Migne Reading Room

PG 47 · cols. 337–342 · Read from the page

Against the opponents of those who introduce the monastic life, three books

Against the opponents of those who introduce the monastic life, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:337Read from the page
δὲ καὶ Κέβης, καὶ ἄλλοι πολλοί. Ὥστε, ὅπερ ἔλεγον, μὴ ταῦτα φοβούμενος ἀποκάμῃς σῶσαι σαυτὸν, μήτε ὃ ἔλεγες ἐν τῷ δικαστηρίῳ δυσχερές σοι γενέσθω, ὅτι οὐκ ἂν ἔχοις ἐξελθὼν ὅ τι χρῷο σαυτῷ· πολλαχοῦ μὲν γὰρ καὶ ἄλλοσε ὅπου ἂν ἀφίκῃ, ἀγαπήσουσί σε. Ἐὰν δὲ βούλῃ εις Θετταλίαν ἰέναι, εισιν ἐμοὶ ἐκεῖ ξένοι, οἵ σε περὶ πολλοῦ ποιήσονται, καὶ ἀσφάλειάν σοι παρέξονται, ὥστε σοι μηδὲν ἐλλείπειν τῶν κατὰ Θετταλίαν. Τί ταύτης τῆς εὐπορίας ἥδιον; Ἀλλὰ ταῦτα μὲν ὡς πρὸς ἄνδρα βιωτικόν· εἰ δὲ φιλοσοφώτερον αὐτοῦ τὸν πλοῦτον ἐξετάζειν ἐθέλοιμεν, σὺ μὲν ἴσως οὐ παρακολουθήσεις τῷ λόγῳ, ἐμοὶ δὲ ἀναγκαῖον διὰ τοὺς δικάζοντας εἰπεῖν. Τοσοῦτος γὰρ ὁ τῆς ἀρετῆς πλοῦτός ἐστιν, οὕτως ἡδίων, οὕτω ποθεινότερος τοῦ παρ' ὑμῖν, ὡς μηδ' ἄν ποτε ἐθελῆσαι τοὺς ἔχοντας αὐτὸν τὴν ἅπασαν γῆν, εἰ χρυσὸς γένοιτο μετὰ τῶν ὀρῶν καὶ τῆς θαλάσσης καὶ τῶν ποταμῶν, ἀντ' ἐκείνου λαβεῖν. Καὶ εἴ γε ἦν δυνατὸν τοῦτο γενέσθαι, ἔμαθες ἂν ἀπὸ τῆς πείρας αὐτῆς, ὡς οὐκ ἀλαζονείας τὰ ῥήματα, ἀλλὰ πολλῷ πλείω καὶ μείζω εὑρόντες καταφρονήσουσιν ἐκείνου, καὶ οὐκ ἄν ποτε αὐτὸν ἀλλάξαιντο τούτου. Καὶ τί λέγω, ἀλλάξαιντο; οὐδὲ μετ' ἐκείνου μὲν οὖν λαβεῖν αὐτὸν ἕλοιντο ἄν. Καίτοι ὑμῖν εἴ τις ἐδίδου τὸν τῆς ἀρετῆς πλοῦτον μετὰ τῶν χρημάτων, ὑπτίαις ἂν ἐδέξασθε χερσίν· οὕτως ὁμολογεῖτε μέγαν τινὰ ἐκεῖνον καὶ θαυμαστόν· οὗτοι δὲ οὐκ ἂν ἕλοιντο τὸν ὑμέτερον μετὰ τοῦ οἰκείου· οὕτως ἴσασιν ὅτι πρᾶγμά ἐστιν εὐκαταφρόνητον. Καὶ τοῦτο πάλιν ἀπὸ τῶν ὑμετέρων παραδειγμάτων ποιήσω φανερόν. Πόσα γὰρ οἴει χρήματα τὸν Ἀλέξανδρον τῷ Διογένει, εἴ γε ἤθελε δέξασθαι, δοῦναι ἄν; Ἀλλ' οὐκ ἠθέλησεν· ἐκεῖνος δὲ ἐφιλονείκει καὶ πάντα ἔπραττε, ὥστε δυνηθῆναί ποτε ἐπὶ τὸν πλοῦτον ἐλθεῖν τὸν τούτου.
Cebes too, and many others. Wherefore, as I was saying, do not through fear of these things grow weary of saving yourself, nor let what you were saying in the law-court become irksome to you, namely that upon going forth you would not have any way to turn yourself to account; for in many places, and elsewhere wherever you may arrive, men will love you. And if you wish to go to Thessaly, I have guest-friends there who will make much of you, and will afford you security, so that none of those in Thessaly shall fail you. What is pleasanter than this abundance? Yet these things are said as to a worldly man; whereas if we should wish to examine his wealth more philosophically, you perhaps will not follow the argument, yet for me it is necessary on account of those who sit in judgement to speak. For so great is the wealth of virtue, so much pleasanter, so much more desirable than that among you, that those who possess it would never wish to receive the whole earth, even if it became gold together with the mountains and the sea and the rivers, in exchange for that. And if indeed it were possible for this to come to pass, you would have learned from experience itself that the words are not words of boastfulness, but on finding things far more numerous and greater they will despise that wealth, and would never exchange this for that. And why do I say, exchange? Nay rather, they would not even choose to take that together with it. And yet, if someone gave you the wealth of virtue together with your moneys, you would have received it with outspread hands; thus do you confess that wealth to be something great and admirable; whereas these men would not choose yours together with their own; thus do they know that it is a thing easily despised. And this again I shall make manifest from your own examples. For how much money do you think Alexander would have given to Diogenes, if indeed he had wished to accept it? Yet he did not wish it; whereas that king strove earnestly and did everything so that he might ever be able to attain to this man's wealth.
εʹ. Βούλει δὲ καὶ ἑτέρωθέν σου τὴν πενίαν ἰδεῖν, καὶ τοῦ παιδὸς τὴν εὐπορίαν τοῦ σοῦ; Οὐκοῦν ἄπελθε, καὶ ἀφελοῦ αὐτοῦ τὸ ἱμάτιον, ὅπερ ἔχει μόνον, καὶ τῆς καλύβης ἐξάγαγε, καὶ κάθελε τὸ καταγώγιον, καὶ οὐδὲ οὕτως ὄψει δυσχεραίνοντα οὐδὲ ἀλγοῦντα, ἀλλά σοι καὶ χάριν εἴσεται τούτων, ὅσον πρὸς φιλοσοφίαν πλέον ὠθεῖς αὐτόν· σοῦ δὲ ἄν τις δέκα δραχμὰς ἀφέληται μόνον, θρηνῶν καὶ ὀδυρόμενος οὐ διαλείψεις ποτέ. Τίς οὖν εὔπορος, ὁ τοῖς μικροῖς δακνόμενος, ἢ ὁ πάντων τῶν ὄντων καταφρονῶν; Καὶ μὴ τοῦτο ποιήσῃς μόνον, ἀλλὰ καὶ τῆς χώρας ἁπάσης ἀπέλασον, καὶ ὄψει γελῶντα ἐπὶ τούτοις, καθάπερ ἐπὶ παιδίου παίζοντος. Σὲ δὲ ἂν τῆς πατρίδος ἀπελάσῃ τις μόνον, τὰ δεινότατα πείσῃ, καὶ οὐδὲ οἴσεις τὴν συμφοράν· ἐκεῖνος δὲ, ἅτε πάσης τῆς γῆς οὔσης αὐτοῦ καὶ τῆς θαλάσσης, οὕτως εὐκόλως καὶ ἀλύπως ἀπὸ τούτων ἐφ' ἕτερα μεταστήσεται, καθάπερ σὺ διὰ τῶν οἰκείων ὁδεύων ἀγρῶν· μᾶλλον δὲ καὶ εὐκολώτερον. Σοὶ μὲν γὰρ εἰ καὶ διὰ τῶν σῶν βαδίζειν ἔξεστιν, ἀλλ' ὅμως καὶ δι' ἀλλοτρίων ἀνάγκη· ἐκεῖνος δὲ διὰ πάσης τῆς αὐτοῦ πορεύσεται γῆς· καὶ ποτὸν μὲν αὐτῷ πάντοθεν δαψιλῶς παρέχουσι λίμναι καὶ ποταμοὶ καὶ πηγαὶ, τροφὴ δὲ αὐτῷ λάχανα καὶ βοτάναι, καὶ ἄρτοι δὲ πολλαχόθεν. Οὔπω γάρ σοι λέγω, ὅτι καὶ τῆς γῆς ἁπάσης καταφρονεῖ, πόλιν
5. And do you wish from another side as well to see your own poverty, and the abundance of your son? Go away, then, and strip from him his cloak, which alone he has, and lead him forth from his hut, and pull down his lodging, and not even so will you see him vexed or grieving, nay rather he will even feel gratitude towards you for these things, inasmuch as you thrust him on all the more towards philosophy; whereas from you, if someone takes away ten drachmas alone, you will never cease lamenting and wailing. Who then is wealthy: he who is stung by small losses, or he who despises all things that exist? And do not do this alone, but also drive him out of the whole country, and you will see him laughing at these things, just as at a little child at play. Whereas if someone drives you out of your fatherland alone, you will suffer the most dreadful things, and will not even bear the calamity; but that man, inasmuch as the whole earth is his, and the sea, will remove from these places to others just as easily and painlessly as you travelling through your own fields—nay rather, even more easily. For although it is permitted to you to walk through your own lands, yet none the less there is necessity to walk through those of others also; whereas he will journey through the whole earth as his own; and lakes and rivers and springs afford him drink lavishly from every side, while his food is greens and herbs, and loaves too from many places. For I do not yet tell you that he even despises the whole earth, as a city
Notes, col. 337

