Migne Reading Room

PG 47 · cols. 343–348 · Read from the page

Against the opponents of those who introduce the monastic life, three books

Against the opponents of those who introduce the monastic life, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:343Read from the page
ρον εἶναι νομιζόμενον τῶν αὐτοῦ; Καθάπερ γὰρ ἐν χρήμασιν, ὅταν ἀναλίσκειν δέοι, ἐκείνοις ὑπακούουσι μᾶλλον, οὕτω καὶ προστῆναι κελεύουσιν.
than his own? For just as in moneys, whenever there might be need to spend, they obey those men rather, so too when they bid them extend patronage.
ηʹ. Εἰ δὲ βούλει, μηδὲν δι' ἑτέρων ἀνυέτω, ἀλλὰ δι' ἑαυτοῦ· καὶ τὸν κακῶς παθόντα καὶ πρὸς τοῦτον ἀγάγωμεν καὶ πρὸς σὲ, μᾶλλον δὲ μὴ πρὸς σὲ, ἀλλὰ πρὸς αὐτὸν τὸν βασιλεύοντα· εἶτα ἴδωμεν τίς μᾶλλον προνοῆσαι δυνήσεται τούτου. Καὶ πρῶτος ἀγέσθω τῶν ἄλλων ὁ πάντων δεινότατα πεπονθώς. Ἔστω γάρ τις υἱὸν ἔχων μονογενῆ, καὶ ἐν ἀκμῇ τῆς ὥρας αὐτὸν ἀποβαλέτω. Τοῦτον οὔτε ἄρχων, οὔτε βασιλεὺς, οὔτε ἄλλος τις ὠφελῆσαι δυνήσεται, μήτιγε σύ· οὐδὲν γὰρ αὐτῷ δώσεις τοιοῦτον, οἷον ἀπολώλεκεν. Ἐὰν δὲ πρὸς τὸν υἱὸν ἀγάγῃς τὸν σὸν, πρῶτον μὲν αὐτὸν ἀπό τε τῆς ὄψεως, ἀπό τε τοῦ σχήματος, ἀπό τε τῆς οἰκήσεως ἀναστήσει ταχέως, καὶ πείσει μηδὲν ἡγεῖσθαι τὰ ἀνθρώπινα· ἔπειτα δὲ καὶ λόγοις ἀπελάσει τὸ νέφος εὐκόλως. Ἀπὸ δὲ τῆς σῆς οἰκίας καὶ πλέον ἕξει τὸ πένθος ἐκεῖνος. Ὅταν γὰρ ἴδῃ ταύτην καθαρὰν οὖσαν κακῶν, καὶ πολλῆς εὐπραγίας γέμουσαν, καὶ κληρονόμον ἔχουσαν, μᾶλλον κατακαήσεται· ἐκεῖθεν δὲ ἡμερώτερος ἔσται καὶ φιλοσοφώτερος. Ὁρῶν γὰρ τοσαύτης μὲν οὐσίας ὑπερορῶντα τὸν σὸν υἱὸν, τοσαύτης δὲ δόξης καὶ λαμπρότητος, οὐκ ἀλγήσει τῷ τελευτήσαντι τοσοῦτον. Πῶς γὰρ αὐτὸν δήξεται τὸ μηδένα κληρονόμον ἔχειν τῶν αὐτοῦ, ὅταν ἴδῃ τούτων πάντων καταφρονοῦντα ἕτερον; Καὶ τοὺς περὶ φιλοσοφίας δὲ λόγους εὐκολώτερον παρ' ἐκείνου ἀκούσεται τοῖς ἔργοις ἐπαληθεύοντος. Σὺ δὲ ἂν χᾶναι τολμήσῃς μόνον, καὶ ἀθυμίας αὐτὸν ἐμπλήσεις πολλῆς, ἅτε ἐπ' ἀλλοτρίοις φιλοσοφῶν κακοῖς· ἐκεῖνος δὲ αὐτὸν διὰ τῶν πραγμάτων διδάσκων, πείσει ῥᾳδίως, ὅτι οὐδὲν ὕπνου πλέον ὁ θάνατος ἔχει· οὐ γὰρ πολλοὺς ἀριθμήσει πατέρας τὰ αὐτὰ πεπονθότας ἐκείνῳ, ἀλλ' ἑαυτὸν δείξει καθ' ἑκάστην ἡμέραν ἐν τῷ σώματι μελετῶντα τὴν τελευτὴν, καὶ πρὸς ταύτην παρεσκευασμένον ἀεὶ, καὶ τοὺς περὶ τῆς ἀναστάσεως λόγους πιστοτέρους ποιήσας, οὕτως ἀποπέμψει τὸ πολὺ τῆς ὀδύνης ἀποθέμενον βάρος, καὶ τῶν συνδείπνων καὶ περιδείπνων πολλῷ μᾶλλον τὰ τούτου ῥήματα, καὶ ἡ διὰ τῶν πραγμάτων ἐπίδειξις ῥᾷον τὸν παθόντα διαθεῖναι δυνήσεται. Καὶ τοῦτον μὲν οὕτως ἰάσεται. Ἀγέσθω δὲ πρὸς αὐτὸν καὶ ἕτερος, εἰ βούλει, νόσῳ μακρᾷ τοὺς ὀφθαλμοὺς ἐκκοπείς· τί τούτου δυνήσῃ προστῆναι; Ἐκεῖνος μὲν γὰρ δεικνὺς ὅτι οὐδὲν τοῦτο δεινὸν, κατακεκλεισμένος τε ἐν οἰκίσκῳ μικρῷ, καὶ πρὸς ἕτερον ἐπειγόμενος φῶς, καὶ τὸ παρὸν οὐδὲν μέγα πρὸς ἐκεῖνο ἡγούμενος, παιδεύσει γενναίως τὴν συμφορὰν ἐνεγκεῖν. Ἀλλὰ τοὺς ἐπηρεαζομένους πεῖσαι δυνήσῃ φιλοσοφεῖν; Οὐδαμῶς, ἀλλὰ καὶ ἐνοχλήσεις μᾶλλον· τὰ γὰρ οἰκεῖα κακὰ ἐν τοῖς τῶν πέλας ἀγαθοῖς ἀκριβέστερον εἰώθαμεν καθορᾷν Ὁ δὲ υἱὸς ὁ σὸς καὶ τούτους εὐκολώτερον ἀνακτήσεται. Παρίημι τὴν ἀπὸ τῶν εὐχῶν βοήθειαν, πολλῷ τούτων ἁπάντων οὖσαν μείζονα· παρίημι δὲ, ἐπειδὴ πρὸς σέ μοι νῦν ὁ λόγος ἐστίν. Εἰ δὲ τιμᾶσθαι βούλει διὰ τὸν υἱὸν καὶ μὴ καταφρονεῖσθαι (εἰκὸς γάρ σε καὶ τούτων ἐρᾷν), οὐκ οἶδα πῶς ἂν ἑτέρως μᾶλλον ἔτυχες τούτου, ἢ παῖδα κτησάμενος τὴν ἀνθρωπίνην ὑπερβαίνοντα φύσιν, καὶ λαμπρὸν οὕτω πανταχοῦ τῆς οἰκουμένης φαινόμενον, καὶ μετὰ τῆς εὐδοκιμήσεως ταύτης οὐδὲ ἐχθρόν τινα ἔχοντα. Ἐν ἐκείνῃ μὲν γὰρ ὢν τῇ δυναστείᾳ, πολλοῖς μὲν
8. And if you wish, let him accomplish nothing through others, but through himself; and let us lead him who has suffered ill both to this man and to you—or rather not to you, but to him who reigns himself; then let us see who will better be able to take thought for him. And first among the others let him be led who has suffered the most dreadful things of all. For let there be someone having an only-begotten son, and in the prime of youth let him lose him. Him neither ruler, nor king, nor anyone else will be able to benefit, much less you; for you will give him nothing such as he has lost. Whereas if you lead him to your son, first indeed both from his appearance, and from his bearing, and from his dwelling he will raise him up swiftly, and will persuade him to account human things as nothing; and next with words too he will drive away the cloud easily. Whereas from your house that man will have his mourning even greater. For when he sees it pure of evils, and teeming with ample prosperity, and having an heir, he will be burned up all the more; whereas from there he will be gentler and more philosophical. For seeing your son looking down upon so great substance on the one hand, and upon so great glory and splendour on the other, he will not