Migne Reading Room

PG 47 · cols. 325–330 · Read from the page

Against the opponents of those who introduce the monastic life, three books

Against the opponents of those who introduce the monastic life, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:325Read from the page
θεσις, κἂν μὴ νῦν πάθωσι κακῶς· οὗτοι δέ, ἂν μὴ μάχης ἀπόσχωνται ταύτης, οὐκέτι σωθῆναι δυνήσονται. Τούτου δὴ χάριν παριδὼν τὸ ἐκείνων, πρὸς τὸ ὑμέτερον ἵσταμαι, καὶ δέομαι καὶ ἀντιβολῶ πεισθῆναί τε ἡμῖν παρακαλοῦσι, καὶ μηκέτι καθ' ἑαυτῶν τὸ ξίφος ὠθεῖν, μηδὲ πρὸς κέντρα λακτίζειν, μηδὲ νομίζοντας ἀνθρώπους ἀνιᾷν, λυπεῖν τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ. Ὅτι μὲν γὰρ ἐπαινέσεσθε ταύτην ἡμῶν τὴν γνώμην, κἂν μὴ νῦν, ἀλλ' αὖθις, οἶδα καὶ πέπεισμαι· βούλομαι δὲ ὑμᾶς τοῦτο ποιῆσαι νῦν, ἵνα μὴ μάτην αὐτὸ μετὰ ταῦτα ποιῆτε. Ἐπεὶ καὶ ὁ πλούσιος ἐκεῖνος, ὅτε μὲν ἦν ἐνταῦθα, τοὺς προφήτας καὶ τὸν νόμον καὶ τὴν ἐκ τούτων παράκλησιν μῦθόν τινα ἡγεῖτο καὶ λῆρον· ἐπειδὴ δὲ ἀπῆλθεν ἐκεῖ, οὕτως ἐθαύμασεν αὐτῶν τὴν παραίνεσιν, ὡς, ἐπειδὴ συνεῖδε μηδὲν αὑτὸν ἀπὸ τῶν ἐπαίνων ὠφεληθῆναι δυνάμενον, παρακαλέσαι τὸν πατριάρχην πέμψαι τινὰ τῶν ἐν ᾅδου τοῖς ὑπὲρ γῆς ἀπαγγέλλοντα, ἐκεῖνο δεδοικώς, μή ποτε καὶ αὐτοὶ τὸ αὐτὸ πάθωσι, καὶ καταγελάσαντες τῶν θείων Γραφῶν, τότε αὐτὰς θαυμάσωσι, ὅταν αὐτοῖς ὄφελος οὐδὲν ἀπὸ τοῦ θαύματος. Καίτοι γε οὐδὲν ἐκεῖνος τοσοῦτον εἰργάσατο οἷον ὑμεῖς. Ἐκεῖνος γὰρ τῶν μὲν ἑαυτοῦ οὐ μετέδωκε τῷ Λαζάρῳ, οὐ μὴν καὶ ἑτέρους βουληθέντας μεταδοῦναι ἐκώλυσεν, ἢ ἀπήλασε καθάπερ ὑμεῖς νῦν. Καὶ οὐ ταύτῃ μόνον αὐτὸν ἀπεκρύψατε τῇ ὠμότητι, ἀλλὰ καὶ ἑτέρῳ. Ὥσπερ γὰρ οὐκ ἔστιν ἴσον αὐτὸν μηδὲν ποιεῖν ἀγαθόν, καὶ ἑτέρους βουλομένους κωλύειν ποιεῖν, οὕτως οὐκ ἔστιν ἴσον τροφῆς τε ἀπορεῖν σωματικῆς, καὶ ἐν πολλῷ τῷ τῆς φιλοσοφίας λιμῷ κείμενον κωλύειν τρέφεσθαι παρ' ἑτέρων. Ὥστε διπλῇ παρηλάσατε τὸν ὠμὸν πλούσιον ἐκεῖνον, τῷ τε ἑτέρους κωλῦσαι σβέσαι τὸν λιμόν, καὶ τῆς ψυχῆς ἀγχομένης τὴν ἀπανθρωπίαν ἐπιδείκνυσθαι ταύτην. Τοῦτο καὶ Ἰουδαῖοι ποτὲ ἐποίησαν, καὶ ἐκώλυον τοὺς ἀποστόλους τοῖς ἀνθρώποις τὰ πρὸς σωτηρίαν λαλεῖν. Πλὴν ἀλλὰ καὶ τούτων χείρονες ὑμεῖς. Οἱ μὲν γὰρ δὴ τὴν τῶν ἐχθρῶν ἀναδεξάμενοι τάξιν, οὕτως ἅπαντα ἔπραττον ἐκεῖνα· ὑμεῖς δὲ τὸ τῶν φίλων ὑποδύντες προσωπεῖον, τὰ τῶν ἐχθρῶν ἐπιδείκνυσθε· ἐμάστιξαν καὶ ὕβρισαν καὶ πονηρᾷ περιέβαλον δόξῃ τοὺς ἁγίους ἀποστόλους τότε ἐκεῖνοι γόητας καὶ πλάνους καλοῦντες αὐτούς. Ἀλλὰ τοιαύτη κατέλαβε αὐτοὺς δίκη, ὡς μηδεμίαν λοιπὸν δυνηθῆναι τοῖς ἐκείνων δεινοῖς παρισωθῆναι συμφοράν. Πρῶτοι γὰρ οὗτοι καὶ μόνοι τῶν ὑφ' ἡλίῳ πάντων ἀνθρώπων τοιαῦτα ἔπαθον, οἷα οὐδεὶς ἕτερος. Καὶ τούτων μάρτυς ἀξιόπιστος ὁ Χριστός, οὕτω λέγων· Ἔσται θλῖψις μεγάλη, οἷα οὐ γέγονεν ἀπ' ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδὲ μὴ γένηται. Πάντα μὲν οὖν αὐτῶν τὰ πάθη διελθεῖν οὐ τοῦ παρόντος καιροῦ, ὀλίγα δὲ ἐκ πολλῶν ἀναγκαῖον εἰπεῖν. Ἐρῶ δὲ οὐκ ἐμὸν λόγον, ἀλλ' ἀνδρὸς Ἰουδαίου τοῦ τὰ ἐκείνων ἱστορηκότος ἀκριβῶς. Τί ποτε οὖν οὗτος φησίν; Ἐπειδὴ τὸν ἐμπρησμὸν διηγήσατο τοῦ ἱεροῦ, καὶ τὰς καινὰς ἐκείνας ἀπήγγειλε συμφοράς.
