Migne Reading Room

PG 47 · cols. 319–324 · Read from the page

Against the opponents of those who introduce the monastic life, three books

Against the opponents of those who introduce the monastic life, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:319Read from the page
ΠΡΟΣ ΤΟΥΣ ΠΟΛΕΜΟΥΝΤΑΣ ΤΟΙΣ ΕΠΙ ΤΟ ΜΟΝΑΖΕΙΝ ΕΝΑΓΟΥΣΙΝ.
AGAINST THOSE WHO WAGE WAR UPON THOSE WHO INDUCE OTHERS TO EMBRACE THE MONASTIC LIFE.
αʹ. Ὅτε τὸν ἐν Ἱεροσολύμοις νεὼν πολλῶν ἐτῶν χαμαὶ κείμενον ἀπὸ τῆς μακρᾶς ἐπανελθόντες αἰχμαλωσίας ἐγείρειν ἤθελον τῶν Ἑβραίων οἱ παῖδες, τότε δὴ βάρβαροί τινες καὶ ἀνήμεροι ἄνθρωποι, μήτε τὸν Θεὸν αἰδεσθέντες, ᾧ τὸν νεὼν ἤγειραν ἐκεῖνοι, μήτε πρὸς τὴν τῶν ἀνθρώπων κατακλασθέντες συμφοράν, ἀφ' ἧς ὀψέ ποτε καὶ μόλις ἀνήνεγκαν, μήτε τὴν παρὰ Θεοῦ τοῖς τὰ τοιαῦτα τολμῶσιν ἑπομένην φοβηθέντες δίκην, τὸ μὲν πρῶτον δι' ἑαυτῶν ἐπεχείρουν κωλύειν οἰκοδομοῦντας αὐτούς· ὡς δὲ οὐδὲν ἤνυον, γράμματα πέμψαντες ὡς βασιλέα τὸν αὐτῶν, ἐν οἷς ἀποστάτην καὶ νεωτεροποιὸν καὶ φιλοπόλεμον τὴν πόλιν ἐκάλουν ἐκείνην, ἔπεισαν ἐπιτρέψαι κωλῦσαι σφίσι τὴν οἰκοδομήν. Καὶ λαβόντες ταύτην παρ' ἐκείνου τὴν ἐξουσίαν, καὶ μετὰ πολλῶν αὐτοῖς ἐπιθέμενοι τῶν ἱππέων, διέκοψάν τε τὸ ἔργον τέως, καὶ ἐφρόνουν ἐπὶ τῇ νίκῃ μέγα, ἐφ' ἧς κατακόπτεσθαι ἔδει, καὶ πέρας αὐτοῖς ἔχειν ᾤοντο τὴν ἐπιβουλήν. Τόδε ἦν ἄρα προοίμιον καὶ ἀρχὴ τῶν αὐτίκα δὴ μάλα αὐτοὺς καταληψομένων κακῶν. Τό τε γὰρ ἔργον ἠνύετο, καὶ λαμπρὸν ἀπελάμβανε τέλος· ἐκεῖνοί τε ἐμάνθανον, καὶ δι' ἐκείνων ἅπαντες, ὅτι οὐκ ἄρα ἀνθρώποις ἐπολέμουν, οὔτε Μιθριδάτης τότε, οὐδὲ ἄλλος οὐδείς, ὃς ἂν ἀνθρώποις ἕληται πολεμεῖν ἀγαθόν τι προαιρουμένοις ποιεῖν, ἀλλ' αὐτῷ πρὸ ἐκείνων τῷ δι' ἐκείνων τιμωμένῳ Θεῷ. Τὸν δὲ Θεῷ πολεμοῦντα οὐκ ἔνι ποτὲ εἰς χρηστὸν καταστρέψαι τέλος· ἀλλ' ὁ τοιοῦτος ἐν ἀρχῇ μὲν τῆς τόλμης οὐδὲν ἴσως πείσεται δεινόν, ἂν δ' ἄρα μὴ πάθοι, τοῦ Θεοῦ καλοῦντος αὐτὸν εἰς μετάνοιαν, καὶ διδόντος ὥσπερ ἔκ τινος μέθης ἀνενεγκεῖν· ἂν δὲ ἐπιμένῃ τῇ παροινίᾳ, μηδὲν ἀπὸ τῆς τοσαύτης ἀνεξικακίας κερδαίνων, ἑτέρους γοῦν ὀνήσει τὰ μέγιστα, διὰ τῆς εἰς αὐτὸν τιμωρίας παιδεύων μηδέποτε τῆς πρὸς τὸν Θεὸν ἅπτεσθαι μάχης, ὡς οὐκ ἐνὸν τὴν ἀήττητον ἐκείνην χεῖρα διαφυγεῖν. Τοιαῦται γοῦν εὐθέως αὐτοὺς κατελάμβανον συμφοραί, ὡς ἀποκρύψαι τῷ μεγέθει τῆς τραγῳδίας πάσας τὰς ἄλλας συμφοράς. Μετὰ γὰρ τοὺς φόνους καὶ τὰς μυρίας
1. When the children of the Hebrews, having returned from their long captivity, wished to raise up the temple in Jerusalem that had lain upon the ground for many years, at that time certain barbarous and savage men, neither reverencing the God for Whom those men were raising the temple, nor moved to pity at the calamity of the people, from which they had late at last and scarcely recovered, nor fearing the punishment from God that follows upon those who dare such things, at first attempted by themselves to hinder them as they were building; and when they accomplished nothing, having sent letters to their own king, in which they called that city rebellious and seditious and war-loving, they persuaded him to permit them to hinder the building. And having received this authority from him, and having set upon them with many horsemen, they both broke off the work for a time and prided themselves greatly upon their victory, over which they ought to have mourned bitterly, and supposed that their plot had reached its end. Yet this proved in fact a prelude and beginning of the evils that were presently to overtake them. For both the work went forward and received a splendid completion, and those men learned, and through them all men, that they were not fighting against men—neither Mithridates at that time, nor anyone else who may choose to make war upon men purposing to do some good—but, before those men, against God Himself Who was honoured through them. And it is never possible for one who makes war upon God to come to a good end; rather, such a man at the beginning of his audacity will perhaps suffer nothing grievous—if indeed he does not suffer—while God calls him to repentance and grants him to recover as though from some drunkenness; yet if he persists in his drunken outrage, gaining nothing from such great forbearance, he will at all events benefit others most greatly, instructing them through the vengeance inflicted upon him never to engage in battle against God, since it is impossible to escape that invincible hand. Accordingly, such calamities straightway overtook them as to eclipse all other calamities by the magnitude of the tragedy. For after the slaughters and the countless