grieve so much over him who has died. For how will having no heir to his possessions sting him, when he sees another despising all these things? And the words concerning philosophy too he will hear more easily from that man who confirms their truth by his deeds. Whereas if you dare so much as open your mouth, you will even fill him with great despondency, inasmuch as you philosophize over others' evils; whereas that man, teaching him through actual facts, will persuade him easily that death has nothing beyond sleep; for he will not enumerate many fathers who have suffered the same things as he, but will show himself each day in the body practising his own end, and ever prepared for it, and having rendered the words concerning the resurrection more trustworthy, he will thus send him away having laid aside the bulk of the burden of his anguish; and far more than banquets and funeral feasts will this man's words and demonstration through actual facts be able to dispose the sufferer more easily. And him indeed he will heal thus. And let another too, if you wish, be led to him, having had his eyes put out by a long disease; how will you be able to aid this man? Whereas that man, showing that this is nothing dreadful, and being shut up in a little chamber, and hastening on towards another light, and deeming the present light nothing great beside that one, will train him to bear the calamity nobly. Yet will you be able to persuade those suffering despiteful treatment to philosophize? By no means, nay you will even trouble them rather; for we are accustomed to discern our own evils more exactly in our neighbours' good things. Whereas your son will win back these men too more easily. I pass over the help from prayers, which is far greater than all these things; and I pass it over because my argument is now addressed to you. And if you wish to be honoured on account of your son and not despised (for it is likely that you long for these things as well), I do not know how else you would rather have obtained this than by having acquired a son who surpasses human nature, and appears thus illustrious everywhere in the inhabited world, and together with this high repute has not a single enemy. For while being in that dominion, to many on the one hand
PG 47:344Read from the page
αἰδέσιμος, πολλοῖς δὲ καὶ μισητὸς ἦν· ἐνταῦθα δὲ πάντες αὐτὸν οἱ τιμῶντες μεθ' ἡδονῆς τοῦτο πράττουσιν. Εἰ γὰρ ταπεινοὶ καὶ ἐκ ταπεινῶν ὄντες τινὲς ἀγροίκων υἱοὶ καὶ χειροτεχνῶν, ἐπὶ τὴν φιλοσοφίαν ταύτην ἐλθόντες, οὕτως ἐγένοντο τίμιοι πᾶσιν, ὡς μηδένα τῶν ἐν τοῖς μεγάλοις ὄντων ἀξιώμασιν αἰσχυνθῆναι πρὸς τὸ καταγώγιον τούτων ἐλθεῖν, καὶ λόγων μετασχεῖν καὶ τραπέζης, ἀλλ' ὥσπερ μεγάλων τινῶν ἀγαθῶν, ὅπερ οὖν καὶ ἔστιν, ἀπολαύσαντας οὕτω διατεθῆναι, πολλῷ μᾶλλον, ὅταν ἀπὸ λαμπροῦ μὲν ὁρμώμενον γένους, λαμπρᾶς δὲ οὐσίας, τοσούτων δὲ ἐλπίδων, πρὸς ἐκείνην ἴδωσιν ἐλθόντα τὴν ἀρετὴν, τοῦτο ἐργάσονται. Ὥστε ὃ μᾶλλον πενθεῖς, τὸ ἐκ τοιούτων ἐπ' ἐκεῖνα βαδίσαι, τοῦτό ἐστιν ὃ μάλιστα πάντων αὐτὸν εὐδόκιμον ποιεῖ, καὶ πάντας οὐχ ὡς ἀνθρώπῳ, ἀλλ' ὡς ἀγγέλῳ τινὶ προσέχειν ἀναπείθει λοιπόν. Οὐ γὰρ δὴ ταῦτα, ἃ περὶ τῶν ἄλλων ὑποπτεύουσιν, ὑπονοήσουσι καὶ περὶ τούτου, ὅτι τιμῆς ἐρῶν, καὶ χρημάτων ἐφιέμενος, καὶ λαμπρὸς ἐκ ταπεινοῦ γενέσθαι ἐπιθυμῶν, ταύτην εἵλετο τὴν ὁδόν· ταῦτα γὰρ εἰ καὶ περὶ τῶν ἄλλων λεγόμενα ψευδῆ τέ ἐστι καὶ πονηρίας ῥήματα, ἐπὶ τοῦ σοῦ παιδὸς οὔτε ὑπόνοιαν δυνήσεται παρασχεῖν.
he was venerable, yet to many on the other hand he was hateful as well; whereas here all who honour him do this with pleasure. For if certain lowly men and sprung from lowly stock, sons of countrymen and craftsmen, upon coming to this philosophy became so honoured by all that none of those in great dignities was ashamed to come to their lodging and partake of their words and table, nay rather was so disposed as though having enjoyed certain great good things—as indeed is the case—far more, when they see him setting out from an illustrious lineage on the one hand, and from illustrious substance on the other, and from so great hopes, and coming to that virtue, will they work this. So that what you rather mourn—his having walked from such things onto those—is the very thing that most of all makes him highly reputed, and persuades all men henceforth to give heed to him not as to a man, but as to some angel. For indeed those things which they suspect concerning the others they will not surmise concerning this man as well, namely that being in love with honour, and desiring moneys, and coveting to become illustrious out of lowliness, he chose this road; for even if these things spoken concerning the others are both false and words of malice, in the case of your son they will be able to afford not even a suspicion.