On the reading

Printed εις, for εἰς.

Printed εισιν, for εἰσὶν.

PG 47:338Read from the page
ἔχων τὸν οὐρανόν. Κἂν τελευτῆσαι δέῃ, τῆς τρυφῆς ὑμῶν ἥδιον οἴσει τὴν τελευτὴν, καὶ εὔξεται οὕτως ἀποθανεῖν μᾶλλον, ἢ ὑμεῖς ἐπὶ τῆς πατρίδος καὶ τῆς εὐνῆς· ὥστε καὶ πλάνον καὶ φυγάδα καὶ ἀλήτην τὴν πόλιν ἔχοντα καὶ οἰκίαν οἰκοῦντα, ἀλλ' οὐκ ἐκεῖνον εἴποι τις ἂν τὸν πάντων τούτων ἀπηλλαγμένον. Οὔτε γὰρ τῆς πατρίδος αὐτὸν ἐξαγαγεῖν δυνήσῃ, ἕως ἂν μὴ ἐξαγάγῃς τῆς γῆς ἁπάσης· τέως γὰρ οὕτως εἰρήσθω, ἐπεὶ κατὰ τὸν ἀληθῆ λόγον τότε μάλιστα αὐτὸν εἰς τὴν πατρίδα ἀποπέμψεις, ὅταν ἀπὸ τῆς γῆς ἐξαγάγῃς. Ἀλλ' οὔπω τοῦτο πρὸς σὲ τὸν οὐδὲν πλέον τῶν ὁρωμένων εἰδότα. Οὐδὲ γυμνὸν δεῖξαι δυνήσῃ, ἕως ἂν τὰ τῆς ἀρετῆς ἱμάτια περικείμενος ᾖ, οὔτε λιμῷ διαφθερεῖς, ἕως ἂν εἰδῇ τὴν ὄντως τροφήν. Ἀλλὰ πᾶσι τούτοις οἱ πλουτοῦντές εἰσιν ἁλώσιμοι· ὥστε καὶ κατὰ τοῦτο οὐκ ἄν τις ἁμάρτοι τούτους μὲν πένητας προσειπὼν, καὶ σφόδρα πένητας, εὐπόρους δὲ ἐκείνους ἀκριβῶς. Ὁ γὰρ καὶ τροφῆς καὶ ποτοῦ καὶ οἰκίας καὶ ἀναπαύσεως πανταχοῦ δυνάμενος εὐπορεῖν, καὶ οὐ μόνον μὴ ἀλύων, ἀλλὰ καὶ ἥδιον ἐν τούτοις ἢ ὑμεῖς ἐν τοῖς ὑμετέροις διάγων, εὔδηλον ὅτι πάντων ὑμῶν τῶν πλουτούντων ἐστὶν εὐπορώτερος τῶν ἐπὶ τῆς οἰκίας μόνης τούτων δυναμένων εὐπορεῖν. Ὅθεν οὐδὲ πενίαν οἶδεν ἐκεῖνος θρηνῆσαί ποτε. Οὐδὲ γὰρ τῇ ἀφθονίᾳ μόνον οὗτος ὁ πλοῦτος βελτίων, οὐδὲ τῇ ἡδονῇ, ἀλλὰ καὶ τῷ ἀνάλωτος εἶναι, καὶ εἰς πτωχείαν μὴ μεταβαλεῖν ποτε, μηδὲ ὑποκεῖσθαι τῷ τοῦ μέλλοντος ἀδήλῳ, μηδὲ φροντίδας ἔχειν, μηδὲ βασκανίᾳ χειροῦσθαι, ἀλλὰ θαῦμα καὶ ἔπαινον καὶ εὐφημίαν κεκτῆσθαι πᾶσαν· καίτοι γε ἐφ' ὑμῶν τοὐναντίον ἔστιν ἰδεῖν. Οὐ γὰρ μόνον ὑμᾶς οὐκ ἐπαινοῦσι διὰ τὸν πλοῦτον, ἀλλὰ καὶ μισοῦσι καὶ ἀποστρέφονται καὶ βασκαίνουσι δὲ ὑμῖν καὶ ἐπιβουλεύουσιν οἱ πολλοί· οὗτος δὲ ἐπειδὴ πλουτεῖ πλοῦτον τὸν ἀληθῆ, διὰ τοῦτο θαυμάζεται μάλιστα, καὶ διὰ τοῦτο οὐ φθονεῖται οὐδὲ ἐπιβουλεύεται. Ἀλλ' ἄρα πρὸς ὑγίειαν τίς ἐπιτηδειότερος; οὐχ ὁ μὲν ἐκεῖνον ἔχων καθάπερ τὰ ἄγρια τῶν ζώων εὐσωματεῖ καὶ σφριγᾷ, ἅτε ἀέρος ἀπολαύων καθαροῦ καὶ ναμάτων ὑγιεινῶν καὶ ἀνθῶν καὶ λειμώνων καὶ εὐωδίας εἰλικρινοῦς, οὗτος δὲ ὥσπερ ἐν βορβόρῳ κείμενος, μαλακώτερός τέ ἐστι καὶ μᾶλλον ἐπίνοσος; Εἰ δὲ ἐν ὑγιείᾳ τὰ πρωτεῖα παρὰ τούτῳ, δηλονότι καὶ ἐν ἡδονῇ. Τίνα γὰρ οἴει μᾶλλον τρυφᾷν, τὸν ἐπὶ βαθείας κατακεκλιμένον πόας, παρὰ πηγὴν καθαρὰν, ὑπὸ σκιὰν δένδρων ἀμφιλαφῶν, καὶ τὸν ὀφθαλμὸν ἑστιῶντα τῇ θέᾳ, καὶ καθαρωτέραν ἔχοντα τοῦ οὐρανοῦ τὴν ψυχὴν, καὶ ταραχῆς καὶ θορύβου πόρῥω καθήμενον, ἢ τὸν ἐν οἰκίσκῳ κατακεκλεισμένον; Οὐ γὰρ δὴ τοῦ ἀέρος τὰ μάρμαρα καθαρώτερα, οὐδὲ τῆς σκιᾶς τῆς ἀπὸ τῶν δένδρων ἡ ἀπὸ τῆς ὀροφῆς ἡδίων, οὐδὲ ἡ ψηφὶς ἐδάφους ἄνθεσι καλλωπιζομένου ποικίλοις. Καὶ τούτων αὐτῶν ὑμεῖς οἱ πλουτοῦντες μάρτυρες, οἷς εἴ γε ἐνῆν ἐπὶ τῶν ὑπερώων δένδρα ἔχειν, καὶ τὴν ἀπὸ τῶν λειμώνων παραμυθίαν, μᾶλλον ἂν εἵλεσθε τῆς στέγης τῆς χρυσῆς καὶ τῶν τοίχων τῶν θαυμαστῶν. Ὅταν γοῦν ἐκ πολλῶν πόνων πρὸς ἄνεσιν ἑαυτοὺς ἀφεῖναι ἐπιθυμήσητε, ταῦτα ἀφέντες, πρὸς ἐκεῖνα βαδίζετε. Ἀλλ' ὑπὲρ δόξης ἴσως θρηνεῖς, τῆς πολλῆς ἐκείνης καὶ μεγάλης, οὐδαμοῦ φαινομένης
having heaven. And even if he must die, he will bear his end more pleasantly than your luxury, and will pray rather to die thus than as you do in your fatherland and upon your bed; so that one might call a wanderer and a fugitive and a vagrant him who has the city and inhabits a house, but not that man who has been freed from all these things. For neither will you be able to lead him forth out of his fatherland, so long as you do not lead him forth out of the whole earth—for let it be spoken thus in the meantime, since according to the true account you will send him away into his fatherland then most of all, when you lead him forth from the earth. Yet this is not yet addressed to you, who know nothing beyond the things that are seen. Nor will you be able to show him naked, so long as he is clad in the garments of virtue, nor will you destroy him with famine, so long as he knows the true nourishment. Yet to all these things the wealthy are capturable; so that in this respect too one would not err in addressing these latter as poor, and exceedingly poor, while calling those strictly wealthy. For he who is able everywhere to abound in nourishment and drink and house and repose, and not only is not distraught, but even passes his life more pleasantly in these things than you do in your own, is plainly wealthier than all of you wealthy men who are able