PG 47:320Read from the page
σφαγὰς ἃς αἱ τῶν τότε κωλυομένων Ἰουδαίων εἰς αὐτοὺς εἰργάσαντο χεῖρες, ἐβρέχετο μὲν τῷ τῶν ἀνῃρημένων αἵματι διὰ πολλοῦ τοῦ βάθους ἡ γῆ, καὶ πολὺς ἀπὸ τούτου τοῦ αἵματος ἐγίνετο πηλός· τῶν δὲ σωμάτων τῶν τε ἱππείων τῶν τε ἀνθρωπίνων ὁμοῦ πεφυρμένων, ἐκ τούτων καὶ τῶν ἐν τούτοις προστριβομένων ὠτειλῶν τοσοῦτον σκωλήκων ἐτίκτετο πλῆθος, ὡς τὴν μὲν γῆν τῷ πλήθει κρύπτεσθαι τῶν νεκρῶν, τούτους δὲ αὐτοὺς πάλιν τῷ τῶν σκωλήκων. Εἶπεν ἄν τις, ἐκεῖνο τὸ πεδίον ἰδών, οὐ σώματα κάτωθεν ὑποκεῖσθαι νεκρῶν, ἀλλὰ πηγὰς εἶναι πολλάς, καὶ πολλαχόθεν ἐκεῖνο φερούσας τῶν ζώων τὸ γένος· οὕτω πάσης ἐπιῤῥοπῆς σφοδρότερον ἀπὸ τῆς σηπεδόνος ἐκείνης ἀνέβλυζεν ἡ τῶν σκωλήκων φορά. Τοῦτο δὲ οὐκ ἐπὶ δέκα καὶ εἴκοσιν ἡμέραις ἐγίνετο μόνον, ἀλλ' ἐπὶ πολλῷ τῷ χρόνῳ. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ διαδεξόμενα αὐτούς, πολλῷ τούτων ἐστὶ χαλεπώτερα. Οὐ γὰρ εἰς χίλια ἔτη, οὐδὲ εἰς μύρια μόνον, οὐδὲ εἰς δὶς τοσαῦτα, καὶ τρίς, ἀλλ' εἰς ἀπείρους αἰῶνας ψυχωθέντα τὰ σώματα, τότε δέχεται τὰς βασάνους καὶ τὰς ἀῤῥήτους ἀλγηδόνας ἐκείνας. Καὶ ταῦτα ἀμφότερα οἶδε μὲν ὁ μακάριος Ἠσαΐας, οἶδε δὲ ὁ τῶν παραδόξων ὄψεων θεωρὸς Ἰεζεκιήλ, οἳ καὶ τῶν ἀνθρώπων τούτων διανειμάμενοι τὴν κόλασιν, ὁ μὲν τὴν ἐνταῦθα, ὁ δὲ τὴν ἐκεῖ διηγήσατο.
slaughters which the hands of the Jews who were then being hindered wrought against them, the earth was drenched to a great depth with the blood of the slain, and much mire came to be from that blood; and as the bodies both of horses and of men were mingled together, from them and from the wounds chafing one against another among them so great a multitude of worms was bred that the earth was hidden by the multitude of the dead, and those very dead in turn by that of the worms. One who saw that plain would have said that it was not bodies of the dead lying beneath, but that there were many springs bearing forth that brood of creatures from many sides, so much more vehemently than any rushing stream did the swarm of worms gush up from that putrefaction. And this occurred not for ten or twenty days only, but over a long time. Such, then, were matters here; yet the things that shall receive them there are far more grievous than these. For not for a thousand years, nor for ten thousand only, nor for twice as many, and thrice, but unto endless ages their bodies, made alive again, then receive those torments and unutterable pains. And both of these things the blessed Isaiah knows, and Ezekiel, the beholder of marvellous visions, knows them also; and having divided between them the punishment of these men, the one related their punishment here, and the other their punishment there.
βʹ. Ἐγὼ δὲ αὐτῶν οὐχ ἁπλῶς ἐμνημόνευσα νῦν, ἀλλ' ἐπειδή τις ἐλθὼν ἡμῖν ἀπήγγειλεν ἀγγελίαν πικράν τινα καὶ χαλεπήν, καὶ πολλὴν εἰς τὸν Θεὸν τὴν ὕβριν ἔχουσαν. Εἶναι γάρ τινας ἀνθρώπους καὶ νῦν τὰ αὐτὰ τοῖς βαρβάροις τολμῶντας ἐκείνοις, μᾶλλον δὲ καὶ παρανομώτερα ἐκείνων πολλῷ· τοὺς γὰρ εἰς τὴν καθ' ἡμᾶς φιλοσοφίαν ἄγοντας πάντοθεν ἐλαύνειν, καὶ μετὰ πολλῆς τῆς ἀπειλῆς ἀπαγορεύειν καθόλου μὴ φθέγγεσθαι, μηδὲ διδάσκειν μηδένα ποτὲ ἀνθρώπων τοιοῦτον μηδέν. Ἐγὼ μὲν οὖν ἀνέκραξά τε εὐθέως ἀκούσας, καὶ τὸν εἰπόντα συνεχῶς ἀνηρώτων, εἰ μὴ παίζοι ταῦτα λέγων. Ὁ δέ, Ἄπαγε, ἔφη· μὴ γὰρ ἄν ποτε παίζοιμι ταῦτα, μηδ' ἂν εἰπεῖν, καὶ πλάσαι τοιαῦτα τῷ λόγῳ, ἃ πολλοῦ ἂν ἐτιμησάμην, καὶ πολλάκις ηὐξάμην μηδὲ νῦν, ὅτε γέγονεν, ἐν ἀκοῇ γοῦν δέξασθαι μόνῃ. Τότε δὴ καὶ πικρότερον ἀνοιμώξας, Ὄντως, ἔφην, τῶν τῷ Μιθριδάτῃ καὶ πᾶσιν ἐκείνοις τολμηθέντων τοσούτῳ ταῦτα ἀνοσιώτερα, ὅσῳ καὶ σεμνότερος πολλῷ καὶ ἁγιώτερος ὁ ναὸς οὗτος ἐκείνου. Ἀλλὰ τίνες, εἰπέ μοι, καὶ πόθεν οἱ ταῦτα τολμήσαντες; καὶ διὰ τί, καὶ ἐκ
2. Now I have not made mention of them now without reason, but because someone came and brought word to us of certain bitter and grievous tidings, containing great insolence towards God: namely, that there are certain men even now who dare the same things as those barbarians, or rather things far more lawless than theirs; for from every side they drive out those who lead men unto our philosophy, and with great threatening forbid them altogether either to utter or to teach anyone of mankind any such thing at all. I, then, both cried aloud straightway upon hearing it, and kept asking him who told it whether he were not jesting in saying these things. And he said: Away with the thought! For never could I jest at these things, nor even utter and fashion in speech such things as I would have paid a great price, and often prayed, not to receive even by hearing alone even now when they have come to pass. Then indeed, groaning still more bitterly, Truly, said I, these things are more unholy than the things dared by Mithridates and all those men, inasmuch as this temple also is far more venerable and holier than that one. Yet who, tell me, and whence are those who have dared these things? And wherefore, and from
