Migne Reading Room

PG 47 · cols. 355–360 · Read from the page

Against the opponents of those who introduce the monastic life, three books

Against the opponents of those who introduce the monastic life, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:355Read from the page
διὰ πάντων εἰς θεογνωσίαν κελεύων ἄγειν αὐτούς. Καὶ αὐτοῖς δὲ τοῖς παιδίοις πολλὰ περὶ τῶν γεγεννηκότων αὐτοὺς διατάττεται, τοὺς μὲν εὐνοϊκῶς διακειμένους τιμῶν, κολάζων δὲ τοὺς ἀγνώμονας, καὶ ταύτῃ πάλιν αὐτοὺς ποθεινοτέρους τοῖς φυτευσαμένοις ποιῶν. Ὅταν γάρ τινος ποιήσῃ τις ἡμᾶς κυρίους, μεγίστην ἡμῖν ἀνάγκην τῆς ὑπὲρ αὐτοῦ προνοίας ἐπιτίθησι τὴν τιμήν· καὶ γὰρ εἰ μηδὲν ἕτερον, τοῦτο γοῦν ἡμᾶς δυσωπῆσαι ἱκανὸν, τὸ πάντα τὰ ἐκείνου ἐν ταῖς ἡμετέραις κεῖσθαι χερσὶ, καὶ οὐκ ἂν ἀνασχοίμεθα προδοῦναι ταχέως τὸν οὕτως ἐμπιστευθέντα ἡμῖν· ὅταν δὲ μετὰ τοῦτο καὶ συνοργίζηται καὶ ἀγανακτῇ πλέον τῶν ὑβρισμένων αὐτῶν, καὶ χαλεπὸς γίνηται τιμωρὸς, καὶ ταύτῃ πολὺ πλέον ἐφέλκεται· ὅπερ οὖν ἐποίησε καὶ ὁ Θεός. Πρὸς τούτοις καὶ τὸν ἀπὸ τῆς φύσεως τρίτον ἐπήγαγε δεσμὸν, εἰ δὲ βούλει, πρῶτον. Καὶ ἵνα μὲν τῶν προσταγμάτων αὐτοῦ μὴ καταφρονῶσιν οἱ πατέρες, κελευόμενοι τρέφειν τοὺς παῖδας, τὴν ἀπὸ τῆς φύσεως ἐπέθηκεν ἀνάγκην. Ἵνα δὲ μή ποτε ταῖς τῶν παίδων ὕβρεσιν ἀσθενεστέρα γενομένη αὕτη διαρῥήγνυται, τήν τε παρ' αὐτοῦ καὶ τὴν παρ' αὐτῶν τῶν γεννησαμένων ἐπετείχισε τιμωρίαν, καὶ τούτους μετὰ ἀκριβείας ὑποτάσσων πολλῆς, κἀκείνων ταύτῃ διεγείρων τὸν πόθον. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ ἑτέρῳ τετάρτῳ τρόπῳ σφοδρῶς ἡμᾶς καὶ μετὰ ἀκριβείας αὐτοῖς συνέδησεν. Οὐ γὰρ τοὺς παῖδας μόνον κακοὺς μὲν ὄντας περὶ τοὺς γεγεννηκότας κολάζει, γινομένους δὲ ἀγαθοὺς ἀποδέχεται, ἀλλὰ καὶ ἐπὶ τῶν πατέρων τὸ αὐτὸ δὴ τοῦτο ποιεῖ, κολάζων μὲν πικρῶς τοὺς ἀμελοῦντας αὐτῶν, τιμῶν δὲ καὶ ἐπαινῶν τοὺς ἐπιμελουμένους. Καὶ γὰρ τὸν πρεσβύτην τοῦτον, καίτοι τἆλλα ὄντα λαμπρὸν, ἀπὸ ταύτης τῆς ὀλιγωρίας ἐτιμωρήσατο μόνης, καὶ τὸν πατριάρχην δὲ τῶν ἄλλων οὐχ ἧττον ἀπὸ ταύτης ἐτίμησε τῆς προνοίας· λέγων γὰρ τὰς πολλὰς καὶ μεγάλας δωρεὰς ἐκείνας, ἃς ὑπέσχετο δώσειν αὐτῷ, καὶ τὴν αἰτίαν τιθεὶς, ταύτην ἐτίθει· ᾜδειν γὰρ, φησὶν, ὅτι συντάξει Ἀβραὰμ τοῖς υἱοῖς αὐτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου τοῦ Θεοῦ, ποιεῖν δικαιοσύνην καὶ κρίσιν. Ταῦτα δέ μοι εἴρηται νῦν, ἵνα μάθωμεν ὅτι οὐκ οἴσει πράως ὁ Θεὸς ἀμελουμένων τῶν οὕτω περισπουδάστων αὐτῷ. Οὐδὲ γάρ ἐστι τοῦ αὐτοῦ τοσαῦτα μὲν ὑπὲρ τῆς τούτων πραγματεύεσθαι σωτηρίας, καταφρονουμένων δὲ αὐτῶν τούτων παρορᾷν. Οὐ τοίνυν περιόψεται, ἀλλὰ καὶ ἀγανακτήσει, καὶ ὀργιεῖται σφοδρῶς, καθάπερ ἀποδέδεικται διὰ τῶν πραγμάτων αὐτῶν. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος παραινεῖ συνεχῶς λέγων· Οἱ πατέρες, ἐκτρέφετε τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Εἰ γὰρ ἡμεῖς ἀγρυπνεῖν ὑπὲρ τῶν ψυχῶν αὐτῶν κελευόμεθα ὡς λόγον ἀποδώσοντες, πολλῷ μᾶλλον ὁ πατὴρ ὁ γεννησάμενος, ὁ θρεψάμενος, ὁ συνοικοῦντα ἔχων διαπαντός. Ὥσπερ γὰρ ἐπὶ τῶν οἰκείων ἁμαρτημάτων οὐκ ἔχει καταφυγεῖν εἰς ἀπολογίαν καὶ συγγνώμην, οὕτως οὐδὲ ὑπὲρ τῶν τοῖς παισὶν ἁμαρτανομένων. Καὶ τοῦτο πάλιν ὁ μακάριος Παῦλος κατέστησε φανερόν. Νομοθετῶν γὰρ ὁποίους τινὰς εἶναι χρὴ τοὺς ἐπὶ τὴν τῶν ἄλλων ἐρχομένους ἀρχὴν, μετὰ τῶν ἄλλων ἁπάντων τῶν ἀναγκαίως αὐτοῖς ὀφειλόντων προσεῖναι, καὶ τὴν τῶν παίδων ἐπιμέλειαν ἀπαιτεῖ, ὡς οὐκ οὔσης ἡμῖν συγγνώμης διαστραφέντων ἐκείνων· καὶ μάλα εἰκότως. Εἰ μὲν γὰρ ἐκ φύσεως ἡ κακία τοῖς ἀνθρώποις προσῆν, εἰκότως ἄν τις πρὸς ἀπολογίαν κατέφυγεν· ἐπειδὴ δὲ ἐκ προαιρέσεως καὶ φαῦλοι γινόμεθα
commanding them through all things to lead them unto the knowledge of God. And to the young children themselves also He ordains many things touching those who begot them, honouring those who are kindly disposed, while chastising the ungrateful, and in this way again rendering them dearer to those who fathered them. For whenever someone makes us masters over another, he imposes the honour upon us as the greatest necessity of forethought on his behalf; for even if nothing else, this at least suffices to shame us into regard, that all his affairs lie in our hands, and we could not endure rashly to betray one so entrusted to us; and when beyond this he also shares the wrath and is more indignant than the wronged ones themselves, and proves a severe avenger, in this way too he draws us on much further; the very thing, indeed, which God also wrought. Besides these things, He also brought in the third bond from nature, or if you would, the first. And lest fathers should despise His injunctions when commanded to rear their children, He laid upon them the necessity drawn from nature. And lest at any time, grown weaker through the insolent wrongs of children, this bond should be burst asunder, He walled around them both the punishment from Himself and that from the parents themselves, both subjecting the latter with great strictness and thereby stirring up the affection of the former. And not in this way alone, but also in another, fourth manner did He bind us to them vehemently and with strictness. For not only does He chastise children when they are wicked towards those who begot them, while welcoming them when they prove good, but in the case of fathers also He does this very same thing, chastising bitterly those who neglect them, while honouring and praising those who care for