to abound in these things at home alone. Whence that man does not even know how ever to lament poverty. For not by abundance alone is this wealth better, nor by pleasure, but also by its being inexhaustible, and never changing round into beggary, nor being subject to the uncertainty of the future, nor having anxieties, nor being mastered by envy, but possessing all wonder and praise and good report; whereas in your case one may see the opposite. For the many not only do not praise you on account of your wealth, but even hate and turn away from you, and envy you too and plot against you; whereas this man, because he is rich in the true wealth, on this account is admired most of all, and on this account is neither envied nor plotted against. Well then, as regards health, who is fitter? Is not he who has that wealth vigorous in body and full of vitality just like the wild ones among living creatures, inasmuch as he enjoys pure air and wholesome streams and flowers and meadows and unalloyed fragrance, whereas this man, lying as if in mire, is both softer and more prone to disease? And if in health the first prize belongs to this man, plainly so too in pleasure. For whom do you think to live more luxuriously: him who reclines upon deep grass, beside a pure spring, beneath the shade of spreading trees, and feasts his eye with the sight, and possesses a soul purer than heaven, and sits far from tumult and uproar, or him who is shut up in a little chamber? For surely marbles are not purer than the air, nor is the shade from a roof pleasanter than the shade from trees, nor is a mosaic pavement pleasanter than ground beautified with variegated flowers. And of these very things you wealthy men yourselves are witnesses, who, if indeed it were possible to have trees upon your upper chambers and the solace from meadows, would have chosen them rather than your golden roof and your wondrous walls. When, at any rate, after many labours you desire to release yourselves for relaxation, leaving these things behind, you walk off towards those. Yet perhaps you lament over glory, that ample and great glory, nowhere appearing
PG 47:339Read from the page
ἐνταῦθα; Τὰ γὰρ βασίλεια τῇ ἐρημίᾳ παραβάλλων, καὶ τὰς ἐλπίδας τὰς ἐκεῖθεν ταῖς ἐντεῦθεν, ἐξ αὐτοῦ οἴει τοῦ οὐρανοῦ καταπεπτωκέναι τὸν υἱόν. Οὐκοῦν τοῦτο δεῖ πρῶτον μαθεῖν, ὡς οὔτε ἡ ἐρημία ἄτιμον ποιεῖ, οὔτε λαμπρὸν καὶ περιφανῆ τὰ βασίλεια, καὶ πρὶν ἐπὶ λογισμοὺς ἐλθεῖν ἐκ παραδειγμάτων σε ἀπαλλάξω τῆς ὑποψίας, παραδειγμάτων οὐ τῶν παρ' ἡμῖν, ἀλλὰ τῶν ὑμετέρων. Διονύσιον ἴσως ἀκούεις τὸν Σικελίας τύραννον, ἀκούεις δὲ καὶ Πλάτωνα τὸν Ἀρίστωνος; Τίς οὖν, εἰπέ μοι, λαμπρότερος γέγονε; τίς δὲ ᾄδεται καὶ ἐν τοῖς τῶν πολλῶν κεῖται στόμασιν; οὐχ ὁ φιλόσοφος τοῦ τυράννου μᾶλλον; Καίτοι ὁ μὲν τῆς τε Σικελίας ἁπάσης ἐκράτει, καὶ ἐν τρυφῇ διῆγε, καὶ μετὰ πολλοῦ τοῦ πλούτου καὶ τῶν δορυφόρων καὶ τῆς ἄλλης φαντασίας διετέλεσε ζῶν· ὁ δὲ ἐν τῷ τῆς Ἀκαδημίας κήπῳ διέτριβεν ἄρδων τε καὶ φυτεύων καὶ ἐλαίας ἐσθίων, καὶ εὐτελῆ παρατιθέμενος τράπεζαν, καὶ πάσης ἐκείνης τῆς φαντασίας ἐκτὸς ὤν. Καὶ οὐ τοῦτό πω θαυμαστὸν, ἀλλ' ὅτι καὶ δοῦλος γενόμενος, καὶ κατὰ τὴν τοῦ τυράννου γνώμην ἀπεμποληθεὶς, τοσοῦτον ἀπέσχεν ἀτιμότερος ἐκείνου φανῆναι διὰ ταῦτα, ὡς καὶ αὐτῷ τῷ τυράννῳ ἐκ τούτου φανῆναι αἰδέσιμος. Τοιοῦτόν ἐστιν ἀρετή· οὐ δι' ὧν ἐργάζεται μόνον, ἀλλὰ καὶ δι' ὧν πάσχει κακῶς, οὐχ ἑαυτὴν, ἀλλὰ καὶ τοὺς ποιοῦντας οὐκ ἀφιεῖσα κρύπτεσθαι καὶ λανθάνειν. Τί δὲ ὁ τούτου διδάσκαλος Σωκράτης; πόσῳ Ἀρχελάου λαμπρότερος ἦν; Καίτοι ὁ μὲν βασιλεὺς ἦν, καὶ ἐν πολλῷ πλούτῳ διῆγεν· ὁ δὲ ἐν Λυκείῳ διέτριβε, καὶ ἑνὸς ἱματίου πλέον εἶχεν οὐδὲν, καὶ τοῦτο μόνον καὶ χειμῶνος καὶ θέρους καὶ ἐν πάσαις ταῖς ὥραις τοῦ ἔτους περιβεβλημένος ἐφαίνετο· ἀνυπόδετός τε ἔζη διαπαντὸς, καὶ ἄσιτος ἅπασαν διεκαρτέρει τὴν ἡμέραν, ἄρτον τε ἐσιτεῖτο μόνον, καὶ τοῦτο ἦν αὐτῷ ὄψον καὶ σιτίον· καὶ οὐδὲ ταύτην οἴκοθεν παρετίθετο τὴν τράπεζαν, ἀλλὰ παρ' ἑτέρων λαμβάνων, οὕτως ἐσχάτῃ συνέζη πενίᾳ· καὶ τοσοῦτον ἦν τοῦ βασιλέως λαμπρότερος, ὡς πολλάκις αὐτὸν καλοῦντος ἐκείνου πρὸς ἑαυτὸν, μὴ θελῆσαι τὸ Λύκειον ἀφεῖναι, καὶ πρὸς τὸν ἐκείνου πλοῦτον ἐλθεῖν. Καὶ ἀπὸ τῆς δόξης δὲ τῆς κρατούσης νῦν καὶ τὰ πρότερα φαίνεται. Τούτων μὲν γὰρ τὰ ὀνόματα πολλοῖς γνώριμα, ἐκείνων δὲ οὐδενί. Ὁ δὲ Σινωπεὺς πάλιν ἕτερος οὗτος φιλόσοφος τοσούτῳ καὶ τούτων καὶ ἑτέρων μυρίων τοιούτων βασιλέων εὐπορώτερος ἦν, καὶ ταῦτα ῥακίοις συζῶν, ὡς τὸν Φιλίππου τὸν Μακεδόνα στρατιὰν ἐπὶ Πέρσας ἄγοντα, πάντα ἀφέντα, ἰδόντα αὐτὸν ἀπελθεῖν, καὶ ἐρέσθαι δι' ἑαυτοῦ, μή τινος δέοιτο, καὶ εἴ τι κελεύοι· αὐτὸν δὲ οὐδὲν ἀπαγγεῖλαι. Ἁρά σοι τῶν παραδειγμάτων ἅλις, ἢ βούλει καὶ ἑτέρων ἐπιμνησθῶμεν; Οὗτοι γὰρ οὐχὶ τῶν ἐν βασιλείοις μόνον λαμπρῶν, ἀλλ' αὐτοῦ τοῦ βασιλεύοντος γεγόνασι λαμπρότεροι, τὸν ἰδιωτικὸν ἑλόμενοι βίον καὶ ἀπράγμονα, καὶ πολιτείας οὐδὲ ἐγγὺς βουληθέντες ἐλθεῖν.
