Migne Reading Room

PG 47 · cols. 301–306 · Read from the page

Paraenesis or Exhortation to Theodore the Fallen, two books

Paraenesis or Exhortation to Theodore the Fallen, two books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:301Read from the page
ναιτ' ἂν, ὡς τὸ μηδὲ θελῆσαι μεταβαλέσθαι λοιπόν. Τὸ μὲν γὰρ ἁμαρτεῖν ἴσως ἀνθρώπινον, τὸ δὲ ἐπιμεῖναι τοῖς αὐτοῖς, τοῦτο οὐκ ἀνθρώπινον λοιπὸν, ἀλλ' ὅλον σατανικόν. Ὅρα γὰρ καὶ διὰ τοῦ προφήτου πῶς τοῦτο μᾶλλον ἐκείνου μέμφεται ὁ Θεός· Καὶ εἶπον γὰρ, φησὶ, μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα, Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε. Καὶ ἑτέρωθι πάλιν τὴν πολλὴν ῥοπὴν, ἣν ἔχει πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν, ἐπιδεῖξαι βουλόμενος, ἐπειδὴ μετὰ τὰς πολλὰς παρανομίας ἐπηγγείλαντο τὴν ὀρθὴν βαδίζειν ὁδὸν, ἀκούσας εἶπε· Τίς δώσει εἶναι οὕτω τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς, ὥστε φοβεῖσθαί με καὶ φυλάσσεσθαι τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας αὐτῶν, ἵνα εὖ ᾖ αὐτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν δι' αἰῶνος; Καὶ ὁ Μωϋσῆς δὲ διαλεγόμενος αὐτοῖς ἔλεγε· Καὶ νῦν, Ἰσραὴλ, τί Κύριος ὁ Θεὸς αἰτεῖ παρὰ σοῦ, ἀλλ' ἢ φοβεῖσθαι Κύριον τὸν Θεόν σου, καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ἀγαπᾷν αὐτόν; Ὁ τοίνυν σπουδάζων φιλεῖσθαι παρ' ἡμῶν, καὶ πάντα ὑπὲρ τούτου ποιῶν, καὶ μηδὲ τοῦ Μονογενοῦς ὑπὲρ τῆς ἡμετέρας φεισάμενος φιλίας, καὶ ὅτε δήποτε ἂν καταλλαγῶμεν αὐτῷ τὸ πρᾶγμα τιθέμενος ἀγαπητὸν, πῶς μετανοοῦντας οὐ δέξεται καὶ φιλήσει; Ἄκουε γοῦν καὶ διὰ τοῦ προφήτου τί φησι· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Καὶ τοῦτο δὲ, ὑπὲρ τοῦ σφοδρὰν γενέσθαι τὴν πρὸς αὐτὸν φιλίαν, ἀπαιτεῖ παρ' ἡμῶν. Ὅταν γὰρ ὁ φιλῶν πολλὰ παρὰ τῶν φιλουμένων ὑβρισθεὶς μηδὲ οὕτω σβέσῃ τὸν πόθον, δι' οὐδὲν ἕτερον εἰς μέσον ἐνεχθῆναι σπουδάζει τὰς ὕβρεις ἐκείνας, ἀλλ' ἵνα τὸ στεῤῥὸν αὐτοῦ τῆς φιλίας ἐπιδειξάμενος, εἰς πλείονα καὶ συντονωτέραν ἐπισπάσηται ἀγάπην ἐκείνους. Εἰ δὲ τὸ ὁμολογῆσαι τὰ ἁμαρτήματα τοσαύτην ἔχει τὴν παραμυθίαν, πολλῷ μᾶλλον τὸ διὰ τῶν ἔργων αὐτὰ ἀπονίψασθαι. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἀλλὰ τοὺς ἅταξ τῆς εὐθείας παρατραπέντας ὁδοῦ ἐπὶ τὰ πρότερα πάλιν ἐκώλυεν ἐπανελθεῖν, οὐδεὶς ἂν τάχα, πλὴν ὀλίγων καὶ εὐαριθμήτων σφόδρα, εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσῆλθέ ποτε· νῦν δὲ τοὺς μάλιστα λάμψαντας ἀπὸ τῶν πτωμάτων τούτων ὄντας εὑρήσομεν. Οἱ γὰρ πολλὴν ἐν τοῖς κακοῖς ἐπιδειξάμενοι τὴν σφοδρότητα, καὶ ἐν τοῖς ἀγαθοῖς τὴν αὐτὴν ἐπιδείξονται πάλιν, συνειδότες ὅσων ἑαυτοὺς ὀφλημάτων ὑπευθύνους κατέστησαν· ὅπερ οὖν καὶ ὁ Χριστὸς ἐδήλωσεν, ὅτε τῷ Σίμωνι περὶ τῆς γυναικὸς ἔλεγε· Βλέπεις γὰρ, φησὶ, ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσι τοὺς πόδας μου ἔβρεξε, καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξε. Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ' οὗ εἰσῆλθον, οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. Ἐλαίῳ οὐκ ἤλειψας τὴν κεφαλήν μου, αὕτη δὲ μύρῳ ἤλειψε τοὺς πόδας μου. Οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαὶ, ὅτι ἠγάπησε πολύ. Ὧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. Εἶπε δὲ αὐτῇ· Ἀφέωνταί σου αἱ ἁμαρτίαι.
