Migne Reading Room

PG 47 · cols. 361–366 · Read from the page

Against the opponents of those who introduce the monastic life, three books

Against the opponents of those who introduce the monastic life, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:361Read from the page
μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ τῆς φύσεως ἀνατρέπονται νόμοι. Μικρὸν εἰς ἀσελγείας λόγον πορνεία λοιπόν· καὶ καθάπερ ἐν ταῖς ὀδύναις τὸ τυραννικώτερον πάθος τοῦ προτέρου τὴν αἴσθησιν ἔκρυψεν ἐπελθὸν, οὕτω καὶ ἡ τῆς ὕβρεως ταύτης ὑπερβολὴ οὐκέτι ἀφόρητον ποιεῖ φαίνεσθαι τὸ ἀφόρητον, τὴν περὶ τὴν γυναῖκα ἀσέλγειαν. Ἀγαπητὸν γὰρ εἶναι δοκεῖ τὸ δυνηθῆναι τὰ δίκτυα ταῦτα διαφυγεῖν, καὶ κινδυνεύει λοιπὸν περιττὸν εἶναι τὸ τῶν γυναικῶν γένος, τῶν νέων ἀντ' ἐκείνων πάντα τὰ ἐκείνων πληρούντων. Καὶ οὐ τοῦτό πω δεινὴν, ἀλλ' ὅτι καὶ μετὰ πολλῆς τολμᾶται τῆς ἀδείας μύσος τοσοῦτον, καὶ νόμος γέγονεν ἡ παρανομία. Οὐδεὶς δέδοικεν, οὐδὲ τρέμει λοιπόν· οὐδεὶς αἰσχύνεται, οὐδὲ ἐρυθριᾷ, ἀλλὰ καὶ ἐγκαλλωπίζεται τῷ γέλωτι τούτῳ, καὶ μαίνεσθαι δοκοῦσιν οἱ σωφρονοῦντες, καὶ παραπαίειν οἱ νουθετοῦντες· κἂν μὲν ἀσθενέστεροι τύχωσιν ὄντες, συνεκόπησαν ταῖς πληγαῖς· ἂν δὲ δυνατώτεροι, χλευάζονται, γελῶνται, μυρίοις πλύνονται σκώμμασιν. Οὐδὲν ὄφελος δικαστηρίων, οὐδὲ νόμων, οὐδὲ παιδαγωγῶν, οὐ πατέρων, οὐκ ἀκολούθων, οὐ διδασκάλων· τοὺς μὲν γὰρ ἴσχυσαν διαφθεῖραι χρήμασιν, οἱ δ' ὅπως αὐτοῖς μισθὸς γένοιτο μόνον ὁρῶσι· τῶν δὲ ἐπιεικεστέρων, καὶ φροντιζόντων τῆς τῶν ἐμπιστευθέντων αὐτοῖς σωτηρίας, οἱ μὲν κλέπτονται ῥᾳδίως καὶ ἀπατῶνται, οἱ δὲ καὶ δεδοίκασι τῶν ἀκολάστων τὴν δύναμιν. Ῥᾷον γὰρ ἄν τις ὑποπτευθεὶς ἐπὶ τυραννίδι διασωθείη, ἢ τῶν μιαρῶν ἐκείνων ἀπάγειν πειραθεὶς, τὰς ἐκείνων διαφύγοι χεῖράς ποτε· οὕτω καθάπερ ἐπ' ἐρημίας πολλῆς, ἐν μέσαις ταῖς πόλεσιν ἄρῥενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργάζονται. Εἰ δέ τινες ταύτας διέφυγον τὰς παγὰς, τὴν γοῦν πονηρὰν τῶν τὰ τοιαῦτα ὑβριζομένων δυσκόλως διαφεύξονται δόξαν· πρῶτον μὲν, ὅτι ὀλίγοι σφόδρα εἰσὶ, καὶ ταύτῃ ῥᾳδίως ἂν τῷ τῶν πονηρῶν κρύπτοιντο πλήθει· δεύτερον, ὅτι καὶ αὐτοὶ οἱ μιαροὶ καὶ ἐναγεῖς ἐκεῖνοι δαίμονες, οὐκ ἔχοντες ἑτέρως ἀμύνασθαι τοὺς ὑπεριδόντας αὐτῶν, ταύτῃ σπουδάζουσιν ἀδικεῖν. Ἐπειδὴ γὰρ οὐκ ἴσχυσαν καιρίαν δοῦναι πληγὴν, οὐδ' αὐτῆς καθικέσθαι τῆς ψυχῆς, τὸν γοῦν ἔξωθεν αὐτοῖς περικείμενον τρῶσαι κόσμον ἐπιχειροῦσι, καὶ τὴν εὔκλειαν ἅπασαν ἀνελεῖν. Ὅθεν καὶ πολλῶν θαυμαζόντων ἤκουσα, πῶς οὐδέπω καὶ τήμερον ὄμβρος ἕτερος κατηνέχθη πυρὸς, πῶς οὐδέπω τὰ τῶν Σοδόμων ἔπαθεν ἡμῖν ἡ πόλις, τοσούτῳ χαλεπωτέρας ἀξία κολάσεως οὖσα, ὅσον μηδὲ τοῖς ἐκείνων ἐσωφρονίσθη κακοῖς; Ἀλλὰ καίτοι τῆς χώρας ἐκείνης ἐν δισχιλίοις λοιπὸν ἔτεσι, φωνῆς λαμπρότερον διὰ τῆς ὄψεως πρὸς ἅπασαν βοώσης τὴν οἰκουμένην μηδὲ τοιοῦτον τολμᾷν, οὐ μόνον οὐκ ὀκνηρότεροι περὶ τὴν ἁμαρτίαν ἐγένοντο ταύτην, ἀλλὰ καὶ ἰταμώτεροι, καθάπερ φιλονεικοῦντες τῷ Θεῷ, καὶ διὰ τῶν ἔργων δεῖξαι σπουδάζοντες, ὅτι τοσούτῳ τοῖς κακοῖς ἐπιθήσονται τούτοις, ὅσῳπερ ἂν αὐτοῖς μειζόνως ἀπειλῇ. Πῶς οὖν οὐδὲν γέγονε τοιοῦτον, ἀλλὰ τὰ μὲν Σοδόμων ἁμαρτήματα τόλμᾶται, τὰ δὲ Σοδόμων οὐ γίνεται πάθη; Ὅτι πῦρ αὐτοὺς ἕτερον χαλεπώτερον μένει, καὶ κόλασις οὐκ ἔχουσα
laws, nay, even the very laws of nature are overturned. Fornication is henceforth a small thing in the account of licentiousness; and just as in pains the more tyrannical affliction supervening has hidden the sensation of the former, so also the excess of this outrage makes what was unbearable—licentiousness concerning woman—appear no longer unbearable. For it seems a thing to be welcomed to be able to escape these nets, and the sex of women is henceforth in danger of being superfluous, while youths in their stead fulfil all their parts. And not this is as yet the dreadful thing, nay, that even with great impunity so great an abomination is dared, and lawlessness has become law. No one fears, nor trembles henceforth; no one feels ashamed, nor blushes, nay, even plumes himself upon this laughter, and those who are sober-minded seem to be mad, and those who admonish to rave; and if they happen to be weaker, they are beaten black and blue with blows; if more potent, they are mocked, laughed at, drenched with ten thousand jeers. There is no avail in courts of justice, nor in laws, nor in tutors, nor in fathers, nor in attendants, nor in teachers; for some they have prevailed to corrupt with money, while others look only to how hire may accrue to them; and of the more upright, who care for the salvation of those entrusted to them, some are easily cheated and deceived, while others even fear the power of the licentious. For one suspected of tyranny would more easily escape safe than one who attempted to lead away from those foul men would ever escape their hands; thus, just as in a vast wilderness, in the midst of the cities males work unseemliness in males. And if some escaped these snares, they will hardly escape at least the evil repute of those outraged in such things: first, because they are exceedingly few, and in this way would easily be hidden by the multitude of the wicked; second, because those foul and accursed demons themselves also, not having means otherwise to avenge themselves upon those who disdained them, are earnest to wrong them in this way. For since they did not prevail to inflict a mortal blow, nor to reach the soul itself, they attempt at least to wound the adornment lying about them outwardly, and to destroy all their good fame. Whence I have heard many marvelling how another rain of fire has not yet come down even until today, how our city has not yet suffered the things of Sodom, being worthy of a chastisement so much more grievous inasmuch as it was not chastened even by their calamities! Nay, although that region for two thousand years now cries out clearer than a voice through the sight to the whole inhabited world not even to dare such a thing, not only did they not become more hesitant concerning this sin, nay, even more impudent, just as though contending against God, and earnestly striving through their deeds to show that they will set upon these evils all the more in proportion as He threatens them more greatly. How then has nothing of the sort come to pass, nay, the transgressions of Sodom are dared, while the sufferings of Sodom do not take place? Because another more grievous fire awaits them, and a chastisement having no
Notes, col. 361