here? For comparing the royal palaces with the wilderness, and the hopes from there with those from here, you think your son has fallen down from heaven itself. First, therefore, one must learn this, that neither does the wilderness make a man dishonoured, nor do royal palaces make him illustrious and conspicuous; and before coming to reasonings I shall rid you of this suspicion by examples—examples not of those among us, but of your own. You hear, perhaps, of Dionysius the tyrant of Sicily, and do you hear also of Plato the son of Ariston? Who then, tell me, has become more illustrious? And who is sung of and lies in the mouths of the many? Is it not the philosopher rather than the tyrant? And yet the former ruled over the whole of Sicily, and passed his life in luxury, and continued living with ample wealth and bodyguards and all that other pomp; whereas the latter spent his time in the garden of the Academy, watering and planting and eating olives, and setting before himself a frugal table, and remaining outside all that pomp. And not yet is this wondrous, but that even having become a slave, and having been sold according to the tyrant's judgement, he was so far from appearing more dishonoured than that man on account of these things that even to the tyrant himself he appeared venerable from this. Such a thing is virtue: not through the things it works alone, but also through the things in which it suffers ill, suffering neither itself nor those who practise it to be hidden and lie unnoticed. And what of this man's teacher Socrates? By how much was he more illustrious than Archelaus? And yet the latter was a king, and passed his life in great wealth; whereas the former spent his time in the Lyceum, and had nothing beyond a single cloak, and appeared clad in this alone both in winter and in summer and in all seasons of the year; and he lived unshod continually, and endured without food the whole day, and ate bread alone, and this was for him both relish and food; and not even this table did he set before himself from home, but receiving it from others, thus he lived together with utmost poverty; and he was so much more illustrious than the king that, although that man often summoned him to himself, he was unwilling to leave the Lyceum and come to that man's wealth. And from the fame too that prevails now, the former things also appear. For the names of these men are well-known to many, whereas those of the others are known to no one. And the man of Sinope again, this other philosopher, was by so much wealthier both than these and than ten thousand other such kings, and that too while living in rags, that the son of Philip, the Macedonian, when leading an army against the Persians, left everything, and upon seeing him went off and asked in person whether he needed anything and whether he bade anything; whereas he sent back word of nothing at all. Are the examples enough for you, or do you wish that we also make mention of others? For these men have become more illustrious not only than those who are illustrious in royal palaces, but than the reigning king himself, having chosen the private and unmeddling life, and having wished not even to come near public affairs.
Καὶ ἐν αὐτῇ δὲ τῇ πολιτείᾳ οὐκ ἐκείνους ὄψει λαμπροὺς τοὺς ἐν πλούτῳ καὶ τρυφῇ καὶ περιουσίᾳ, ἀλλὰ καὶ τοὺς ἐν πενίᾳ, τοὺς ἐν εὐτελείᾳ, τοὺς ἐν ἀτύφῳ ζῶντας βίῳ. Παρὰ μὲν Ἀθηναίοις Ἀριστείδης, ὃν καὶ τελευτήσαντα ἡ πόλις ἔθαψε, καὶ πλούτῳ καὶ γένει καὶ τρυφῇ καὶ δυνάμει λόγων καὶ ῥώμῃ σώματος καὶ εὐγενείᾳ καὶ τοῖς ἄλ-
And in public life itself too you will see not those men illustrious who live in wealth and luxury and abundance, but even those in poverty, those in frugality, those living in an unpretentious life. Among the Athenians, Aristides, whom the city even buried when he died, though in wealth and birth and luxury and power of speech and strength of body and nobility and all other
Notes, col. 339