θʹ. Καὶ μή τοι νομίσῃς βασιλέων ὄντων εὐσεβῶν ταῦτα γίνεσθαι μόνον, ἀλλὰ κἂν μεταπέσῃ τὰ τῆς ἀρχῆς καὶ οἱ κρατοῦντες ἄπιστοι γένωνται, καὶ τότε τὰ τοῦ παιδὸς ἔσται λαμπρότερα. Οὐ γὰρ δὴ οἷα τὰ τῶν Ἑλλήνων, τοιαῦτα καὶ τὰ παρ' ἡμῖν, οὐδὲ ταῖς τῶν κρατούντων ἕπεται γνώμαις, ἀλλ' ἕστηκεν ἐπὶ τῆς οἰκείας ἰσχύος, καὶ τότε μάλιστα φαίνεται, ὅταν μάλιστα πολεμῆται· ἐπεὶ καὶ ὁ στρατιώτης εὐδόκιμος μέν ἐστι καὶ εἰρήνης οὔσης, λαμπρότερος δὲ ἔσται καταλαβόντος πολέμου· Ὥστε καὶ Ἑλλήνων κρατούντων, ὁμοίως ἔσται σοι καὶ μειζόνως τὰ τῆς τιμῆς. Οἱ γὰρ δὴ τότε τὸν υἱὸν αἰδούμενοι τὸν σὸν, πολλῷ μᾶλλον τοῦτο ποιήσουσιν, ὅταν παραταττόμενον ἴδωσι, καὶ πλείονι κεχρημένον τῇ παρῥησίᾳ, καὶ πολλὰς τῆς εὐδοκιμήσεως ἔχοντα τὰς ἀφορμάς. Βούλει καὶ τὰ πρὸς σὲ ἐξετάσωμεν, ἢ περιττὸς οὗτος ὁ λόγος; Ὁ γὰρ πρὸς ἑτέρους οὕτως ἥμερος ὢν κ⟨α⟩ὶ πρᾶος, ὡς μηδενὶ λαβὴν παρασχεῖν, πολλῷ μᾶλλον ἐν πολλῇ τὸν πατέρα ἕξει τιμῇ, καὶ θεραπεύσει πολλῷ πλέον, ἢ εἰ δυναστείαν μετῆλθε κοσμικήν. Ἐν ἀρχῇ μὲν γὰρ μεγάλῃ γενόμενος, ἄδηλον εἰ μὴ καὶ τοῦ πατρὸς ἔμελλεν ὑπερορᾶν· νῦν δὲ βίον εἵλετο, δι' ὃν καὶ τοῦ βασιλέως βασιλικώτερος ὢν, πάντων ἔσται πρὸς σὲ ταπεινότερος. Τοιαύτη γὰρ ἡ παρ' ἡμῖν φιλοσοφία· τὰ δοκοῦντα ἐναντία εἶναι, μετριοφροσύνην καὶ ὕψος, συνάγει εις μίαν ψυχήν. Καὶ τότε μὲν ἅτε χρημάτων ἐρῶν, καὶ ἠσμένισεν ἄν σου τὴν τελευτήν· νῦν δὲ καὶ εἰς μῆκος ἐκταθῆναί σοι τὴν ζωὴν εὔχεται, ὥστε καὶ ἐν τούτῳ λαμπροὺς αὐτῷ γενέσθαι τοὺς στεφάνους. Οὐ γὰρ δὴ μικρὸς ἡμῖν κεῖται μισθὸς τοῖς τοὺς γεγεννηκότας τιμῶσιν, ἀλλ' ὡς δεσπότας αὐτοὺς ἡγεῖσθαι κελευόμεθα, λόγῳ τε καὶ ἔργῳ θεραπεύειν, ὅταν μηδὲ τὰ τῆς εὐσεβείας παραβλάπτηται. Τί γὰρ, φησὶν, αὐτοῖς ἀνταποδώσεις καθὼς αὐτοί σοι; Ἐννόησον οὖν τὸν ἐν τοῖς ἄλλοις ἅπασι πρὸς ἄκρον ἥκοντα τῆς ἀρετῆς, πῶς εἰκὸς καὶ τοῦτο μετὰ πολλῆς φυλάξεσθαι τῆς ὑπερβολῆς τὸ καλόν. Κἂν γὰρ ἀποθανεῖν ὑπὲρ τῆς σῆς δέοι κεφαλῆς, οὐ παραιτήσεται, ἅτε οὐ μόνον διὰ τὸν παρὰ τῆς φύσεως κείμενον νόμον θεραπεύων σε καὶ τιμῶν, ἀλλὰ πρὸ τῶν ἄλλων διὰ τὸν Θεὸν, δι' ὃν καὶ πάντων τῶν ἄλλων ὁμοῦ κατεφρόνησεν. Ὅταν οὖν καὶ εὐδο-
9. And do not at all suppose that these things come to pass only while kings are pious, nay even if matters of rule should fall round and those in power become unbelievers, even then the affairs of your son will be more illustrious. For indeed the things among us are not such as the things of the Greeks, nor do they follow the opinions of those in power, but they stand upon their own strength, and shine forth then most of all when they are warred against most of all; since the soldier too is highly reputed even while peace exists, yet will be more illustrious when war has overtaken him; so that even if Greeks hold power, honour will be yours in like manner and in greater degree. For indeed those who then hold your son in reverence will do this far more when they see him drawn up in battle-array, and employing greater boldness of speech, and having many occasions for high repute. Do you wish that we examine also the things that regard you, or is this argument superfluous? For he who towards others is so gentle and meek as to afford a handle to no one will far more hold his father in great honour, and will tend him far more than if he had pursued worldly dominion. For had he come to be in great rule, it is uncertain whether he would not have looked down even upon his father; whereas now he has chosen a life on account of which, though more royal even than the king, he will be humbler than all men towards you. For such is the philosophy among us: the things that seem to be opposites, modesty of mind and loftiness, it brings together into a single soul. And then indeed, inasmuch as he was in love with moneys, he would even have welcomed your end; whereas now he even prays that your life be extended for you to great length, so that in this too his crowns may become illustrious for him. For indeed no small reward is laid up for us who honour our begetters, nay we are bidden to account them as masters, to tend them in word and in deed, when the matters of piety too are in no way harmed. For what, says he, will you render back to them even as they rendered to you? Consider, therefore, him who in all other things has come to the summit of virtue, how likely it is that he will guard this noble duty too with great surpassing zeal. For even if it were necessary to die on behalf of your head, he will not decline, inasmuch as he tends and honours you not only on account of the law laid down by nature, but before all else on account of God, on account of Whom he also despised all other things together. When, therefore, he is both more highly
Notes, col. 344

On the reading

Printed εις, for εἰς.

