unbelievers would not suppose it to be even a fable, on seeing it overturned by us with such great vehemence? For whereas God has said: If you bring your gift to the altar, and there remember that your brother has something against you, leave your gift there before the altar, and go first, be reconciled to your brother, and then come and offer your gift—we, at open war with one another and treacherously disposed, approach the altars. And God, for His part, for our reconcilia-
Notes, col. 397

On the reading

Printed εις, for εἰς.

Printed κσὶ, for καὶ.

Printed ἠρεμεῖν Ὁ, for ἠρεμεῖν. Ὁ.

PG 47:398Read from the page
λαγῆς πεποίηται σπουδὴν, ὡς ἀνέχεσθαι τὴν αὐτοῦ θυσίαν μένειν ἀτέλεστον, καὶ τὴν ὑπηρεσίαν ἐγκόπτεσθαι ὑπὲρ τοῦ τὴν πρὸς ἀλλήλους ἀπέχθειαν καταλῦσαι καὶ τὴν ὀργήν· ἡμεῖς δὲ οὕτω τοῦ πράγματος ἀλογοῦμεν, ὡς καὶ ἡμέρας πολλὰς τὴν ἔχθραν διατηρεῖν κατὰ τῆς ἑαυτῶν κεφαλῆς. Οὐδὲ γὰρ τοὺς μνησικακοῦντας κολάζει μόνον ὁ Χριστὸς, ἀλλὰ καὶ τοὺς τούτου μὲν ἀπηλλαγμένους τοῦ πάθους, πεπληγμένων δὲ καταφρονοῦντας τῶν ἀδελφῶν. Ἐπειδὴ γὰρ τῶν ἠδικημένων ἐστὶ τὸ μνησικακεῖν, ὁ δὲ ἀδικῶν οὐκ ἂν ῥᾳδίως ληφθείη τούτῳ τῷ πάθει, τούτου χάριν τοῦτον ἤγαγε πρὸς ἐκεῖνον, δεικνὺς ὅτι τῆς τιμωρίας τῆς ἐκείνου μᾶλλον ὑπεύθυνός ἐστιν ὁ καὶ τὴν ῥίζαν τῷ ἁμαρτήματι παρασχών. Ἀλλ' ἡμεῖς οὐδὲ οὕτω παιδευόμεθα, ἀλλὰ λυποῦμεν καὶ ὑπὲρ τῶν τυχόντων τοὺς ἀδελφούς· εἶτα ὥσπερ οὐδενὸς γενομένου δεινοῦ, οὕτως ἀμελοῦμεν καὶ ἐπιλανθανόμεθα τῶν λυπηθέντων παρ' ἡμῶν, καὶ τὴν ἔχθραν εις μακρὸν ἐκτεινομένην χρόνου μῆκος περιορῶμεν, οὐκ ειδότες ὅτι τοσούτῳ μείζονα τίσομεν κόλασιν, ὅσῳ πλείονας ἂν ἀφῶμεν ἐπεισελθεῖν ἡμέρας τῇ λύπῃ, τούτῳ τε αὐτῷ, καὶ τῷ δυσκολωτέραν ἡμῖν γενέσθαι λοιπὸν τὴν καταλλαγήν. Ὥσπερ γὰρ, φιλίας συνεχούσης ἡμᾶς, οὐδὲν εὐκόλως τῶν διαιρούντων ισχῦσαι καὶ πιστευθῆναι δυνήσεται· οὕτως, ἔχθρας προκαταλαβούσης ἡμῶν τὰς ψυχὰς, πάντα εὔκολα καὶ ῥᾷστα τοῖς βουλομένοις ἡμῖν συγκρούειν ἐπιπλεῖόν ἐστι, τῶν μὲν χρηστῶν ἀπιστουμένων, πιστευομένων δὲ μόνων τῶν πονηρῶν. Διὰ ταῦτα κελεύει τὸ δῶρον ἀφέντας ἐπὶ τοῦ θυσιαστηρίου, πρῶτον διαλλαγῆναι τῷ ἀδελφῷ, ἵνα μάθωμεν, ὅτι εἰ ἐν ἐκείνῳ τῷ καιρῷ ἀναβάλλεσθαι τὴν καταλλαγὴν ταύτην οὐ χρὴ, πολλῷ μᾶλλον ἐν ἑτέροις. Ἡμεῖς δὲ τὰ μὲν σύμβολα τῶν πραγμάτων κατέχομεν, τῆς δὲ ἀληθείας αὐτῆς ἐκπεπτώκαμεν, ἀσπαζόμενοι μὲν ἀλλήλους μέλλοντος τοῦ δώρου προσφέρεσθαι, χείλεσι δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ στόματι τοῦτο ποιοῦντες μόνον. Ὁ δὲ Κύριος οὐ τοῦτο βούλεται, ἀλλὰ τὸ ἀπὸ τῆς ψυχῆς φίλημα, καὶ τὸν ἀπὸ τῆς καρδίας ἀσπασμὸν διδόναι τῷ πλησίον ἡμᾶς. Τοῦτο γάρ ἐστιν ἀσπάσασθαι ἀληθῶς, ἐκεῖνο δὲ σκηνή τις καὶ ὑπόκρισις, καὶ παροξύνειε μᾶλλον ἂν τὸν Θεὸν ἢ καταλλάξειεν ὁ οὕτω φιλῶν. Τὴν γὰρ εἰλικρινῆ καὶ ἐῤῥιζωμένην φιλίαν ἐπιζητεῖ παρ' ἡμῶν, οὐ ταύτην, ἧς τὸ μὲν σχῆμα πολὺ καὶ τὴν μόρφωσιν περιφέρομεν, τὴν δὲ δύναμιν πᾶσαν ἐσβέσαμεν, ὅπερ καὶ αὐτὸ τεκμήριον τῶν κατεχουσῶν ἡμᾶς ἀνομιῶν ἐστι. Διὰ γὰρ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, φησὶ, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Καὶ ταῦτα πράττομεν ἄνθρωποι, μήτε ὀργίζεσθαι, μήτε ἐχθροὺς ἔχειν κελευσθέντες τινὰς, εἰ δέ ποτε καὶ σχοίημεν, ἐφ' ἡμέρας μόνον· Ὁ ἥλιος γὰρ, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν Καὶ οὐδὲ μέχρι τούτου ιστάμεθα, ἀλλὰ καὶ ἐπιβουλὰς κατ' ἀλλήλων ῥάπτομεν, καὶ δι' ὧν λέγομεν καὶ δι' ὧν πράττομεν δάκνοντες τὰ οἰκεῖα μέλη καὶ κατεσθίοντες· ὅπερ λαμπρᾶς μανίας ἐστί. Καὶ γὰρ τοὺς ἀνιάτως δαιμονῶντας καὶ μαινομένους ἀπὸ τούτου μάλιστα δοκιμάζομεν. Τί δὲ ὁ περὶ τοῦ ἀντιδίκου νόμος, καὶ ὁ περὶ τῆς ἐπιθυμίας τῆς ἀτόπου, καὶ τῶν ἀκολάστων ὀφθαλμῶν, καὶ τῆς ἀλόγου φιλίας καὶ ἐπιβλαβοῦς; Ὁ γὰρ δεξιὸς ὀφθαλμὸς, καὶ ἡ δεξιὰ χεὶρ, οὐδὲν ἡμῖν ἕτερον αινίττεται, ἢ τοὺς ἐπὶ βλάβῃ φιλοῦντας ἡμᾶς· καὶ ὁ περὶ τῶν ἀπολελυμένων δὲ γυναικῶν ὑπὸ τίνος οὐ κατελύθη καὶ κατεπατήθη πολλάκις;