On the reading

Printed Ἁρά, for Ἆρά.

PG 47:340Read from the page
λοις πᾶσιν Ἀλκιβιάδου κρατοῦντος τοσοῦτον λαμπρότερος ἦν, ὅσον παιδίου τινὸς εὐτελοῦς φιλόσοφος θαυμαστός. Παρὰ Θηβαίοις Ἐπαμεινώνδας, ἄνθρωπος εἰς ἐκκλησίαν καλούμενος, καὶ διὰ τοῦτο μὴ δυνάμενος ἐλθεῖν, ἐπειδὴ αὐτῷ τὸ ἱμάτιον ἔτυχε πλυνόμενον, καὶ ἕτερον περιθέσθαι οὐκ εἶχε, πάντων τῶν γενομένων αὐτόθι στρατηγῶν ἐπισημότερος ἦν. Μὴ τοίνυν μοι τὴν ἐρημίαν εἴπῃς, μηδὲ τὰ βασίλεια. Οὐ γὰρ ἐν τόποις τὰ τῆς λαμπρότητος, καὶ τὰ τῆς περιφανείας, οὐδὲ ἐν ἱματίοις, οὐδὲ ἐν ἀξιώματι, οὐδὲ ἐν δυναστείᾳ, ἀλλ' ἐν ἀρετῇ ψυχῆς καὶ φιλοσοφίᾳ μόνον.
things Alcibiades prevailed, was by so much more illustrious as an admirable philosopher is than some paltry little boy. Among the Thebans, Epaminondas, a man summoned to the assembly, and on this account unable to come, because his cloak happened to be getting washed and he had no other to put around himself, was more distinguished than all the generals who had been there. Do not, therefore, speak to me of the wilderness, nor of the royal palaces. For not in places lie splendour and conspicuousness, nor in garments, nor in dignity, nor in dominion, but in virtue of soul and philosophy alone.
ϛʹ. Ἀλλ' ἐπειδὴ τὰ παραδείγματα οὐ τοσαύτην ἔχει τὴν ἰσχὺν, ἀπ' αὐτοῦ τοῦ σοῦ παιδὸς ποιήσομαι τὴν ἐξέτασιν. Εὑρήσομεν γὰρ αὐτὸν οὐ μόνον λαμπρότερον ὄντα νῦν, ἀλλὰ καὶ δι' ἐκεῖνα τιμιώτερον, δι' ἅπερ ἄτιμον εἶναι φὴς καὶ εὐτελῆ. Εἰ γὰρ βούλει πείσαντες αὐτὸν ἀπὸ τοῦ ὄρους κατελθεῖν, πείσωμεν καὶ εἰς ἀγορὰν ἐμβαλεῖν, καὶ ὄψει πᾶσαν ἐπιστρεφομένην τὴν πόλιν, καὶ ὑποδεικνύντας αὐτὸν ἅπαντας καὶ θαυμάζοντας καὶ ἐκπληττομένους, ὡς ἀγγέλου τινὸς ἐξ οὐρανοῦ παραγενομένου νῦν. Ἢ ἕτερόν σοι τὰ τῆς δόξης τι εἶναι δοκεῖ; Οὐ γὰρ δὴ τῶν ἐν βασιλείοις ἔσται περιφανέστερος μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου, διὰ τὰ ἱμάτια ἐκεῖνα τὰ εὐτελῆ καὶ κατατετριμμένα. Οὐ γὰρ ἂν οὕτως ἅπαντας ἐξέπληττε χρυσοφορῶν, μᾶλλον δὲ καὶ ἁλουργίδα, καὶ αὐτὸν τὸν στέφανον περικείμενος ἐπὶ τῆς κεφαλῆς, καὶ τοῖς σηρικοῖς ἐπικαθήμενος στρώμασι, καὶ ὑπὸ τῶν ἡμιόνων ἑλκόμενος, καὶ τοὺς χρυσοφοροῦντας δορυφόρους ἔχων, ὡς νῦν ῥυπῶν καὶ αὐχμῶν καὶ παχὺ περιβεβλημένος ἱμάτιον, καὶ μηδένα ἀκολουθοῦντα ἐπαγόμενος, καὶ ἀνυπόδετος ὤν. Ἐκεῖνα μὲν γὰρ τὰ τοῦ βασιλέως νόμοις τε ὥρισται, καὶ τῆς συνηθείας ἐστί· καὶ διὰ ταῦτα κἂν εἴποι τις θαυμάζων τὸν βασιλέα, ὅτι στολὴν περιβέβληται χρυσῆν, οὐ μόνον εὐ θαυμάζομεν, ἀλλὰ καὶ γελῶμεν τὸ λεχθὲν, ὡς οὐδὲν ἔχον παράδοξον· περὶ δὲ τοῦ παιδίου τοῦ σοῦ ἂν ἐλθών τις ἀπαγγείλῃ, ὅτι πλούτου καταγελάσας τοῦ πατρικοῦ, καὶ τὴν βιωτικὴν καταπατήσας φαντασίαν, καὶ τῶν κοσμικῶν ἐλπίδων ἀνώτερος γενόμενος, πρὸς τὴν ἐρημίαν μετέστη, καὶ χιτωνίσκον σαπρὸν ἐνέδυ καὶ φαῦλον, πάντες εὐθέως συνδραμοῦνται καὶ θαυμάσουσι καὶ κροτήσουσιν ὑπὲρ τῆς μεγαλοψυχίας αὐτόν. Καὶ τῶν μὲν βασιλέων μυρία κατηγορουμένων, οὐδὲν τὰ ἱμάτια προστήσεται τὰ χρυσᾶ, τοσοῦτον ἀπέχει θαυμαστοὺς δεῖξαι ὄντας αὐτούς· οὗτος δὲ καὶ ἀπὸ τῶν ἱματίων πολλὰς ἔχει τοῦ θαυμάζεσθαι τὰς ἀφορμάς. Ὥστε αὕτη ἡ στολὴ τῆς βασιλικῆς μᾶλλον αὐτὸν ἀπόβλεπτον ἀπέφηνε καὶ περιφανῆ, εἴ γε δι' ἐκείνην μὲν οὐδεὶς βασιλέα ἐθαύμασε, διὰ δὲ ταύτην ἅπαντες τὸν περικείμενον ἐκπλαγήσονται. Καὶ τί μοι, φησὶ, τῆς τῶν πολλῶν ὑπονοίας ὄφελος καὶ τῶν ἐπαίνων; Καὶ μὴν δόξα οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ταῦτα. Ἀλλ' οὐ δέομαι, φησὶ, ταύτης, δυναστείαν δὲ ζητῶ καὶ τιμήν. Ἀλλ' οἱ ἐπαινοῦντες καὶ τιμήσουσι πάντως. Εἰ δὲ δυναστείαν βούλει καὶ προστασίαν, καὶ ταύτην οὐχ ἧττον τῶν προτέρων παρὰ τούτοις οὖσαν μᾶλλον εὑρήσομεν· καὶ ἔχομεν μὲν αὐτὸ καὶ ἐκ παραδειγμάτων ποιεῖν φανερὸν, ἐπὶ δὲ τὸν μάλιστά σε παραμυθούμενον τρόπον ἐλθόντες, οὐκ ἐπ' ἄλλων τινῶν, ἀλλ' ἐπ' αὐτοῦ τοῦ σοῦ παιδὸς τὸν λόγον
6. Yet since examples do not possess so great a force, I shall make the examination from your own son himself. For we shall find him not only more illustrious now, but even more honoured on account of those very things on account of which you say he is dishonoured and paltry. For if you wish, having persuaded him to come down from the mountain, let us persuade him also to enter the marketplace, and you will see the whole city turning towards him, and all men pointing him out and admiring and marvelling, as though some angel from heaven had arrived now. Or does glory seem to you to be something other than this? For indeed he will be more conspicuous not only than those in the royal palaces, but even than him who wears the diadem round his brow, on account of those paltry and worn-out garments. For he would not so strike all men with amazement if he wore gold—nay rather, even a purple robe, and wore the crown itself upon his head, and sat upon silken couches, and were drawn by mules, and had gold-wearing bodyguards—as now, being unwashed and unkempt and clad in a thick cloak, and bringing along no follower, and being unshod. For those trappings of the king have both been appointed by laws and belong to custom; and on account of these things, even if someone admiring the king should say that he is clad in a golden robe, not only do we not admire, but we even laugh at what was said, as containing nothing paradoxical; whereas concerning your little boy, if someone comes and reports that, having laughed to scorn his paternal wealth, and having trampled down worldly pomp, and having risen superior to worldly hopes, he removed to the wilderness, and put on a rotten and mean tunic, all men will straightway run together and admire and applaud him for his greatness of soul. And when kings are accused of ten thousand things, their golden garments will protect them not at all, so far are they from showing them to be admirable; whereas this man even from his garments has many occasions for being admired. So that this robe rendered him more notable and conspicuous than the royal one, if indeed on account of that one no man admired a king, whereas on account of this one all men will be struck with amazement at him who wears it. And what profit to me, says he, is there in the opinion of the many and their praises? And yet glory is nothing other than these things. Yet I have no need of this, says he, but seek dominion and honour. Yet those who praise will altogether honour as well. And if you wish dominion and patronage, this too no less than the former things we shall find existing rather among these men; and while we are able to make it manifest from examples as well, yet having come to the manner that most consoles you, not upon any others, but upon your own son himself the argument
Notes, col. 340