them. For this aged man, though illustrious in other respects, He punished on account of this negligence alone, whereas the patriarch He honoured on account of this forethought no less than for other things; for in recounting those many and great gifts which He promised to grant him, and in setting forth the cause, He set down this: For I knew, He says, that Abraham will enjoin his sons and his household after him, and they shall keep the ways of the Lord God, to do righteousness and judgement. Now these things have been spoken by me at present so that we may learn that God will not bear gently when those who are so earnestly cared for by Him are neglected. For neither does it belong to the same One on the one hand to take such great pains for their salvation, and on the other hand to overlook these very ones when they are despised. He will not therefore overlook it, but will both be indignant and grow vehemently wroth, just as has been shown through the events themselves. On this account blessed Paul also exhorts continually, saying: Fathers, bring up your children in the discipline and admonition of the Lord. For if we are commanded to keep watch on behalf of their souls as being about to render an account, far more so the father who begot him, who reared him, who has him dwelling with him continually. For just as in his own transgressions he cannot take refuge in defence and pardon, so neither on behalf of the things sinned by his children. And this again blessed Paul made manifest. For in legislating what manner of men those must be who come to the rule over others, together with all the other things that needs must belong to them, he also demands care for children, since there is no pardon for us if they are perverted; and quite reasonably so. For if wickedness belonged to men by nature, one would reasonably have taken refuge in a defence; since, however, by deliberate choice we become both base
PG 47:356Read from the page
καὶ σπουδαῖοι, τίνα ἂν λόγον ἔχοι εὐπρόσωπον εἰπεῖν ὁ τὸν μάλιστα πάντων ποθούμενον διαστραφῆναι καὶ γενέσθαι πονηρὸν ἀφιείς; Ὅτι οὐκ ἐβούλετο ποιῆσαι χρηστόν; Ἀλλ' οὐδεὶς ἂν τοῦτο εἴποι πατήρ· ἡ γὰρ φύσις ἐφέστηκε πρὸς τοῦτο αὐτὸν διεγείρουσα συνεχῶς. Ἀλλ' οὐκ ἠδύνατο; Ἀλλ' οὐδὲ τοῦτο· καὶ γὰρ τὸ ἁπαλὸν ὄντα ἔτι λαβεῖν, καὶ τὸ πρῶτον, καὶ μόνον τὴν ἐξουσίαν ἐγχειρισθῆναι τὴν ἐκείνου, καὶ τὸ διαπαντὸς ἔχειν ἔνδον, ῥᾳδίαν αὐτῷ καὶ σφόδρα εὔκολον ποιεῖ τὴν προστασίαν. Ὥστε οὐδαμόθεν τὴν διαστροφὴν γίνεσθαι τῶν παίδων, ἀλλ' ἐκ τῆς περὶ τὰ βιωτικὰ μανίας· τὸ γὰρ πρὸς ἐκεῖνα μόνον ἀποβλέπειν, καὶ μηδὲν τούτων ἐθέλειν προτιμᾷν, καὶ τῶν παίδων μετὰ τῆς αὐτῶν ψυχῆς ἀναγκάζονται ἀμελεῖν. Τούτους ἐγὼ τοὺς πατέρας (καὶ μή τις θυμοῦ τὸ λεγόμενον εἶναι νομιζέτω) καὶ αὐτῶν τῶν παιδοκτόνων χείρους εἶναι φαίην ἄν. Ἐκεῖνοι μὲν γὰρ τὸ σῶμα τῆς ψυχῆς διιστῶσιν, οὗτοι δὲ ταύτην μετ' ἐκείνου φέροντες εἰς τὴν τῆς γεέννης ἐμβάλλουσι πυράν· κἀκεῖνον μὲν ἀνάγκη τὸν θάνατον καὶ παρὰ τῆς φύσεως δέξασθαι πάντως, τοῦτον δὲ ἐνῆν καὶ διαφυγεῖν, εἰ μὴ ἡ τῶν πατέρων αὐτὸν ἐπήγαγε ῥᾳθυμία. Πρὸς τούτοις, τὴν μὲν τοῦ σώματος τελευτὴν ἀνάστασις ἐπελθοῦσα ταχέως ἀφανίσαι δυνήσεται· τὴν δὲ τῆς ψυχῆς ἀπώλειαν οὐδὲν ἔτι παραμυθήσεται· οὐ γὰρ σωτηρία αὐτὴν διαδέχεται λοιπὸν, ἀλλ' ἀθάνατα ἀνάγκη κολάζεσθαι. Ὥστε οὐκ ἀπεικότως τῶν παιδοκτόνων τοὺς τοιούτους πατέρας χείρους ἂν εἴποιμεν εἶναι. Οὐδὲ γάρ ἐστιν οὕτω δεινὸν ἀκονῆσαι ξίφος, καὶ δεξιὰν ὁπλίσαι, καὶ εἰς αὐτὸν τοῦ παιδὸς βαπτίσαι τὸν λαιμὸν, ὡς τὸ ψυχὴν ἀπολέσαι καὶ διαφθεῖραι· ταύτης γὰρ ἡμῖν ἴσον οὐδέν.
and earnest, what plausible plea could he have to utter who suffers the one dearest of all to him to be perverted and to become wicked? That he did not wish to make him good? Yet no father would say this; for nature stands over him stirring him up to this continually. That he was not able? Yet not this either; for receiving him while still tender, and being the first and sole one entrusted with authority over him, and having him within doors continually, makes his guardianship easy for him and exceedingly light. Wherefore the perversion of children arises from no other source than madness concerning worldly affairs; for by looking to those things alone, and willing to prefer nothing to them, they are compelled to neglect their children together with their own soul. These fathers (and let no one suppose that what is spoken comes from wrath) I for my part would declare to be worse than the very slayers of their own children. For the former sever the body from the soul, whereas the latter carry the soul together with the body and cast it into the pyre of Gehenna; and that death one needs must receive from nature also in any event, whereas this one it was possible even to escape, had not the laxity of their fathers brought it upon it. Besides these things, resurrection supervening will swiftly be able to blot out the end of the body; whereas the perdition of the soul nothing further will console; for salvation no longer succeeds it, but it needs must be punished immortally. Wherefore not unreasonably might we pronounce such fathers worse than child-murderers. For it is not so dreadful to whet a sword, and arm a right hand, and plunge it into the very throat of one's child, as to destroy and corrupt the soul; for to us nothing is equal to it.