n the things dared by us once provoke Him, as not even willing to change hereafter. For to sin is perhaps human, whereas to persist in the same sins—this is no longer human, but wholly satanic. For observe through the prophet also how God blames this more than that: For I said, He says, after she had played the harlot in all these things, Return to Me, and she did not return. And elsewhere again, wishing to display the great inclination which He has towards our salvation, when after their many transgressions they promised to walk the straight path, He heard and said: Who shall grant that their heart may be so within them as to fear Me and keep My commandments all their days, that it may be well with them and with their sons for ever? And Moses too, conversing with them, said: And now, Israel, what does the Lord God ask from you, save to fear the Lord your God, and to walk in all His ways, and to love Him? How then shall He Who is eager to be loved by us, and does everything for this sake, and did not spare even His Only-begotten for the sake of our friendship, and whenever we are reconciled to Him counts the matter welcome, not receive and love us when we repent? Hear, then, what He says through the prophet as well: Declare your iniquities first, that you may be justified. And this too He demands from us so that our friendship towards Him may become vehement. For when a lover, though insulted in many ways by those he loves, does not even so quench his longing, he is eager that those insults be brought forward for no other reason than that, by displaying the steadfastness of his friendship, he may draw them on to a greater and more earnest love. Now if confessing one's sins holds such great comfort, much more does washing them away through deeds. Since, had this not been so, and had He prevented those who had once turned aside from the straight path from returning again to what was before, perhaps no one—save a very few and easily numbered—would ever have entered into the kingdom of the heavens; whereas as it is, we shall find that those who have shone the most come from among such falls. For those who have displayed great vehemence in evil deeds will display the same again in good deeds as well, being conscious for how many debts they have rendered themselves accountable; which then Christ also made plain when He spoke to Simon concerning the woman: For do you see, He says, this woman? I entered your house; water for My feet you did not give, but she has wetted My feet with her tears and wiped them with her hair. A kiss you did not give Me; but she, from the time I entered, has not ceased kissing My feet. With oil you did not anoint My head, but she has anointed My feet with ointment. Wherefore I say to you, her many sins are forgiven, because she loved much; but to whom little is forgiven, the same loves little. And He said to her: Your sins are forgiven.
ιϛʹ. Διὰ τοῦτο καὶ ὁ διάβολος εἰδὼς, ὅτι οἱ τὰ μεγάλα ἐργασάμενοι κακὰ, ὅταν ἄρξωνται μετανοεῖν, μετὰ πολλοῦ τοῦ τόνου τοῦτο πράττουσιν ἅτε εἰδότες τὰ πλημμε-
16. On this account the devil also, knowing that those who have wrought great evils, when they begin to repent, do this with great intensity inasmuch as they know the trans-
Notes, col. 301

On the reading

Printed ἅταξ, for ἅπαξ.