PG 47:345Read from the page
κιμώτερος ᾖ νῦν καὶ εὐπορώτερος καὶ δυνατώτερος καὶ ἐλευθεριώτερος, καὶ μᾶλλόν σου δοῦλος ἢ πρότερον μετὰ τῆς τοσαύτης μεγαλονοίας, τίνος ἕνεκεν, εἰπέ μοι, θρηνεῖς; ὅτι καθ' ἑκάστην οὐ τρέμεις τὴν ἡμέραν, μή ποτε ἐν πολέμῳ πέσῃ, μή ποτε προσκρούσῃ βασιλεῖ, μή ποτε βασκανίᾳ τῶν συστρατευομένων ἁλῷ; ἢ οὐχὶ καὶ ταῦτα, καὶ τούτων πλείονα δεδοίκασι τῶν εὐδοκιμούντων οἱ πατέρες; Καθάπερ γὰρ οἱ παιδίον ἐφ' ὑψηλοῦ τινος στήσαντες τόπου τρέμειν ἀναγκάζονται μὴ καταπέσῃ, οὕτω καὶ οἱ πρὸς μεγάλην ἀρχὴν ἀνάγοντες τοὺς υἱεῖς. Ἀλλ' ἔχει τινὰ ἡδονὴν ἡ ζώνη, καὶ ἡ χλαμὺς, καὶ ἡ τοῦ κήρυκος φωνή. Καὶ μέχρι πόσων ἡμερῶν ταῦτα, εἰπέ μοι; μέχρι τριάκοντα, καὶ ἑκατὸν, καὶ δὶς τοσοῦτον; Καὶ τί μετὰ ταῦτα; οὐχ ὥσπερ ὄναρ; οὐχ ὥσπερ μῦθος; οὐχ ὥσπερ σκιὰ πάντα διῆλθεν ἐκεῖνα; Νῦν δὲ αὐτῷ μέχρι τέλους τὰ τῆς τιμῆς, μᾶλλον δὲ καὶ μετὰ τὴν τελευτὴν, καὶ πολλῷ πλέον τότε, καὶ ταύτην αὐτὸν οὐδεὶς ἀφαιρήσεται τὴν ἀρχὴν, ἅτε οὐχ ὑπὸ ἀνθρώπων, ἀλλ' ὑπ' αὐτῆς χειροτονηθέντα τῆς ἀρετῆς. Ἀλλ' ἐβούλου πολυτελῆ φοροῦντα ἱμάτια, καὶ ἐφ' ἵππου φερόμενον ὁρᾷν, καὶ πλῆθος ἔχοντα οἰκετῶν, καὶ παρασίτους τρέφοντα καὶ κόλακας. Τίνος ἕνεκεν ταῦτα ἤθελες; οὐχ ἡδονὴν αὐτῷ διὰ τούτων ἁπάντων κατασκευάζων; Ἂν οὖν ἀκούσῃς αὐτοῦ λέγοντος (ἡμῖν γὰρ ἴσως οὐ πείσῃ), ὅτι τῶν ἐν τρυφῇ ζώντων καὶ πορνείαις καὶ μουσικῇ καὶ παρασίτοις καὶ κόλαξι καὶ τῇ ἄλλῃ βλακείᾳ, τοσούτῳ τὸν βίον ἡγεῖται τοῦτον ἡδίω, ὡς ἑλέσθαι μυρίους θανάτους πολλάκις, εἴ τις κελεύοιτο ταύτην τὴν ἡδονὴν ἀφέντα πρὸς ἐκείνην μεταπηδῆσαι, τί πρὸς ταῦτα ἐρεῖς; Οὐκ οἶδας ὅσην ὁ ἀπράγμων βίος ἔχει τὴν ἡδονήν; τάχα οὐδὲ ἄλλος ἀνθρώπων οὐδεὶς, ἅτε μηδέπω ταύτης γευσάμενος καθαρῶς. Ὅταν δὲ καὶ λαμπρότης προσῇ, καὶ τὰ ἄμικτα ταῦτα πάλιν συνέρχηται, ἀσφάλειά τε καὶ εὐδοκίμησις, τί ταύτης βέλτιον γένοιτ' ἂν τῆς ζωῆς; Ἀλλὰ τί μοι ταῦτα διαλέγῃ, φησὶ, πόῤῥω φιλοσοφίας ἑστῶτι; Τί οὖν καὶ τὸν υἱὸν κωλύεις γενέσθαι ταύτης ἐγγύς; ἀρκεῖ μέχρι σοῦ στῆναι τὰ τῆς ζημίας. Οὐχ ἡγῇ μεγίστην εἶναι ζημίαν, ὅταν πρὸς ἔσχατον γῆρας ἐλάσαντες, ἅτε μηδὲν ἐπὶ τῆς πρώτης ἡλικίας καρπωσάμενοι χρηστὸν, δυσχεραίνητε πρὸς τὸ γῆρας; Καὶ μὴν διὰ τοῦτο, φησὶν, αὐτὸ δυσχεραίνομεν, ὅτι μεγάλα ἡμᾶς ὤνησεν ἡ νεότης. Ποῖα μεγάλα; δεῖξον ἔχοντα τὸν γέροντα τὰ μεγάλα ἐκεῖνα· εἰ γὰρ εἶχεν αὐτὰ, καὶ μεμενήκει διαρκῆ, οὐκ ἂν ὡς ἔρημος ὢν ἁπάντων τούτων οὕτως ὠδύρετο· εἰ δὲ ἀπέπτη καὶ ἐμαράνθη, ποῖα μεγάλα τὰ οὕτω ταχέως σβεννύμενα; Ἀλλ' οὐχ ὁ παῖς τοῦτο πείσεται ὁ σὸς, ἀλλ' εἴ ποτε εἰς γῆρας ἔλθοι μακρὸν, οὐκ ὄψει ταῦτα ἀποδυσπετοῦντα ἅπερ καὶ ὑμεῖς, ἀλλὰ χαίροντα καὶ γαννύμενον καὶ ἀγαλλόμενον· τὰ γὰρ ἀγαθὰ αὐτῷ τότε ἀκμάζει μᾶλλον. Ὁ δὲ πλοῦτος ὁ ὑμέτερος, κἂν μυρία ἀγαθὰ κεκτημένος ᾖ, ἐπὶ τῆς πρώτης αὐτὰ συνέστειλεν ἡλικίας· οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ μένει καὶ ἐν γήρᾳ καὶ μετὰ τὴν τελευτὴν συναπέρχεται. Διὰ ταῦτα ὑμεῖς μὲν τὴν οὐσίαν ὑμῖν αὐξανομένην ὁρῶντες ἐν γήρᾳ, καὶ πολλὰς καὶ δόξης καὶ τρυφῆς
esteemed now and wealthier and mightier and freer, and more your servant than formerly amid such greatness of mind, for what reason, tell me, do you lament? Because you do not tremble every single day, lest perchance he fall in war, lest perchance he offend the emperor, lest perchance he be caught by the envy of his fellow soldiers? Or have not the fathers of those who prosper in repute feared both these things and more than these? For just as those who have set a little child upon some lofty spot are compelled to tremble lest it fall down, so too are those who advance their sons to a great office. Yet the girdle holds a certain pleasure, and the mantle, and the herald's voice. And for how many days do these things last, tell me? For thirty, and a hundred, and twice as much? And what after these things? Did not all those things pass through like a dream, like a fable, like a shadow? Yet now the things of honour remain for him until the end, or rather even after his decease, and far more so then, and no one will strip him of this rule, inasmuch as he has been ordained not by human beings, but by virtue herself. Yet you wished to behold him wearing costly garments, and borne upon a horse, and possessing a multitude of household servants, and feeding parasites and flatterers. For what reason did you wish for these things? Was it not by contriving pleasure for him through all these things? If therefore you should hear him saying (for perhaps you will not be persuaded by us) that he regards this life as so much sweeter than that of those living in luxury and fornications and music and parasites and flatterers and every other indolence, as to choose ten thousand deaths often, if anyone were commanded to abandon this pleasure and leap over to that one, what will you say to these things? Do you not know how great a pleasure the untroubled life possesses? Perhaps no other human being does either, inasmuch as he has not yet tasted of it purely. And when