εʹ. Τί οὖν; πόλιν οἰκοῦντα, καὶ οἰκίαν καὶ γυναῖκα ἔχοντα οὐκ ἔνι σωθῆναι, φησί; Μάλιστα μὲν οὐχ εἷς σωτηρίας τρόπος, ἀλλὰ πολλοὶ καὶ διάφοροι. Καὶ τοῦτο λέγει μὲν ἀορίστως ὁ Χριστὸς, πολλὰς εἶναι μονὰς ἀποφαινόμενος παρὰ τῷ Πατρί· λέγει δὲ μετὰ διορισμοῦ τινος ὁ Παῦλος, οὕτω γράφων· Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οἱ μὲν ὡς ἥλιος λάμψουσιν, οἱ δὲ ὡς σελήνη, οἱ δὲ ὡς ἀστέρες. Καὶ οὐδὲ ἐνταῦθα ἔστη τῆς διαφορᾶς, ἀλλὰ καὶ ἐν αὐτοῖς τούτοις πολλὴν δείκνυσιν εἶναι τὴν διαλλαγὴν, καὶ τοσαύτην, ὅσην ἐν ἀριθμῷ τοσούτῳ συμβαίνειν εἰκός. Ἀστὴρ γὰρ, φησὶν, ἀστέρος διαφέρει ἐν δόξῃ. Ἐννόησον τοίνυν ἀπὸ τοῦ ἡλιακοῦ μεγέθους πρὸς τὸν ἔσχατον πάντων ἀστέρα ὁδεύων, πόσους ἀξιωμάτων βαθμοὺς καταβαίνειν εἰκός. Πῶς οὖν οὐκ ἄτοπον, εἰ μὲν εἰς βασίλεια τὸν υἱὸν ἦγες, ἅπαντα ποιεῖν τε καὶ πάσχειν, κἀκεῖνον ἀναπείθων ὁμοίως, ὥστε αὐτὸν ἐγγὺς ποιῆσαι τοῦ βασιλέως, καὶ μηδὲν ὅλως ὑπολογίζεσθαι, μὴ δαπάνην, μὴ κίνδυνον, μὴ θάνατον αὐτόν· περὶ δὲ τῆς ἐν τοῖς οὐρανοῖς στρατείας προκειμένης ἡμῖν τῆς σκέψεως, μὴ ἀλγεῖν, εἰ τὸν ἔσχατον λάβοι τόπον, καὶ πάντων ὕστατος γένοιτο; Πλὴν ἀλλ', εἰ δοκεῖ, καὶ αὐτὸ τοῦτο ἴδωμεν, εἰ δυνατὸν τὸν ἐν μέσῳ στρεφόμενον ταύτην γοῦν τὴν λῆξιν λαβεῖν. Ὁ μὲν γὰρ μακάριος Παῦλος ἀπεφήνατο ἐν βραχεῖ περὶ τούτου, καὶ τοὺς τὰς γυναῖκας ἔχοντας οὐκ ἔφησεν ἄλλως δύνασθαι σώζεσθαι, πλὴν εἰ μὴ οὕτως αὐτὰς ἔχοιεν ὡς οὐκ ἔχοντες, καὶ τῷ κόσμῳ μὴ παραχρῷντο. Ἡμεῖς δὲ αὐτὸ, εἰ βούλει, καὶ τῷ λόγῳ ἐπέλθωμεν. Ἔχεις οὖν εἰπεῖν, ὅτι ἢ σοῦ συμβουλεύοντος
5. What then? Is it not possible, says one, for him who inhabits a city and has a house and a wife to be saved? Assuredly there is not one mode of salvation, but many and diverse ones. And Christ declares this indefinitely, pronouncing that there are many abodes with the Father; whereas Paul states it with a certain distinction, writing thus: Other is the glory of the sun, and other the glory of the moon, and other the glory of the stars; for star differs from star in glory. Now what he says is of this nature: Some shall shine as the sun, others as the moon, and others as the stars. And not even here did he halt in the difference, but in these very things too he shows the diversity to be great, and as great as is likely to occur in so great a number. For star, he says, differs from star in glory. Consider therefore, travelling from the solar magnitude down to the last star of all, how many degrees of dignities it is likely one descends. How then is it not absurd if, when leading your son to a royal palace, you both did and endured everything, persuading him in like manner also, so as to place him near the king, and took no account at all of anything, neither expense, nor danger, nor death itself; whereas when our inquiry concerns the campaign in the heavens, you do not grieve if he should obtain the lowest place and become last of all? Nevertheless, if it seems good, let us examine this very point also, whether it is possible for him who moves in the midst of affairs to receive at least this lot. Now blessed Paul pronounced briefly touching this, and declared that those who have wives cannot otherwise be saved, except they so hold them as having none, and do not misuse the world. Let us, however, if you will, go through it by reasoning also. Can you say, then, that either at your counselling
PG 47:357Read from the page
ἤκουσεν ὁ υἱὸς, ἢ ἀφ' ἑαυτοῦ συνεῖδέ ποτε, ὅτι τὸν ὀμνύντα, κἂν εὐορκῇ, προσκρούειν ἔνι Θεῷ; Τί δὲ, ὅτι τὸν μνησικακοῦντα σωθῆναι οὐκ ἔνι; Ὁδοὶ γὰρ, φησὶ, μνησικάκων εἰς θάνατον. Ἀλλ' ὅτι τὸν κακήγορον οὕτως ἠτίμωσεν ὁ Θεὸς, ὡς καὶ τῆς ἀναγνώσεως ἀπεῖρξαι τῶν θείων λόγων; Τί δὲ, ὅτι τὸν ἀλαζόνα καὶ ὑβριστὴν ἐξέβαλε τῶν οὐρανῶν, καὶ τῷ τῆς γεέννης παρέδωκε πυρί; τί δὲ, ὅτι τὸν ἀκολάστοις ἐνορῶντα ὀφθαλμοῖς ὡς ἀπηρτισμένον, οὕτως ἐκόλασε μοιχόν; Ἀλλὰ τὸ πρόχειρον τοῦτο πᾶσιν ἁμάρτημα, τὸ κρίνειν τοὺς πλησίον, καὶ χαλεπωτέραν ἐπισπᾶσθαι τὴν κόλασιν, παρῄνεσάς ποτε φυγεῖν, καὶ τοὺς τοῦ Χριστοῦ πέρι τούτων κειμένους νόμους ἀνέγνως αὐτῷ; ἢ οὐδὲ οἶδας ὅτι ποτὲ ταῦτά ἐστι; Πῶς οὖν αὐτὰ δυνήσεται κατορθοῦν ὁ υἱὸς, ὧν οὐδὲ τοὺς νόμους οἶδεν ὁ μέλλων αὐτὸν διδάξειν πατήρ; Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινὸν, τὸ μηδὲν τῶν χρησίμων συμβουλεύειν αὐτοῖς, καὶ οὐκ ἂν τοσοῦτον ἦν· νυνὶ δὲ αὐτοὺς καὶ πρὸς τἀναντία ὠθεῖτε. Οὐδὲ γὰρ ἄλλο τι τῶν πατέρων ἔστιν ἀκοῦσαι διαλεγομένων πρὸς τοὺς παῖδας, ὅταν αὐτοὺς παρακαλῶσιν ὑπὲρ τῆς τῶν λόγων σπουδῆς, ἀλλ' ἢ ταυτὶ τὰ ῥήματα· Ὁ δεῖνα, φησὶ, ταπεινὸς καὶ ἐκ ταπεινῶν τὴν ἀπὸ τῶν λόγων κτησάμενος δύναμιν, ἦρξε μεγίστας ἀρχὰς, πλοῦτον ἐκτήσατο πολὺν, γυναῖκα ἔλαβεν εὔπορον, οἰκίαν ᾠκοδόμησε λαμπρὰν, φοβερός ἐστιν ἅπασι καὶ ἐπίδοξος. Πάλιν ἕτερος, ὁ δεῖνα, φησὶ, τὴν Ἰταλῶν γλῶσσαν ἐκπαιδευθεὶς, ἐν τοῖς βασιλείοις ἐστὶ λαμπρὸς, καὶ πάντα ἄγει καὶ φέρει τὰ ἔνδον. Καὶ ἕτερος ἕτερον δείκνυσι πάλιν, πάντες δὲ τοὺς ἐπὶ γῆς εὐδοκίμους· τῶν δὲ ἐν τοῖς οὐρανοῖς οὐδὲ ἅπαξ τις μέμνηται, ἀλλὰ κἂν μνησθῆναι ἕτερος ἐπιχειρήσῃ, ὡς πάντα ἀνατρέπων ἐλαύνεται.