PG 47:302Read from the page
ληθέντα αὐτοῖς, δέδοικε καὶ τρέμει μήποτε ἀρχήν τινα τοῦ πράγματος λάβωσι· μετὰ γὰρ τὸ λαβεῖν ἀκάθεκτοι λοιπόν εἰσι, καὶ πυρὸς δίκην ὑπὸ τῆς μετανοίας ἀναζέσαντες, χρυσίου καθαροῦ καθαρωτέρας τὰς ἑαυτῶν ἀπεργάζονται ψυχὰς, καθάπερ ὑπό τινος πνεύματος σφοδροῦ τοῦ συνειδότος καὶ τῆς μνήμης τῶν προτέρων ἁμαρτημάτων εἰς τὸν τῆς ἀρετῆς λιμένα ὠθούμενοι. Καὶ τοῦτό ἐστιν ὃ πλεονεκτοῦσι τῶν οὐδαμῶς καταπεσόντων, ὅτι σφοδροτέρᾳ κέχρηνται τῇ προθυμίᾳ· μόνον, ὅπερ ἔφην, ἂν τῆς ἀρχῆς ἐπιλάβωνται. Τὸ γὰρ δυσχερὲς καὶ δυσκατόρθωτον τοῦτό ἐστι, τὸ δυνηθῆναι ἐπιβῆναι τῆς εἰσόδου, καὶ τῶν προθύρων ἐφάψασθαι τῆς μετανοίας, καὶ τὸν ἐχθρὸν ἐκεῖ πολὺ πνέοντα καὶ ἐπικείμενον ἀπώσασθαι καὶ καταβαλεῖν. Μετὰ δὲ ταῦτα οὔτε ἐκεῖνος τοσαύτην ἐπιδείξεται τὴν μανίαν ἅπαξ ἡττηθεὶς, καὶ ἔνθα ἦν ἰσχυρὸς καταπεσὼν, ἡμεῖς δὲ μείζονα τὴν προθυμίαν ληψόμεθα, καὶ μετὰ πολλῆς τῆς εὐκολίας δραμούμεθα τὸν καλὸν ἀγῶνα τοῦτον. Ἐπιλαβώμεθα τοίνυν τῆς ἐπανόδου λοιπὸν, ἀναδράμωμεν εἰς τὴν πόλιν τὴν ἐν τοῖς οὐρανοῖς, ἐν ᾗ καὶ ἀπεγράφημεν, ἐν ᾗ καὶ πολιτεύεσθαι προστετάγμεθα. Τὸ γὰρ ἀπογινώσκειν ἑαυτῶν, οὐ τοῦτο μόνον ἔχει τὸ κακὸν, ὅτι τὰς πύλας ἡμῖν ἀποκλείει τῆς πόλεως ἐκείνης, οὐδ' ὅτι εἰς μείζονα ῥᾳθυμίαν ἄγει καὶ καταφρόνησιν, ἀλλ' ὅτι καὶ εἰς ἀπόνοιαν ἐμβάλλει σατανικήν. Καὶ γὰρ καὶ ὁ διάβολος οὐδαμόθεν ἑτέρωθεν τοιοῦτος ἐγένετο, ἀλλ' ἢ ἀπὸ τοῦ πρότερον μὲν ἀπογνῶναι, ὕστερον δὲ ἐκ τῆς ἀπογνώσεως εἰς ἀπόνοιαν ἐμπεσεῖν. Ψυχὴ γὰρ, ἐπειδὰν ἅπαξ ἀπαγορεύσῃ τὴν σωτηρίαν τὴν ἑαυτῆς, οὐδὲ αἰσθήσεται λοιπὸν ὅπως κατακρημνίζεται, πάντα αἱρουμένη καὶ λέγειν καὶ ποιεῖν τὰ κατὰ τῆς σωτηρίας τῆς ἑαυτῆς. Καὶ καθάπερ οἱ μαινόμενοι, ἐπειδὰν ἅπαξ τῆς ὑγιοῦς ἐκπέσωσι καταστάσεως, οὐδὲν δεδοίκασιν, οὐδὲ αἰσχύνονται, ἀλλ' ἀδεῶς ἅπαντα τολμῶσι, κἂν εἰς πῦρ μέλλωσιν ἐμπίπτειν, κἂν εἰς πέλαγος, κἂν εἰς κρημνόν· οὕτω καὶ οἱ τῇ τῆς ἀπογνώσεως παραφροσύνῃ ληφθέντες ἀφόρητοι λοιπόν εἰσι, πανταχοῦ τῆς κακίας διατρέχοντες, κἂν μὴ θάνατος αὐτοῖς ἐπελθὼν κωλύσῃ τῆς μανίας ἐκείνης καὶ τῆς φορᾶς, μυρία ἑαυτοῖς ἐργάζονται δεινά. Διὰ τοῦτο παρακαλῶ πρὶν ἢ σφόδρα ὑπὸ ταύτης βαπτισθῆναί σε τῆς μέθης, ἀνανῆψαι καὶ διεγερθῆναι, καὶ τὴν σατανικὴν κραιπάλην ἀπώσασθαι, καὶ εἰ μὴ δυνατὸν ἀθρόως, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν. Ἐμοὶ μὲν γὰρ εὐκολώτερον εἶναι φαίνεται, τὸ πάντων ὁμοῦ τῶν κατεχόντων ἀποσπασθέντα σχοινίων, μεταθεῖναι ἑαυτὸν εἰς τὸ τῆς μετανοίας γυμνάσιον. Εἰ δέ σοι δύσκολον εἶναι τοῦτο δοκεῖ, ὡς ἂν ἐθέλῃς ἅψαι τῆς ὁδοῦ τῆς ἐπὶ τὰ κρείττω φερούσης, μόνον ἅψαι καὶ ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς. Ναὶ, δέομαι καὶ ἀντιβολῶ, πρὸς τῆς εὐδοκιμήσεως τῆς προτέρας, πρὸς τῆς παῤῥησίας ἐκείνης, οὕτω πάλιν σε ἐπὶ τῆς κορυφῆς καὶ τῆς καρτερίας ἴδωμεν τῆς αὐτῆς. Φεῖσαι τῶν σκανδαλιζομένων διὰ τὴν σὴν κεφαλὴν, τῶν καταπιπτόντων, τῶν γινομένων ῥᾳθυμοτέρων, τῶν ἀπογινωσκόντων τὴν τῆς ἀρετῆς ὁδόν. Νῦν μὲν γὰρ κατήφεια τὸν τῶν ἀδελφῶν ἔχει χορὸν, ἡδονὴ δὲ καὶ εὐθυμία τὰ τῶν ἀπίστων συνέδρια καὶ τὰ τῶν νέων τῶν ῥᾳθυμότερον διακειμένων. Ἂν δὲ ἐπανέλθῃς πάλιν ἐπ' ἐκείνην τοῦ βίου τὴν ἀκρίβειαν, τοὐν-