tion has shown so great an earnestness as to endure that His sacrifice remain unfinished, and His ministry be hindered, for the sake of dissolving our mutual hostility and anger; whereas we make so light of the matter as to maintain our enmity for many days against our own head. For Christ punishes not only those who bear malice, but also those who, though free from this passion, yet despise their brethren whom they have wounded. For since bearing malice belongs to those who have been wronged, while the wrongdoer would not easily be seized by this passion, for this reason He brought the latter to the former, showing that the one who also supplied the root to the sin is more liable to the vengeance than the other. Yet we are not instructed even thus, but grieve our brethren even over trivial things; then, as though nothing dreadful had occurred, we neglect and forget those grieved by us, and look on indifferently while the enmity stretches out to a great length of time, not knowing that we shall pay a punishment all the greater in proportion to the number of days we allow to intervene upon the grief—both on that very account, and because the reconciliation thereafter becomes more difficult for us. For just as, when friendship binds us together, none of those who seek to divide us will easily prevail and be believed; so, when enmity has preoccupied our souls, everything is easy and most ready for those who wish to set us at variance further, good reports being disbelieved while evil ones alone are believed. For these reasons He commands us, leaving the gift upon the altar, first to be reconciled to our brother, so that we may learn that if at that season one must not put off this reconciliation, much less may one do so at others. Yet we hold fast the outward symbols of realities while we have fallen away from the truth itself—greeting one another with a kiss when the gift is about to be offered, yet for the most part doing this with lips and mouth alone. But the Lord does not will this; rather He wills that we give our neighbour the kiss from the soul and the embrace from the heart. For this is truly to embrace, whereas that other is a kind of stage-play and hypocrisy, and one who kisses thus would provoke God rather than propitiate Him. For He seeks from us sincere and deeprooted friendship, not this kind whereof we carry about much outward show and semblance while we have quenched all its power—which very fact is itself a proof of the lawless deeds that hold us fast. For because lawlessness is multiplied, He says, the love of the many shall grow cold. And these things we do, though commanded as men neither to grow angry nor to have any enemies, or if ever we should have them, for a day only; for: Let not the sun, He says, go down upon your provocation. Yet we do not halt even at this point, but weave plots against one another as well, both by what we say and by what we do biting and devouring our own members—which is a mark of glaring madness. For it is above all by this that we judge those incurably possessed by demons and raving mad. And what of the law concerning the adversary, and that concerning unseemly desire, and unbridled eyes, and irrational and harmful friendship? For the right eye and the right hand riddlingly signify to us nothing other than those who love us to our harm; and the law concerning divorced wives—by whom has it not often been broken and trampled underfoot?
Notes, col. 398

On the reading

Printed εις, for εἰς.

Printed ειδότες, for εἰδότες.

Printed ισχῦσαι, for ἰσχῦσαι.

Printed ὑμῶν Καὶ, for ὑμῶν. Καὶ.

Printed ιστάμεθα, for ἱστάμεθα.

Printed αινίττεται, for αἰνίττεται.