your son heard, or of himself ever perceived, that it is possible for him who swears, even though he swears truly, to offend God? And what of this, that it is not possible for him who bears malice to be saved? For the ways of the malicious, it says, lead unto death. Or again, that God so dishonoured the slanderer as to debar him even from the reading of the divine words? And what of this, that He cast out of the heavens the boaster and insolent man, and delivered him over to the fire of Gehenna? and what of this, that him who gazes with licentious eyes He chastised even so as a consummate adulterer? Or did you ever exhort him to flee this sin so ready at hand to all, that of judging one's neighbours and drawing down a more grievous chastisement, and did you read to him the laws of Christ laid down touching these matters? or do you not even know that these things exist at all? How then will the son be able to accomplish rightly things whereof the father who is about to teach him does not even know the laws? And would that this alone were the dreadful thing, counselling them nothing of what is profitable, and it would not be so great; as it is, however, you even thrust them on towards the very contrary. For one can hear nothing else from fathers conversing with their children, when they exhort them on behalf of the pursuit of letters, save these very words: So-and-so, says he, a lowly man and sprung from lowly folk, having acquired power from eloquence, held the greatest offices, gained great wealth, took a wealthy wife, built a splendid house, is formidable to all and renowned. Again another: So-and-so, says he, having been trained in the tongue of the Italians, is illustrious in the royal courts, and directs and carries everything within. And one points out one man, another another again, and all of them those who win repute upon earth; whereas of those in the heavens not so much as once does anyone make mention, nay, even if another attempts to make mention of them, he is driven off as subverting everything.
ϛʹ. Ὅταν οὖν ἐξ ἀρχῆς αὐτοῖς ταῦτα ἐπάδητε, οὐδὲν ἕτερον ἀλλ' ἢ τὴν ὑπόθεσιν αὐτοὺς πάντων διδάσκετε τῶν κακῶν, δύο τοὺς τυραννικωτάτους ἐντιθέντες ἔρωτας, τὸν τῶν χρημάτων λέγω, καὶ τὸν τούτου παρανομιώτερον, τὸν τῆς δόξης τῆς κενῆς καὶ ματαίας. Τούτων δὲ ἕκαστος καὶ καθ' ἑαυτὸν μὲν πάντα ἀνατρέψαι ἱκανός· ὅταν δὲ καὶ ὁμοῦ συνελθόντες εἰς τὴν τοῦ νέου ψυχὴν ἁπαλὴν οὖσαν ἐμπέσωσι, καθάπερ τινὲς χείμαρῥοι συναφθέντες, ἅπαντα διαφθείρουσι τὰ καλὰ, τοσαύτας ἀκάνθας, τοσαύτην ἄμμον, τοσοῦτον ἐπισυνάγοντες τὸν φορυτὸν, ὡς ἄκαρπόν τε καὶ ἄγονον τῶν ἀγαθῶν πάντων ἐκείνων ἐργάσασθαι τὴν ψυχήν. Καὶ μαρτυρήσειαν ἂν ἡμῖν ὑπὲρ τούτων καὶ οἱ τῶν ἔξωθεν λόγοι· τούτων γὰρ τῶν παθῶν θάτερον, οὐχὶ συνημμένον, ἀλλὰ καὶ καθ' ἑαυτὸ, ὁ μὲν ἀκρόπολιν, ὁ δὲ κεφαλὴν προσεῖπε τῶν κακῶν. Εἰ δὲ κεχωρισμένον ἀκρόπολίς ἐστι καὶ κεφαλὴ, ὅταν τὸ χαλεπώτερον πολλῷ προσλάβῃ καὶ δυνατώτερον, τὴν δοξομανίαν λέγω, καὶ μετ' ἐκείνου φερόμενον ἐμπέσῃ καὶ ῥιζωθῇ καὶ προκαταλάβῃ τὴν τοῦ νέου ψυχὴν, τίς λοιπὸν ταύτην ἀναμοχλεῦσαι τὴν νόσον δυνήσεται, καὶ μάλιστα ὅταν καὶ οἱ πατέρες μὴ μόνον ὅπως διασαλευθείη, ἀλλ' ὅπως καὶ πάγια γένηται τὰ πονηρὰ ταῦτα φυτὰ, καὶ ποιῶσι πάντα καὶ λέγωσι; Τίς οὖν οὕτως ἀνόητος, ὡς μὴ ἀπογνῶναι τῆς σωτηρίας τοῦ τὰ τοιαῦτα παιδευομένου παιδός; Ἀγαπητὸν γὰρ τῶν ἐναντίων
6. When therefore from the outset you chant these things to them, you teach them nothing else save the foundation of all evils, implanting the two most tyrannical passions, that for money, I mean, and that more lawless than this, the passion for empty and vain glory. Now each of these even by itself is sufficient to overturn everything; when, however, coming together as one they fall upon the soul of the youth while it is tender, like certain torrents joined together, they corrupt all noble things, gathering together so many thorns, so much sand, so great a heap of rubbish, as to render the soul unfruitful and barren of all those good things. And the sayings of those outside might bear witness to us touching these matters also; for one of these passions, not conjoined, nay, even by itself, the one called the citadel, and the other the head of evils. Now if when separated it is the citadel and head, when it takes to itself that which is far more grievous and more potent, madness for glory, I mean, and borne along with that falls upon and takes root in and preoccupies the soul of the youth, who henceforth will be able to pry loose this disease, and above all when their fathers too both do and say everything, not that these wicked plants might be shaken loose, nay, that they might even become firmly fixed? Who then is so senseless as not to despair of the salvation of a boy trained in such things? For we must be content if of contrary things
Notes, col. 357

On the reading

Printed πέρι, for περὶ.