gressions committed by them, fears and trembles lest they grasp some beginning of the matter; for after grasping it they are thenceforth irrepressible, and, boiling up like fire under repentance, they render their own souls purer than pure gold, driven into the haven of virtue as though by some vehement wind of conscience and of the remembrance of their former sins. And this is wherein they surpass those who have in no wise fallen, that they employ a more vehement eagerness—if only, as I said, they lay hold of the beginning. For what is hard and difficult to accomplish is this: to be able to step upon the entrance and touch the portals of repentance, and to thrust back and cast down the enemy who blows fiercely and presses hard there. After these things, once defeated and fallen where he was strong, neither will he display such great madness, and we shall receive greater eagerness and run this noble contest with great ease. Let us therefore lay hold of our return hereafter; let us run back up to the city in the heavens, in which we were enrolled, in which we have also been commanded to live as citizens. For despairing of ourselves holds not this evil alone, that it shuts for us the gates of that city, nor that it leads us into greater sloth and contempt, but that it also casts us into satanic desperation. For the devil himself became such from no other quarter than from first despairing, and afterwards falling from despair into desperation. For a soul, once it has given up hope of its own salvation, will not even perceive thereafter how it is flinging itself over a cliff, choosing both to say and to do all things against its own salvation. And just as madmen, once they have fallen from a sound condition, fear nothing and are ashamed of nothing, but fearlessly dare everything, even if they are about to fall into fire, or into the sea, or over a cliff; so too those seized by the delirium of despair are thenceforth ungovernable, running through every kind of wickedness, and unless death coming upon them restrains them from that madness and rush, they wreak myriad terrible ills upon themselves. On this account I exhort you, before you are utterly whelmed by this drunkenness, to sober up and awaken, and to thrust away the satanic debauch—and if it is not possible all at once, yet gently and little by little. For to me it seems easier, tearing oneself away from all the holding cords at once, to transfer oneself into the training-school of repentance. Yet if this seems hard to you, lay hold of the path leading to better things however you wish—only lay hold of it and grasp eternal life. Yes, I beg and implore you, by your former repute, by that boldness, let us thus see you again upon the same summit and endurance. Spare those who are scandalized on your account, those who are falling, those who are growing more slothful, those who are despairing of the path of virtue. For now dejection holds the choir of the brethren, while pleasure and glee hold the assemblies of unbelievers and those of young men more slothfully disposed. But if you ascend again to that strictness of life, the