PG 47:321Read from the page
ποίας αἰτίας, καὶ πρὸς τί βλέποντες τοὺς λίθους εἰς τὸ ὕψος βάλλουσι, καὶ πρὸς τὸν οὐρανὸν ἀκοντίζουσι τὰ βέλη, καὶ τῷ τῆς εἰρήνης πολεμοῦσι Θεῷ; Σαμέας μὲν γὰρ καὶ οἱ Φαραθαῖοι καὶ οἱ ἄρχοντες Ἀσσυρίων καὶ πάντες ἐκεῖνοι βάρβαροί τε ἦσαν, ὡς καὶ ἀπ' αὐτῶν τῶν ὀνομάτων ἔστιν ἰδεῖν, καὶ τῆς Ἰουδαϊκῆς μακρὰν ἤσκηντο πολιτείας, καὶ οὐκ ἐβούλοντο προσοικοῦντας αὐτοῖς ἀνθρώπους αὐξομένους ὁρᾷν· τὴν γὰρ δύναμιν τὴν ἐκείνων τῇ σφῶν αὐτῶν ἐξουσίᾳ λοιπὸν ἐπισκοτεῖν ᾤοντο· οὗτοι δὲ ποίας αὐτοῖς ἐλευθερίας ἐλαττουμένης, ποίας ἐκκοπτομένης ἀδείας, τίνας τῶν κρατούντων συμπράττοντας ἔχοντες, ταῦτα ἐτόλμησαν; Ἐκεῖνοι μὲν γὰρ εἶχον τοὺς Περσῶν βασιλεῖς ταυτὰ βουλομένους αὐτοῖς· οἱ δὲ ἡμέτεροι τἀναντία τούτων, ὡς ἐμαυτὸν πείθω, καὶ ἐπιθυμοῦσι καὶ εὔχονται. Ὅθεν καὶ πολλῆς ἐμπέπλησμαι τῆς ἀπορίας, ὅτι τῶν βασιλέων ἐν εὐσεβείᾳ ζώντων, τοιαῦτα σὺ λέγεις ἐν μέσαις τολμᾶσθαι ταῖς πόλεσιν. Ὁ δέ φησιν· Ἂν καὶ τὸ τούτου παραδοξότερον μάθῃς, ὅτι καὶ οἱ ταῦτα δρῶντες εὐσεβεῖς τε εἶναι βούλονται, καὶ Χριστιανοὺς καλοῦσιν αὑτούς, πολλοὶ δὲ αὐτῶν καὶ τῶν ἤδη μεμυημένων εἰσί· καί τις αὐτῶν δὴ τούτων πολλοῦ τοῦ διαβόλου πνεύσαντος εἰς αὐτόν, διὰ τῆς μιαρᾶς γλώσσης ἐκείνης ἐτόλμησεν εἰπεῖν, ὅτι καὶ τῆς πίστεως ἀποστήσεται, καὶ θύσεται δαίμοσιν· ἀποπνίγεσθαι γὰρ ὁρῶν ἀνθρώπους ἐλευθέρους καὶ εὐγενεῖς καὶ δυναμένους ἐν τρυφῇ ζῆν, ἐπὶ τὸν σκληρὸν τοῦτον ἀγομένους βίον. Ταῦτα ἀκούσας ἐγὼ ἐπλήγην τε πληγὴν χαλεπωτέραν, καὶ ὅσα ἀπὸ τούτου κακὰ στοχαζόμενος, τήν τε οἰκουμένην ἐθρήνουν ἅπασαν, καὶ πρὸς τὸν Θεὸν ἔλεγον· Ἄρον τὴν ψυχήν μου ἀπ' ἐμοῦ, καὶ ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με, καὶ ἀπάλλαξον τῆς ἐπικήρου ταύτης ζωῆς, καὶ πρὸς τὸν χῶρον μετάστησον ἐκεῖνον, ἔνθα τοιοῦτον οὐδὲν οὔτε ἕτερος ἐρεῖ τις, οὔτε ἀκούσομαι ἐγώ. Οἶδα μὲν γάρ, ὅτι ἀπελθόντα ἐντεῦθεν τὸ σκότος διαδέξεται τὸ ἐξώτερον, ἔνθα πολὺς ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· ἀλλ' ἥδιον ἐμοὶ βρυχόντων ἀκούειν ὀδόντων, ἢ τοιαῦτα ἠχούντων ῥήματα. Ἰδὼν δέ με πενθοῦντα ἐκεῖνος σφοδρῶς, Ἀλλ' οὐ τούτων, φησίν, ὁ καιρὸς νῦν· οὐδὲ γὰρ δὴ τοὺς ἀπολωλότας καὶ ἀπολλυμένους τοῖς δάκρυσι τούτοις ἀνακτήσασθαι δυνήσῃ ποτέ· καὶ γὰρ οἶμαι μὴ στήσεσθαι τὸ δεινόν. Χρὴ δὲ ὁρᾷν ὅπως σβέσωμεν τὴν πυράν, καὶ στήσωμεν τὸν λοιμόν, τό γε ἡμέτερον μέρος· καὶ εἴ γέ μοί τι πείθοιο, τῶν ὀδυρμῶν τούτων ἀφέμενος, ἔργασαι λόγον παραίνεσιν ἔχοντα τοῖς νοσοῦσι καὶ στασιάζουσι, πρός τε τὴν ἑαυτῶν, πρός τε τὴν κοινὴν ἁπάντων σωτηρίαν ἀνθρώπων. Καὶ τὸ βιβλίον ἐγὼ τοῦτο λαβών, ἀντ' ἄλλου τινὸς φαρμάκου ταῖς τῶν καμνόντων ἐνθήσω χερσί· καὶ γάρ εἰσί μοι τῶν τὰ τοιαῦτα νοσούντων φίλοι πολλοί, καὶ ἀνέξονται ἐπελθεῖν καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, καὶ οἶδα ὅτι ταχέως ἀπαλλάξονται τοῦ λοιμοῦ. Σὺ μέν, ἔφην, πρὸς τὸ μέτρον τῆς ἀγάπης καὶ τὰ τῆς δυνάμεως τῆς ἡμετέρας μετρεῖς· ἐμοὶ δὲ οὔτε πάρεστί τις λόγων ἰσχύς, τῇ τε εἶναι δοκούσῃ χρήσασθαι εἰς ὑπόθεσιν τοιαύτην αἰσχύνομαι, ἄλλον μὲν οὐδένα τοσοῦτον, Ἕλληνας δὲ ἅπαντας, τούς τε ὄντας τούς τε ἐπιγινομένους, οὓς ἀεὶ τῶν δογμάτων οὐχ ἧττον ἐπὶ
what cause, and looking unto what end do they hurl stones on high, and cast their darts against heaven, and make war upon the God of peace? For Sameas and the Pharathites and the rulers of the Assyrians and all those men were both barbarians, as one may see even from their very names, and were trained far away from the Jewish polity, and did not wish to see men dwelling beside them growing great; for they supposed that those men's power would henceforth overshadow their own authority. Yet what liberty of theirs was being diminished, what licence was being cut off, what rulers did these men have co-operating with them, that they dared these things? For those men had the kings of the Persians wishing the same things as they; whereas our rulers, as I persuade myself, both desire and pray for the opposite of these things. Wherefore I am filled with great perplexity that, while the emperors live in