PG 47:358Read from the page
ἀπολαύουσαν ψυχὴν διαφυγεῖν πονηρίαν· ὅταν δὲ πανταχοῦ χρήματα τὰ ἔπαθλα ᾖ, καὶ ἄνδρες ἐναγεῖς εἰς ζῆλον προκείμενοι, ποία σωτηρίας ἐλπίς; Τοὺς γὰρ χρημάτων ἐρῶντας καὶ βασκάνους καὶ κακοήθεις καὶ πολυόρκους καὶ ἐπιόρκους καὶ θρασεῖς καὶ λοιδόρους καὶ κλέπτας καὶ ἀναισχύντους καὶ ἰταμοὺς καὶ ἀγνώμονας καὶ πάντα ἀνάγκη εἶναι τὰ κακά. Καὶ μάρτυς τούτων ἀξιόπιστος ὁ μακάριος Παῦλος, ῥίζαν τῶν ἐν τῷ βίῳ κακῶν τὴν φιλαργυρίαν εἰπών· καὶ πρὸ τούτου δὲ ὁ Χριστὸς αὐτὸ τοῦτο ἐδήλωσεν, ἀποφαινόμενος μὴ εἶναι δυνατὸν τῷ Θεῷ δουλεύειν τὸν ἐκείνῳ τῷ πάθει δουλεύοντα. Ὅταν οὖν ἐξ ἀρχῆς ὁ νέος ἐπὶ ταύτην ἄγηται τὴν δουλείαν, πότε δυνήσεται γενέσθαι ἐλεύθερος, πότε ἀνασχεῖν τοῦ κλυδωνίου, πάντων ὠθούντων, πάντων καταδυόντων, καὶ εἰς πολλὴν τοῦ καταβαπτίζεσθαι καθιστώντων ἀνάγκην αὐτόν; Εἰ γὰρ μηδενὸς ἐνοχλοῦντος, εἰ πολλῶν ὀρεγόντων χεῖρα ἀναστῆναι δυνηθείη καὶ διαβλέψαι καὶ τὴν ἅλμην ἀπονίψασθαι τῆς κακίας, οὐκ ἀγαπητόν; εἰ γὰρ πολλῷ τῷ χρόνῳ ταῖς θείαις ᾠδαῖς ἐπᾳδόμενος ἰσχύσειε τὰ προσπεσόντα ἀπελάσαι νοσήματα, οὐκ ἐπαινεῖν αὐτὸν δεῖ καὶ στεφανοῦν μυριάκις; Δεινὸν γὰρ συνήθεια, δεινὴν κρατῆσαι καὶ ἑλεῖν ψυχὴν, καὶ μάλιστα ὅταν αὕτη μὲν ἡδονὴν ἔχῃ συμπράττουσαν, ἐκείνη δὲ πρὸς ἣν ἐπειγόμεθα καὶ μεθορμίσασθαι σπεύδομεν, πολλοὺς παρέχῃ τοὺς πόνους ἡμῖν. Διὰ τοῦτο καὶ ὁ Θεὸς τῶν Ἑβραίων τοὺς παῖδας, ἐπειδὴ ἔδει τὴν παλαιὰν τῶν κακῶν ἀποθέσθαι συνήθειαν, τὴν ἐν Αἰγύπτῳ λέγω, λαβὼν καταμόνας αὐτοὺς ἐπὶ τῆς ἐρημίας, καὶ τῶν διαφθειρόντων ἀποστήσας ὡς πορῥωτάτω, καθάπερ ἐπὶ μοναστηρίου τινὸς, τῆς ἐρημίας, διέπλαττεν αὐτῶν τὰς ψυχὰς, πᾶσαν ὁδὸν ἰατρείας κινῶν καὶ τραχυτέραν καὶ προσηνεστέραν, καὶ οὐδὲν ὅλως παραλιμπάνων τῶν ὀφειλόντων εἰς τὴν θεραπείαν κατασκευασθῆναι τὴν ἐκείνων. Καὶ οὐδὲ οὕτως διέφυγον τὴν κακίαν, ἀλλὰ μεταξὺ τοῦ μάννα κρόμμυα καὶ σκόροδα καὶ τὰ ἐν Αἰγύπτῳ πάντα ἐζήτουν κακά. Τοσοῦτόν ἐστι συνήθεια κακόν. Εἶτα Ἰουδαῖοι μὲν τοσαύτης ἀπολαύοντες ἐπιμελείας τῆς παρὰ τοῦ Θεοῦ, καὶ δημαγωγὸν ἔχοντες οὕτως ἄριστον καὶ γενναῖον, καὶ φόβῳ καὶ ἀπειλῇ καὶ εὐεργεσίᾳ καὶ κολάσει καὶ παντὶ τρόπῳ παιδαγωγούμενοι, καὶ τοσαῦτα ὁρῶντες θαύματα, οὐκ ἐγένοντο βελτίους· σὺ δὲ τὸν υἱὸν τὸν σὸν νέον ὄντα ἐν Αἰγύπτῳ μέσῃ, μᾶλλον δὲ ἐν μέσῃ τῇ παρατάξει τοῦ διαβόλου στρεφόμενον, οὐδενός τι χρήσιμον συμβουλεύοντος ἀκούοντα, πάντας ἐπὶ τἀναντία αὐτὸν ἄγοντας ὁρῶντα, καὶ πάντων μᾶλλον τοὺς γεννησαμένους καὶ θρεψαμένους, οἴει δυνήσεσθαι διαδῦναι τὰς τοῦ διαβόλου παγίδας; Πόθεν; ἀφ' ὧν σὺ παραινεῖς; Ἀλλ' ἐπὶ τἀναντία παρακαλεῖς, φιλοσοφίας μὲν οὔτε ὄναρ μεμνῆσθαι συγχωρῶν, ἄνω δὲ καὶ κάτω τὸν παρόντα βίον καὶ τὰ τούτου στρέφων, μειζόνως κλυδωνίζεσθαι παρασκευάζεις. Ἀλλ' οἴκοθεν, καὶ παρ' ἑαυτοῦ; Μάλιστα μὲν οὐχ ἱκανὸς ἑαυτῷ ὁ νέος πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν· εἰ δ' ἄρα τι καὶ τέκοι γενναῖον, ταῖς τῶν λόγων ἐπομβρίαις τῶν παρὰ σοῦ πρὶν ἢ βλαστῆσαι ταχέως ἀποπνιγήσεται. Ὥσπερ γὰρ σῶμα ὑγιεινῶν μὲν οὐκ ἀπολαῦον σιτίων, τοῖς δὲ νοσώδεσιν ἐντρεφόμενον, οὐκ ἔνι πρὸς μικρὸν γοῦν ἀρκέσαι χρόνον, οὕτως οὐδὲ ψυχὴν, τοιαῦτα
a soul enjoying them should escape wickedness; when, however, everywhere riches are the prizes, and accursed men are set forth for emulation, what hope of salvation is there? For those who are enamoured of money needs must be both envious and malicious and given to frequent oaths and perjured and audacious and abusive and thieves and shameless and impudent and ungrateful and every evil thing. And a trustworthy witness of these things is blessed Paul, calling the love of money the root of the evils in life; and before him Christ made this very thing plain, pronouncing that it is not possible for him who is enslaved to that passion to serve God. When therefore from the outset the youth is led captive into this bondage, when will he be able to become free, when to rise above the surge, while all are thrusting him on, all sinking him, and bringing him into great necessity of being submerged? For if when no one troubles him, if when many stretch out a hand, he might be able to stand up and recover sight and wash off the brine of wickedness, is not that to be welcomed? for if charmed over a long time by the divine chants he should prevail to drive away the diseases that befell him, ought one not to praise him and crown him ten thousand times? For habit is a dreadful thing, dreadful to master and capture a soul, and above all when on the one hand this habit has pleasure co-operating with it, whereas that towards which we press on and hasten to shift our moorings affords us many labours. On this account God also, since it was necessary for the children of the Hebrews to put off the ancient habit of evils, that in Egypt, I mean, taking them apart in the wilderness, and removing them as far as possible from those who corrupted them, as though in a certain monastery, the wilderness, fashioned their souls, setting in motion every way of healing, both rougher and gentler, and leaving nothing at all undone of the things needed to be prepared