PG 47:303Read from the page
αντίον γενήσεται, καὶ ἡ μὲν ἡμετέρα αισχύνη εἰς ἐκείνους μεταστήσεται πᾶσα, ἡμεῖς δὲ ἐν παρρησίᾳ ἐσόμεθα πολλῇ, μετὰ πλείονος λαμπρότητος στεφανούμενόν σε καὶ ἀνακηρυττόμενον ὁρῶντες πάλιν. Μείζονα γὰρ αἱ τοιαῦται νῖκαι φέρουσι καὶ τὴν εὐδοκίμησιν καὶ τὴν ἡδονήν. Οὐδὲ γὰρ τῶν οἰκείων κατορθωμάτων μόνον λήψῃ τὸν μισθὸν, ἀλλὰ καὶ τῆς ἑτέρων παρακλήσεως καὶ παραμυθίας, ὑπόδειγμα μέγιστον ἐκκείμενος, εἴ ποτέ τις τοῖς αὐτοῖς περιπέσοι, πρὸς τὸ διαναστῆναι πάλιν καὶ ἀνακτήσασθαι ἑαυτόν. Μὴ δὴ κέρδος παρίδῃς τοσοῦτον, μηδὲ καταγάγῃς εἰς ᾅδου μετὰ λύπης τὰς ἡμετέρας ψυχὰς, ἀλλὰ δὸς ἡμῖν ἀναπνεῦσαι, καὶ τὸ κατέχον ἡμᾶς διὰ σὲ τῆς ἀθυμίας ἀποσείσασθαι νέφος. Νῦν μὲν γὰρ τὰ οἰκεῖα παρέντες κακὰ, θρηνοῦμεν τὰς σὰς συμφοράς· ἐὰν δὲ θελήσῃς ἀνανῆψαι καὶ διαβλέψαι, καὶ τῆς στρατιᾶς ἐπιλαβέσθαι τῆς ἀγγελικῆς, καὶ τούτου τοῦ πένθους ἀπαλλάξεις ἡμᾶς, καὶ τῶν ἡμετέρων ἁμαρτημάτων τὸ πλέον ἀρεῖς. Ὅτι γὰρ ἔστι τοὺς ἐκ μετανοίας πάλιν ἐπανελθόντας λάμψαι μέγα καὶ φαιδρὸν, καὶ πλέον πολλάκις τῶν μηδὲ πεσόντων τὴν ἀρχὴν, ἀπεδείξαμεν καὶ ἀπὸ τῶν θείων Γραφῶν. Οὕτω γοῦν καὶ οἱ τελῶναι καὶ αἱ πόρναι τὴν βασιλείαν τῶν οὐρανῶν κληρονομοῦσιν, οὕτω πολλοὶ τῶν ἐσχάτων τῶν πρώτων ἔμπροσθεν τίθενται.
opposite will come to pass, and all our shame will be transferred to them, while we shall stand in great boldness, beholding you crowned once more with greater splendour and proclaimed victor. For such triumphs bring greater renown and delight. Nor will you receive the reward of your own right actions alone, but also that of the encouragement and consolation of others, set forth as a supreme pattern for rising up again and recovering oneself, should anyone ever fall into the same plight. Do not, then, overlook so great a gain, nor bring our souls down to Hades in sorrow, but grant us to breathe again and to shake off the cloud of despondency that holds us fast on your account. For just now, setting aside our own ills, we bewail your calamities; yet if you consent to recover sobriety and look up, and lay hold once more of the angelic warfare, you will both rid us of this grief and take away the greater part of our own offences. For that it is possible for those who return once more out of repentance to shine forth greatly and brightly, and oftentimes more than those who never fell at the outset, we have demonstrated also from the divine Scriptures. Thus indeed both tax-collectors and harlots inherit the kingdom of heaven, and thus many of the last are placed before the first.