On the reading

Printed δεινὴν, for δεινὸν.

Printed τόλμᾶται, for τολμᾶται.

PG 47:362Read from the page
τέλος. Καὶ γὰρ τῶν ὑπὸ τοῦ κατακλυσμοῦ διαφθαρέντων πολλῷ μιαρώτερα τολμησάντων ἐκείνων, τῶν μετὰ ταῦτα λέγω, οὐδεὶς ἐξ ἐκείνου γέγονεν ὄμβρος τοιοῦτος. Κἀνταῦθα δὲ πάλιν ἡ αἰτία ἡ αὐτή· ἐπεὶ τίνος ἕνεκεν οἱ μὲν παρὰ τὴν ἀρχὴν γενόμενοι, ὅτε οὔτε δικαστήρια ἦν, οὐδὲ ἀρχόντων ἐπέκειτο φόβος, οὐ νόμος παρῆν ἀπειλῶν, οὐ προφητῶν χορὸς ῥυθμίζων, οὐ προσδοκία γεέννης, οὐ βασιλείας ἐλπὶς, οὐκ ἄλλη φιλοσοφία, οὐ τὰ θαύματα τὰ καὶ λίθους ἀναστῆσαι δυνάμενα, πῶς οὗτοι μὲν οἱ μηδενὸς τούτων ἀπολαύσαντες ὑπὲρ ὧν ἥμαρτον τοσαύτην ἔδωκαν δίκην, οἱ δὲ πάντων τούτων μετεσχηκότες, καὶ μεταξὺ τοσούτου ζῶντες φόβου καὶ θείων δικαστηρίων καὶ ἀνθρωπίνων, οὐδέπω καὶ τήμερον τὰ αὐτὰ ἔπαθον ἐκείνοις, χαλεπωτέρας ὄντες ἄξιοι κολάσεως; Ἆρ' οὐχὶ καὶ παιδὶ δῆλόν ἐστιν, ὅτι σφοδροτέρᾳ τηροῦνται δίκῃ; Εἰ γὰρ ἡμεῖς ὀργιζόμεθα οὕτως καὶ ἀγανακτοῦμεν, ὁ Θεὸς ὁ πάντων μάλιστα τοῦ τῶν ἀνθρώπων γένους κηδόμενος, καὶ τὴν κακίαν σφόδρα ἀποστρεφόμενος καὶ μισῶν, πῶς ἀνάσχοιτο ταῦτα τολμᾶσθαι ἀτιμωρητί; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀλλ' ἐποίσει πάντως αὐτοῖς τὴν χεῖρα τὴν κραταιὰν, καὶ τὴν πληγὴν τὴν ἀφόρητον, καὶ τῶν βασανιστηρίων τὴν ὀδύνην ἐκείνων, οὕτω οὖσαν χαλεπὴν, ὡς τὰ ἐν Σοδόμοις πάθη πρὸς ταῦτα παραβαλλόμενα παίγνια εἶναι νομίζεσθαι. Τίνας γὰρ οὐ παρήλασαν οὗτοι βαρβάρους, ποίων θηρίων γένος διὰ τῆς ἀναισχύντου μίξεως ταύτης; Ἔστιν ἔν τισι τῶν ἀλόγων οἶστρος πολὺς, καὶ ἐπιθυμία ἀφόρητος, μανίας οὐδὲν διαφέρουσα· ἀλλ' ὅμως τοῦτον οὐκ οἶδε τὸν ἔρωτα, ἀλλ' ἕστηκεν εἴσω τῶν τῆς φύσεως ὅρων· κἂν μυριάκις καχλάζῃ, τοὺς τῆς φύσεως οὐκ ἀνατρέπει νόμους. Οἱ δὲ λογικοὶ δῆθεν, καὶ θείας ἀπολαύσαντες διδασκαλίας, καὶ τὸ πρακτέον καὶ τὸ μὴ τοιοῦτον ἑτέροις διαγορεύοντες, καὶ γραμμάτων ἐξ οὐρανοῦ καταβάντων ἀκούσαντες, οὐχ οὕτως ἀδεῶς ταῖς πόρναις, ὥσπερ τοῖς νέοις συγγίνονται. Καθάπερ γὰρ μήτε ἀνθρώπων ὄντων, μήτε προνοίας Θεοῦ ἐφεστώσης, καὶ δικαζούσης τοῖς γινομένοις, ἀλλ' ὥσπερ σκότου πάντα καταλαβόντος, καὶ μηδενὸς μήτε ὁρῶντος ταῦτα, μήτε ἀκούοντος, οὕτω πάντα τολμῶσι, καὶ μετὰ τοσαύτης μανίας. Οἱ δὲ τῶν ὑβριζομένων παίδων πατέρες φέρουσι ταῦτα σιγῇ, καὶ οὐ κατορύττουσι μετὰ τῶν παίδων ἑαυτοὺς, οὐδὲ ἐπινοοῦσί τινα παραμυθίαν τῷ κακῷ. Εἰ γὰρ εἰς ὑπερορίαν ἀπὸ ταύτης ἑλκύσαι τῆς νόσου τοὺς υἱεῖς ἔδει, ει γὰρ εἰς θάλασσαν, ει γὰρ εἰς νήσους, ει γὰρ εἰς ἄβατον γῆν, ει γὰρ εἰς τὴν ὑπὲρ ἡμᾶς οἰκουμένην, οὐκ ἔδει πάντα ποιῆσαι καὶ παθεῖν ὥστε μὴ ταῦτα γενέσθαι τὰ μιάσματα; Ἀλλ' ει μὲν ἐπίνοσόν που καὶ λοιμικόν ἐστι χωρίον, οὐκ ἀπάξομεν ἐκεῖ τοὺς υἱεῖς, κἂν μεγάλα κερδαίνειν μέλλωσι, κἂν σφόδρα ὑγιεινοὶ τυγχάνωσιν ὄντες; νυνὶ δὲ τοσαύτης τὰ πάντα κατεχούσης λύμης, οὐ μόνον αὐτοὶ πρὸς ταῦτα ἕλκομεν τὰ βάραθρα αὐτοὺς, ἀλλὰ καὶ τοὺς ἀπαλλάξαι βουλομένους ὡς λυμεῶνας ἀπελαύνομεν. Καὶ πόσης οὐκ ἄξια ταῦτα ὀργῆς, πόσων σκηπτῶν, ὅταν τὴν μὲν γλῶτταν αὐτοῖς ἐκκαθαίρειν διὰ τῆς ἔξωθεν σοφίας σπουδάζωμεν, τὴν δὲ ψυχὴν ἐν αὐτῷ τῆς ἀσελγείας τῷ βορβόρῳ κειμένην καὶ σηπομένην διαπαντὸς μὴ μόνον περιορῶμεν, ἀλλὰ καὶ ἐγερθῆναι βουλομένην κωλύωμεν; Ἔτι οὖν τολμήσει τις εἰπεῖν, ὅτι δυνατὸν σωθῆναι τοὺς ἐν τοιούτοις ὄντας κακοῖς; Πόθεν; Οἱ μὲν γὰρ τὴν τῶν ἀκολάστων διαφυγόντες μανίαν (ὀλίγοι δέ εἰσιν οὗτοι), τοὺς τυραννικοὺς ἐκείνους ἔρωτας, καὶ τὰ πάντα διαφθείροντας, τοὺς τῶν χρημάτων