On the reading

Printed εὐ, for οὐ.

PG 47:341Read from the page
ἐξετάσωμεν τοῦτον. Τί γὰρ δυνάμεως τῆς μεγίστης τεκμήριον εἶναι φής; οὐ τὸ δύνασθαι μὲν ἀμύνεσθαι τοὺς λυποῦντας, δύνασθαι δὲ τοὺς εὐεργετοῦντας ἀμείβεσθσι, Καίτοι γε ταύτην ἅπασαν οὐδὲ παρὰ τῷ βασιλεύοντι ἴδοι τις ἄν· καὶ γὰρ πολλοὺς ἔχει τοὺς λυποῦντας, οὓς οὐκ ἂν δύναιτο λυπεῖν, καὶ πολλοὺς τοὺς εὖ ποιοῦντας, οὓς οὐκ ἂν εὐκόλως ἀμείψαιτο. Καὶ γὰρ ἐν πολέμοις πολλάκις λυπήσαντας πολεμίους, καὶ μυρία αὐτὸν εἰργασμένους κακὰ, ἀμύνασθαι ἐπεθύμησε μὲν, οὐκ ἴσχυσε δέ· καὶ φίλους δὲ μεγάλα ἐπιδειξαμένους ἐκεῖ κατορθώματα, οὐκ ἔσχε τοῖς ἴσοις ἀμείψασθαι, προαναρπασθέντας τῆς ἀντιδόσεως, καὶ ἐν αὐτῷ τῷ πολέμῳ πεσόντας. Τί οὖν, ἂν ταύτης τῆς δυνάμεως, ἧς οὐδὲ βασιλεῖς ἀπολαύουσιν, ὡς ὁ λόγος ἀπέδειξεν, ἑτέραν πολλῷ μείζονα καὶ τὸν υἱὸν ἔχοντα ἀποδείξωμεν τὸν σόν; Καὶ μηδεὶς ἴσως τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ ὑπολάβοι λεγόντων ἡμῶν, οἷς ἀπιστεῖς· οὐχ οὕτως ἐπιλελήσμεθα τῶν ὑποσχέσεων· ἀλλ' ἀπὸ τῶν ἐνταῦθα γινομένων παρεξόμεθα τὴν ἀπόδειξιν. Εἰ γὰρ δύναμις αὕτη μεγίστη, τὸ λυποῦντας δύνασθαι ἀμύνεσθαι, πολλῷ μεῖζον ταύτης τὸ τοιαύτην εὑρεῖν τοῦ βίου κατάστασιν, ἐν ᾗ μὲν οὐδ' ἂν ἐθέλῃ τις λυπῆσαι δυνήσεται· ὅτι γὰρ ἐκείνου τοῦτο μεῖζον, ἂν ἐφ' ἕτερον παράδειγμα τὸν λόγον ἀγάγωμεν, δῆλον ἡμῖν ἔσται καὶ φανερόν. Εἰπὲ γάρ μοι, τί βέλτιον, οὕτως ἔμπειρον εἶναι τὰ πολεμικὰ, ὡς μηδένα τῶν τιτρωσκόντων ἡμᾶς ἄτρωτον διαφυγεῖν, ἢ σῶμα κεκτῆσθαι τοιοῦτον, ὡς μηδένα, κἂν μυρία ποιῇ, δύνασθαι πλῆξαι τὸ σῶμα; Παντί που δῆλον, ὅτι τοῦτο ἐκείνου καὶ δυνατώτερον καὶ θειότερον· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὃ πολλῷ τούτου ἀνώτερον. Ποῖον δὲ τοῦτο; Τὸ φάρμακα ειδέναι, δι' ὧν ἀφανισθήσεται τὰ τραύματα πάντα. Τριῶν τοίνυν τρόπων ὄντων, ἑνὸς μὲν τοῦ δύνασθαι τοὺς ἀδικοῦντας ἀμύνεσθαι, ἑτέρου δὲ ἀνωτέρου τοῦ καὶ τὰ οἰκεῖα τραύματα θεραπεύειν· οὐ γὰρ ἕπεται τοῦτο πάντως ἐκείνῳ· τρίτου δὲ τοῦ μηδενὶ τῶν ὄντων ἀνθρώπων εὐχείρωτον εἶναι, ὃ δὴ καὶ μεῖζον φύσεως ἀνθρωπίνης ἐστὶ, τοῦτο τὸν υἱὸν σὸν ἔχοντα ἀποδείξομεν.
let us examine with respect to him. For what do you say is the token of the greatest power? Is it not being able on the one hand to ward off those who grieve us, and being able on the other hand to requite those who do us kindnesses? And yet this power in its entirety one would not see even with him who reigns; for he has many who grieve him whom he would not be able to grieve, and many who treat him well whom he would not easily requite. For in wars he has often desired to ward off enemies who have grieved him and wrought him ten thousand evils, yet has not had the strength; and friends too who have displayed great exploits there he has not been able to requite with equal returns, since they were snatched away beforehand from the recompense and fell in the war itself. What then, if we show your son also possessing another power far greater than this power which not even kings enjoy, as our argument has demonstrated? And let no one perhaps suppose, as we speak, the good things in the heavens, which you disbelieve; we have not so forgotten our promises; rather, from the things that come to pass here we shall furnish the demonstration. For if this is the greatest power, namely to be able to ward off those who grieve us, far greater than this is to find such a condition of life in which no one, even if he wish, will be able to grieve us; for that this is greater than that will be clear and manifest to us if we lead the argument onto another example. For tell me, what is better: to be so experienced in matters of war that none of those who wound us escapes unwounded, or to possess such a body that no one, even if he does ten thousand things, is able to strike the body? To everyone surely it is clear that the latter is both mightier and more divine than the former; and not this alone, but also that which is far superior to this. And of what sort is this? To know remedies through which all wounds will be made to vanish. Since, therefore, there are three ways: one, that of being able to ward off those who wrong us; a second and higher one, that of also healing our own wounds—for this does not altogether follow upon that; and a third, that of not being easily subdued by any of existing men, which indeed is even greater than human nature, we shall show your son possessing this.
ζʹ. Καὶ ὅτι οὐ ψόφος ταῦτα τὰ ῥήματα, καὶ ταύτης τῆς μεγάλης δυνάμεως ἑτέραν πάλιν μείζονα μεταξὺ ζητοῦντες εὑρήκαμεν. Οὐ γὰρ δὴ μόνον οὐ δυναμένους, ἀλλ' οὐδὲ βουλομένους ἐκείνων βλάψαι τινὰς ὄψεταί τις· ὥστε διπλᾶ τὰ τῆς ἀσφαλείας αὐτῷ. Τί οὖν θειότερον γένοιτ' ἂν ταύτης τῆς ζωῆς, ἐν ᾗ μηδεὶς μήτε ἐθελήσῃ, μήτε, ἂν ἐθέλῃ, δυνήσεται ποιῆσαι κακῶς; καὶ μάλιστα, ὅταν τὸ μὴ θέλειν οὐκ ἐκ τοῦ μὴ δύνασθαι γίνηται, καθάπερ ἐπὶ πολλῶν, ἀλλ' ἐκ τοῦ μηδεμίαν αἰτίαν εὑρεῖν. Ἐπεὶ, εἴ γε τοῦτο ἦν καθ' ἑαυτὸ, τὸ μὴ δύνασθαι λέγω, οὐδὲν τοσοῦτον ἦν· μῖσος γὰρ ἂν ἐτέχθη πολὺ τοῖς θέλουσι μὲν, οὐ δυναμένοις δὲ ἀδικεῖν· οὐ μικρὸς δὲ καὶ οὗτος μακαριότητος τρόπος. Αὐτὸ δὴ οὖν τοῦτο ἐξετάσωμεν, εἰ δοκεῖ, πρῶτον. Τίς οὖν, εἰπέ μοι, τὸν οὐδὲν κοινὸν ἔχοντα πρὸς ἀνθρώπους, οὐ συμβολαίων ἕνεκεν, οὐ γῆς, οὐ χρημάτων, οὐ πραγμάτων, οὐκ ἄλλου οὐδενὸς, ἐθελήσει βλάψαι ποτέ; ὑπὲρ ποίας χώρας φιλονεικήσει πρὸς αὐτόν; ὑπὲρ τίνων ἀνδραπόδων; ὑπὲρ ποίας δόξης; τί δεδοικώς; ὑπὸ τίνος δακνόμενος; Ἢ γὰρ φθόνῳ, ἢ δέει, ἢ ὀργῇ κινούμεθα πρὸς τὸ βλάπτειν ἑτέρους. Ἀλλ' οὗτος ὁ βασιλικώτατος πάντων ἐστὶν ἀνώτερος. Τίς γὰρ φθονήσει τῷ
7. And that these words are not mere noise, we have meanwhile in seeking found yet another power greater than this great power. For indeed one will see none of those men even wishing, let alone being able, to harm them; so that security is twofold for him. What then could become more divine than this life, in which no one will either wish, or, if he wish, be able, to do ill? And most of all, when not wishing comes to pass not from not being able, as is the case with many, but from finding not a single cause. Since, if indeed this stood by itself—not being able, I mean—it was no great thing; for much hatred would have been engendered in those who wished, yet were unable, to do wrong; whereas this too is no small mode of blessedness. Let us examine this very thing first, then, if it seems good. Who then, tell me, will ever wish to harm him who has nothing in common with men—not on account of contracts, not of land, not of moneys, not of affairs, not of anything else? Over what country will he quarrel with him? Over what slaves? Over what glory? Fearing what? Stung by whom? For either by envy, or by fear, or by anger we are moved towards harming others. Yet this most royal man is superior to all of them. For who will envy him who
Notes, col. 341