piety, you say such things are dared in the midst of the cities. And he said: What if you learn something still more paradoxical than this—that those who do these things both wish to be pious and call themselves Christians, and many of them are even among those already initiated; and a certain one of these very men, as the devil breathed vehemently into him, dared through that foul tongue to say that he will apostatize even from the faith and will sacrifice to demons—for he is choked, says he, on seeing free and noble men, who are able to live in luxury, led off to this harsh way of life! Upon hearing these things, I was both struck with a more grievous blow and, conjecturing how many evils would arise from this, I bewailed the whole inhabited world and said unto God: Take my soul away from me, and bring me out of my distresses, and deliver me from this mortal life, and remove me unto that place where neither shall another utter any such thing nor shall I hear it! For I know indeed that when I depart hence the outer darkness will receive me, where there is much weeping and gnashing of teeth; yet it is sweeter to me to hear teeth gnashing than words sounding forth such things. And seeing me mourning vehemently, that man says: Yet now is not the time for these things; for surely by these tears you will never be able to reclaim those who have perished and are perishing, for I suppose the calamity will not halt. Rather, we must see how we may quench the pyre and stay the pestilence, so far at least as lies with us; and if in any way you would be persuaded by me, laying aside these lamentations, compose a discourse containing exhortation for those who are diseased and in tumult, both for their own salvation and for the common salvation of all mankind. And taking this book, instead of any other remedy I will place it in the hands of those who are ailing; for I have many friends among those who suffer from such an illness, and they will endure to go through it both once and twice and many times, and I know that they will speedily be rid of the pestilence. You, said I, measure the powers of our ability also by the measure of your love; whereas I neither possess any force of eloquence, and as for that which I seem to have, I am ashamed to employ it upon such a subject—not so much before anyone else, as before all Greeks, both those now living and those yet to come, whom ever, no less than for their doctrines, on account of
PG 47:322Read from the page
τῇ τοῦ βίου διασύρων ῥᾳθυμίᾳ, νῦν τὰ ἡμέτερα ἀναγκάζομαι διδάξαι κακά. Εἰ γὰρ αἴσθωνταί τινες ἐκείνων ὅτι παρὰ Χριστιανοῖς εἰσί τινες ἄνθρωποι οὕτω πρὸς ἀρετὴν καὶ φιλοσοφίαν ἐκπεπολεμωμένοι, ὡς μὴ μόνον τῶν ὑπὲρ ταύτης ἀφίστασθαι πόνων, ἀλλὰ μηδὲ τοὺς ὑπὲρ τούτων ἀνέχεσθαι λόγους, καὶ οὐδὲ ἐνταῦθα στῆναι τῆς μανίας ἀνέχονται, ἀλλὰ κἂν ἕτερός τις ταῦτα συμβουλεύῃ καὶ διαλέγηται, καὶ τοῦτον πάντοθεν ἐλαύνουσιν· ἂν ταῦτα αἴσθωνται, δέδοικα μή ποτε οὔτε ἀνθρώπους ἡμᾶς εἶναι νομίσωσιν, ἀλλὰ θηρία καὶ τέρατα ἀνθρωπόμορφα, καὶ δαίμονάς τινας ἀλάστορας, καὶ τῆς κοινῆς φύσεως ἐχθρούς, καὶ ταύτην οὐ περὶ τῶν ὑπευθύνων μόνον, ἀλλὰ καὶ περὶ παντὸς ἡμῶν τοῦ ἔθνους τὴν ψῆφον ἐνέγκωσι. Καὶ γελάσας ἐκεῖνος, Παίζεις, ἔφη, ταῦτα λέγων· ἐγὼ γὰρ νῦν τούτου σοι εὐκαιρότερον ἐρῶ, εἴ γε δέδοικας μὴ παρὰ τῶν σῶν λόγων μάθωσιν ἃ διὰ τῶν ἔργων ἔμαθον ἅπαντες πάλαι. Ὥσπερ γάρ τινος πονηροῦ πνεύματος τὰς ἁπάντων πεπληρωκότος ψυχάς, οὕτω τὰ πάντων στόματα τούτων γέμει τῶν λόγων· κἂν εἰς ἀγορὰν ἐμβάλῃς, ὄψει, καὶ ἐν τοῖς ἰατρείοις, κἂν ἐν παντὶ μέρει τῆς πόλεως, ἔνθα συνεδρεύειν εἰώθασιν οἱ πράττειν οὐδὲν ἐθέλοντες, πολὺν γέλωτα παρὰ πάντων κινούμενον. Ἡ δὲ τοῦ γέλωτος τούτου καὶ τῆς κωμῳδίας ὑπόθεσις, τῶν εἰς τοὺς ἁγίους ἄνδρας εἰργασμένων ἐστὶ τὰ διηγήματα. Καθάπερ γάρ τινες πολεμισταὶ πολλὰς ἠνυκότες μάχας, καὶ τρόπαια στήσαντες, τὰς ἑαυτῶν ἀριστείας διηγούμενοι χαίρουσιν, οὕτω δὴ καὶ οὗτοι γάννυνται ἐπὶ τοῖς τολμήμασι τοῖς ἑαυτῶν· καὶ ἀκούσῃ τοῦ μὲν λέγοντος ὅτι, Ἐγὼ πρῶτος καὶ χεῖρας ἐπέβαλον ἐπὶ τὸν δεῖνα τὸν μοναχόν, καὶ πληγὰς ἐνέτεινα· ἑτέρου δὲ ὅτι, Τὸ καταγώγιον πρὸ τῶν ἄλλων εὗρον αὐτός· Ἀλλὰ τὸν δικαστὴν ἐγὼ μᾶλλον τῶν ἄλλων παρώξυνα, φησὶν ἕτερος· ἄλλος τὸ δεσμωτήριον καὶ τὰ ἐν τῷ δεσμωτηρίῳ δεινά, καὶ τὸ διὰ τῆς ἀγορᾶς ἑλκύσαι τοὺς ἁγίους ἐκείνους ἐν ἐγκωμίου τίθεται μέρει· καὶ ἄλλος ἄλλο. Εἶτα πάντες ἀνακαγχάζουσιν ἐπὶ τούτοις. Καὶ ταῦτα μὲν ἐν τοῖς τῶν Χριστιανῶν συνεδρίοις· οἱ δὲ Ἕλληνες καὶ τούτους γελῶσι, καὶ τοὺς ὑπ' αὐτῶν