sion of another approval also, even if they do not suffer ill now; whereas these opponents, unless they abstain from this battle, will no longer be able to be saved. For this very sake, passing over those holy men's interest, I take my stand for yours, and I beg and entreat you both to be persuaded by us as we exhort you, and no longer to thrust the sword against yourselves, nor to kick against the goads, nor, while supposing that you grieve mere men, to grieve the Holy Spirit of God. For that you will praise this judgement of ours—even if not now, yet hereafter—I know and am persuaded; but I wish you to do this now, lest afterwards you do it in vain. For that rich man also, while he was here, regarded the prophets and the law and the exhortation drawn from them as a kind of myth and nonsense; yet once he departed thither, he marvelled so greatly at their admonition that, when he perceived that he himself could in no way be benefited by his praises, he entreated the patriarch to send someone from Hades to bear tidings to those upon earth, fearing this: lest they also suffer the same thing, and, having derided the divine Scriptures, marvel at them only then when no benefit comes to them from their marvelling. And yet that man wrought no such thing as you do. For he did not, indeed, impart of his own substance to Lazarus, yet he did not hinder or drive away others who wished to impart to him, as you do now. And not by this cruelty alone have you eclipsed him, but by another thing also. For just as it is not an equal thing to do no good oneself and to hinder others who wish to do good, so it is not an equal thing to lack bodily food and to hinder one who lies in great famine of philosophy from being nourished by others. Wherefore you have doubly outstripped that cruel rich man, both by hindering others from staying the famine, and by displaying this inhumanity while it is the soul that is being choked. This the Jews also once did, and hindered the apostles from speaking to men the things pertaining unto salvation. Nevertheless, you are worse even than they. For those men, having openly assumed the rank of enemies, wrought all those things thus; whereas you, having slipped on the mask of friends, display the deeds of enemies. Those men at that time scourged and insulted the holy apostles and cast an evil repute around them, calling them sorcerers and deceivers. Yet such vengeance overtook them that henceforth no calamity could be matched with their terrors. For these men first and alone among all men under the sun suffered such things as no other ever suffered. And of these things Christ is a trustworthy witness, speaking thus: There shall be great tribulation, such as has not been from the beginning of the world until now, no, nor ever shall be. Now to recount all their sufferings belongs not to the present occasion, yet it is necessary to state a few things out of many. And I shall speak not my own words, but those of a Jewish man who has recorded their history accurately. What, then, does this man say? After he had related the burning of the temple and reported those unprecedented calamities:
εʹ. Τὰ μὲν περὶ τὸ ἱερόν, φησίν, ἐν τούτοις ἦν· τῶν δ' ὑπὸ τοῦ λιμοῦ φθειρομένων κατὰ τὴν πόλιν ἄπειρον μὲν ἔπιπτε τὸ πλῆθος, ἀδιήγητα δὲ συνέβαινε τὰ πάθη. Καθ' ἑκάστην γὰρ οἰκίαν, εἴ που τροφῆς παραφανείη σκιὰ, πόλεμος ἦν, καὶ διὰ χειρῶν ἐχώρουν οἱ φίλτατοι πρὸς ἀλλήλους, ἐξαρπάζοντες τὰ ταλαίπωρα τῆς ψυχῆς ἐφόδια. Πίστις δ' ἀπορίας οὐδὲ τοῖς θνήσκουσιν ἦν, ἀλλὰ καὶ τοὺς ἐκπνέοντας οἱ
5. Matters around the temple, says he, stood thus; while of those perishing from the famine throughout the city a boundless multitude kept falling, and unspeakable sufferings came to pass. For in every house, if anywhere a shadow of food appeared, there was war, and the dearest kin came to blows one against another, snatching away the wretched provisions of life. Nor was credibility of want accorded even to the dying, but even those drawing their last breath the
PG 47:326Read from the page
λησταὶ διηρεύνων, μή τις ὑπὸ τὸν κόλπον ἔχων τροφήν, σκήπτοιτο τὸν θάνατον ἑαυτῷ. Οἱ δὲ ὑπ' ἐνδείας κεχηνότες ὥσπερ λυσσῶντες κύνες ἐσφάλλοντο καὶ παρεφέροντο, ταῖς τε θύραις ἐνσειόμενοι μεθυόντων τρόπον, ὑπὸ ἀμηχανίας δὲ εἰς τοὺς αὐτοὺς οἴκους εἰσεπήδων δὶς ἢ τρὶς ὥρᾳ μιᾷ. Πάντα δὲ ὑπ' ὀδόντας ἦγεν ἡ ἀνάγκη, καὶ τὰ μηδὲ τοῖς ῥυπαρωτάτοις τῶν ἀλόγων ζώων πρόσφορα συλλέγοντες, ἐσθίειν ὑπέφερον· ζωστήρων γοῦν καὶ ὑποδημάτων τὸ τελευταῖον οὐκ ἀπέσχοντο, καὶ τὰ δέρματα τῶν θυρεῶν ἀποδέροντες ἐμασσῶντο. Τροφὴ δὲ ἦν καὶ χόρτου τισὶ παλαιοῦ σπαράγματα· τὰς γὰρ ἶνας ἔνιοι συλλέγοντες, ἐλάχιστον σταθμὸν ἐπώλουν ἀττικῶν τεσσάρων. Καὶ τί δεῖ τὴν ἐπ' ἀψύχοις ἀναίδειαν τοῦ λιμοῦ λέγειν; Εἶμι γὰρ αὐτοῦ δηλώσων ἔργον, οἷον μήτε παρ' Ἕλλησι, μήτε παρὰ βαρβάροις ἱστόρηται, φρικτὸν μὲν εἰπεῖν, ἄπιστον δ' ἀκοῦσαι. Καὶ ἔγωγε, μὴ δόξαιμι τερατεύεσθαι τοῖς αὖθις ἀνθρώποις, κἂν παρέλιπον τὴν συμφορὰν ἡδέως, εἰ μὴ τῶν κατ' ἐμαυτὸν εἶχον ἀπείρους μάρτυρας· ἄλλως τε καὶ ψυχρὰν ἂν καταθείμην τῇ πατρίδι χάριν καθυφέμενος τῶν λόγων ὧν πέπονθε τὰ ἔργα. Γυνή τις τῶν ὑπὲρ τὸν Ἰορδάνην κατοικούντων, Μαρία τοὔνομα, πατρὸς Ἐλεαζάρου, κώμης Βηθεζὼ, σημαίνει δὲ τοῦτο οἶκος ὑσσώπου, διὰ γένος καὶ πλοῦτον ἐπίσημος, μετὰ τοῦ λοιποῦ πλήθους εἰς τὰ Ἱεροσόλυμα καταφυγοῦσα συνεπολιορκεῖτο. Ταύτης τὴν μὲν ἄλλην κτῆσιν οἱ τύραννοι διήρπασαν, ὅσην ἐκ τῆς Περαίας ἀνασκευασαμένη μετήνεγκεν εἰς τὴν πόλιν· τὰ δὲ λείψανα τῶν κειμηλίων, κἂν εἴ τι τροφῆς ἐπινοηθείη, καθ' ἡμέρας εἰσπηδῶντες ἥρπαζον οἱ δορυφόροι. Δεινὴ δὲ τὸ γύναιον ἀγανάκτησις εἰσήει, καὶ πολλάκις λοιδοροῦσα καὶ καταρωμένη τοὺς ἅρπαγας ἐφ' ἑαυτὴν ἠρέθιζεν. Ὡς δ' οὔτε παροξυνόμενός τις, οὔτ' ἐλεῶν αὐτὴν ἀνῄρει, καὶ τὸ μὲν εὑρεῖν τι σιτίου ἄλλως ἐκοπία, πανταχόθεν δ' ἄπορον ἦν ἤδη καὶ τὸ εὑρεῖν, ὁ λιμὸς δὲ διὰ σπλάγχνων καὶ μυελῶν ἐχώρει, καὶ τοῦ λιμοῦ μᾶλλον ἐξέκαιον οἱ θυμοί, σύμβουλον λαβοῦσα τὴν ὀργὴν μετὰ τῆς ἀνάγκης, ἐπὶ τὴν φύσιν ἐχώρει, καὶ τὸ τέκνον (ἦν δ' αὐτῇ παῖς ὑπομάζιος) ἁρπασαμένη, Βρέφος, εἶπεν, ἄθλιον, ἐν πολέμῳ καὶ λιμῷ καὶ στάσει, τίνι σε τηρήσω; τὰ μὲν παρὰ Ῥωμαίοις δουλεία, κἂν ζήσωμεν ἐπ' αὐτοῖς· φθάνει δὲ καὶ δουλείαν ὁ λιμός, οἱ στασιασταὶ δ' ἀμφοτέρων χαλεπώτεροι· ἴθι, γενοῦ μοι τροφή, καὶ τοῖς στασιασταῖς ἐριννὺς, καὶ τῷ βίῳ μῦθος, ὁ μόνος ἐλλείπων ταῖς Ἰουδαίων συμφοραῖς. Καὶ ταῦθ' ἅμα λέγουσα κτείνει τὸν υἱόν, ἔπειτ' ὀπτήσασα, τὸ μὲν ἥμισυ κατεσθίει, τὸ δὲ λοιπὸν κατακαλύψασα ἐφύλαττεν. Εὐθέως δ' οἱ στασιασταὶ παρῆσαν, καὶ τῆς ἀθεμίτου κνίσσης σπάσαντες, ἠπείλουν, εἰ μὴ δείξειε τὸ παρασκευασθέν, ἀποσφάξειν αὐτὴν εὐθέως. Ἡ δὲ καὶ μοῖραν αὐτοῖς εἰποῦσα καλὴν τετηρηκέναι, τὰ λείψανα τοῦ τέκνου διεκάλυψε. Τοὺς δ' εὐθέως φρίκη τε καὶ φρενῶν ἔκστασις ᾕρει,