for their treatment. And not even thus did they escape wickedness, nay, in the midst of the manna they sought after onions and garlic and all the evils in Egypt. So great an evil is habit. Then, while the Jews, enjoying such great care from God, and having so excellent and noble a leader, and being trained by fear and threat and benefit and chastisement and in every manner, and beholding such great wonders, did not become better, do you suppose that your son, being young and moving in the midst of Egypt, or rather in the midst of the battle array of the devil, hearing no one counselling anything profitable, beholding all leading him towards the contrary, and more than all those who begot and reared him, will be able to slip through the snares of the devil? Whence? From the things which you exhort? Nay, you summon him towards the contrary: not allowing him so much as in a dream to remember philosophic wisdom, while turning this present life and its affairs up and down, you cause him to be tossed more heavily in the billows. Then from within and from himself? Assuredly the youth is not sufficient of himself for the accomplishment of virtue; and even if he should bring forth something noble, by the showers of words coming from you before it sprouts it will swiftly be choked. For just as it is not possible for a body that does not enjoy wholesome foods, while being nourished on unwholesome ones, to hold out even for a brief time, so neither is it possible for a soul, in such
Notes, col. 358

On the reading

Printed δεινὴν, for δεινὴ.

PG 47:359Read from the page
παιδευομένην, γενναῖόν τι καὶ μέγα ἐννοῆσαί ποτε, ἀλλ' ἀνάγκη τὴν τοιαύτην ἀσθενοῦσαν καὶ μαλακιζομένην, καθάπερ τινὶ φθόῃ τῇ κακίᾳ συνεχομένην διηνεκῶς, οὕτως ὕστερον εἰς τὴν γέενναν καταστρέψαι, καὶ τὴν ἀπώλειαν τὴν ἐκεῖ.
things being trained, ever to conceive anything noble and great, nay, such a soul needs must grow weak and effeminate, held fast continually by wickedness as by some consumption, and thus afterwards end in Gehenna and the perdition there.
ζʹ. Εἰ δὲ μὴ φῂς ταῦτα οὕτως ἔχειν, ἀλλὰ δυνατὸν εἶναι καὶ ἐν μέσῳ στρεφόμενον πάντα κατορθοῦντα τῆς ἀρετῆς, καὶ μὴ παίζων, ἀλλὰ σπουδάζων ἀληθῶς ταῦτα λέγεις, μὴ κατοκνήσῃς ἡμᾶς διδάξαι τὸ καινὸν τοῦτο καὶ παράδοξον μάθημα· οὐδὲ γὰρ βούλομαι πράγματα εἰκῇ τοσαῦτα ἔχειν, οὐδὲ τοσούτοις ἀπέχεσθαι μάτην. Ἀλλὰ γὰρ οὐ δύναμαι τοῦτο μαθεῖν· οὐ γὰρ ἐᾶτε ὑμεῖς, καὶ δι' ὧν λέγετε καὶ δι' ὧν ποιεῖτε ἀντιφθεγγόμενοι ταύτῃ τῇ ψήφῳ, καὶ τἀναντία παιδεύοντες· ὥσπερ γὰρ ἐξεπίτηδες ἀπολέσθαι σπουδάζοντες τοὺς υἱοὺς, οὕτως ἅπαντα κελεύετε ποιεῖν, ἃ τοὺς ποιοῦντας σωθῆναι οὐκ ἔνι. Ὅρα δὲ ἄνωθεν. Οὐαὶ, φησὶ, τοῖς γελῶσιν· ὑμεῖς δὲ πολλὰς αὐτοῖς παρέχετε γέλωτος ἀφορμάς· Οὐαὶ τοῖς πλουτοῦσιν· ὑμεῖς δὲ ὅπως χρηματίσαιντο, πάντα πράττετε· Οὐαὶ, ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάντες οἱ ἄνθρωποι· ὑμεῖς δὲ καὶ οὐσίας ὁλοκλήρους ὑπὲρ τῆς τῶν δήμων εὐφημίας ἐκενώσατε πολλάκις. Πάλιν δὲ ὁ τὸν ἀδελφὸν ὑβρίζων ὑπεύθυνός ἐστι τῇ γεέννῃ· ὑμεῖς δὲ καὶ ἀδρανεῖς εἶναι νομίζετε καὶ δειλοὺς τοὺς σιγῇ τὰς παρὰ τῶν ἑτέρων φέροντας ὕβρεις. Μάχης κελεύει καὶ δίκης καταφρονεῖν ὁ Χριστός· ὑμεῖς δὲ αὐτοὺς ἐν τούτοις στρέφετε τοῖς κακοῖς διαπαντός. Τὸν ὀφθαλμὸν πολλάκις ἐξορύττειν ἐκέλευσεν, ὅταν βλάπτῃ· ὑμεῖς δὲ τούτους μάλιστα ποιεῖτε φίλους, ὅσοιπερ ἂν δύνωνται χρήματα δοῦναι, κἂν τὴν ἐσχάτην παιδεύσωσι κακίαν. Ἐκβαλεῖν γυναῖκα οὐκ ἀφῆκε, πλὴν ἐπ' αἰτίᾳ μόνῃ πορνείας· ὑμεῖς δὲ, ὅταν ἐξῇ χρήματα λαβεῖν, καὶ ταύτης καταφρονεῖν κελεύετε τῆς ἐντολῆς. Τὸν ὅρκον ἀπεῖρξε παντελῶς· ὑμεῖς δὲ, ἂν ἴδητε φυλαττόμενον, καὶ γελᾶτε. Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, φησὶν, ἀπολέσει αὐτήν· ὑμεῖς δὲ αὐτοὺς πάντοθεν εἰς ταύτην ἐμβάλλετε τὴν φιλίαν. Ἐὰν μὴ ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὑμῖν ὁ Πατὴρ ὑμῶν ἀφήσει ὁ οὐράνιος· ὑμεῖς δὲ καὶ ὀνειδίζετε, ὅταν τοὺς ἠδικηκότας μὴ θέλωσιν ἀμύνεσθαι, καὶ εἰς τὴν δύναμιν αὐτοὺς ταύτην ταχέως ἐπείγεσθε ἀγαγεῖν. Τοὺς δόξης ἐρῶντας πάντα εἰκῆ ποιεῖν ἀπεφήνατο ὁ Χριστὸς, κἂν νηστεύωσι, κἂν εὔχωνται, κἂν ἐλεῶσιν· ὑμεῖς δὲ, ὅπως ταύτης ἐπιτ⟨ύ⟩χοιεν, ἅπαντα πραγματεύεσθε. Καὶ τί δεῖ πάντα ἐπιέναι; ὅταν γὰρ καὶ τὰ εἰρημένα μυρίας ἱκανὰ παρασκευάσαι γεέννας ᾖ, οὐχὶ πάντα ὁμοῦ συνελθόντα μόνον, ἀλλὰ καὶ καθ' ἑαυτὸ τούτων ἕκαστον· ὑμεῖς δὲ πάντα ὁμοῦ συμφορήσαντες, καὶ τὸ ἀφόρητον τῶν ἁμαρτημάτων ἐπιθέντες φορτίον, οὕτως εἰς τὸν τοῦ πυρὸς πέμπετε ποταμόν. Πότε σωθῆναι δυνήσονται, τοσαύτην κομίζοντες τῷ πυρὶ τὴν τροφήν; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι τἀναντία τοῖς τοῦ Χριστοῦ παραινεῖτε προστάγμασιν, ἀλλ' ὅτι καὶ προσηγορίαις εὐφήμοις περιστέλλετε τὴν κακίαν, τὸ μὲν ἱπποδρόμοις καὶ θεάτροις προσκεῖσθαι διαπαντὸς ἀστειότητα καλοῦντες, τὸ δὲ πλουτεῖν ἐλευθερίαν, τὸ δὲ δόξης ἐρᾷν μεγαλοψυχίαν, τὴν δὲ ἀπόνοιαν παρῥησίαν, καὶ τὴν μὲν ἀσωτίαν φιλανθρωπίαν, τὴν δὲ ἀδικίαν ἀνδρείαν. Εἶτα, ὥσπερ οὐκ ἀρκούσης ταύτης