γελωμένους· τοὺς μέν, ἐφ' οἷς ἔδρασαν, τοὺς δὲ ἐφ' οἷς ἔπαθον· καὶ πολέμου τινὸς ἐμφυλίου τὰ πάντα ἐμπέπλησται, μᾶλλον δὲ ταῦτα ἐκείνου πολλῷ χαλεπώτερα. Ἐκεῖνον μὲν γὰρ οἱ πολεμήσαντες τὸν πόλεμον, ὅταν ποτὲ ὕστερον ἀναμνησθῶσιν αὐτοῦ, τοῖς τε κεκινηκόσιν αὐτὸν ἐπαρῶνται πολλά, καὶ δαίμονί τινι πονηρῷ τὰ ἐν αὐτῷ γενόμενα ἅπαντα ἀνατιθέασι· κἀκεῖνοι μὲν πλέον τι τῶν ἄλλων αισχύνονται, ὅσῳπερ ἂν ἐν αὐτῷ πλέον τι τῶν ἄλλων ἐργάσωνται· οὗτοι δὲ καὶ ἐγκαλλωπίζονται τοῖς τολμήμασι. Καὶ οὐ τοῦτο μόνον, ὅτι ἐναγέστερος οὗτος ἐκείνου ὁ πόλεμος, οὐδὲ ὅτι πρὸς ἁγίους καὶ οὐδὲν ἠδικηκότας γίνεται μόνον, ἀλλ' ὅτι καὶ πρὸς ἀνθρώπους ποιεῖν μὲν οὐδένα εἰδότας κακῶς, πάσχειν δὲ παρεσκευασμένους μόνον.
the laxity of their life I have ridiculed, I am now compelled to teach our own evils. For if some of them perceive that among Christians there are certain men so hostile to virtue and philosophy as not only to stand aloof from the labours on its behalf, but not even to endure words spoken concerning these things, and they do not even bear to stop at this point of madness, but even if another gives counsel and discourses on these matters, they drive him out also from every side—if they perceive these things, I fear lest they suppose us not even to be human beings, but wild beasts and monsters in human shape, and certain avenging demons, and enemies of our common nature, and pass this verdict not upon the guilty alone, but also upon our entire race. And laughing, that man said: You jest in saying these things; for I shall now tell you something more seasonable than this, if indeed you fear lest from your words they learn what all men learned long ago through deeds. For just as though some evil spirit had filled the souls of all, so the mouths of all teem with these words; and whether you enter the market-place, or in the physicians' shops, or in any part of the city where those who wish to do nothing are accustomed to sit together, you will see great laughter stirred up on the part of all. And the theme of this laughter and comedy is the tales of the things wrought against the holy men. For just as warriors who have accomplished many battles and set up trophies rejoice in relating their own feats of prowess, so indeed do these men also exult over their own daring deeds; and you will hear one saying: I was the first to lay hands upon such-and-such a monk and deal him blows; and another: I myself found his lodging before the others; Nay, I exasperated the judge more than the others, says another; while another reckons the prison and the terrors in the prison, and dragging those holy men through the market-place, as matter for encomium; and one boasts of one thing, another of another. Then all burst out into loud laughter at these things. Such are matters in the gatherings of Christians; while the Greeks laugh both at these men and at those laughed at by them—at the former for what they did, and at the latter for what they suffered; and everything has been filled with a kind of civil war, or rather these things are far more grievous than that war. For those who have waged that war, whenever afterwards they call it to mind, both heap many curses upon those who stirred it up and ascribe all that came to pass in it to some evil demon; and those men are all the more ashamed beyond the others, the more they have wrought in it beyond the others; whereas these men even plume themselves upon their daring deeds. And not this alone—that this war is more accursed than that one, nor alone that it is waged against holy men who have done no wrong at all—but also that it is waged against men who know how to do evil to no one, and are prepared only to suffer.
γʹ. Ἐπίσχες, ἔφην, ἐπίσχες· καὶ γὰρ καὶ τούτων ἡμῖν ἅλις τῶν διηγημάτων, εἴ γε μὴ παντελῶς με ἐκπνεῦσαι δέοι· ἀλλὰ μικρὰν γοῦν τινα ἔχοντα ἰσχύν, ἀπελθεῖν ποίησον. Σὺ μὲν γὰρ πάντως ὅπερ ἐπέταξας γενήσεται· μόνον μηδὲν ἕτερον ἡμῖν προσθῇς διήγημα, ἀλλ' ἀπελθὼν εὔχου σκεδασθῆναί μοι τῆς ἀθυμίας τὸ νέφος, καὶ
3. Hold, said I, hold! For we have had enough even of these tales, if indeed I must not breathe my last altogether; rather, let me depart still having at least some slight strength. For as for you, what you have enjoined shall by all means come to pass; only add no other tale to us, but depart and pray that the cloud of despondency may be dispelled from me, and
Notes, col. 322

On the reading

Printed αισχύνονται, for αἰσχύνονται.