brigands searched, lest someone holding food beneath his bosom should be feigning death for himself. And others, gaping from want like rabid dogs, reeled and staggered about, dashing against the doors after the manner of drunken men, and out of helplessness kept leaping into the same houses twice or thrice in a single hour. Necessity brought everything under their teeth, and gathering things not fit even for the filthiest of irrational beasts, they endured to eat them; from girdles, at all events, and sandals they did not abstain at the last, and flaying off the hides of their shields they chewed them. Even shreddings of old hay served as food for some; for certain men gathered the fibres and sold the tiniest weight for four Attic drachmas. Yet why need one speak of the shamelessness of the famine towards inanimate things? For I am going to set forth a deed of its working, such as has been recorded neither among Greeks nor among barbarians—horrible to utter, and incredible to hear. And I for my part, lest I seem to tell monstrous tales to men hereafter, would gladly have passed over the calamity, had I not countless witnesses among my own contemporaries; and besides, I should render cold gratitude to my fatherland were I to bate my words concerning the sufferings it has endured in fact. A certain woman among those dwelling beyond the Jordan, Mary by name, whose father was Eleazar, of the village of Bethezo—which signifies House of Hyssop—distinguished by lineage and wealth, having fled for refuge into Jerusalem with the rest of the multitude, was caught up in the siege. Her other property, as much as she had packed up out of Peraea and brought over into the city, the tyrants plundered; while the remnants of her treasures, and whatever food might be devised, the body-guards kept snatching away, leaping in day by day. Dire indignation entered into the poor woman, and often by reviling and cursing the plunderers she tried to provoke them against herself. Yet when no one slew her either out of exasperation or out of pity, and she grew weary of finding any morsel of food for others—and indeed finding any was now impossible from every quarter—while the famine pierced through her bowels and marrow, and outbursts of rage burned more fiercely than the famine, taking wrath along with necessity as her counsellor, she advanced against nature, and snatching up her child (for she had a boy at the breast), Wretched babe, she said, in war and famine and sedition, for whom shall I preserve you? With the Romans there is slavery, even should we live under them; yet famine forestalls even slavery, and the rebels are harsher than both. Come, become food for me, and an avenging Fury to the rebels, and a byword to human life—the one tale alone still lacking to the calamities of the Jews! And as she spoke these words she slew her son; then, having roasted him, she devoured one half, and covered up and kept the remainder. Straightway the rebels were at hand, and, having drawn in the unhallowed savour, threatened to slaughter her forthwith unless she showed what had been prepared. And she, saying that she had kept a fine portion for them also, uncovered the remnants of her child. Straightway shuddering and stupefaction of mind seized them,
Notes, col. 326

On the reading

Printed λησταὶ, for λῃσταὶ.

PG 47:327Read from the page
καὶ πρὸς τὴν ὄψιν ἐπεπήγεσαν. Ἡ δὲ, Ἐμὸν, ἔφη, τοῦτο τὸ τέκνον γνήσιον, καὶ τὸ ἔργον ἐμόν· φάγετε, καὶ γὰρ ἐγὼ βέβρωκα· μὴ γένησθε μήτε μαλακώτεροι γυναικός, μήτε ξυμπαθέστεροι μητρός. Εἰ δ' ὑμεῖς εὐσεβεῖς, καὶ τὴν ἐμὴν ἀποστρέφεσθε θυσίαν, ἐγὼ μὲν ἥμισυ βέβρωκα, καὶ τὸ λοιπὸν δ' ἐμοὶ μεινάτω. Μετὰ ταῦτα οἱ μὲν τρέμοντες ἐξήεσαν πρὸς ἓν τοῦτο δειλοί, καὶ μόνης ταύτης τῆς τροφῆς τῇ μητρὶ παραχωρήσαντες. Ἀνεπλήσθη δ' εὐθέως ὅλη τοῦ μύσους ἡ πόλις, καὶ πρὸ ὀμμάτων ἕκαστος τὸ πάθος λαμβάνων, ὥσπερ αὐτῷ τολμηθὲν ἔφριττεν· σπουδὴ δὲ τῶν λιμωττόντων ἐπὶ τὸν θάνατον ἦν, καὶ μακαρισμὸς τῶν φθασάντων, πρὶν ἀκοῦσαι καὶ θεάσασθαι τηλικαῦτα κακά. Ταχέως δὲ καὶ Ῥωμαίοις διηγγέλθη τὸ πάθος. Τῶν δὲ οἱ μὲν ἠπίστουν, οἱ δὲ ᾤκτειρον, τοὺς δὲ πολλοὺς εἰς μῖσος τοῦ ἔθνους σφοδρότερον συνέβη προελθεῖν.
and stood frozen at the sight. And she said: This is my own true-born child, and mine is the deed! Eat, for I too have eaten! Be neither softer than a woman nor more compassionate than a mother. Yet if you are pious and turn away from my sacrifice, I indeed have eaten half, and let the remainder also stay for me! After these things those men went out trembling, cowards in the face of this one thing alone, and yielding this food alone to the mother. Straightway the whole city was filled with the abomination, and every man, setting the calamity before his eyes, shuddered just as though it had been dared by himself; and the eagerness of the famished was for death, and those were counted blessed who had died before hearing and beholding evils so great. Speedily the calamity was reported to the Romans also; and of them some disbelieved, others pitied, while it came to pass that the majority advanced to still fiercer hatred of the nation.