splendour is also added, and these unmixed things come together again, both security and high repute, what could be better than this life? Yet why, he says, do you discourse of these things to me, who stand far from philosophy? Why then do you also hinder your son from coming near to it? It suffices for the matters of loss to stop as far as you. Do you not deem it to be the greatest loss when, having advanced to extreme old age, inasmuch as you reaped nothing good in your first age, you chafe at old age? And yet on account of this, he says, we chafe at it, because youth benefited us greatly. What sort of great things? Show the old man possessing those great things; for if he possessed them, and they had abided lasting, he would not thus bewail as one bereft of all these things; whereas if they flew away and withered, what sort of great things are those so swiftly quenched? Yet your boy will not suffer this, but if ever he should come to a long old age, you will not see him vexed at these things at which you also are, but rejoicing and glad and exulting; for good things flourish more for him then. And your wealth, even if it possess ten thousand good things, contracted them in the first age; whereas this wealth is not thus, but remains even in old age and departs together with him after his decease. On account of these things you, beholding your substance increasing for you in old age, and many both of glory and of luxury
PG 47:346Read from the page
ὑποθέσεις ἔχοντες, ἐπηρεάζεσθε, ἅτε οὐκ ἀρκούσης τῆς ἡλικίας πρὸς τὴν ἀπόλαυσιν· διὰ τοῦτο καὶ πρὸς τὴν τελευτὴν φρίττετε, καὶ πάντων ἐλεεινοτέρους εἶναί φατε τότε μάλιστα, ὅταν εὐδοκιμῆτε. Ἐκεῖνος δὲ τότε ἀναπαύσεται μάλιστα, ὅταν γηράσῃ. ἅτε εἰς λιμένα ἐπειγόμενος ἐλθεῖν, καὶ νεότητα μὲν ἔχων ἀεὶ ἀκμάζουσαν, εἰς γῆρας δὲ οὐδέποτε ἐπείγουσαν. Σὺ δὲ τοιαύτην τρυφὴν τὸν υἱὸν ἐβούλου τρυφᾷν, δι' ἣν ἂν μετενόησε μυριάκις, καὶ ἤλγησεν ἐν γήρᾳ γενόμενος. Ἀλλὰ μὴ γένοιτο μηδὲ τοὺς ἐχθροὺς τοὺς ὑμετέρους τοιαῦτα τρυφῆσαί ποτε. Καὶ τί λέγω τὸ γῆρας; ἐν γὰρ ἡμέρᾳ μιᾷ σβέννυται τὰ τῆς ἡδονῆς ἐκείνης· μᾶλλον δὲ οὐκ ἐν ἡμέρᾳ, οὐδὲ ἐν ὥρᾳ, ἀλλὰ καὶ ἐν μικρᾷ καὶ ἀκαριαίᾳ ῥοπῇ. Τί γάρ ἐστιν ἡδονή; οὐ τὸ γαστρίζεσθαι, καὶ συβαριτικὰς παρατίθεσθαι τραπέζας, καὶ γυναιξὶν ὡραίαις συγγίνεσθαι καθάπερ τινὰς χοίρους ἐν βορβόρῳ κυλινδουμένους;
possessing occasions, are misused, inasmuch as your age does not suffice for enjoyment; on account of this you also shudder towards your decease, and say that you are more pitiable than all men then most of all, when you flourish in repute. Whereas that man will find rest then most of all, when he has grown old, inasmuch as he hastens to come into harbour, and possesses a youth ever flourishing, and never pressing on to old age. Yet you wished your son to revel in such luxury, on account of which he would have repented ten thousand times, and grieved upon reaching old age. Yet far be it that even your enemies should ever revel in such things. And why do I speak of old age? For in a single day the things of that pleasure are quenched; or rather not in a day, nor in an hour, but even in a brief and momentary turn of the scale. For what is pleasure? Is it not gorging one's belly, and setting out Sybaritic tables, and consorting with comely women just like certain swine wallowing in mire?
ιʹ. Ἀλλὰ γὰρ μήπω τοῦτο· τὴν δὲ ἡδονὴν ἐξετάσωμεν τέως, εἰ μὴ ψυχρά τίς ἐστι καὶ εὐτελὴς, καὶ εἰ βούλει, πρώτην τὴν ἡδίω δοκοῦσαν εἶναι τὴν τῆς τρυφῆς. Δεῖξον οὖν μοι τὸν ταύτης καιρὸν, καὶ πόσον κατέχειν ὑμᾶς δύναιτ' ἂν μέρος ἡμέρας; τοσοῦτον, ὅσον οὐδὲ ὀφθῆναι καλῶς. Ἅμα τε γὰρ ἐνεπλήσθη τις, καὶ τὴν ἡδονὴν ἔσβεσε, καὶ πρὸ τῆς πλησμονῆς δὲ ῥεύματος θᾶττον παρέρχεται, πρὸς αὐτὸν ἀφανιζομένη τὸν λαιμὸν, καὶ οὐδὲ τοῖς σιτίοις ἀρκοῦσα συγκατελθεῖν· ὁμοῦ τε γὰρ παρῆλθε τὴν γλῶτταν, καὶ συγκατέλυσε τὴν ἰσχύν. Καὶ σιωπῶ τὰ λοιπὰ κακὰ, καὶ ὅσος ἀπὸ ταύτης γίνεται τῆς τρυφῆς ὁ χειμών· οὐ γὰρ μόνον ἡδίων ὁ μὴ τρυφήσας, ἀλλὰ καὶ κουφότερος, καὶ ῥᾷον διακείσεται τοῦ διασπασθέντος ὑπὸ τῆς πλησμονῆς· Ὕπνος γὰρ, φησὶν, ὑγιείας ἐν σπλάγχνῳ μετρίῳ. Τί δεῖ λέγειν τὰς νόσους, τὰς ἀηδίας, τὰς συμφορὰς, τὰς δαπάνας τὰς εἰκῆ; ὅσαι αι αιτιάσεις, ὅσαι αἱ ἐπιβουλαὶ, ὅσαι αἱ ἀπὸ τούτων ἐπήρειαι τῶν συμποσίων βλαστάνουσιν; ἀλλὰ τὸ πόρναις γυναιξὶν ὁμιλεῖν ἡδύ; Καὶ ποία μετὰ τοσαύτης αἰσχύνης ἡδονὴ γένοιτ' ἄν; Μάλιστα δὲ μηδὲ ἐνταῦθα τοῦτο ἐξετάζωμεν τέως, μηδὲ τὰς ἐκ τῶν ἐραστῶν μάχας, μηδὲ τοὺς ἐκ τῶν ἀντεραστῶν πολέμους, μηδὲ τὰς κατηγορίας· ἀλλ' ἔστω τις μετ' ἐξουσίας ἀπολαύων τῆς ἀσελγείας ἐκείνης, καὶ μήτε ἀντεραστὴν ἐχέτω, μήτε ὑπεροράσθω παρὰ τῆς ἐρωμένης, τά τε χρήματα ὥσπερ ἐκ πηγῶν ἀναλισκέτω, καίτοι οὐδαμοῦ ταῦτα συμβεβηκέναι πάντα δυνατὸν, ἀλλὰ δεῖ τὸν μὲν μὴ μέλλοντα ἔχειν ἀντεραστὴν τὴν οὐσίαν καταλῦσαι πᾶσαν, νικῶντα τῇ φιλοτιμίᾳ τοὺς ἄλλους ἅπαντας, τὸν δὲ μὴ βουλόμενον ἀπορεῖν ὑπερορᾶσθαι παρὰ τῆς πόρνης καὶ διαπτύεσθαι πάλιν. Πλὴν ἀλλὰ μηδὲν ἔστω τούτων, ἀλλὰ πάντα αὐτῷ κατὰ νοῦν προχωρείτω· ποῦ τὴν ἐκ τούτων ἡδονὴν ἐπιδεῖξαι ἔχεις ἡμῖν; Οὐδὲ γὰρ ἐν αὐτῷ τῷ τῆς μίξεως φαίνεται καιρῷ, ἀλλ' ὁ μὲν πληρώσας τὴν συνουσίαν, καὶ τὴν ἡδονὴν ἔσβεσεν, ὁ δὲ ἐν τῇ μίξει ὢν, οὐκ ἔστιν ἐν ἡδονῇ, ἀλλ'