end. For although those who came afterwards ventured upon deeds far more abominable than those who perished in the deluge, no such downpour has occurred since that time. And here again the reason is the same: for on what account did those who lived near the beginning, when there were neither law-courts, nor did dread of rulers hang over them, nor was any law present uttering threats, nor any choir of prophets regulating their conduct, nor expectation of Gehenna, nor hope of the kingdom, nor any other philosophy, nor the miracles able to raise up even stones—how did those men, who enjoyed none of these things, pay so great a penalty for the sins they committed, whereas those who have shared in all these things, and live amid so great a fear both of divine and of human tribunals, have not yet to this day suffered the same fate as they, though deserving of harsher punishment? Is it not plain even to a child that they are being kept for a more severe vengeance? For if we ourselves grow so angry and indignant, how could God, Who cares most of all for the human race, and vehemently turns away from and hates wickedness, endure that such things be dared with impunity? It is not so, it is not so; rather, He will certainly bring down upon them His mighty hand, and the unbearable stroke, and the agony of those torments, so grievous that the sufferings in Sodom, when compared with these, are reckoned mere child's play. For what barbarians have these men not surpassed, what breed of wild beasts, through this shameless intercourse? There is in certain of the irrational creatures a fierce sting, and an unbearable lust, differing in nothing from madness; yet even so it knows not this passion, but remains within the bounds of nature, and though it boil over ten thousand times, it does not overturn the laws of nature. Yet men, rational forsooth, who have enjoyed divine teaching, and declare to others what ought to be done and what ought not, and have heard the Scriptures that came down from heaven, do not consort so fearlessly with harlots as they do with youths. For just as though there were neither men in existence, nor the providence of God presiding over and judging the things that take place, but as though darkness had overtaken all things, and no one were either seeing or hearing these deeds, so do they dare all things, and with so great a madness. Meanwhile the fathers of the outraged boys endure these things in silence, and do not bury themselves alive together with their children, nor devise any remedy for the evil. Yet if one had needed to draw one's sons away into exile from this disease, if to the sea, if to the islands, if to an untrodden land, if to the inhabited world beyond us, ought one not to have done and suffered everything so that these defilements might not come to pass? Why, if there is some unhealthy and pestilential spot, we will not lead our sons thither, even if they are about to reap great profits, even if they happen to be exceedingly healthy; yet now, when so great a plague holds sway over all things, not only do we ourselves drag them towards these pits, but we even drive away as destroyers those who wish to deliver them. And of how great a wrath are these things not worthy, of how many thunderbolts, when we zealously strive to cleanse their tongue through external wisdom, while their soul, lying perpetually in the very mire of licentiousness and rotting away, we not only overlook, but even hinder when it wishes to be roused up? Will anyone then still dare to say that it is possible for those who are in such evils to be saved? How could it be? For while those who have escaped the madness of the dissolute (and few indeed are these), those tyrannical passions that corrupt all things, the passions for money
Notes, col. 362