ϛʹ. Ταῦτα δὲ ἔπασχον, καὶ πολλῷ τούτων χαλεπώτερα, οὐκ ἐπειδὴ τὸν Χριστὸν ἐσταύρωσαν μόνον, ἀλλ' ἐπειδὴ καὶ μετά ταῦτα τοὺς ἀποστόλους ἐκώλυον τὰ πρὸς σωτηρίαν λαλεῖν τὴν ἡμετέραν. Ὅπερ οὖν καὶ ὁ μακάριος Παῦλος αὐτῶν κατηγορήσας, ταῦτα αὐτοῖς προεφήτευσε τὰ κακά, εἰπών, ὅτι Ἔφθασεν ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Καὶ τί ταῦτα πρὸς ἡμᾶς; φησίν· οὐ γὰρ δὴ τῆς πίστεως ἀπάγομεν, οὐδὲ τοῦ κηρύγματος. Καὶ τί τῆς πίστεως ὄφελος, εἰπέ μοι, βίου μὴ ὄντος καθαροῦ; Ἀλλ' ὑμεῖς μὲν ἴσως ἀγνοεῖτε καὶ ταῦτα, ἅτε καὶ τῶν ἡμετέρων ὄντες ἀνήκοοι πάντων· ἐγὼ δὲ ὑμῖν ἀπαριθμήσομαι τοῦ Χριστοῦ τὰς ἀποφάσεις. Καὶ παρατηρεῖτε ὑμεῖς, εἰ μηδαμοῦ βίος ἐγκαλεῖται τότε, ἀλλ' ὑπὲρ πίστεως μόνης καὶ δογμάτων τὰ τῶν κολάσεων ὥρισται. Ἐπειδὴ γὰρ εἰς τὸ ὄρος ἀνῆλθε, πολὺν ἰδὼν ὄχλον περιῤῥοῦντα αὐτόν, μετὰ τὰς ἄλλας παραινέσεις ἔλεγεν· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου· καὶ, Πολλοι ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; Καὶ τότε ὁμολογήσω αὐτοῖς· Ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οὐκ οἶδα ὑμᾶς. Καὶ τὸν ἀκούοντα μὲν, οὐ ποιοῦντα δὲ τοὺς λόγους αὐτοῦ, ὅμοιον ἔφησεν ἀνδρὶ μωρῷ εἶναι τὴν οἰκίαν ἐπὶ τὴν ψάμμον οἰκοδομοῦντι, καὶ ποταμοῖς καὶ ὑετοῖς καὶ ἀνέμοις εὐχείρωτον αὐτὴν κατασκευάζοντι. Καὶ ἐν ἄλλῳ δὲ τόπῳ δημηγορῶν, Καθάπερ οἱ ἁλιεῖς, φησίν, ὅταν τὴν σαγήνην ἑλκύσωσι, τοὺς φαύλους ἀποκρίνουσι τῶν ἰχθύων, οὕτω κατ' ἐκείνην ἔσται τὴν ἡμέραν, τῶν ἀγγέλων εἰς τὴν κάμινον ἐμβαλλόντων τοὺς ἡμαρτηκότας ἅπαντας. Καὶ περὶ τῶν ἀσελγῶν δὲ καὶ ἀκαθάρτων ἀνθρώπων διαλεγόμενος ἔλεγεν, ὅτι Ἀπελεύσονται, ὅπου ὁ σκώληξ ὁ ἀτελεύτητος, καὶ τὸ πῦρ τὸ ἄσβεστον. Καὶ πάλιν, Βασιλεὺς, φησὶν, ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ, καὶ ἰδὼν ἄνθρωπον ἐνδεδυμένον ἱμάτια ῥυπαρὰ, πρὸς αὐτὸν εἶπεν· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Ὁ δὲ ἐφιμώθη. Τότε λέγει τοῖς διακό-
6. Now they suffered these things, and things far more grievous than these, not only because they crucified Christ, but also because after these things they hindered the apostles from speaking the things pertaining unto our salvation. Bringing this very charge against them, therefore, the blessed Paul also prophesied these evils unto them, saying: Wrath has come upon them to the uttermost. Yet what has this to do with us? says one; for surely we do not lead men away from the faith or from the preaching! And what benefit is there in the faith, tell me, when one's life is not pure? Yet perhaps you are ignorant of these things also, inasmuch as you are unversed in all our doctrines; I, however, will recount for you the pronouncements of Christ. And observe closely whether nowhere is one's manner of life arraigned then, and whether punishments have been appointed on behalf of faith and dogmas alone. For when He went up into the mountain, seeing a great multitude streaming around Him, after His other exhortations He said: Not every one who says unto Me, Lord, Lord, shall enter into the kingdom of heaven, but he who does the will of My Father; and, Many will say unto Me in that day: Did we not prophesy in Thy name, and in Thy name cast out demons, and in Thy name work many mighty works? And then will I profess unto them: Depart from Me, you who work lawlessness; I know you not. And him who hears His words yet does them not, He declared to be like a foolish man building his house upon the sand, and making it an easy prey to rivers and rains and winds. And speaking publicly in another place also, Just as fishermen, says He, when they draw up their drag-net, pick out the worthless fish from the rest, so shall it be in that day, when the angels cast into the furnace all who have sinned. And discoursing concerning licentious and impure men also, He said: They shall go away to the place where is the worm that dies not, and the fire that is not quenched. And again, A king, says He, made a marriage feast for his son, and seeing a man clothed in filthy garments, he said unto him: Friend, how did you come in hither not having a wedding garment? And he was speechless. Then said the king to
Notes, col. 327

On the reading

Printed μετά ταῦτα, for μετὰ ταῦτα.

Printed Πολλοι, for Πολλοὶ.