10. Yet not this just yet; let us meanwhile examine pleasure, whether it is not a frigid and paltry thing, and if you wish, first the one seeming to be sweeter, that of luxury. Show me therefore its season, and how great a part of a day it could hold you? Just so much as not even to be seen well. For at the same time that one has been filled, he has also quenched the pleasure, and even before satiety it passes by more swiftly than a stream, vanishing at the very throat, and not even sufficing to go down together with the meats; for no sooner has it passed by the tongue than it has undone its strength together with it. And I pass over in silence the remaining evils, and how great a tempest arises from this luxury; for he who has not revelled is not only merrier, but also lighter, and will be in an easier state than the man torn apart by surfeit; for Sleep, it says, of health is in a moderate belly. What need is there to speak of the diseases, the loathings, the calamities, the purposeless outlays? How many accusations, how many plots, how many outrages sprout from these banquets? Yet is consorting with harlot women sweet? And what sort of pleasure could arise with such great shame? Especially let us not even examine this here meanwhile, nor the battles arising from lovers, nor the wars arising from rival lovers, nor the charges; but let there be someone enjoying that licentiousness with authority, and let him neither have a rival lover, nor be despised by his beloved, and let him spend monies as if from fountains, although nowhere is it possible for all these things to have come to pass, but the man who is not about to have a rival lover must ruin his whole substance, vanquishing all others in munificence, while the man who does not wish to be in want must again be despised by the harlot and spat upon. However, let none of these things be so, but let all things proceed for him according to his mind; where are you able to display to us the pleasure arising from these things? For not even in the very season of intercourse does it appear, but he who has fulfilled the union has also quenched the pleasure, while he who is in the intercourse is not in pleasure, but
Notes, col. 346

On the reading

Printed αι, for αἱ.

Printed αιτιάσεις, for αἰτιάσεις.

PG 47:347Read from the page
ἐν θορύβῳ καὶ ταραχῇ καὶ οἴστρῳ καὶ μανίᾳ καὶ κλόνῳ πολλῷ καὶ βρασμῷ. Ἀλλ' οὐχ ἡ παρ' ἡμῖν ἡδονὴ τοιαύτη· μὴ γένοιτο· ἀλλὰ διαπαντὸς ἀχείμαστον τηρεῖ τὴν ψυχὴν, καὶ θόρυβον οὐδένα, οὐδὲ κλόνον ἐπάγει, καθαρὰν δέ τινα εὐφροσύνην καὶ εἰλικρινῆ καὶ ἔνδοξον καὶ τέλος οὐκ ἔχουσαν, δυνατωτέραν τε πολλῷ καὶ σφοδροτέραν τῆς παρ' ὑμῖν. Ὅτι γὰρ ἡδίων αὕτη ἡ ἡδονὴ, τὴν μὲν ὑμετέραν ἱκανὸς ἀποστῆται φόβος· κἂν γὰρ βασιλεὺς γράμματα καταπέμψῃ θάνατον ἀπειλοῦντα, τὸ πλέον τῶν ἀνθρώπων ἐκστήσεται ταύτης τῆς ἡδονῆς· ἐκείνης δὲ, κἂν μυρίους θανάτους τις ἐπιφέρῃ, οὐ πείσει καταφρονεῖν, ἀλλὰ καὶ γελασθήσεται μᾶλλον· οὕτω τυραννικωτέρα τε αὕτη ἐστὶν ἐκείνης καὶ ἡδίων, καὶ οὐδ' ἂν σύγκρισιν δέξαιτο πρὸς ἐκείνην. Μὴ δὴ βασκήνῃς τῷ παιδὶ, ἀπὸ τῶν ῥεόντων ἀγαθῶν, μᾶλλον δὲ οὐδὲ ὄντων, ἐπὶ τὰ ὄντα καὶ μένοντα διαβαίνοντι, μηδὲ θρήνει τὸν μακαρίζεσθαι ἄξιον, ἀλλ' εἴ τις μὴ τοιοῦτος καθάπερ ἐν εὐρίπῳ τῷ παρόντι βίῳ φερόμενος. Καὶ τὸ δὴ κεφάλαιον· εἰ γὰρ καὶ ἄπιστος σὺ καὶ Ἕλλην, ὅμως κἂν τοῦτον παραδέξῃ τὸν λόγον. Ἀκούεις Κωκυτοὺς πάντως καὶ Πυριφλεγέθοντας ποταμοὺς, καὶ Στυγὸς ὕδωρ, καὶ Τάρταρον τοσοῦτον ἀπέχοντα τῆς γῆς, ὅσον αὕτη τοῦ οὐρανοῦ, καὶ πολλοὺς κολάσεων τρόπους. Εἰ γὰρ καὶ μετὰ ἀληθείας, ὡς ἔχει, ταῦτα εἰπεῖν οὐκ ἠδυνήθησαν Ἕλληνες, ἅτε ἀπὸ λογισμῶν κινηθέντες καὶ παρακουσμάτων τῶν παρ' ἡμῖν, ἀλλ' ὅμως εἰκόνα τινὰ κρίσεως ἔλαβον· καὶ ποιητὰς καὶ φιλοσόφους καὶ λογοποιοὺς, καὶ πάντας εὑρήσεις ὑπὲρ τούτων φιλοσοφοῦντας τῶν δογμάτων. Ἀκούεις δὲ καὶ Ἠλύσιον πεδίον, καὶ μακάρων νήσους, καὶ λειμῶνας, καὶ μυρσίνας, καὶ λεπτὴν αὔραν, καὶ εὐωδίαν πολλὴν, καὶ χοροὺς ἐκεῖ διατρίβοντας, καὶ λευκὴν περιβεβλημένους στολὴν, χορεύοντάς τε καὶ ᾄδοντας ὕμνους τινὰς, καὶ ὅλως καὶ πονηροῖς καὶ ἀγαθοῖς ἀποκειμένην ἀντίδοσιν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν. Πῶς οὖν οἴει μετὰ τοιούτων βιοῦν τῶν λογισμῶν τούς τε ἀγαθοὺς, τούς τε οὐ τοιούτους; Οὐχ οἱ μὲν ταῦτα στρέφοντες, κἂν ἀλύπως αὐτοῖς καὶ μετὰ πολλῆς τῆς ἡδονῆς τὰ τοῦ παρόντος προχωρῇ βίου, καθάπερ ὑπό τινος ἐλαύνονται μάστιγος τοῦ συνειδότος καὶ τῆς προσδοκίας τῶν δεξομένων αὐτοὺς δεινῶν· οἱ δὲ ἀγαθοὶ κἂν μυρία πάσχωσι κακὰ, κατὰ Πίνδαρον, ἐλπίδα κουροτρόφον ἔχουσιν οὐκ ἀφιεῖσαν τῶν παρόντων κακῶν αἴσθησιν λαβεῖν; Ὥστε καὶ κατὰ τοῦτο μείζων ἐκείνη ἡ ἡδονή. Πολλῷ γὰρ βέλτιον, ἀπὸ πόνων προσκαίρων ἀρξάμενον πρὸς ἀνάπαυσιν ἄπειρον τελευτᾷν, ἢ τῶν δοκούντων εἶναι ἡδίστων ἐν βραχεῖ γευσάμενον, ἐπὶ τὰ πικρότερα καὶ φορτικώτερα λῆξαι κακά. Ὅταν δὲ πρὸς τούτῳ καὶ ὡμολογημένον ᾖ, ὅτι καὶ ἐνταῦθα οὗτος ὁ βίος ἡδίων, οὐχὶ τοῦτο ὅπερ ἀρχόμενος ἔφην ἀνάγκη νῦν ποιεῖν, ἐλεεῖν τοὺς τὰ τοιαῦτα δακρύοντας ἀγαθά; Οὐ δὴ θρήνων ἄξιος ὁ παῖς ὁ σὸς, ἀλλὰ κρό-