ιζʹ. Ἐρῶ δέ σοι καὶ τὰ ἐφ' ἡμῶν γεγενημένα, καὶ ὧν δυνήσῃ γενέσθαι μάρτυς αὐτός. Οἶσθά που τὸν νέον ἐκεῖνον τὸν Οὐρβανοῦ παῖδα, τὸν Φοίνικα, τὸν ἐν ὀρφανίᾳ μὲν καταλειφθέντα ἀώρῳ, κύριον δὲ πολλῶν χρημάτων καὶ οἰκετῶν γενόμενον καὶ ἀγρῶν. Οὗτος τὸ μὲν πρῶτον ἐρρῶσθαι πολλὰ ταῖς ἐν τοῖς μουσείοις διατριβαῖς εἰπὼν, καὶ τὴν λαμπρὰν ἐκείνην ἀμφίασιν ἀφεὶς, καὶ τὸν τῦφον ἅπαντα τὸν βιωτικὸν, ἐξαίφνης ἱμάτιον εὐτελὲς περιθέμενος, καὶ πρὸς τὴν ἐν τοῖς ὄρεσιν ἐρημίαν ἀναχωρήσας, πολλὴν ἐπεδείξατο τὴν φιλοσοφίαν, οὐ κατὰ τὴν ἡλικίαν μόνον, ἀλλ' ὅσην ἄν τις τῶν μεγάλων καὶ θαυμαστῶν ἀνδρῶν. Μετὰ δὲ ταῦτα καὶ τῆς ἱερᾶς τῶν μυστηρίων τελετῆς ἀξιωθεὶς, πολλῷ μᾶλλον ἐπεδίδου πρὸς ἀρετήν. Καὶ πάντες ἔχαιρον, καὶ ἐδόξαζον τὸν Θεὸν, ὅτι καὶ ἐν πλούτῳ τραφεὶς, καὶ προγόνους ἔχων λαμπροὺς, καὶ σφόδρα ἔτι νέος ὢν, ἐξαίφνης πᾶσαν τὴν φαντασίαν τοῦ βίου καταπατήσας, πρὸς τὸ ὕψος ἀνέδραμε τὸ ἀληθινόν. Ἐν τούτῳ δὲ αὐτὸν ὄντα καὶ θαυμαζόμενον, φθόροι τινὲς ἄνδρες κατὰ τὸν τῆς συγγενείας ἐπισκοποῦντες νόμον, αὖθις ἐπὶ τὸν πρότερον κλύδωνα ἐπανήγαγον. Καὶ πάντα ῥίψας ἐκεῖνα, πάλιν ἀπὸ τῶν ὀρέων εἰς μέσην εὐθέως κατέβη τὴν ἀγορὰν, καὶ ἵππῳ ὀχούμενος, καὶ ἀκολούθους ἔχων πολλοὺς, οὕτω περιήει τὴν πόλιν ἅπασαν, καὶ οὐδὲ σωφρονεῖν λοιπὸν ἤθελεν. Ὑπὸ γὰρ τῆς πολλῆς ἐκκαιόμενος τρυφῆς, καὶ εἰς ἔρωτας ἀτόπους ἐμπίπτειν ἠναγκάζετο, καὶ οὐδεὶς ἦν τῶν ἐν μέσῳ στρεφομένων, ὅστις τὴν σωτηρίαν οὐκ ἀπηγόρευσε τὴν ἐκείνου· τοσοῦτος αὐτὸν συνεῖχε κολάκων ἑσμὸς, καὶ προσῆν ὀρφανία καὶ νεότης καὶ πλοῦτος πολύς. Καὶ οἱ τὰ πάντα εὐκόλως μεμφόμενοι, τῶν ἐπὶ τοῦτο τὴν ἀρχὴν ἀγαγόντων αὐτὸν κατηγόρουν λέγοντες, ὅτι καὶ τῶν πνευματικῶν διήμαρτε, καὶ οὐδὲ τοῖς αὐτοῦ πράγμασι χρήσιμος ἔσται λοιπὸν, πρὸ ὥρας τῶν περὶ λόγους πόνων ἀποπηδήσας, καὶ μηδὲν ἐκεῖθεν καρπώσασθαι δυνηθείς. Τούτων δὲ λεγομένων καὶ πολλῆς τῆς αἰσχύνης οὔσης, ἅγιοί τινες ἄνδρες καὶ πολλάκις
17. I shall also recount to you things that have taken place in our own days, and of which you yourself will be able to become a witness. You know, no doubt, that young man, the son of Urbanus, the Phoenician, who was left in untimely orphanhood, yet became master of abundant wealth and household servants and estates. At first, bidding a long farewell to his studies in the schools, and putting off that splendid attire and all worldly pomp, he suddenly clad himself in a humble garment and withdrew to the solitude in the mountains, displaying great philosophic devotion, not merely in proportion to his years, but as much as anyone among the great and admirable men. After these things, having also been deemed worthy of the sacred initiation of the mysteries, he advanced all the more towards virtue. And everyone rejoiced and glorified God, because, though reared in wealth, possessing illustrious ancestors, and still very young, he had suddenly trampled underfoot all the pageantry of life and rushed upwards to the true height. While he was in this state and was being admired, certain pestilent men, watching over him by the right of kinship, led him back once more to his former turmoil. And flinging all those things aside, he straightway came down again from the mountains into the midst of the marketplace; and riding upon a horse, with many attendants, he thus went about the whole city, and did not even wish to live soberly hereafter. For, inflamed by excessive luxury, he was driven even to plunge into unseemly passions, and there was no one among those moving in public life who did not despair of his salvation: so great a swarm of flatterers hemmed him in, and there were added orphanhood and youth and abundant wealth. And those who readily find fault with everything accused the men who had led him to this course at the outset, saying that he had both missed spiritual blessings and would henceforth be of no use even for his own affairs, having leapt away before due season from his labours in letters without being able to reap anything therefrom. While these things were being said and the disgrace was great, certain holy men, who had also oftentimes
Notes, col. 303

On the reading

Printed αισχύνη, for αἰσχύνη.

PG 47:304Read from the page
τοιαύτης θήρας ἐπιτυχόντες, καὶ διὰ τῆς πείρας μαθόντες καλῶς, ὅτι οὐδὲν τῶν τοιούτων ἀπογινώσκειν χρὴ ταῖς εἰς τὸν Θεὸν ὁπλιζομένους ἐλπίσι, παρατηροῦντες αὐτὸν συνεχῶς, εἴ ποτε εἶδον φανέντα ἐπὶ τῆς ἀγορᾶς, καὶ προσήεσαν καὶ ἠσπάζοντο. Καὶ τὸ μὲν πρῶτον ἄνωθεν αὐτοῖς ἐκεῖνος ἀπὸ τοῦ ἵππου παρακολουθοῦσιν ἐκ πλαγίων διελέγετο· τοσαύτη κατεῖχεν αὐτὸν ἀναισχυντία τὴν ἀρχήν. Οἱ δὲ εὔσπλαγχνοι καὶ φιλόπαιδες ἐκεῖνοι τούτων μὲν ᾐσχύνοντο οὐδὲν, εἰς ἓν δὲ μόνον ἑώρων. ὅπως τῶν λύκων τὸ ἀρνίον ἀποσπάσωσιν· ὅπερ οὖν καὶ διὰ τῆς καρτερίας ἤνυσαν. Ὕστερον γὰρ ὥσπερ ἔκ τινος παραπληξίας ἐν ἑαυτῷ γενόμενος