On the reading

Printed ει, for εἰ.

PG 47:363Read from the page
καὶ τοὺς τῆς δόξης οὐ διαφεύγουσιν· οἱ δὲ πλείους καὶ τούτοις αὐτοῖς, καὶ τοῖς τῆς ἀσελγείας μετὰ πλείονος κατέχονται τῆς ὑπερβολῆς. Εἶτα λόγους μὲν αὐτοῖς ἐνθεῖναι βουλόμενοι, οὐχὶ τὰ διακόπτοντα τὴν παίδευσιν ἀναιροῦμεν μόνον, ἀλλὰ καὶ τὰ συνιστῶντα κατασκευάζομεν, καὶ παιδαγωγοὺς καὶ διδασκάλους ἐφιστῶντες, καὶ χρήματα ἀναλίσκοντες, καὶ τὴν ἀπὸ τῶν ἄλλων πραγμάτων παρέχοντες σχολὴν, καὶ τῶν ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσι παιδοτριβῶν συνεχέστερον ἐπιφωνοῦντες αὐτοῖς τήν τε ἐκ τῆς ἀπαιδευσίας πενίαν, καὶ τὸν ἀπὸ τῆς παιδεύσεως πλοῦτον, καὶ πάντα ποιοῦντες καὶ λέγοντες, καὶ δι' ἑαυτῶν, καὶ δι' ἄλλων, ὥστε αὐτοὺς εἰς τὸ τέλος ἀγαγεῖν τῆς προκειμένης σπουδῆς, καὶ οὐδὲ οὕτω πολλάκις περιγινόμεθα· τρόπων δὲ ἐπιείκειαν, καὶ πολιτείας ἀρίστης ἀκρίβειαν αὐτόματον οἰησόμεθα παραγενέσθαι, καὶ ταῦτα τοσούτων ὄντων τῶν διακοπτόντων αὐτήν; Καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ' ἂν, τὸ μὲν ῥᾷστον οὕτω μεγάλης ἀξιοῦν τιμῆς καὶ σπουδῆς· ὡς οὐκ ἐνὸν ταύτης ἄνευ αὐτὸ κατορθωθῆναί ποτε· ὃ δὲ πολλῷ δυσχερέστερόν ἐστι, τοῦτο καθεύδουσιν ἡμῖν ἐφίστασθαι νομίζειν, καθάπερ τι τῶν φαύλων καὶ οὐδαμινῶν; Φιλοσοφία γὰρ ψυχῆς λόγων παιδεύσεως τούτῳ δυσκολώτερόν τέ ἐστι καὶ ἐργωδέστερον, ὅσῳ τοῦ λέγειν τὸ πράττειν, καὶ ὅσῳ ῥημάτων ἔργα ἐστὶν ἐπιπονώτερα.
and those of glory they do not escape; whereas the majority are held fast both by these very passions and by those of licentiousness with still greater excess. Then, when we wish to implant eloquence in them, we not only remove the things that interrupt their education, but also provide the things that support it, both setting tutors and teachers over them, and spending money, and affording them leisure from other affairs, and crying out to them more continually than the trainers in the Olympic games both the poverty that comes from lack of education and the wealth that comes from education, and doing and saying everything, both by ourselves and through others, so as to lead them to the goal of the pursuit set before us, and not even thus do we often prevail; yet shall we suppose that gentleness of manners and the strictness of the best way of life will come to pass of their own accord, and that too when there are so many things interrupting it? And what could be worse than this unreasonableness: to deem what is easiest worthy of such great honour and zeal, as though without this zeal it could never be rightly accomplished, while supposing that what is far more difficult comes upon us while we sleep, just like something paltry and of no account? For philosophy of soul is more difficult and more laborious than training in words to the same degree that acting is harder than speaking, and deeds are more toilsome than words.
θʹ. Καὶ τί δεῖ φιλοσοφίας, φησὶ, καὶ πολιτείας ἀκριβοῦς τοῖς ἡμετέροις παισί; Τοῦτο γάρ ἐστι, τοῦτο ὅπερ πάντα ἀπολώλεκεν, ὅτι πρᾶγμα οὕτως ἀναγκαῖον, καὶ τὴν ἡμετέραν συνέχον ζωὴν, περιττὸν εἶναι καὶ πάρεργον δοκεῖ. Καὶ περὶ σῶμα μὲν κάμνοντα τὸν υἱόν τις ἰδὼν οὐκ ἂν εἴποι· Τί δὲ αὐτῷ καθαρᾶς ὑγιείας δεῖ καὶ ἀκριβοῦς; ἀλλὰ πάντα ἂν πραγματεύσαιτο ὑπὲρ τοῦ τοσαύτην ἐγγενέσθαι τὴν εὐεξίαν, ὡς μηκέτι τὴν νόσον ἐπανελθεῖν· τῆς δὲ ψυχῆς ἀῤῥωστούσης, οὐδὲν δεῖν αὐτοῖς θεραπείας φασὶ, καὶ τολμῶσι μετὰ τὰ ῥήματα ταῦτα πατέρας καλεῖν ἑαυτούς. Τί οὖν; φιλοσοφήσομεν πάντες, φησὶ, καὶ τὰ τοῦ βίου οἰχήσεται; Οὐ τὸ φιλοσοφεῖν, ὦ βέλτιστε, ἀλλὰ τὸ μὴ τοῦτο ποιεῖν πάντα ἀπώλεσε καὶ διέφθειρε. Τίνες γὰρ, εἰπέ μοι, τῇ παρούσῃ καταστάσει λυμαίνονται, οι μετρίως ζῶντες καὶ ἐπιεικῶς, ἢ οἱ καινοὺς καὶ παρανόμους ἐπινοοῦντες τροφῆς τρόπους; οἱ τὰ πάντων περιβαλέσθαι σπουδάζοντες, ἢ οἱ τοῖς οὖσιν ἀρκούμενοι; οἱ φάλαγγας οἰκετῶν ἔχοντες, καὶ σμήνη κολάκων περιάγοντες, ἢ οἱ μόνον οἰκέτην ἕνα ἀποχρῆν αὐτοῖς νομίζοντες (οὔπω γὰρ τὴν ἄκραν τίθημι φιλοσοφίαν, ἀλλὰ τὴν πολλοῖς ἐφικτήν); οἱ φιλάνθρωποι καὶ ἥμεροι καὶ μὴ δεόμενοι τῆς παρὰ τῶν πολλῶν τιμῆς, ἢ οἱ παντὸς ὀφλήματος μᾶλλον ταύτην παρὰ τῶν ὁμοφύλων ἀπαιτοῦντες, καὶ μυρίας ἐργαζόμενοι συμφορὰς, ἐπειδὴ μὴ ὑπανέστη, μηδὲ προσεῖπεν ὁ δεῖνα πρότερος, μηδὲ ὑπέκυψε, μηδὲ τὰ τῶν ἀνδραπόδων ἐπεδείξατο; οἱ μελετῶντες ἄρχεσθαι, ἢ οἱ δυναστειῶν ἐρῶντες καὶ ἀρχῶν, καὶ πάντα ὑπὲρ τούτου καὶ ποιῆσαι καὶ παθεῖν ἀνεχόμενοι; οἱ πάντων βελτίους εἶναι λέγοντες, καὶ διὰ τοῦτο πάντα καὶ λέγειν καὶ πράττειν ἑαυτοῖς ἐξεῖναι νομίζοντες, ἢ οἱ μετὰ τῶν ἐσχάτων ἀριθμοῦντες ἑαυτοὺς, καὶ ταύτῃ τὴν ἄλογον ἐξουσίαν τῶν παθῶν κολάζοντες; οἱ τὰς λαμπρὰς οἰκοδομούμενοι οἰκίας, καὶ τὰς πολυτελεῖς παρατιθέμενοι τραπέζας, ἢ οι μηδὲν πλέον
9. And what need is there of philosophy, he says, and of a strict way of life for our children? For this is it, this very thing which has ruined all things: that a matter so necessary, and one that holds our life together, seems to be superfluous and a by-work. And if someone sees his son ailing in body, he would not say: What need has he of pure and exact health? Rather, he would take every trouble so that such good health might be implanted in him that the sickness would never return; yet when the soul is sick, they say that they have no need of healing, and after these words they dare to call themselves fathers. What then? Shall we all practise philosophy, he says, and will the affairs of life perish? It is not practising philosophy, my good sir, but failing to do this that has destroyed and corrupted all things. For who, tell me, mar the present state of affairs: those who live moderately and gently, or those who invent new and unlawful modes of luxurious fare? Those who strive to compass the possessions of all men, or those who are content with what they have? Those who keep phalanxes of household servants and lead around swarms of flatterers, or those who reckon that a single household servant suffices for them (for I do not yet lay down the highest philosophy, but that which is attainable by many)? Those who are humane and gentle and have no need of honour from the multitude, or those who demand this from their fellow men more than any debt, and work ten thousand calamities because so-and-so did not rise up before them, nor address them first, nor bow down, nor make a display of slavish servility? Those who practise being ruled, or those who lust after dominations and magistracies, and endure both to do and to suffer everything on behalf of this? Those who say that they are better than all men, and on this account suppose that it is lawful for themselves both to say and to do all things, or those who number themselves among the very last, and in this way chastise the unreasoning domination of the passions? Those who build for themselves splendid houses and set before themselves sumptuous tables, or those who nothing more
Notes, col. 363

On the reading

Printed οι, for οἱ.

Printed ὀφλήματος, for ὀφειλήματος.