PG 47:323Read from the page
λαβεῖν τινα παρὰ τοῦ πολεμουμένου Θεοῦ ῥοπὴν εἰς τὴν ἰατρείαν τῶν πολεμούντων αὐτόν· δώσει δὲ πάντως φιλάνθρωπός τε ὤν, καὶ τὸν θάνατον μὴ βουλόμενος τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῆν. Οὕτως ἀποπέμψας ἐκεῖνον, τῶν λόγων ἡπτόμην τούτων. Καὶ γὰρ εἰ μὲν τοῦτο μόνον ἦν τὸ δεινόν, τὸ τοὺς ἁγίους τοῦ Θεοῦ καὶ θαυμαστοὺς ἄνδρας ἐκείνους ἕλκεσθαι καὶ σπαράσσεσθαι συρομένους εἰς δικαστήρια, καὶ τυπτομένους, καὶ τὰ ἄλλα πάσχοντας, ἅπερ διηγησάμην ἄρτι, μηδεμία δὲ ἀπὸ τούτων εἰς τὴν τῶν ταῦτα τολμώντων κεφαλὴν ἐτρέπετο βλάβη, τοσοῦτον ἀπέσχον ἀλγῆσαι τοῖς γινομένοις, ὅτι κἂν ἐγέλασα σφόδρα ἡδύ, καὶ δαφιλὲς ἐπ' αὐτοῖς· ἐπεὶ καὶ τὰ παιδία τὰ μικρά, ὅταν μὲν ἀκινδύνως πλήττῃ τὰς μητέρας, πολὺν κινεῖ τὸν γέλωτα ταῖς πληττομέναις αὐταῖς, καὶ ὅσῳπερ ἂν ἐκ πλείονος τοῦτο ἐργάζηται τοῦ θυμοῦ, τοσοῦτον μᾶλλον αὐταῖς ἐπιτείνει τὴν ἡδονήν, ὡς καὶ διαχεῖσθαι καὶ ἀνακλᾶσθαι τῷ γέλωτι· εἰ δὲ τῷ συνεχῶς καὶ ῥαγδαίως τοῦτο ποιεῖν τρωθείη ποτέ, ἢ βελόνης τῷ χιτωνίσκῳ τῆς μητρὸς περὶ τὴν ζώνην ἐμπεπερονημένης, ἢ τῆς κερκίδος πρὸ τῶν στέρνων τῶν μητρικῶν τὴν χεῖρα τοῦ παιδὸς δεξαμένης, τότε δή, τότε, τὸν γέλωτα ἀφεῖσα ἡ μήτηρ, μείζονι τοῦ πληγέντος περιωδυνίᾳ κατέχεται· καὶ τέως μὲν θεραπεύει τὸ τραῦμα, τοῦ λοιποῦ δὲ μετὰ σφοδρᾶς ἀπαγορεύει τῆς ἀπειλῆς τὰ τοιαῦτα μὴ ποιεῖν, ὡς μηκέτι παθεῖν τὰ αὐτά. Καὶ ἡμεῖς τοίνυν τὰ αὐτὰ ἂν ἐδράσαμεν, εἰ τὸν παιδικὸν τοῦτον ἑωρῶμεν θυμόν, καὶ τὴν τῶν νηπίων πληγήν, μὴ μέγαν αὐτοῖς τὸν ὄλεθρον φέρουσαν· ἐπειδὴ δὲ μικρὸν ὕστερον, κἂν μὴ νῦν αἴσθωνται τῷ θυμῷ κατεχόμενοι, κλαύσουσι καὶ οἰμώξουσι καὶ ὀδυροῦνται, οὐ τοιοῦτον ὀδυρμόν, οἷον τὰ παιδία τὰ μικρά, ἀλλὰ τὸν ἐν τῷ σκότει τῷ ἐξωτέρῳ, τὸν ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ· τὸ αὐτὸ πάλιν ταῖς μητράσι ποιήσωμεν, τοσοῦτον αὐτῶν διαλλάττοντες, ὅσον οὐ μετ' ἀπειλῆς καὶ ὕβρεως καθάπερ ἐκεῖναι, ἀλλὰ μετὰ κολακείας καὶ προσηνείας πολλῆς πρὸς τὰ παιδία ταῦτα διαλεξόμεθα· ἐπεὶ ὅτι γε τοῖς ἁγίοις οὐδεμία ἀπὸ τούτων ἡ βλάβη, ἀλλὰ καὶ μείζων ὁ μισθὸς καὶ πλείων ἡ παῤῥησία. Ἂν μὲν τὰ μέλλοντα εἴπωμεν ἀγαθά, τάχα καὶ γελάσεσθε μέγα, ἅτε τοιοῦτον ἀεὶ γέλωτα μελετῶντες γελᾷν· τοῖς δὲ παροῦσι, κἂν μυριάκις ἦτε φιλογέλωτες, οὐκ ἀπιστήσετε· οὐδὲ γάρ, ἂν ἐθέλητε, δυνήσεσθε, τῶν πραγμάτων ὑμῖν οὕτως ἀντιφθεγγομένων αὐτῶν.
receive some impulse of aid from the God Who is warred against for the healing of those who make war upon Him; and He will by all means grant it, being both loving towards mankind and not willing the death of the sinner, so much as that he should turn back and live. Having thus sent that man away, I set my hand to these discourses. For if this alone were the calamity—that those holy and admirable men of God should be dragged and torn as they are haled into law-courts, and beaten, and suffering the other things that I related just now, and no harm from these things turned back upon the head of those who dare such things—so far would I have been from grieving at what is taking place that I would even have laughed most sweetly and heartily over them. For little children also, whenever they strike their mothers without danger, stir up great laughter in the very mothers who are struck, and the greater the anger out of which the child does this, the more it heightens their delight, so that they melt and double over with laughter; yet if through doing this continually and violently the child is ever wounded—either when a needle fastened in the mother's tunic around her girdle, or a pin in front of the mother's breast receives the child's hand—then indeed, then, laying aside her laughter, the mother is gripped by greater anguish than the one who was struck; and for the moment she tends the wound, while for the future she forbids him with vehement threatening to do such things, lest he suffer the same again. We too, therefore, would have done the same, had we seen this childish wrath and the blow of infants bringing no great ruin upon them; yet since a little later, even if they do not perceive it now while held fast by wrath, they shall weep and wail and lament—not such lamentation as little children make, but that in the outer darkness, that in the unquenchable fire—let us in turn do the same as mothers, differing from them only insofar as we shall converse with these children not with threatening and insult as those mothers do, but with much coaxing and gentleness; since to the holy men, at all events, there comes no harm from these things, but rather both a greater reward and fuller boldness of speech. If we speak of the good things to come, perhaps you will even laugh aloud, inasmuch as you ever practise laughing such laughter; yet the present things, even should you be ten thousand times fond of laughter, you will not disbelieve—for not even if you wish shall you be able, when the facts themselves thus cry out against you.