PG 47:328Read from the page
νοις αὐτοῦ· Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, βάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· τοῖς ἀκολάστοις καὶ ἀσελγέσι ταῦτα ἀπειλῶν. Καὶ παρθένοι δὲ αἱ τοῦ νυμφῶνος ἀποκλεισθεῖσαι, δι' ὠμότητα καὶ ἀπανθρωπίαν τοῦτο ἔπαθον. Καὶ ἕτεροι δὲ πάλιν διὰ τὴν αὐτὴν αἰτίαν πορεύονται εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ οἱ ἁπλῶς καὶ εἰκῆ φθεγγόμενοι καταδικάζονται· Ἐκ γὰρ τῶν λόγων σου, φησὶ, δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. Ἆρά σοι δοκοῦμεν μάτην ὑπὲρ βίου πεφοβῆσθαι, καὶ πολλὴν τοῦ ἠθικωτέρου μέρους τῆς φιλοσοφίας ποιεῖσθαι σπουδήν; Οὐκ ἔγωγε οἶμαι, πλὴν εἰ καὶ τὸν Χριστὸν ταῦτα πάντα εἰκῆ εἰρηκέναι φαίης, καὶ τὰ τούτων πλείονα· οὐδὲ γὰρ ἅπαντα εἴρηται. Εἰ δὲ μὴ ὤκνουν μακρὸν ποιῆσαι τὸν λόγον, καὶ ἀπὸ τῶν προφητῶν καὶ ἀπὸ τοῦ μακαρίου Παύλου καὶ ἐκ τῶν ἄλλων ἀποστόλων ἐδίδαξα ἂν, ὅσην ὑπὲρ τούτου τοῦ μέρους πεποίηται σπουδὴν ὁ Θεός. Πλὴν ἀλλὰ καὶ ταῦτα ἀποχρῆν οἶμαι· μᾶλλον δὲ οὐδὲ ταῦτα μόνον, ἀλλὰ καὶ μικρὸν τῶν εἰρημένων μέρος. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηται, κἂν ἅπαξ εἴπῃ, ὡς πολλάκις εἰρημένον, οὕτω δέχεσθαι χρὴ τὸ λεχθέν.
his servants: Bind his hands and feet, and cast him into the outer darkness; threatening these things against the intemperate and licentious. And the virgins too who were shut out of the bridal chamber suffered this on account of cruelty and inhumanity. And others again for the same cause depart into the eternal fire prepared for the devil and his angels. And those who speak merely at random and in vain are condemned: For by your words, He says, you shall be justified, and by your words you shall be condemned. Do we then seem to you to have feared in vain concerning life, and to make great earnestness about the more ethical part of philosophy? Not so do I think, unless you should say that Christ too spoke all these things in vain, and more than these; for not all things have been spoken. And had I not shrunk from making my discourse long, from the prophets as well and from the blessed Paul and out of the other apostles I would have taught how great earnestness God has shown on behalf of this part. Nevertheless I think even these things suffice; or rather not these things only, but even a small part of the things spoken. For when God declares, even if He speak once, one ought to receive what was said as though spoken many times.
ζʹ. Τί οὖν, οἱ οἴκοι μένοντες, φησὶν, οὐ δυνήσονται ταῦτα κατορθοῦν, ἃ μὴ κατορθούμενα τοσαύτην φέρει τὴν κόλασιν; Ἐβουλόμην καὶ αὐτὸς οὐχ ἧττον ὑμῶν, ἀλλὰ καὶ πολὺ πλέον, καὶ πολλάκις ηὐξάμην τῶν μοναστηρίων ἀναιρεθῆναι τὴν χρείαν, καὶ τοσαύτην ἐν ταῖς πόλεσι γενέσθαι τὴν εὐνομίαν, ὡς μηδένα δεηθῆναί ποτε τῆς εἰς τὴν ἔρημον καταφυγῆς· ἐπειδὴ δὲ τὰ ἄνω κάτω γέγονε, καὶ αἱ μὲν πόλεις, ἔνθα δικαστήρια καὶ νόμοι, πολλῆς γέμουσι παρανομίας καὶ ἀδικίας, ἡ δὲ ἐρημία πολλῷ βρύει τῷ τῆς φιλοσοφίας καρπῷ, οὐχ οἱ τῆς ζάλης ταύτης καὶ τῆς ταραχῆς τοὺς σωθῆναι βουλομένους ἐξάγοντες, καὶ πρὸς τὸν τῆς ἡσυχίας ὁδηγοῦντες λιμένα, δικαίως ἂν ἐγκαλοῖντο παρ' ὑμῶν, ἀλλ' οἱ πόλιν ἑκάστην οὕτως ἄβατον ἐργαζόμενοι καὶ πρὸς φιλοσοφίαν ἀνεπιτήδειον, ὡς ἀναγκάζεσθαι τοὺς σωθῆναι βουλομένους τὰς ἐρημίας μεταδιώκειν. Εἰπὲ γάρ μοι, εἴ τις μεσονύκτιον λαμπάδα λαβὼν οἰκίαν ἐνέπρησε μεγάλην καὶ πολυάνθρωπον, τοῖς ἔνδον καθεύδουσιν ἐπιβουλεύων, τίνα ἂν ἔφαμεν εἶναι κακὸν, τὸν διεγείροντα τοὺς καθεύδοντας, καὶ τῆς οἰκίας ἐξάγοντα ἐκείνης, ἢ τὸν ἀνάψαντα τὸ πῦρ ἐξ ἀρχῆς, καὶ τοσαύτην ἀνάγκην αὐτοῖς τε ἐκείνοις καὶ τῷ τούτους ἐξαγαγόντι περιστήσαντα; Τί δαὶ, εἴ τις τυραννουμένην πόλιν ἰδὼν καὶ νοσοῦσαν καὶ στασιάζουσαν, ἔπεισεν οὓς ἠδύνατο τῶν τὴν πόλιν ταύτην οἰκούντων ἀναδραμεῖν πρὸς τὰς τῶν ὀρῶν κορυφὰς, καὶ πείσας ὁμοῦ, καὶ συνέπραξε πρὸς ταύτην αὐτοῖς τὴν ἀναχώρησιν, τίνος ἂν κατηγόρησας; τοῦ μεταθέντος ἀπὸ ταύτης τῆς ταραχῆς πρὸς τὴν γαλήνην ἐκείνην τοὺς ἐν μέσῳ χειμαζομένους ἀνθρώπους, ἢ τὸν ταῦτα ἐργασάμενον τὰ ναυάγια; Μὴ γάρ τοι νομίσῃς ἄμεινον τυραννουμένης πόλεως τὰ τῶν ἀνθρώπων πράγματα διακεῖσθαι νῦν, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον. Οὐ γὰρ ἄνθρωπος, ἀλλά τις πονηρὸς δαίμων καθάπερ τύραννος ἄγριος τὴν οἰκουμένην ἅπασαν καταλαβὼν, μετὰ πάσης αὐτοῦ τῆς φάλαγγος εἰς τὰς τῶν ἀνθρώπων εἰσεκώμασε ψυχάς· εἶτα ἐκεῖθεν, ὥσπερ ἔκ τινος ἀκροπόλεως, τὰ μιαρὰ καὶ ἐναγῆ καθ' ἑκάστην ἡμέραν ἐπιτάγματα καταπέμπει πᾶσιν, οὐ γάμους διασπῶν, οὐδὲ χρήματα πέμπων καὶ φέρων μόνον, οὐδὲ σφαγὰς ἐργαζόμενος ἀδίκους, ἀλλὰ τὰ πολλῷ τούτων χαλεπώτερα, τὴν
7. What then, says one, shall those who remain at home not be able to accomplish these things, which when not accomplished bring so great a punishment? I myself also wished no less than you, nay even much more, and often prayed that the need for monasteries might be taken away, and that such good order might come about in the cities that no one should ever stand in need of flight into the wilderness; but since things have been turned upside down, and the cities, where law-courts and laws are, teem with much lawlessness and injustice, whereas the wilderness abounds greatly with the fruit of philosophy, those who lead out from this tempest and tumult those wishing to be saved, and guide them towards the haven of quietness, would not justly be accused by you, but rather those who render each city so impassable and unsuited towards philosophy, that those wishing to be saved are compelled to pursue the