PG 47:364Read from the page
καὶ τροφῆς καὶ οἰκήσεως τῆς ἀναγκαίας ζητοῦντες; οἱ μυρία πλέθρα ἀποτεμνόμενοι γῆς, ἢ οἱ μηδὲ βῶλον μίαν ἀναγκαίαν αὐτοῖς πρὸς κτῆσιν εἶναι νομίζοντες; οἱ τόκους ἐπὶ τόκους συλλέγοντες, καὶ πάσης ἐμπορίας κινοῦντες ὁδὸν ἄδικον, ἢ οἱ τὰς ἀδίκους ταύτας διασπῶντες συγγραφὰς, καὶ ἐκ τῶν ἐνόντων τοῖς δεομένοις ἐπικουροῦντες; οἱ τὸ εὐτελὲς τῆς ἀνθρωπίνης ἐπεσκεμμένοι φύσεως, ἢ οἱ μηδὲ τοῦτο αὐτὸ εἰδέναι θέλοντες, ἀλλ' ὑπὸ τῆς ἄγαν ἀλαζονείας καὶ τὸ ἀνθρώπους αὐτοὺς νομίζειν ἀπολωλεκότες; οἱ πόρνας τρέφοντες, καὶ τοῖς ἀλλοτρίοις λυμαινόμενοι γάμοις, ἢ οἱ καὶ τῆς ἑαυτῶν ἀπεχόμενοι γυναικός; Οὐχ οἱ μὲν, ὥσπερ οἰδήματα σώματι καὶ πνεύματα ἄγρια θαλάττῃ, τῇ πολιτείᾳ τῆς οἰκουμένης ἐπιφύονται, καὶ τοὺς καθ' ἑαυτοὺς σώζεσθαι δυναμένους χειμάζοντες διὰ τὴν ἀκρασίαν τὴν αὐτῶν· οἱ δὲ ὥσπερ ἐν σκότῳ βαθεῖ λαμπτῆρες φαιδροὶ τοὺς ἐν μέσῳ ναυαγοῦντας πρὸς τὴν οἰκείαν καλοῦσιν ἀσφάλειαν, καὶ τὰς τῆς φιλοσοφίας λαμπάδας ἀφ' ὑψηλοῦ πόῤῥωθεν ἅψαντες, οὕτω τοὺς βουλομένους ἐπὶ τὸν τῆς ἀπραγμοσύνης χειραγωγοῦσι λιμένα; Οὐ δι' ἐκείνους στάσεις καὶ πόλεμοι καὶ μάχαι, καὶ πόλεων κατασκαφαὶ, καὶ ἀνδραποδισμοὶ, καὶ δουλεῖαι, καὶ αἰχμαλωσίαι, καὶ φόνοι, καὶ τὰ μυρία ἐν τῷ βίῳ κακά; οὐ τὰ παρὰ ἀνθρώπων ἀνθρώποις ἐπαγόμενα μόνον, ἀλλὰ καὶ τὰ ἐκ τοῦ οὐρανοῦ πάντα, οἷον αὐχμοὶ, καὶ ἐπομβρίοι, καὶ σεισμοὶ, καὶ καταπτώσεις, καὶ πόλεων καταποντισμοὶ, καὶ λιμοὶ, καὶ λοιμοὶ, καὶ τὰ ἄλλα πάντα, ὅσα ἡμῖν ἐκεῖθεν ἐπάγεται;
than needful food and shelter seek? Those who cut off for themselves ten thousand plethra of land, or those who reckon not even a single clod necessary for themselves to possess? Those who gather interest upon interest, and set in motion every unjust path of trafficking, or those who tear up these unjust contracts and succour the needy out of their own means? Those who have pondered the meanness of human nature, or those who do not wish to know even this very thing, but through excessive arrogance have lost even the sense of reckoning themselves human beings? Those who maintain harlots and mar the marriages of others, or those who abstain even from their own wife? Do not the former, just like swellings upon a body and savage winds upon a sea, fasten themselves upon the commonwealth of the inhabited world, tempest-tossing through their own intemperance even those who of themselves were able to be saved; whereas the latter, like bright beacons in deep darkness, call those suffering shipwreck in the midst towards their own safety, and having kindled from on high afar off the torches of philosophy, thus lead by the hand those who wish it to the haven of tranquillity? Is it not on account of those men that there are factions and wars and battles, and razings of cities, and enslavements, and bondages, and captivities, and murders, and the myriad evils in life—not only the things brought upon men by men, but also all the things from heaven, such as droughts, and floods of rain, and earthquakes, and collapses, and submersions of cities, and famines, and pestilences, and all the other things that are brought upon us from thence?
ιʹ. Οὐκοῦν οὗτοι οἱ τὴν πολιτείαν ἀνατρέποντες, καὶ τοῖς κοινοῖς λυμαινόμενοι· οὗτοι οἱ καὶ ἑτέροις μυρίων αἴτιοι συμφορῶν, οἱ τοῖς βουλομένοις ἡσυχάζειν ἐνοχλοῦντες, καὶ πανταχόθεν ἕλκοντες καὶ σπαράττοντες· διὰ τούτους δικαστήρια, καὶ νόμοι, καὶ τιμωρίαι, καὶ διάφοροι κολάσεων τρόποι. Καὶ καθάπερ ἐν οἰκίᾳ, ἔνθα πολλοὶ μὲν οἱ κάμνοντες, οἱ δὲ ὑγιαίνοντες ὀλίγοι, καὶ φάρμακα καὶ ἰατροὺς πολλοὺς εἰσελθόντας ἔστιν εὑρεῖν· οὕτω καὶ ἐν τῇ οἰκουμένῃ οὐκ ἔστιν ἔθνος, οὐκ ἔστι πόλις, ἔνθα μὴ πολλοὶ μὲν οἱ νόμοι, πολλοὶ δὲ οἱ ἄρχοντες, πολλαὶ δὲ αἱ τιμωρίαι. Οὐ γὰρ ἀρκεῖ τὰ φάρμακα αὐτὰ καθ' ἑαυτὰ ἀναστῆσαι τὸν κάμνοντα, ἀλλὰ δεῖ καὶ τῶν ἐπιτιθέντων αὐτὰ, οἵπερ εἰσὶν οἱ δικάζοντες, καὶ ἑκόντας καὶ ἄκοντας ἀναγκάζοντες δέχεσθαι τὴν ἰατρείαν αὐτούς. Ἀλλ' ὅμως οὕτως ὑπερέσχεν ἡ νόσος, ὡς καὶ αὐτῆς τῆς τῶν ἰατρῶν κρατῆσαι τέχνης, καὶ αὐτοὺς ἐπελθεῖν τοὺς δικάζοντας· καὶ συμβαίνει ταὐτὸ, οἷον ἂν εἴ τις πυρετῷ καὶ ὑδέρῳ συνεχόμενος, καὶ μυρίοις ἑτέροις πάθεσι χαλεπωτέροις, τῶν μὲν οἰκείων μὴ περιγίνοιτο κακῶν, ἑτέρους δὲ τοῖς αὐτοῖς ἐνεχομένους δεινοῖς ἀπαλλάττειν φιλονεικοίη. Ἡ γὰρ τῆς κακίας ἐπιῤῥοὴ καθάπερ τις χειμάῤῥους, ἅπαντα τὰ κωλύματα ἀναῤῥήξασα, σφοδρῶς ἐπὶ τὰς τῶν ἀνθρώπων ἐξεχύθη ψυχάς. Καὶ τί λέγω πολιτείας ἀνατροπήν; κινδυνεύει γὰρ οὗτος ὁ λοιμὸς, ὁ παρὰ τῶν πονηρῶν τούτων ἀρθεὶς, καὶ τοὺς περὶ τῆς προνοίας τοῦ Θεοῦ τῶν πολλῶν ἀπελάσαι λόγους· οὕτω πρόεισι καὶ νέμεται καὶ πάντα ἐπείγεται κατασχεῖν, καὶ τὰ ἄνω κάτω πεποίηκε, καὶ αὐτῷ λοιπὸν ἐπιστρατεύει τῷ οὐρανῷ, τὰς τῶν ἀνθρώ-
10. Therefore these are the ones who overturn the commonwealth and mar the common weal; these are the ones who are the authors of myriad calamities to others also, harassing those who wish to live in quiet, and dragging and tearing them from every side; on account of these men there are law-courts, and laws, and penalties, and various modes of punishment. And just as in a house where the sick are many and the healthy are few, one may find medicines and many physicians entering in, so too in the inhabited world there is no nation, there is no city, where there are not many laws, and many rulers, and many penalties. For medicines are not sufficient of themselves alone to raise up the ailing man, but there is need also of those who apply them, namely the judges, who compel them willing and unwilling alike to accept the healing. Yet nevertheless the disease has so prevailed as both to overcome the very art of the physicians and to assail the judges themselves; and the very same thing happens as if someone gripped by fever and dropsy and myriad other more grievous afflictions failed to get the better of his own ills, while ambitiously striving to rid others who were held fast by the selfsame terrors. For the inrush of wickedness, just like a winter torrent, having burst through all barriers, has been poured out vehemently upon the souls of men. And why do I speak of the overthrow of the commonwealth? For this plague, raised up by these wicked men, threatens to drive away even the thoughts of the multitude concerning the providence of God; so far does it advance and spread and hasten to take possession of all things, and it has turned things upside down, and now marches even against heaven itself, hu-
Notes, col. 364