On the reading

Printed ἀμείβεσθσι, for ἀμείβεσθαι.

Printed ειδέναι, for εἰδέναι.

PG 47:342Read from the page
πάντων καταγελῶντι τούτων, περὶ ἃ κόπτονται ἕτεροι καὶ σπουδάζουσι; τίς δὲ ὀργιεῖται μηδὲν ἠδικημένος; τίς δὲ φοβηθήσεται, μηδὲν ὑποπτεύων; Οὐκοῦν, ὅτι μὲν οὐ βουλήσονταί τινες ἀδικεῖν, ἐκ τούτου δῆλον· ὅτι δὲ οὐδ' ἂν ἐθέλωσι δυνήσονται, καὶ τοῦτο ὁμοίως ἐκείνῳ δῆλον. Οὐ γὰρ ἔχει τὰς ἀφορμὰς, οὐδὲ τὰς λαβὰς, ὅθεν ἄν τις αὐτὸν κατάσχοι· ἀλλ' ὥσπερ ἀετὸς ὑψηλὰ πετόμενος παγίδι στρουθῶν οὐκ ἂν ἁλῴη ποτὲ, οὕτω καὶ οὗτος. Πόθεν γὰρ αὐτόν τις βλάψαι δυνήσεται; Χρήματα οὐκ ἔστι παρ' αὐτῷ, ἵνα ἀπειλήσῃ ζημίαν· πατρίδα οὐκ ἔχει, ἵνα τὴν ὑπερορίαν ἐπανατείνηται· δόξης οὐκ ἐφίεται, ἵνα εἰς ἀτιμίαν ἀγάγῃ· ἓν ἔστι τὸ λειπόμενον, θάνατος· ἀλλ' ἐνταῦθα μάλιστα οὐ δυνήσεται αὐτὸν λυπῆσαί ποτε, ἀλλὰ καὶ ὠφελήσει τὰ μέγιστα. Πρὸς γὰρ ἑτέραν αὐτὸν πέμπει ζωὴν, τὴν ποθουμένην αὐτῷ, καὶ δι' ἣν ἅπαντα πράττει καὶ πραγματεύεται· ὥστε τοῦτο ἀπαλλαγὴ πόνων ἐστὶ, καὶ οὐ τιμωρία, ἀλλ' ἱδρώτων λύσις καὶ ἀνάπαυλα. Βούλει καὶ ἕτερον τρόπον τῆς δυνάμεως αὐτοῦ μαθεῖν, πολλῷ τούτου φιλοσοφώτερον; Κἂν γὰρ μυρία τις αὐτὸν ἐργάσηται δεινὰ, κἂν μαστίξῃ, κἂν δήσῃ, τὸ μὲν σῶμα πλήττεται διὰ τὴν φύσιν, ἡ δὲ ψυχὴ ἄπληκτος διὰ τὴν φιλοσοφίαν μένει. Οὐδὲ γὰρ ἁλίσκεται θυμῷ, οὐ χειροῦται μίσει, οὐκ ἀπεχθείᾳ καταγωνίζεται. Καὶ οὔπω τοῦτο μέγα, ἀλλὰ τὸ πολλῷ τούτου θαυμαστότερον· καθάπερ γὰρ εὐεργέτας καὶ προστάτας, οὕτω φιλεῖ τοὺς τὰ τοιαῦτα ἐργασαμένους, οὕτως εὔχεται πάντα αὐτοῖς γενέσθαι τὰ ἀγαθά. Καίτοι τί τοσοῦτον ἔδωκας ἂν αὐτῷ, εἰ μυριάκις αὐτὸν βασιλέα τῆς οἰκουμένης ἐποίησας, καὶ ἐπὶ μυρίοις ἔτεσι τὴν βασιλείαν ἐξέτεινας; πόσης ἁλουργίδος τοῦτο τὸ κτῆμα, πόσης ἀρχῆς, πόσης δόξης οὐ τιμιώτερον; τί οὐκ ἂν προήκατο, ὥστε ψυχὴν τοιαύτην λαβεῖν; Ἐμοὶ δοκεῖ καὶ τοὺς σφόδρα φιλοσωμάτους ἑλεῖν ἂν ταύτης τῆς ζωῆς τὴν ἐπιθυμίαν. Βούλει καὶ ἑτέρωθεν τὴν δύναμιν ἰδεῖν τοῦ ἀνδρὸς θαυμαστοτέραν καὶ ἡδίστην, ἀπὸ μέρους ταπεινοτέρου μὲν, σοὶ δὲ μάλιστα ἡδίστου; Τὰ μὲν γὰρ εἰρημένα δείκνυσιν αὐτὸν ἀχείρωτον ὄντα καὶ ἀνάλωτον· ὅτι δὲ καὶ ἑτέρων προστήσεται, καὶ ἐν ἀσφαλείᾳ καταστήσει πολλῇ, τοῦτο ἴσως ζητεῖς μαθεῖν. Τοῦτο μὲν οὖν πρώτη ἐστὶ προστασία, τὸ καὶ ἑτέρους εἰς τὸν αὐτὸν ζῆλον ἀγαγεῖν, καὶ οὕτω ποιῆσαι ἰσχυρούς· εἰ δὲ μὴ θέλοιεν, ἀλλὰ τὴν ἀνθρωπινωτέραν ταύτην καὶ γήϊνην μετέρχοιντο ζωὴν, καὶ ἐν ταύτῃ πάλιν ὄψει δύναμιν αὐτὴν ἔχοντα τοῦ πλουτοῦντος σοῦ μείζονα τὸν μηδὲν ἔχοντα δι' αὐτὸ τοῦτο μάλιστα τὸ μηδὲν ἔχειν. Τίς γὰρ μετὰ πλείονος ἐξουσίας διαλέξεται βασιλεῖ καὶ ἐπιτιμήσει; σὺ ὁ τοσαῦτα κεκτημένος, καὶ ὑπεύθυνος ὢν διὰ ταῦτα καὶ τοῖς ἐκείνου δούλοις, καὶ ὑπὲρ ἁπάντων τρέμων, καὶ μυρίας αὐτῷ παρέχων λαβὰς, εἰ βούλοιτό σε ἀδικεῖν ὀργισθεὶς, ἢ οὗτος ὁ τῶν ἐκείνου χειρῶν ἀνώτερος ὤν; Βασιλεῦσι μὲν γὰρ οὗτοι μάλιστα διελέχθησαν μετ' ἐξουσίας πολλῆς, ὅσοι πάντων ἐγένοντο τῶν βιωτικῶν ἐκτός. Τίνι δὲ μᾶλλον εἴξει καὶ ἐπακούσεται ὁ ἐν δυνάμει ὢν, καὶ ἐν τοῖς βασιλείοις στρεφόμενος, τῷ πλουτοῦντί σοι, καὶ ὃν ὑποπτεύει ἕνεκα χρημάτων πολλὰ πολλάκις ποιεῖν, ἢ τῷ μίαν ἔχοντι τῶν ἐπιταγμάτων ὑπόθεσιν, τὴν εἰς τοὺς ἄλλους φιλανθρωπίαν; Τίνα τιμήσει καὶ θαυμάσεται, περὶ οὗ μηδὲν ταπεινὸν ὑποπτεῦσαι δύναιτ' ἂν, ἢ τὸν καὶ τῶν οἰκετῶν ταπεινότε-