solitudes. For tell me, if someone at midnight taking a torch set fire to a great and populous house, plotting against those sleeping within, whom would we have called wicked: him who rouses the sleepers and leads them out of that house, or him who kindled the fire from the beginning, and brought about so great a necessity both upon those men themselves and upon him who led them out? What then, if someone seeing a city under tyranny and sickening and in faction, persuaded whom he could of those inhabiting this city to run up to the summits of the mountains, and at once having persuaded them, also helped them accomplish this retreat, whom would you have accused: him who transferred from this tumult towards that calm those men tempest-tossed in the midst, or him who wrought these shipwrecks? For do not suppose that human affairs are now in a better state than a city under tyranny, nay rather in a far worse state. For no human being, but some wicked demon, just like a savage tyrant having seized the whole inhabited world, with all his phalanx has burst in revelry into the souls of men; then from there, as though out of some citadel, day by day he sends down upon all his foul and accursed injunctions, not tearing marriages apart, nor sending and carrying off wealth alone, nor working unjust slaughters, but things far worse than these: the
PG 47:329Read from the page
ἅπαξ ἁρμοσθεῖσαν τῷ Θεῷ ψυχὴν τῆς μὲν πρὸς ἐκεῖνον ὁμιλίας ἀπάγων, ἐκδιδοὺς δὲ τοῖς ἀκαθάρτοις αὐτοῦ δορυφόροις, καὶ συγκατακλίνεσθαι καταναγκάζων αὐτοῖς· οἵπερ ἐπειδὰν ἅπαξ αὐτὴν παραλάβωσιν, οὕτως αὐτῇ συγγίνονται αἰσχρῶς καὶ ὑβριστικῶς, ὡς εἰκὸς δαίμονας πονηροὺς σφοδρῶς καὶ μανικῶς τῆς τε ἀπωλείας καὶ τῆς ἀσχημοσύνης ἐρῶντας τῆς ἡμετέρας. Ἀποδύσαντες γὰρ αὐτὴν πάντων τῶν τῆς ἀρετῆς ἱματίων, καὶ τὰ τῆς κακίας ῥάκια πάθη περιθέντες τὰ ῥυπῶντα καὶ διερῥηγμένα καὶ δυσώδη, καὶ τῆς γυμνότητος αἰσχροτέραν αὐτὴν ἀποφαίνοντα, καὶ πάσης τῆς οἰκείας προσαναπλήσαντες ἀκαθαρσίας, οὐ παύονται ταῖς εἰς αὐτὴν ἐμπομπεύοντες ὕβρεσιν. Οὐδὲ γὰρ ἴσασί τινα κόρον τῆς μιαρᾶς ταύτης καὶ παρανόμου μίξεως· ἀλλ' ὥσπερ οἱ μεθύοντες, ὅταν ἐμφορηθῶσι πολλοῦ τοῦ πόματος, τότε μᾶλλον ἐκκαίονται· οὕτω καὶ οὗτοι τότε μάλιστα μαίνονται, σφοδρήτερόν τε αὐτῇ καὶ ἀγριώτερον ἐναλλόμενοι, ὅταν μάλιστα αὐτῇ παραχρήσωνται κατακεντοῦντες πάντοθεν καὶ δάκνοντες, καὶ τὸν οἰκεῖον εἰς αὐτὴν ἐκχέοντες ἰὸν, καὶ οὐ πρότερον διαλιμπάνοντες, ἕως ἂν εἰς τὴν οἰκείαν μεταστήσωσιν ἕξιν, ἢ τοῦ σώματος ἴδωσιν ἀποδυθεῖσαν αὐτήν. Ποίας οὖν τυραννίδος, ποίας αἰχμαλωσίας, ποίας ἀναστατώσεως, τίνος ἀνδραποδισμοῦ, ποίου πολέμου, τίνος ναυαγίου, ποίου λιμοῦ ταῦτα οὐ χαλεπώτερα; Τίς οὕτως ὠμὸς καὶ ἀνήμερος, τίς οὕτως ἠλίθιος καὶ ἀπάνθρωπος καὶ ἀσυμπαθὴς καὶ ἀνάλγητος, ὡς τὴν τὰ τοιαῦτα ὑβριζομένην καὶ ἐπηρεαζομένην ψυχὴν μὴ θελῆσαι, τό γε εἰς αὐτὸν ἧκον, τῆς ἐναγοῦς ἐκείνης ἀπαλλάξαι μανίας καὶ ὕβρεως, ἀλλὰ τοιαῦτα πάσχουσαν περιορᾷν; Εἰ δὲ τοῦτο ἀπηνοῦς καὶ λιθίνης ψυχῆς, ποῦ θήσομεν, εἰπέ μοι, τούτους, οἳ πρὸς τῷ περιορᾷν καὶ ἕτερον πολλῷ μεῖζον τούτου ἐργάζονται κακὸν, τοὺς προθυμουμένους εἰς μέσους πηδῆσαι τοὺς κινδύνους, καὶ μὴ παραιτουμένους εἰς αὐτὸν τοῦ θηρίου τὸν λαιμὸν καθεῖναι τὰς χεῖρας, ἀλλὰ καὶ δυσωδίας καὶ κινδύνων ἀνεχομένους, ἵνα τὰς ἤδη καταποθείσας ψυχὰς ἐξ αὐτῆς τοῦ δαίμονος τῆς φάρυγγος ἀνασπάσωσιν, οὐ μόνον οὐκ ἐπαινοῦντες, οὐδὲ ἀποδεχόμενοι, ἀλλὰ καὶ ἐλαύνοντες πάντοθεν καὶ πολεμοῦντες;
soul once joined to God—leading her away from communion with Him, and handing her over to his unclean body-guards, and compelling her to lie down together with them; who, once they have taken her over, consort with her so shamefully and insolently, as is likely for wicked demons vehemently and madly lusting after our perdition and unseemliness. For having stripped her of all the garments of virtue, and clothed her with the rags of vice—passions filthy and rent and foul-smelling, and showing her more shameful than nakedness—and having filled her besides with all their own uncleanness, they do not cease triumphing over her with outrages. For neither do they know any surfeit of this foul and unlawful intercourse; but just as drunkards, when they are sated with much drink, are then inflamed the more, so too these rave most of all then, leaping upon her more vehemently and more savagely, when most of all they abuse her, stabbing her through on every side and biting, and pouring forth their own venom into her, and desisting no sooner until they transfer her into their own habit, or behold her stripped of the body. Than what tyranny then, what captivity, what subversion, what enslavement, what war, what shipwreck, what famine are these things not more grievous? Who is so cruel and untamed, who so senseless and inhuman and unsympathetic and unfeeling, as not to wish, so far as in him lies, to deliver from that accursed madness and outrage the soul thus insulted and abused, but to overlook her suffering such things? And if this marks a pitiless and stony soul, where shall we place, tell me, those who besides overlooking work also another evil far greater than this—not only not praising nor welcoming, but even driving out on every side and waging war against those eager to leap into the midst of dangers, and not declining to thrust their hands into the very throat of the beast, nay even enduring stench and dangers so that they may snatch back out of the very gullet of the demon the souls already swallowed down?