On the reading

Printed ἐπομβρίοι, for ἐπομβρίαι.

PG 47:365Read from the page
πων γλώττας οὐκέτι κατὰ τῶν ὁμοδούλων, ἀλλ' ἤδη καὶ κατ' αὐτοῦ τοῦ πάντων κρατοῦντος ὁπλίζων Δεσπότου. Πόθεν γὰρ, εἰπέ μοι, ὁ πολὺς πανταχοῦ τῆς εἱμαρμένης λόγος; πόθεν ἄστρων ἀλόγῳ φορᾷ τὰ ὄντα ἀνατιθέασιν οἱ πολλοί; διὰ τί τύχην, διὰ τί τὸ αὐτόματόν τινες πρεσβεύουσι; πόθεν εἰκῆ καὶ ἁπλῶς πάντα νομίζουσι φέρεσθαι; διὰ τοὺς ἐπιεικῶς ζῶντας καὶ μετρίως, ἢ δι' ἐκείνους, οὓς σὺ μὲν συνέχειν ἔφης τὴν πολιτείαν, ἐγὼ δὲ κοινὴν οὖσαν ἀπέδειξα τῆς οἰκουμένης λύμην; Δι' ἐκείνους δηλονότι. Οὐδεὶς γὰρ ἀγανακτεῖ, ἐπειδὴ ὁ δεῖνα φιλοσοφεῖ, ἢ ὅτι ἐστὶν ὁ δεῖνα ἐπιεικὴς καὶ μέτριος καὶ σώφρων, καὶ τῶν παρόντων ὑπερορᾷ πραγμάτων· ἀλλ' ὅτι ὁ δεῖνα πλουτεῖ, ὅτι τρυφᾷ, ὅτι πλεονεκτεῖ καὶ ἁρπάζει, ὅτι πονηρὸς ὢν καὶ μυρίων γέμων κακῶν, λαμπρός τέ ἐστι καὶ εὐημερεῖ. Ταῦτα κατηγοροῦσι καὶ μέμφονται οἱ ἀπιστοῦντες Θεῷ· τούτοις προσπταίουσιν οἱ πολλοὶ, ὡς τῶν γε ἐπιεικῶς ἕνεκεν ζώντων, οὐ μόνον οὐδὲν φθέγξονται τῶν ῥημάτων τούτων, ἀλλὰ καὶ καταγνοῖεν ἑαυτῶν, ἐφ' οἷς ἂν προαχθῶσι τῆς τοῦ Θεοῦ κατηγορῆσαι προνοίας. Καὶ εἰ πάντες, ἢ καὶ οἱ πλείους ἐβούλοντο οὕτω ζῆν, οὐδ' ἄν τις ἐνενόησε ταῦτα τὰ ῥήματα, οὐδ' ἂν ὁ τῶν κακῶν τούτων ἐπεισῆλθε κολοφὼν τὸ ζητεῖν, πόθεν τὰ κακά. Κακῶν γὰρ οὐκ ὄντων οὐδὲ φαινομένων, τίς ἂν προήχθη τὴν αἰτίαν ζητῆσαι τῶν κακῶν, καὶ μυρίας ἀπὸ τῆς ζητήσεως ταύτης αἱρέσεις ἀνατέλλειν; Καὶ γὰρ Μαρκίων, καὶ Μάνης, καὶ Οὐαλεντῖνος, καὶ τῶν Ἑλλήνων οἱ πλείους ἐντεῦθεν ἔλαβον τὴν ἀρχήν. Εἰ δὲ πάντες ἐφιλοσόφουν, οὐκ ἐνῆν ταῦτα ζητεῖν, ἀλλ' εἰ καὶ μηδαμόθεν ἄλλοθεν, ἀπὸ γοῦν τῆς ἀρίστης ταύτης πολιτείας ἔμαθον ἂν ἅπαντες, ὅτι ὑπὸ Θεῷ ζῶμεν βασιλεῖ, καὶ τὰ ἡμέτερα οὗτος διοικεῖ καὶ κυβερνᾷ πράγματα κατὰ τὴν αὐτοῦ σοφίαν καὶ σύνεσιν· ὃ κινεῖται μὲν καὶ νῦν, φαίνεται δὲ οὐ ῥᾳδίως διὰ τὴν πολλὴν ἀχλὺν, ἣν κατεσκέδασαν οὗτοι τῆς οἰκουμένης ἁπάσης· ει δὲ μὴ τοῦτο ἦν, καθάπερ ἐν σταθερᾷ μεσημβρίᾳ καὶ λευκῇ γαλήνῃ πᾶσιν ἂν ἡ τοῦ Θεοῦ πρόνοια διεφάνη. Εἰ γὰρ μήτε δικαστήρια ἦν, μήτε κατήγοροι, μήτε συκοφάνται, μὴ βάσανοι καὶ τιμωρίαι, μὴ δεσμωτήρια καὶ κολάσεις, μὴ δημεύσεις καὶ ζημίαι, μὴ φόβοι καὶ κίνδυνοι, μὴ ἔχθραι, μὴ ἐπιβουλαὶ, μὴ λοιδορίαι καὶ μῖσος, μὴ λιμοὶ καὶ λοιμοὶ, μηδ' ἄλλο τι τῶν ἀπηριθμημένων δεινῶν, ἀλλὰ πάντες μετ' ἐπιεικείας ἔζων τῆς προσηκούσης, τίς ἂν τῶν ζώντων ἁπάντων ἠμφισβήτησε περὶ τῆς τοῦ Θεοῦ προνοίας; Οὐκ ἔστιν οὐδείς. Νυνὶ δὲ ταυτὸ συμβαίνει, οἷον ἂν εἰ χειμῶνος καταλαβόντος ἐργάζοιτο μὲν ὁ κυβερνήτης τὸ αὐτοῦ, καὶ διασώζοι τὸ σκάφος, μὴ φαίνοιτο δὲ αὐτοῦ τῆς ἐπιστήμης ἡ ἀκρίβεια τοῖς ἐπιβάταις διὰ τὴν ταραχὴν καὶ τὸν φόβον καὶ τὴν ἀγωνίαν τῶν ἐπικρεμαμένων κακῶν. Ἐπεὶ καὶ ὁ Θεὸς κυβερνᾷ μὲν τὸ πᾶν τοῦτο καὶ νῦν, οὐ φαίνεται δὲ τοῖς πολλοῖς διὰ τὸν τῶν πραγμάτων χειμῶνα καὶ τὴν ταραχὴν, ἣν οὗτοι δὴ μάλιστα πάντων ἐργάζονται. Ὥστε οὐ μόνον πολιτείαν ἀνατρέπουσιν, ἀλλὰ καὶ εὐσέβειαν λυμαίνονται· καὶ οὐκ ἄν τις ἁμάρτοι κοινοὺς ἐχθροὺς τούτους προσειπὼν, οἳ κατὰ τῆς ἑτέρων ζῶσι σωτηρίας, δόγμασι μιαροῖς καὶ βίοις ἀκαθάρτοις τοὺς μεθ' ἑαυτῶν ἐμπλέοντας καταδύοντες.