Τὸν Νέρωνα πάντως ἀκούετε (καὶ γὰρ ἐπίσημος ὁ ἀνὴρ ἀπὸ τῆς ἀσελγείας ἐγένετο, πρῶτος καὶ μόνος εὑρὼν ἐν ἀρχῇ τοιαύτῃ καινούς τινας ἀκολασίας καὶ ἀσχημοσύνης τρόπους·) οὗτος ὁ Νέρων τὸν μακάριον Παῦλον (καὶ γὰρ ἔτυχε κατὰ τοὺς αὐτοὺς ἐκείνῳ γενόμενος χρόνους) τοιαῦτα ἐγκαλῶν, οἷάπερ ὑμεῖς τοῖς ἁγίοις τούτοις ἀνδράσι (παλλακίδα γὰρ αὐτοῦ σφόδρα ἐπέραστον πείσας τὸν περὶ τῆς πίστεως δέξασθαι λόγον, ἔπειθεν ὁμοῦ καὶ τῆς ἀκαθάρτου συνουσίας ἀπαλλαγῆναι ἐκείνης)· τοιαῦτα γοῦν ἐγκαλῶν ἐκεῖνος, καὶ λυμεῶνα καὶ πλάνον καὶ τὰ αὐτά, ἅπερ ὑμεῖς φθέγγεσθε, τὸν Παῦλον ἀποκαλῶν, τὸ μὲν πρῶτον ἔδησεν, ὡς δὲ οὐκ ἔπειθε τῆς πρὸς τὴν κόρην ἀποσχέσθαι συμβουλῆς, τέλος ἀπέκτεινε. Τί οὖν ἀπὸ τούτου γέγονε βλάβος τῷ παθόντι κακῶς; τί δὲ ὄφελος τῷ δράσαντι κακῶς; τί μὲν οὐκ ὄφελος τῷ τότε ἀναιρε-
You have by all means heard of Nero (for the man became notorious from his licentiousness, having been the first and only one in such great sovereignty to devise certain novel modes of intemperance and indecency); this Nero, bringing against the blessed Paul (for he chanced to live in the same times as he) such charges as you yourselves bring against these holy men (for having persuaded a deeply loved concubine of his to receive the word concerning the faith, he persuaded her at the same time to break free from that impure intercourse)—bringing, at all events, such charges, and calling Paul a corrupter and deceiver and the very names that you utter, at first bound him, and when he could not persuade him to desist from his counsel to the maiden, finally slew him. What harm, therefore, came from this to him who suffered ill? And what benefit to him who wrought ill? Nay, what benefit did not come to him who was then slaugh-
PG 47:324Read from the page
θέντι Παύλῳ; τί δὲ οὐ βλάβος τῷ ἀνελόντι Νέρωνι; οὐχ ὁ μὲν ὥσπερ ἄγγελος πανταχοῦ τῆς οἰκουμένης ᾄδεται (τὰ γὰρ παρόντα τέως ἐρῶ)· ὁ δέ, ὥσπερ ὄντως λυμεὼν καὶ δαίμων ἄγριος πρὸς πάντας διαβέβληται;
tered, Paul? And what harm did not come to Nero who slew him? Is not the one sung everywhere in the inhabited world like an angel (for I shall speak for the present of present things), whereas the other has been traduced before all men like a veritable corrupter and savage demon?
δʹ. Τὰ δὲ ἐκεῖ, κἂν ὑμεῖς ἀπιστήσητε, διὰ τοὺς πιστεύοντας ἀναγκαῖον εἰπεῖν· καίτοι ὑμᾶς ἀπὸ τῶν παρόντων κἀκείνοις πιστεύειν ἐχρῆν· πλὴν ἀλλ' ὅπως ἂν πρὸς αὐτὰ διάκεισθε, εἰρήσεται παρ' ἡμῶν, καὶ οὐ κεκρύψεται. Τίνα οὖν ἔσται τὰ ἐκεῖ; Ὁ μὲν ἄθλιος καὶ ταλαίπωρος ἐκεῖνος, αὐχμῶν καὶ κατηφής, αἰσχύνης γέμων καὶ ζόφου, καὶ κάτω νεύων, ἀπαχθήσεται ἔνθα ὁ σκώληξ ὁ ἀτελεύτητος καὶ τὸ πῦρ τὸ ἄσβεστον· ὁ δὲ μακάριος Παῦλος μετὰ πολλῆς στήσεται τῆς παῤῥησίας παρ' αὐτὸν τοῦ βασιλέως τὸν θρόνον λαμπρῶς ἀποστίλβων, καὶ δόξαν ἠμφιεσμένος τοσαύτην, ὡς μηδὲν τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων ἀποδεῖν, καὶ τοσοῦτον λήψεται τὸν μισθόν, ὅσον εἰκὸς ἄνθρωπον σῶμα καὶ τὴν ψυχὴν τῶν τῷ Θεῷ δοκούντων ἕνεκεν ἐπιδόντα. Καὶ γὰρ οὕτως ἔχει· Κεῖται μὲν πολλὴ τοῖς τὰ ἀγαθὰ ἐργαζομένοις ἀντίδοσις, μείζων δὲ αὕτη καὶ πλείων γίνεται, ὅταν καὶ διὰ κινδύνων ἴωσι καὶ ἀτιμίας πολλῆς οἱ ταῦτα ἐργαζόμενοι τὰ ἀγαθά· κἂν τὸ κατόρθωμα ἴσον ᾖ τῷ τε ἀπονητί, καὶ τῷ μετὰ πόνων αὐτὸ κατωρθωκότι, τὰ τῆς τιμῆς οὐκ ἔσται ἴσα καὶ τὰ τῶν στεφάνων. Ἐπεὶ καὶ ἐν τοῖς πολέμοις στεφανοῦται μὲν ὁ τρόπαιον στήσας, πολλῷ δὲ ἔτι μειζόνως ὁ καὶ τὰ τραύματα ἐπιδεῖξαι ἔχων, δι' ὧν τὸ τρόπαιον ἔστησε. Καὶ τί λέγω περὶ τῶν ζώντων, ὅπου γε καὶ οἱ τοῦτο μόνον ἐπιδειξάμενοι τὸ καλῶς ἀποθανεῖν ἐν πολέμῳ, μηδὲν δὲ πλεῖον τοὺς αὑτῶν ὠφελήσαντες, καθάπερ σωτῆρες καὶ προστάται πανταχοῦ τῆς Ἑλλάδος ᾄδονται; εἰ καὶ ταῦτα ὑμεῖς ἀγνοεῖτε, τῷ γέλωτι καὶ τῇ τρυφῇ διαπαντὸς προσανέχοντες; Εἰ δὲ Ἕλληνες ἄνθρωποι, καὶ μηδὲν ὅλως ὑγιὲς ἐννοοῦντες, τοῦτο ἠδυνήθησαν συνιδεῖν, καὶ πολλῇ τετιμήκασι τῇ τιμῇ τοὺς ἀποθανόντας μόνον ὑπὲρ αὐτῶν, μηδὲν δὲ ἐργασαμένους πλέον, πόσῳ μᾶλλον ὁ Χριστὸς τοῦτο ἐργάσεται, ὁ πανταχοῦ τοὺς δι' αὐτὸν κινδυνεύοντας ἐκ πολλοῦ τοῦ περιόντος ταῖς τῶν δωρεῶν νικῶν ἀντιδόσεσι; Οὐ γὰρ διωγμῶν μόνον, οὐδὲ πληγῶν, οὐδὲ δεσμωτηρίων καὶ φόνων καὶ σφαγῆς, ἀλλὰ καὶ ὕβρεως μόνης καὶ ῥημάτων ὀνειδιστικῶν πολὺν ἔθηκε τὸν μισθόν. Μακάριοι γάρ, φησίν, ἐστέ, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκεν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου· χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· Ιδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ. Εἰ τοίνυν τὸ κακῶς παθεῖν καὶ τὸ κακῶς ἀκοῦσαι ἐπιτείνει τὸν μισθὸν καὶ τοῖς πάσχουσι καὶ τοῖς ἀκούουσι κακῶς, ὁ κωλύων αὐτοὺς παθεῖν καὶ ἀκοῦσαι κακῶς, οὐχὶ τούτους, ἀλλὰ τοὺς λέγοντας καὶ τοὺς ποιοῦντας ὠφέλησε. Τούτους γὰρ ἔβλαψε, τοῦ μισθοῦ τὸ πλέον ἐκκόπτων αὐτοῖς, καὶ τῆς χαρᾶς καὶ τῶν πολλῶν σκιρτημάτων ἀναιρῶν τὴν ὑπόθεσιν. Ὥστε τούτων μὲν ἕνεκεν καὶ σιγῆσαι ἐχρῆν, καὶ ἀφεῖναι γενέσθαι ταῦτα τὰ πολὺν αὐτοῖς τὸν πλοῦτον ποιοῦντα τῶν ἀγαθῶν, καὶ μείζω τὴν παῤῥησίαν κατασκευάζοντα· ἐπειδὴ δὲ ἀλλήλων ἐσμὲν μέλη, κἂν αὐτοὶ πάλιν ἀρνῶνται τὴν χάριν, οὐ χρὴ τοὺς οὕτω διακειμένους, ἑνὸς μὲν προνοεῖν μέρους, ἑτέρου δὲ περιορᾷν. Ἐκείνοις μὲν γὰρ ἔσται καὶ ἑτέρας εὐδοκιμήσεως ὑπό-
4. And as for the things there, even should you disbelieve them, on account of those who believe it is necessary to state them; although from present things you ought to have believed those things also; nevertheless, however you may be disposed towards them, they shall be spoken by us and shall not be concealed. What, then, shall the things there be? That wretched and miserable man, squalid and downcast, teeming with shame and gloom, and bowing his head downwards, shall be led away to the place where is the worm that dies not and the fire that is not quenched; whereas the blessed Paul shall stand with great boldness of speech hard by the very throne of the King, gleaming splendidly, and clothed in glory so great as to fall short in no way of the angels and the archangels, and shall receive so great a reward as it is fitting for a man to receive who has given up body and soul for the sake of the things well-pleasing unto God. For so the matter stands: an ample recompense is laid up for those who work good things, yet this becomes greater and more abundant when those who work these good things pass through dangers also and much dishonour; even if the righteous deed be equal both for him who has accomplished it without toil and for him who has accomplished it with toils, the honours and the crowns will not be equal. For in wars also, he who has set up a trophy is indeed crowned, yet far more greatly still is he who is able also to show the wounds through which he set up the trophy. And why do I speak concerning the living, seeing that even those who have displayed this one thing alone—dying nobly in war—without having benefited their own people any further, are sung everywhere in Greece as saviours and protectors, even though you are ignorant of these things, devoting yourselves continually to laughter and luxury? Now if Greek men, who conceive no sound thought at all, were able to perceive this, and have honoured with great honour those who merely died on their behalf without having wrought anything more, how much more shall Christ do this, Who everywhere surpasses in superabundant measure with the recompenses of His gifts those who face danger for His sake? For not for persecutions alone, nor blows, nor prisons and murders and slaughter, but even for insult alone and reproachful words He has appointed a great reward. For Blessed are you, says He, when men shall hate you, and when they shall separate you and revile you, and cast out your name as evil, for the Son of man's sake; rejoice in that day and leap for joy, for behold, your reward is great in heaven. If, therefore, suffering ill and being spoken ill of increases the reward both for those who suffer ill and for those who are spoken ill of, he who hinders them from suffering and being spoken ill of has benefited not these men, but those who speak and those who do ill. For these holy men he has harmed, cutting off for them the greater part of their reward, and taking away the occasion of their joy and many leapings for joy. Wherefore, so far as concerns these men, one ought even to have kept silence and suffered these things to take place which produce for them great wealth of good things and prepare greater boldness of speech; yet since we are members one of another, even if they in turn disown the grace, those who are so disposed must not take thought for one member while overlooking another. For to those men there will be occa-
Notes, col. 324

On the reading

Printed Υἱοῦ, for Υἱοῦ (no breathing printed).

Printed Ιδοὺ, for Ἰδοὺ.