7. Yet if you deny that these things are so, and affirm that it is possible even for one moving in the midst of affairs to accomplish every part of virtue, and you speak these things not in jest, nay, truly in earnest, do not hesitate to teach us this new and paradoxical lesson; for neither do I wish to have so many troubles to no purpose, nor to abstain from so many things in vain. Yet I am unable to learn this; for you do not suffer it, speaking out against this verdict both by what you say and by what you do, and training them in the very contrary; for just as though earnestly striving on purpose that your sons should perish, so do you command them to do everything which those who do cannot be saved. Behold from above: Woe, He says, to those who laugh; whereas you afford them many occasions for laughter; Woe to the rich; whereas you do everything that they may amass wealth; Woe, when all men speak well of you; whereas you have often emptied whole estates on behalf of the acclaim of the crowds. Again, he who insults his brother is liable to Gehenna; whereas you deem those who bear in silence the insults from others to be both sluggish and cowardly. Christ commands us to despise strife and lawsuits; whereas you keep them turning about in these evils continually. He often commanded men to pluck out the eye when it harms; whereas you above all make friends of those who are able to give money, even though they teach the utmost wickedness. He did not permit a man to cast out his wife, save on the sole ground of fornication; whereas you, when it is possible to receive money, command them to despise this commandment also. He barred oaths altogether; whereas you, if you see one kept, even laugh. He who loves his soul, He says, shall lose it; whereas you cast them from every side into this love. If you do not forgive men their trespasses, He says, neither will your heavenly Father forgive you; whereas you even reproach them when they do not wish to avenge themselves on those who have wronged them, and hasten swiftly to lead them into this capacity. Christ pronounced that those enamoured of glory do everything in vain, even though they fast, even though they pray, even though they show mercy; whereas you contrive everything that they may obtain it. And what need is there to go over everything? for when even the things mentioned suffice to prepare ten thousand Gehennas, not only when all come together as one, nay, even each of these by itself, you heap together all as one, and laying upon them the unbearable burden of transgressions, thus send them into the river of fire. When will they be able to be saved, bringing so great fuel to the fire? And not this alone is the dreadful thing, that you exhort the very contrary to the injunctions of Christ, nay, that you also cloak wickedness with fair-sounding appellations, calling constant devotion to horse-races and theatres urbanity, being rich liberality, loving glory magnanimity, recklessness frank speech, profligacy humanity, and injustice manliness. Then, as though this were not enough—this
Notes, col. 359

On the reading

Printed εἰκῆ, for εἰκῇ.

PG 47:360Read from the page
τῆς ἀπάτης, καὶ τὴν ἀρετὴν ἐναντίοις καλεῖτε ὀνόμασιν, ἀγροικίαν μὲν τὴν σωφροσύνην, δειλίαν δὲ τὴν ἐπιείκειαν, ἀνανδρίαν δὲ τὴν δικαιοσύνην ὀνομάζοντες, καὶ τὸ μὲν ἄτυφον δουλοπρεπὲς, τὴν δὲ ἀνεξικακίαν ἀσθένειαν· καθάπερ δεδοικότες μὴ παρ' ἑτέρων τὴν ἀληθῆ τούτων προσηγορίαν ἀκούσαντες φύγωσι τὴν λύμην οἱ παῖδες. Οὐδὲ γὰρ μικρὸν ὲἰς τὴν τῶν κακῶν ἀποτροπὴν τὸ γυμνὰς αὐτὰς καὶ κυρίας τῶν κακῶν προφέρεσθαι τὰς ὀνομασίας· ἀλλὰ τοσαύτην ἔχει τὴν ἰσχὺν πρὸς τὸ πλῆξαι τοὺς ἁμαρτάνοντας, ὡς πολλοὺς πολλάκις ἐπὶ τοῖς αἰσχίστοις ὄντας περιφανεῖς μὴ φέρειν πράως καλουμένους τοῦτο, ὅπερ εἰσὶν, ἀλλ' ἀγριαίνειν καὶ ἐκθηριοῦσθαι, ὡς τὰ δεινότατα πάσχοντας. Τὴν γοῦν ἡταιρηκυῖαν γυναῖκα, καὶ τὸν πεπορνευμένον παῖδα ἂν καλέσῃ τις ἀπὸ τῆς αἰσχίστης πράξεως ταύτης, ἀκατάλλακτος γέγονεν ἐχθρὸς, ἅτε τὰ μέγιστα ἠδικηκώς. Καὶ οὐ τούτους μόνον, ἀλλὰ καὶ τὸν πλεονέκτην, καὶ τὸν μέθυσον, καὶ τὸν ἀλαζόνα, καὶ πάντας ἁπλῶς τοὺς τὰ δεινότερα ἐργασαμένους ἴδοι τις ἂν οὐχ οὕτως ἐπὶ τῷ πράττειν αὐτὰ καὶ τῇ παρὰ τῶν πολλῶν δόξῃ δακνομένους καὶ ἀλγοῦντας, ὡς ἐπὶ τοῖς τῶν οἰκείων ἔργων ὀνόμασι. Πολλοὺς δὲ καὶ σωφρονισθέντας οἶδα τούτῳ τῷ τρόπῳ, καὶ γενομένους τοῖς ὀνείδεσιν ἐπιεικεστέρους Ἀλλ' ὑμεῖς καὶ ταύτην ἀνῃρήκατε τὴν παραμυθίαν· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐ διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων ταύτην αὐτοῖς ποιεῖσθε τὴν παραίνεσιν, οἰκίας οἰκοδομοῦντες λαμπρὰς, ἀγροὺς ὠνούμενοι πολυτελεῖς, τὴν ἄλλην περιβάλλοντες φαντασίαν, καὶ διὰ πάντων πυκνῷ τινι νέφει συσκιάζοντες αὐτῶν τὴν ψυχήν. Πόθεν οὖν δυνήσομαι πεισθῆναι, ὅτι σωθῆναι οἷόν τε τούτους, ὅταν ἴδω πρὸς ταῦτα παρακαλουμένους, ἃ τοὺς ποιοῦντας ὁ Χριστὸς ἀπεφήνατο πάντως ἀπολέσθαι; ὅταν θεάσωμαι τῆς μὲν ψυχῆς αὐτῶν, ὥσπερ τινὸς παρέργου, καταφρονοῦντας ὑμᾶς, τῶν δὲ ὄντως περιττῶν, ὡς ἀναγκαίων καὶ προηγουμένων φροντίζοντας; Ὅπως μὲν γὰρ οἰκέτης ἔσται, καὶ ὅπως ἵππος, καὶ ὅπως ἱμάτιον τῷ παιδὶ κάλλιστον, πάντα ποιεῖτε· ὅπως δὲ αὐτὸς γένοιτο καλὸς, οὐδὲ ἐννοῆσαί ποτε ἀνέχεσθε, ἀλλὰ καὶ ξύλων καὶ λίθων μέχρι τούτου προάγοντες τὴν σπουδὴν, τὴν ψυχὴν οὐδὲ τοῦ πολλοστοῦ τῆς ἐπιμελείας ταύτης ἀξιοῦτε μέρους· ἀλλ' ἵνα μὲν ἄγαλμα ἐπὶ τῆς οἰκίας ἑστήκῃ θαυμαστὸν, καὶ ἡ στέγη γένηται χρυσῆ, πάντα ὑπομένετε· τὸ δὲ πάντων τιμιώτερον ἄγαλμα ἡ ψυχὴ ὅπως γένηται χρυσῆ, οὐδὲ φροντίζειν ἐθέλετε.