man tongues no longer against fellow servants, but already arming them even against the Master Who holds sway over all things. For whence, tell me, comes all this talk everywhere of destiny? Whence do the multitude ascribe existing things to an irrational motion of the stars? On what account do certain men champion fortune, on what account spontaneous chance? Whence do they suppose that all things are borne along at random and without purpose? Is it on account of those who live gently and moderately, or on account of those men whom you used to say held the commonwealth together, whereas I demonstrated them to be a common plague of the inhabited world? Plainly on account of those men. For no one grows indignant because so-and-so practises philosophy, or because so-and-so is gentle and moderate and temperate, and looks down upon present affairs; rather, it is because so-and-so is wealthy, because he lives in luxury, because he overreaches and plunders, because though wicked and teeming with myriad evils, he is splendid and prospers. These things those who disbelieve in God accuse and blame; over these things the multitude stumble, whereas on account of those who live gently at least, not only will they utter none of these words, but they would even condemn themselves for whatever grounds might have led them on to accuse the providence of God. And if all men, or even the majority, had wished to live thus, no one would even have thought of these words, nor would the crowning peak of these evils have entered in—the inquiry whence evils come. For if evils neither existed nor appeared, who would have been led on to inquire into the cause of evils, and to make myriad heresies spring up from this inquiry? For indeed Marcion, and Manes, and Valentinus, and the majority of the Greeks took their starting-point from this. Whereas if all men had practised philosophy, it would not have been possible to make these inquiries; rather, even if from nowhere else, from this best way of life at least all men would have learned that we live under God as King, and that He administers and governs our affairs according to His wisdom and understanding—a truth which is at work even now, yet does not readily appear because of the thick mist which these men have shed over the entire inhabited world; whereas if this had not been so, just as in steadfast noonday and bright calm the providence of God would have shone forth clearly to all. For if there had been neither law-courts, nor accusers, nor sycophants, nor tortures and penalties, nor prisons and punishments, nor confiscations and fines, nor fears and dangers, nor enmities, nor plots, nor railings and hatred, nor famines and pestilences, nor any other of the terrors just enumerated, but all men had lived with befitting gentleness, who among all living men would have disputed concerning the providence of God? Not a single one. Yet as it is, the very same thing happens as if, when a tempest had overtaken them, the helmsman were doing his part and preserving the vessel, while the exactness of his skill did not appear to the passengers because of the tumult and the fear and the agony of the impending evils. For God too governs this whole universe even now, yet this does not appear to the multitude because of the tempest of affairs and the tumult which these very men most of all bring about. So that they not only overturn the commonwealth, but also mar piety; and one would not err in calling these men common enemies, who live to the ruin of others' salvation, sinking through abominable doctrines and unclean lives those who sail with them.
Notes, col. 365