ηʹ. Τί οὖν, φησί; πάντες οἱ τὰς πόλεις οἰκοῦντες ἀπολώλασι καὶ χειμάζονται, καὶ δεῖ τὰς πόλεις ἀφέντας, καὶ ἐρημώσαντας πρὸς τὴν ἔρημον μεταστῆναι, καὶ τῶν ὀρῶν τὰς κορυφὰς οἰκίζειν; Καὶ σὺ ταῦτα κελεύεις, καὶ νομοθετεῖς; Ἄπαγε· τοὐναντίον γὰρ, καθάπερ καὶ ἔφθην εἰπὼν, καὶ ἐβουλόμην καὶ εὔχομαι τοσαύτης ἡμᾶς ἀπολαύειν εἰρήνης, καὶ τὴν τυραννίδα τῶν κακῶν τούτων εἰς τοσοῦτον καταλυθῆναι, ὡς μὴ μόνον τοῖς ἐν ταῖς πόλεσιν ἀνάγκην μὴ γίνεσθαι τὰ ὄρη καταλαβεῖν, ἀλλὰ καὶ τοὺς τὰς ἐρημίας οἰκοῦντας καθάπερ τινὰς φυγάδας διὰ μακροῦ τοῦ χρόνου πρὸς τὴν αὐτῶν πόλιν καταγαγεῖν. Ἀλλὰ τί πάθω; δέδοικα μὴ τῇ πατρίδι σπουδάζων αὐτοὺς ἀποδοῦναι, ἀντὶ ταύτης ταῖς τῶν πονηρῶν δαιμόνων χερσὶ παραδῶ, καὶ βουλόμενος ἀπαλλάξαι ἐρημίας καὶ φυγῆς, φιλοσοφίας καὶ ἡσυχίας παρασκευάσω πάσης ἐκπεσεῖν. Εἰ δέ με, τὸ πλῆθος τῶν ἐν τῇ πόλει προφέρων, ταύτῃ δυσωπήσειν οἴει καὶ δεδίξεσθαι, ὡς οὐκ ἀνεξόμενον καταδικάσαι τὴν οἰκουμένην ἅπασαν, τοῦ Χριστοῦ τὴν ἀπόφασιν λαβὼν, μετ' αὐτῆς στήσομαι πρὸς ταύτην σου τὴν ἀντίθεσιν. Οὐδὲ γὰρ ἀνέξῃ πρᾶγμα τοσαύτης γέμον τόλμης, ὡς πρὸς τὴν ψῆφον ἀντιβλέψαι τοῦ τότε μέλλον-
8. What then, says one: have all those inhabiting the cities perished and been tempest-tossed, and must one leave the cities and make them desolate, and remove towards the wilderness, and settle the summits of the mountains? And do you command these things, and enact such laws? Away with the thought! For on the contrary, just as I already said before, I both wished and pray that we may enjoy so great a peace, and that the tyranny of these evils may be so far destroyed that not only might there be no necessity for those in the cities to betake themselves to the mountains, but even that those inhabiting the solitudes might after a long time be brought back like exiles towards their own city. Yet what am I to do? I fear lest, while zealous to restore them to their fatherland, instead of it I hand them over into the hands of wicked demons, and wishing to rid them of wilderness and flight, cause them to fall away from all philosophy and quietness. And if, bringing forward the multitude of those in the city, by this you think to put me to shame and frighten me, as though not enduring to condemn the whole inhabited world, taking the verdict of Christ, with it I shall stand against this objection of yours. For neither will you endure a deed teeming with so great a boldness as to stare back against the vote of Him Who will then be about
Notes, col. 329

On the reading

Printed σφοδρήτερόν, for σφοδρότερόν.

PG 47:330Read from the page
τος κρίνειν ἡμᾶς. Τί οὖν οὗτός φησι; τὸ, Στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Εἰ δὲ οἱ εὑρίσκοντες ὀλίγοι, πολλῷ μᾶλλον οἱ πρὸς τὸ τέλος αὐτῆς φθάσαι δυνάμενοι. Οὐ γὰρ δὴ πάντες ὅσοι τῆς ἀρχῆς ἐπέβησαν, καὶ πρὸς τὸ πέρας αὐτῆς ἴσχυσαν στῆναι ἀλλ' οἱ μὲν ἐν τοῖς προοιμίοις, οἱ δὲ ἐν τῷ μέσῳ, πο⟨λ⟩λοὶ δὲ καὶ πρὸς αὐτῷ τῷ λιμένι κατεποντίσθησαν. Καὶ πάλιν πολλοὺς μὲν εἶναί φησι τοὺς κλητοὺς, ὀλίγους δὲ τοὺς ἐκλεκτούς. Ὅταν οὖν ὁ Χριστὸς τὸ μὲν πλέον εἶναι τῆς ἀπωλείας, ἐν δὲ τοῖς ὀλίγοις περιωρίσθαι τὴν σωτηρίαν ἀποφαίνηται, τί πρὸς ἐμὲ μάχῃ; Ταυτὸν γὰρ ποιεῖς, ὥσπερ ἂν εἰ καὶ περὶ τῶν κατὰ τὸν Νῶε συμβεβηκότων λόγων γινομένων ἡμῖν ἐθαύμαζες, εἰ πάντες μὲν ἀπολώλασι, δύο δὲ καὶ τρεῖς ἄνθρωποι μόνοι τὴν τοσαύτην διέφυγον κόλασιν, ταύτῃ προσδοκῶν ἐμφράξαι ἡμῶν τὸ στόμα, ὡς οὐ τολμώντων καταδικάσαι τὸ πλῆθος. Ἀλλ' οὐ πεισόμεθα τοῦτο, οὐδὲ τῆς ἀληθείας τοὺς πολλοὺς προτιμήσομεν. Οὐδὲ γὰρ τῶν τότε συμβεβηκότων ἐλάττω τὰ νῦν, ἀλλὰ καὶ πολλῷ μιαρώτερα, ὅσῳ καὶ γέεννα τούτοις ἠπείληται, καὶ τὰ τῆς κακίας οὐδὲ οὕτως ἐκκόπτεται. Τίς γὰρ, εἰπέ μοι, μωρὸν οὐ καλεῖ τὸν ἀδελφόν; τοῦτο δὲ ὑπεύθυνον ποιεῖ τῷ τῆς γεέννης πυρί. Τίς οὐκ εἶδεν ἀκολάστοις ὀφθαλμοῖς εἰς γυναῖκα; καὶ τοῦτο δὲ μοιχεία ἀπηρτισμένη· τὸν δὲ μοιχὸν πάλιν εἰς τὴν αὐτὴν ἀνάγκη ἐμπίπτειν γέενναν. Τίς οὐκ ὤμοσε; τοῦτο δὲ ἐκ τοῦ πονηροῦ πάντως· τὸ δὲ ἐκ τοῦ πονηροῦ, καὶ αὐτὸ κολάσεως πάντως. Τίς οὐκ ἐβάσκηνε φίλῳ ποτέ; τοῦτο δὲ καὶ ἐθνικῶν καὶ τελωνῶν χείρους ποιεῖ· τοὺς δὲ ἐκείνων χείρους, ὅτι οὐκ ἔνι κόλασιν διαφυγεῖν, παντί που δῆλόν ἐστι. Τίς ἐκ καρδίας ἅπασαν μῆνιν ἐξήλασε, καὶ τὰ πάντων εἰς αὐτὸν πεπλημμεληκότων εἴασεν ἁμαρτήματα; τὸν δὲ οὐκ ἀφέντα, ὅτι τοῖς βασανιστηρίοις ἀνάγκη παραδοθῆναι, τῶν ἀκηκοότων τοῦ Χριστοῦ οὐδεὶς ἀντερεῖ. Τίς δὲ οὐκ ἐδούλευσε τῷ μαμωνᾷ; τὸν δὲ ἐκείνῳ δουλεύσαντα ἀνάγκη παραιτήσασθαι τοῦ Χριστοῦ τὴν δουλείαν· ἐκείνην