deceit, I mean—you call virtue also by opposite names, terming temperance boorishness, gentleness cowardice, and righteousness unmanliness, and freedom from pride servility, and patience under wrong weakness: just as though fearing lest your children, hearing from others the true appellation of these things, should flee the plague. For it contributes no small part towards the averting of evils that the bare and proper names of evils be uttered; nay, it has so great force for striking those who sin that many who are often conspicuous in the basest vices do not bear gently being called what they are, nay, grow savage and turn into wild beasts, as though suffering the most dreadful things. At any rate, if one calls a woman who has played the harlot, and a boy who has prostituted himself, from this most shameful deed, such a one becomes an irreconcilable enemy, as having wronged them in the greatest things. And not these only, nay, the covetous man also, and the drunkard, and the boaster, and simply all who have wrought the more dreadful things one might see stung and grieved not so much at doing them and at the repute held by the many, as at the names of their own deeds. And I know many who have even been chastened in this way, and become more gentle through reproaches. Yet you have done away with this consolation also; and what is still more grievous, you give them this exhortation not only through words, nay, through deeds also, building splendid houses, buying costly fields, wrapping about you every other show of pomp, and through all things overshadowing their soul with some thick cloud. Whence then shall I be able to be persuaded that it is possible for these to be saved, when I see them exhorted towards those things which Christ pronounced that those who do shall utterly perish? when I behold you despising their soul as some by-work, while caring for things truly superfluous as necessary and foremost? For that the boy shall have a servant, and a horse, and the finest garment, you do everything; whereas that he himself should prove noble, you do not endure even ever to think of, nay, carrying forward your earnestness even for timbers and stones as far as this, you deem the soul worthy of not so much as the smallest fraction of this care; nay, that an admirable statue may stand upon the house, and the roof may become golden, you endure everything; whereas that the statue more precious than all things, the soul, may become golden, you do not even wish to take thought.
ηʹ. Ἀλλ' οὔπω τὸν κολοφῶνα τῶν κακῶν εἶπον, οὐδὲ τὸ κεφάλαιον ἐξεκάλυψα τῆς συμφορᾶς, πολλάκις μὲν ἐλθὼν εἰπεῖν καὶ ἐρυθριάσας, πολλάκις δὲ καὶ αἰσχυνθείς. Τί ποτ' οὖν ἐστι τοῦτο; τολμητέον γὰρ ἤδη καὶ λεκτέον αὐτό. Καὶ γὰρ ἀνανδρίας ἂν εἴη πολλῆς, μέλλοντάς τι κακὸν ἐξαιρεῖν, μηδὲ φωνὴν ἀφιέναι τολμᾷν ὑπὲρ αὐτοῦ, ὡς τῆς σιγῆς αὐτομάτως ἰασομένης τὴν νόσον. Οὐ τοίνυν σιγήσομεν, κἂν μυριάκις αἰσχύνεσθαι μέλλωμεν καὶ ἐρυθριᾷν. Οὐδὲ γὰρ ἰατρὸς μέλλων σηπεδόνα καθαίρειν, παραιτήσεται μεταχειρίσασθαι σίδηρον, καὶ καθεῖναι δακτύλους εἰς αὐτὸν τοῦ τραύματος τὸν πυθμένα· οὐκοῦν οὐδὲ ἡμεῖς τὸν ὑπὲρ τούτων λόγον παραιτησόμεθα, ὅσῳ καὶ χαλεπωτέρα ἡ σηπεδών. Τί ποτ' οὖν ἐστι τὸ κακόν; Ἔρως καινός τις καὶ παράνομος εἰς τὸν ἡμέτερον εἰσεκώμασε βίον· νόσημα ἐπέπεσε χαλεπὸν καὶ ἀνίατον· λοιμὸς κατέσκηψε πάντων λοιμῶν χαλεπώτερος· καινή τις παρανομία ἐπενοήθη καὶ ἀφόρητος· οὐ γὰρ οἱ θετοὶ
8. Yet I have not yet spoken the summit of the evils, nor uncovered the chief head of the calamity, having often come to speak of it and blushed, and often felt ashamed. What ever then is this? For now we must dare and utter it. For it would be a mark of great unmanliness, when we are about to remove some evil, not even to dare to utter a voice concerning it, as though silence would of its own accord heal the disease. We shall not therefore keep silent, even though we should feel ashamed and blush ten thousand times. For neither will a physician who is about to cleanse putrefaction decline to wield iron, and to plunge his fingers into the very bottom of the wound; neither, therefore, shall we decline speech concerning these matters, the more so as the putrefaction is more grievous. What ever then is the evil? A certain new and lawless passion has burst in revelry into our life; a grievous and incurable disease has fallen upon us; a pestilence more grievous than all pestilences has swooped down; a certain new and unbearable lawlessness has been devised; for not only the positive
Notes, col. 360

On the reading

Printed ὲἰς, for εἰς.