in tumult and trouble and gadfly-sting and madness and great tossing and seething. Yet pleasure among us is not such; far be it; but it keeps the soul continually unstormed, and brings on no tumult, nor tossing, but a certain pure and sincere and glorious gladness having no end, both far mightier and more vehement than that among you. For that this pleasure is sweeter: fear is sufficient to drive off yours; for even if an emperor should send down letters threatening death, the greater part of human beings will stand aloof from this pleasure; whereas as for that one, even if someone should bring on ten thousand deaths, he will not persuade men to despise it, but will rather even be laughed to scorn; so much more sovereign is this one than that and sweeter, and it would not even admit comparison towards that one. Do not then begrudge the boy as he crosses over from the fleeting good things, or rather not even existent ones, unto the things that are and remain, nor lament him who is worthy to be counted blessed, save if anyone is not such, being borne along in the present life just as in a strait of shifting currents. And here is the chief point: for even if you are an unbeliever and a Greek, nevertheless you will accept at least this argument. You hear by all means of Cocytuses and Pyriphlegethon rivers, and the water of Styx, and Tartarus distant just so far from the earth as she herself is from heaven, and many modes of punishments. For even if the Greeks were not able to state these things with truth, as the matter stands, inasmuch as they were moved by reasonings and mishearings of the things among us, yet nevertheless they received a certain image of judgement; and you will find poets and philosophers and prose writers, and all men philosophizing concerning these doctrines. And you hear also of the Elysian plain, and isles of the blest, and meadows, and myrtles, and a gentle breeze, and abundant fragrance, and choirs dwelling there, and clothed in a white robe, both dancing and singing certain hymns, and wholly a recompense laid up in store both for the wicked and for the good after the departure from here. How then do you suppose both the good and those who are not such live with such thoughts? Are not those who revolve these things, even if the affairs of the present life proceed free of grief for them and with abundant pleasure, driven as if by some scourge of conscience and of the expectation of the terrors that will receive them, whereas the good, even if they suffer ten thousand evils, possess according to Pindar a youth-cherishing hope that does not suffer them to receive perception of present evils? So that in this respect also that pleasure is greater. For it is far better, beginning from temporary labours, to end towards infinite repose, than having tasted briefly of the things seeming to be sweetest, to cease unto bitterer and more burdensome evils. And when in addition to this it is also acknowledged that even here this life is sweeter, is it not necessary now to do this very thing that I said as I began: to pity those who weep over such good things? Surely your boy is worthy not of lamentations, but of applau-
Notes, col. 347

On the reading

Printed ἀποστῆται, for ἀποστῆσαι.

PG 47:348Read from the page
των καὶ στεφάνων, ἐπὶ τὴν ἀκύμαντον ζωὴν καὶ τὸν εὔδιον λιμένα ἐλθών. Ἀλλ' ὀνειδίζουσί σε πατέρες πολλοὶ υἱοὺς ἔχοντες ἐν τῷ παρόντι στρεφομένους βίῳ, καὶ δακρύουσί σε, ὅταν ἴδωσιν ἕτεροι καὶ γελῶσιν ἄλλοι. Διὰ τί δὲ μὴ τούτους σὺ μᾶλλον καταγελᾷς καὶ πενθεῖς; Μὴ γὰρ δὴ τοῦτο σκοπῶμεν, εἰ σκώπτουσιν ἡμᾶς, ἀλλ' εἰ καλῶς καὶ δικαίως· κἂν μὲν τοῦτο ᾖ, καὶ μὴ γελώντων ἐκείνων ἡμεῖς δακρύωμεν, ἐὰν δὲ ἀδίκως τοῦτο πράττωσι, κἂν ἅπαντες γελῶσιν, ἡμεῖς μὲν ἑαυτοὺς μακαρίζωμεν, ἐκείνους δὲ θρηνῶμεν, ἅτε πάντων ἀθλιωτέρους ὄντας, καὶ τῶν μαινομένων οὐδὲν διαφέροντας. Τὸ γὰρ γελᾷν τὰ πολλῶν ἐπαίνων ἄξια καὶ στεφάνων, μαινομένων ἐστὶ, καὶ τῶν τὰ αὐτὰ νοσούντων αὐτοῖς. Εἰπὲ γάρ μοι, εἰ περὶ τὴν τῶν ὀρχουμένων καὶ τὴν τῶν ἡνιόχων μανίαν ἐπτοημένου τοῦ παιδὸς ἐπήνουν σε καὶ ἐθαύμαζον ἅπαντες καὶ μακαριστὸν εἶναι ἔλεγον, οὐχὶ χλεύην εἶναι τὸ πρᾶγμα ἐνόμισας; Τί δὲ, εἰ γενναῖόν τι καὶ ἐπαίνων ἄξιον πράττοντος ἐγέλων ἐκεῖνοι καὶ ὠνείδιζον, οὐχὶ παραπαίειν αὐτοὺς ἂν ἔφης; Τοῦτο δὴ ποιῶμεν καὶ νῦν, μὴ τῇ τῶν πολλῶν ὑπονοίᾳ, ἀλλ' ἀκριβεῖ λογισμῶν ἐξετάσει τὴν περὶ τοῦ παιδὸς ἐπιτρέποντες ψῆφον, καὶ ὄψει τοὺς γελῶντας τούτους ἀνδραπόδων μᾶλλον, ἢ ἐλευθέρων ὄντας παίδων πατέρας, ὅταν πρὸς τὸν υἱὸν ἐξετάζωνται ἐκεῖνοι τὸν σόν.