δὲ ἀρνησάμενον, καὶ τὴν οἰκείαν ἀνάγκη σωτηρίαν ἀρνήσασθαι. Τίς οὐ κακηγόρησε λάθρα; τούτους δὲ καὶ ἡ Παλαιὰ ἀποκτίννυσθαι κελεύει, καὶ κατασφάττεσθαι. Ἀλλὰ τίς ἡ παραμυθία τῶν οἰκείων κακῶν; Τὸ πάντας ὥσπερ ἔκ τινος συνθήματος πρὸς τὸ τῆς κακίας ὀλισθῆσαι βάραθρον, ὃ καὶ αὐτὸ τῆς κατεχούσης νόσου τεκμήριόν ἐστι μέγιστον, ὅταν τοῦτο παραμυθίαν φέρῃ τῶν κακῶν ἡμῖν, ὃ μείζονος ὀδύνης ὑπόθεσιν εἶναι ἐχρῆν. Οὐ γὰρ δὴ τὸ πολλοὺς ἔχειν κοινωνοὺς τῶν ἁμαρτημάτων ἀπαλλάττει τῶν ἐγκλημάτων ἡμᾶς, καὶ τῶν τιμωριῶν. Εἰ δέ τις ἐπὶ τοῖς εἰρημένοις ἀπέγνω, μικρὸν ἀναμεινάτω, καὶ τότε ἀπογνώσεται πλέον, ὅταν τὰ πολλῷ τούτων εἴπωμεν χαλεπώτερα, οἷον τὰς ἐπιορκίας. Εἰ γὰρ τὸ ὀμόσαι διαβολικὸν, τὸ καὶ τοὺς ὅρκους πατῆσαι ποίαν οἴσει τιμωρίαν ἡμῖν; Εἰ τὸ μωρὸν καλέσαι γέενναν ἐφέλκεται, τὸ καὶ μυρίοις ὀνείδεσιν αἰσχῦναι τὸν ἀδελφὸν, τὸν οὐδὲν ἠδικηκότα πολλάκις, τί οὐκ ἂν ἐργάσηται; Εἰ τὸ μνησικακεῖν μόνον τιμωρίας ἄξιον, τὸ καὶ ἐπεξιέναι πόσην ἔχει τὴν βάσανον; Ἀλλὰ μήπω περὶ τούτων, ἀλλ' ἐν τῷ οἰκείῳ ταῦτα φυλαττέσθω τόπῳ. Ἵνα
to judge us. What then does He say? This: Narrow is the gate, and straitened the way that leads away unto life, and few are those who find it. And if those who find it are few, much fewer still are those able to reach its end. For not all who stepped upon its beginning had strength to stand firm to its close; rather some at the outset, some in the midst, and many even right at the haven itself were sunk in the depths. And again He says that many are the called, but few the chosen. When therefore Christ declares that the greater part belongs to perdition, while salvation has been bounded within the few, why do you fight against me? For you do the very same thing as if, when words were being spoken by us concerning the events in the time of Noah, you marvelled whether all perished while two or three men alone escaped so great a punishment, expecting in this way to stop our mouth, as though we dared not condemn the multitude. Yet we shall not suffer this, nor shall we honour the many above the truth. For neither are present things less than those which happened then, nay rather far fouler, inasmuch as Gehenna too has been threatened against these, and the deeds of wickedness are not even so cut off. For who, tell me, does not call his brother a fool? And this renders one liable to the fire of Gehenna. Who has not looked with unbridled eyes at a woman? And this too is completed adultery; and the adulterer again must of necessity fall into the same Gehenna. Who has not sworn? And this is altogether from the evil one; and what is from the evil one also belongs altogether to punishment. Who has never envied a friend? And this renders men worse even than Gentiles and tax-collectors; and that for those worse than they it is impossible to escape punishment is plain, I suppose, to everyone. Who has driven all wrath out of his heart, and remitted the sins of all who have offended against him? And that he who has not remitted must of necessity be handed over to the tormentors, no one of those who have heard Christ will gainsay. And who has not served mammon? Yet he who has served that must of necessity decline the service of Christ; and he who has denied that must of necessity deny his own salvation as well. Who has not spoken evil in secret? Yet these the Old Covenant too commands to be put to death and slaughtered. Yet what is the consolation for their own evils? That all, as though from some watchword, have slipped towards the pit of wickedness—which very thing is the greatest proof of the prevailing disease, when that brings us consolation in our evils which ought to have been matter for greater grief. For surely having many sharers in their sins does not rid us of the charges and the punishments. And if anyone has despaired at the things spoken, let him wait a little, and then he will despair the more, when we speak of things far more grievous than these, such as perjuries. For if swearing is devilish, trampling upon oaths as well—what punishment will that bring us? If calling one a fool draws down Gehenna, shaming with countless reproaches a brother who often has done no wrong—what will that not work? If bearing a grudge alone is worthy of punishment, proceeding to vengeance as well—how great a torment does it hold? Yet not yet about these things; rather let these be kept in their proper place. In order that