On the reading

Printed ει, for εἰ.

PG 47:366Read from the page
ιαʹ. Ἀλλ' ἐν τοῖς μοναστηρίοις τούτων οὐδὲν ἔστιν ἰδεῖν, ἀλλὰ καίτοι χειμῶνος ἠρμένου τοσούτου, μόνοι κάθηνται ἐν λιμένι καὶ γαλήνῃ καὶ ἀσφαλείᾳ πολλῇ, καθάπερ ἐξ οὐρανοῦ τὰ τῶν ἄλλων ἐπισκοποῦντες ναυάγια· καὶ γὰρ πολιτείαν οὐρανῷ πρέπουσαν εἵλοντο, καὶ ἀγγέλων οὐδὲν χεῖρον διάκεινται. Ὥσπερ οὖν ἐν ἐκείνοις οὐκ ἔστιν ἀνωμαλία τις, οὐδὲ οἱ μὲν ἐν εὐημερίᾳ, οἱ δὲ ἐν ἐσχάτοις κακοῖς, ἀλλ' ἅπαντες ἐν εἰρήνῃ μιᾷ καὶ χαρᾷ καὶ δόξῃ, οὕτω δὴ καὶ ἐνταῦθα· οὐδεὶς ὀνειδίζει πενίαν, οὐδεὶς ἐπὶ πλούτῳ σεμνύνεται· τὸ σὸν καὶ τὸ ἐμὸν, τοῦτο δὴ τὸ πάντα ἀνατρέπον καὶ θορυβοῦν ἐξώρισται· καὶ πάντα αὐτοῖς κοινὰ, καὶ τράπεζα καὶ οἴκησις καὶ ἱμάτια. Καὶ τί θαυμαστὸν, ὅπου γε καὶ αὐτὴ ἡ ψυχὴ μία πᾶσι καὶ ἡ αὐτή; Πάντες τὴν αὐτὴν εὐγένειάν εἰσιν εὐγενεῖς, τὴν αὐτὴν δουλείαν δοῦλοι, τὴν αὐτὴν ἐλευθερίαν ἐλεύθεροι· εἷς ἐκεῖ πλοῦτος πᾶσιν ὁ ὄντως πλοῦτος, μία δόξα ἡ ὄντως δόξα· οὐ γὰρ ἐν ὀνόμασιν, ἀλλ' ἐν πράγμασιν αὐτοῖς τὰ ἀγαθά· μία ἡδονὴ, μία ἐπιθυμία, μία ἐλπὶς πᾶσι, καὶ καθάπερ ἀπὸ κανόνος τινὸς καὶ στάθμης ἅπαντα διηκρίβωται, καὶ ἀνωμαλία μὲν οὐδεμία, τάξις δὲ καὶ ῥυθμὸς καὶ ἁρμονία καὶ πολλὴ τῆς συμφωνίας ἡ ἀκρίβεια, καὶ διηνεκὴς εὐθυμίας ὑπόθεσις. Διὸ πάντες πάντα ποιοῦσι καὶ πάσχουσιν, ἵνα εὐθυμῶσί τε καὶ χαίρωσιν. Ἐκεῖ γὰρ μόνον τοῦτο καθαρῶς συμβαῖνον ἔστιν ἰδεῖν, ἄλλοθι δὲ οὐδαμοῦ, οὐ μόνον τῷ τῶν παρόντων ὑπερορᾷν, καὶ πᾶσαν ἐκκεκόφθαι στάσεως καὶ μάχης ὑπόθεσιν, καὶ λαμπρὰς αὐτοῖς εἶναι περὶ τῶν μελλόντων τὰς ἐλπίδας, ἀλλὰ καὶ τῷ τὰ συμβαίνοντα ἑκάστῳ λυπηρὰ καὶ χρηστὰ κοινὰ πάντων εἶναι νομίζειν. Ἥ τε γὰρ ἀθυμία ἀφανίζεται ῥάδιον, ἀναλόγως τῷ ἑνὶ συνδιαφερόντων τὸ φορτίον ἁπάντων, τῆς τε εὐθυμίας πολλὰς ἔχουσι τὰς ὑποθέσεις, οὐκ ἐπὶ τοῖς ἑαυτῶν μόνοις εὐφραινόμενοι καλοῖς, ἀλλὰ καὶ ἐπὶ τοῖς ἀλλήλων οὐχ ἧττον, ἢ ἐπὶ τοῖς ἑαυτῶν. Πῶς οὖν ἡμῖν οἰχήσεται τὰ πράγματα, ἂν τούτους πάντες ζηλώσωμεν; Νῦν γὰρ οἴχεται καὶ διέφθαρται διὰ τοὺς πόῤῥω τῆς πολιτείας ταύτης ἠσκημένους. Σὺ δὲ τἀναντία ψηφιζόμενος ταυτὸ ποιεῖς, ὥσπερ ἂν εἴ τις καὶ λύραν μὲν ἀκριβῶς ἡρμοσμένην ὡς ἄχρηστον διαβάλλοι, τὴν ἐναντίως δὲ ἔχουσαν, καὶ ἐπιτάσει καὶ ἀνέσει διεφθαρμένην ἀμέτρῳ, ταύτην ἐπιτηδείαν εἶναι καὶ πρὸς κρούματα καὶ πρὸς τέρψιν λέγοι τῶν θεατῶν. Ἀλλ' οὐδὲν οὔτε τῆς ἀμουσίας τοῦ ταῦτα λέγοντος ἕτερον τούτου μεῖζον τεκμήριον ἐζητήσαμεν ἂν, οὔτε τῆς βασκανίας καὶ μισανθρωπίας τῶν τὰ τοιαῦτα ψηφιζομένων δεῖγμα σαφέστερον ἄλλο. Ἀλλὰ τίς ὁ τῶν ἐπιεικεστέρων λόγος πατέρων; Μαθέτωσαν, φησὶ, γράμματα πρότερον, καὶ τὴν τῶν λόγων προσλαβόντες δύναμιν, οὕτως ἐπὶ τὴν φιλοσοφίαν ἀγέσθωσαν ταύτην· τότε ὁ κωλύσων οὐδείς. Καὶ πόθεν δῆλον ὅτι πάντως εἰς ἄνδρας ἐκβήσονται; πολλοὶ γὰρ ἀώρῳ προαναρπασθέντες ἀπῆλθον θανάτῳ. Ἀλλ' ἔστω καὶ τοῦτο εἶναι φανερόν· θῶμεν αὐτοὺς καὶ εἰς ἄνδρας τελέσειν, τίς ἐγγυήσεται τὴν προτέραν ἅπασαν ἡλικίαν; Οὔπω γὰρ οὐδὲν πρὸς φιλονεικίαν φθέγγομαι, ὅτι εἴ τις ὑπὲρ τούτων παρεῖχε θαῤῥεῖν, οὐδὲ κτησαμένους τὴν δύναμιν ταύτην ἐξήγαγον ἂν, ἀλλὰ τότε μάλιστα μένειν ἐκέλευσα, καὶ
11. Yet in the monasteries none of these things can be seen; rather, even though so great a tempest has been raised, they alone sit in a haven and in calm and in great safety, surveying as though from heaven the shipwrecks of others; for indeed they have chosen a way of life befitting heaven, and are in a state in no wise inferior to angels. Just as, then, among those beings there is no inequality, nor are some in prosperity and others in extreme ills, but all are in one peace and joy and glory, even so it is here also: no one reproaches poverty, no one plumes himself upon wealth; "mine" and "thine"—that very thing which overturns and troubles all things—has been banished; and all things are common to them, both table and dwelling and garments. And what marvel is it, where even the very soul itself is one and the same for all? All are noble with the same nobility, servants with the same servitude, free with the same freedom; there is one wealth there for all, that which is wealth indeed, one glory, that which is glory indeed; for their good things consist not in names, but in realities; there is one pleasure, one desire, one hope for all, and all things have been wrought to exactness as though by some rule and plumb-line, and there is no inequality whatever, but order and rhythm and harmony and great exactness of concord, and a perpetual ground of cheerfulness. Wherefore all do and endure all things so that they may be cheerful and rejoice. For there alone can one see this happening purely, and nowhere else, not only through their looking down upon present things, and every ground of faction and strife having been cut out, and their hopes regarding future things being bright, but also through their reckoning the griefs and blessings that befall each one to be common to all. For despondency vanishes easily when all share in bearing the burden in proportion to the one man, and they have many grounds for cheerfulness, rejoicing not in their own good things alone, but also in one another's no less than in their own. How then will our affairs go to ruin if we all emulate these men? For as it is, they have gone to ruin and been corrupted on account of those who have trained themselves far away from this way of life. Yet you, in voting the opposite, do the very same thing as if someone were to disparage as useless a lyre that has been exactly tuned, while declaring one in the opposite condition, ruined by immeasurable tension and slackening, to be suitable both for playing and for the delight of the spectators. Yet we would have sought no greater proof than this of the unmusicality of the man who says these things, nor any clearer token of the malice and misanthropy of those who vote for such things. Yet what is the plea of the gentler fathers? Let them learn letters first, he says, and having acquired the power of eloquence, let them thus be led to this philosophy; then there will be no one to hinder them. And whence is it plain that they will certainly reach manhood? For many, snatched away beforehand by untimely death, have departed. Yet grant that this too be manifest; let us suppose that they will even attain to manhood: who will vouch for the whole earlier time of youth? For I do not yet speak at all contentiously when I say that if anyone offered confidence concerning these things, not even after they had gained this power would I have led them out, rather I would then most of all have bidden them remain, and