se and crowns, having come unto the waveless life and the calm harbour. Yet many fathers who have sons engaged in the present life reproach you, and some weep over you when they see you, and others laugh. And why do you not rather deride and mourn over these men? For let us not examine this, whether they jeer at us, but whether nobly and justly; and if this be so, even if those men do not laugh let us weep, whereas if they do this unjustly, even if all men laugh, let us count ourselves blessed, and lament those men, inasmuch as they are more wretched than all, and in no way differing from madmen. For to laugh at things worthy of many praises and crowns belongs to madmen, and to those suffering from the same maladies as they. For tell me, if when your boy was fluttered with passion over the madness of dancers and that of charioteers all men praised and admired you and said that you were blessed, did you not deem the affair to be mockery? And what if when he did something noble and worthy of praises those men laughed and reproached him, would you not have said that they were out of their wits? Let us then do this now also, entrusting the vote concerning the boy not to the surmise of the many, but to an exact examination of reasonings, and you will see that these men who laugh are fathers of slave-boys rather than of free boys, when those are examined beside your son.
Νῦν μὲν γὰρ ὑπὸ τοῦ πάθους σκοτούμενος, οὐδὲ διαβλέψαι πρὸς ταῦτα δυνήσῃ· ὅταν δὲ μικρὸν ἀναπαύσῃ, καὶ ὁ υἱὸς πολλὴν ἐπιδείξηται τὴν ἀρετὴν, οὐκέτι σοι λόγων δεήσει, ἀλλὰ ταῦτα σὺ πρὸς ἑτέρους ἐρεῖς καὶ πλείονα τούτων. Καὶ οὐχ ἁπλῶς σοι ταῦτα μαντεύομαι, ἀλλ' ἀπὸ τῆς πείρας αὐτῆς. Καὶ γὰρ ἐμοὶ γέγονεν ἑταῖρος, πατέρα ἄπιστον ἔχων πλουτοῦντα καὶ εὐδόκιμον καὶ πάντοθεν λαμπρόν· καὶ οὗτος ὁ πατὴρ τὸ μὲν πρῶτον καὶ ἄρχοντας ἐκίνησε, καὶ δεσμὰ ἠπείλησε, καὶ πάντων αὐτὸν ἀποδύσας ἐπὶ τῆς ἀλλοτρίας εἴασε γῆς, καὶ τῆς ἀναγκαίας δεόμενον τροφῆς, ὡς ταύτῃ πείσων πρὸς τὴν βιωτικωτέραν ζωὴν ἐπανελθεῖν· ἐπειδὴ δὲ εἶδε πρὸς οὐδὲν τούτων ἐνδόντα, ἡττηθεὶς παλινῳδίαν ᾔσε, καὶ νῦν τιμᾷ τὸν υἱὸν, καὶ αἰδεῖται μᾶλλον πατρός· καὶ πολλοὺς ἔχων ἑτέρους παῖδας εὐδοκιμοῦντας, οὐδὲ δούλους ἐκείνους τούτου φησὶν εἶναι ἐπιτηδείους· καὶ αὐτὸς δὲ πολλῷ λαμπρότερός ἐστι διὰ τὸν υἱόν. Ταῦτα καὶ ἐπὶ τοῦ παιδὸς ὀψόμεθα τοῦ σοῦ, καὶ ὅτι οὐ ψεύδομαι, διὰ τῶν ἔργων αὐτῶν εἴσῃ καλῶς. Διὸ σιγήσομαι λοιπὸν, τοσοῦτόν σου δεηθεὶς, ἐνιαυτὸν ἀνάμεινον μόνον, ἢ καὶ ἐλάττονα χρόνον. Οὐδὲ γὰρ δεῖται πολλῶν ἡμερῶν ἡ παρ' ἡμῖν ἀρετὴ, ἅτε δὴ θείᾳ βλαστάνουσα χάριτι, καὶ ὄψει πάντα τὰ εἰρημένα ἐπὶ τῶν πραγμάτων αὐτῶν δεικνύμενα· καὶ οὐ μόνον ἐπαινέσεις τὰ γεγενημένα, ἀλλὰ κἂν μικρὸν διαναστῆναι θελήσῃς, ταχέως καὶ πρὸς τὸν αὐτὸν ἥξεις ζῆλον ἐκείνῳ, διδάσκαλον ἔχων τῆς ἀρετῆς τὸν υἱόν.
For now, darkened by passion, you will not even be able to look steadily towards these things; yet when you rest a little, and your son displays abundant virtue, you will no longer have need of words, but you yourself will say these things to others and more than these. And I do not divine these things for you merely at random, but from experience itself. For I too had a companion who had an unbelieving father, wealthy and esteemed and splendid on every side; and at first this father both stirred up rulers, and threatened bonds, and having stripped him of all things left him in a foreign land, and in need even of necessary nourishment, as though by this he would persuade him to return to the more worldly life; yet when he saw him yielding to none of these things, worsted he sang a recantation, and now honours his son, and reverences him more than a father; and possessing many other esteemed sons, he says that those are not even fit to be servants of this one; and he himself is far more splendid on account of his son. We shall see these things in the case of your boy also, and that I do not speak falsely you will know well through the deeds themselves. Wherefore I shall keep silent hereafter, having begged just so much of you: wait one year only, or even a lesser time. For virtue among us does not even stand in need of many days, inasmuch as it sprouts by divine grace, and you will see all the things spoken of displayed upon the very deeds; and not only will you praise the things that have come to pass, but even if you wish to rouse yourself up a little, you will swiftly come also to the same zeal as he, having your son as teacher of virtue.