laughs to scorn all these things over which others wear themselves out and busy themselves? And who will grow angry when wronged in nothing? And who will be afraid when suspecting nothing? Therefore, that none will wish to wrong him is clear from this; and that not even if they wish will they be able, this too is clear in like manner with that. For he has not the occasions, nor the handles, whence someone might hold him down; rather, just as a high-flying eagle could never be caught by a snare for sparrows, so too this man. For whence will someone be able to harm him? Moneys do not exist with him, that one might threaten a fine; a fatherland he does not have, that one might hold banishment over him; glory he does not desire, that one might bring him into dishonour; one thing remains, death; yet here most of all it will never be able to grieve him, nay rather it will even benefit him in the greatest degree. For it sends him away to another life, the one longed for by him, and on account of which he does and busies himself with all things; so that this is a riddance of labours, and not a punishment, but a release and repose from sweats. Do you wish to learn also another mode of his power, far more philosophical than this? For even if someone works ten thousand dreadful things against him, even if he scourges him, even if he binds him, the body indeed is struck on account of nature, whereas the soul remains unstruck on account of philosophy. For neither is it captured by wrath, nor is it mastered by hatred, nor is it overmatched by enmity. And not yet is this great, but what is far more wondrous than this: for just as benefactors and patrons, so does he love those who have wrought such things, so does he pray that all good things may come to pass for them. And yet what so great gift would you have given him if ten thousand times you had made him king of the inhabited world, and had extended his kingship over ten thousand years? Than how great a purple robe is this possession not more precious, than how great a rule, than how great a glory? What would one not have given up so as to receive such a soul? To me it seems that the desire for this life would seize even those who are exceedingly fond of the body. Do you wish from another side as well to see the man's power, more wondrous and most pleasant, from a part humbler indeed, yet to you most pleasant of all? For the things that have been said show him to be unconquerable and uncapturable; whereas that he will also protect others, and establish them in great security, this perhaps you seek to learn. Now this is the first patronage, namely to lead others too into the same zeal, and thus make them strong; but if they should not wish, and should pursue rather this more human and earthly life, in this too again you will see him who has nothing possessing it—a power greater than yours who are wealthy—on account of this very thing most of all, namely his having nothing. For who will discourse with a king and rebuke him with greater authority: you who possess so much, and on account of these things are answerable even to that man's slaves, and tremble over all things, and afford him ten thousand handles if in anger he should wish to wrong you, or this man who is superior to that man's hands? For those most of all have discoursed with kings with great authority who have gotten outside all worldly things. And to whom rather will he who is in power and moves about in the royal palaces yield and hearken: to you the wealthy man, whom too he suspects of often doing many things for the sake of moneys, or to him who has a single ground for his injunctions, namely loving-kindness towards others? Whom will he honour and admire: him concerning whom he could suspect nothing lowly, or him who even than domestics is lowlier