ἐκεῖνος, καὶ τὴν πολλὴν αὐτῶν προσεδρείαν ἐρυθριάσας, εἴ ποτε αὐτοὺς πόρρωθεν προσιόντας εἶδεν, ἀπεπήδα τε εὐθέως, καὶ κάτω νεύων οὕτω μετὰ σιγῆς τὰ παρ' ἐκείνων ἤκουεν ἅπαντα, καὶ προϊὼν πλείονα τὴν πρὸς αὐτοὺς αἰδῶ καὶ τιμὴν ἐπεδείκνυτο. Καὶ οὕτως αὐτὸν κατὰ μικρὸν τῇ τοῦ Θεοῦ χάριτι πάντων ἐκείνων ἐξελκύσαντες τῶν δικτύων, τῇ προτέρᾳ πάλιν ἐρημίᾳ καὶ φιλοσοφίᾳ παρέδωκαν. Καὶ ἐπὶ τοσοῦτον ἔλαμψε νῦν, ὡς τὸν πρότερον αὐτοῦ βίον τῷ μετὰ τὴν ἔκπτωσιν παραβαλλόμενον μηδὲν εἶναι δοκεῖν. Συνιδὼν γὰρ ἀπὸ τῆς πείρας καλῶς τὸ δέλεαρ, καὶ πάντα εἰς τοὺς δεομένους ἀναλώσας τὸν πλοῦτον, καὶ τῶν φροντίδων ἀπολύσας ἑαυτὸν ἐκείνων, πᾶσαν τοῖς βουλομένοις ἐπιβουλεύειν ἐξέκοψε τὴν πρόφασιν· καὶ νῦν τὴν ἐπὶ τὸν οὐρανὸν βαδίζων ὁδὸν, πρὸς αὐτὸ λοιπὸν τὸ τέλος ἔφθασε τῆς ἀρετῆς. Ἀλλ' οὗτος μὲν ἔτι νέος ὢν καὶ κατέπεσε καὶ ἀνέστη· ἕτερος δέ τις μετὰ τοὺς πολλοὺς ἱδρῶτας, οὓς ἐν ταῖς ἐρημίαις διατρίβων ἤνεγκεν, ἕνα σύνοικον ἔχων μόνον, καὶ ἀγγελικὸν βίον βιοὺς, καὶ πρὸς γῆρας ἐλαύνων λοιπὸν, οὐκ οἶδα πῶς ὑπὸ σατανικῆς τινος περιστάσεως καὶ τοῦ ἀπονυστάξαι μικρὸν πάροδον δοὺς τῷ Πονηρῷ, εἰς ἐπιθυμίαν τῆς πρὸς γυναῖκας ὁμιλίας ἐνέπεσεν, ὁ μηδέποτε γυναῖκα ἰδὼν ἐξ οὗ πρὸς τὸν τῶν μοναχῶν βίον μετέθηκεν ἑαυτόν. Καὶ πρῶτον μὲν ἠξίου τὸν σύνοικον κρέα καὶ οἶνον αὐτῷ παρασχεῖν, καὶ ἠπείλει, εἰ μὴ λάβοι, κατελεύσεσθαι εἰς τὴν ἀγοράν. Ταῦτα δὲ οὐχ οὕτω κρεῶν ἐπιθυμῶν ἔλεγεν, ἀλλ' ὡς ἀφορμήν τινα καὶ πρόφασιν βουλόμενος λαβεῖν τῆς εἰς τὴν πόλιν καθόδου. Ἐπὶ τούτοις ἐκεῖνος ἀπορούμενος καὶ δεδοικὼς, μὴ τοῦτο κωλύσας ἐπὶ μέγα αὐτὸν ὤσῃ κακὸν, δίδωσιν ἐμφορηθῆναι τῆς ἐπιθυμίας αὐτῷ. Ὡς δὲ ἔγνω τὸ σοφὸν τοῦτο ἕωλον γεγονὸς, φανερῶς ἀναισχυντήσας λοιπὸν, ἀπεκάλυψε τὴν ὑπόκρισιν, καὶ δεῖν ἔλεγε πάντως εἰς τὴν πόλιν αὐτὸν κατελθεῖν. Ὡς δὲ οὐδὲν ἴσχυε κωλύων ἐκεῖνος, τέλος ἀφῆκε, καὶ πόρρωθεν ἀκολουθῶν ἐπετήρει τί ποτε ἄρα αὐτῷ βούλεται αὕτη ἡ κάθοδος. Ἰδὼν δὲ εἰς χαμαιτυπεῖον εἰσελθόντα, καὶ γνοὺς ὅτι πόρνῃ συγγέγονε γυναικὶ, περιμείνας μετὰ τὸ πληρῶσαι τὴν ἄτοπον ἐπιθυμίαν ἐκείνην, ἐξελθόντα ὑπτίαις δέχεται ταῖς χερσὶ, καὶ περιχυθεὶς καὶ καταφιλήσας θερμῶς, καὶ ὑπὲρ τῶν γεγενημένων ἐγκαλέσας οὐδὲν, παρεκάλει μόνον, ἐπειδὴ τὴν ἐπιθυμίαν ἐπλήρωσε τὴν ἑαυτοῦ, πάλιν ἐπὶ τὸ τῆς ἐρημίας οἰκητήριον ἐπανελθεῖν. Ὁ δὲ τὴν πολλὴν ἐπιείκειαν αὐτοῦ αἰσχυνθεὶς, ἐπλήγη τε εὐθέως τὴν ψυχὴν, καὶ κατανυγεὶς ἐπὶ τοῖς τολμηθεῖσιν, εἵπετο πρὸς τὸ ὄρος αὐτῷ· καὶ γενόμενος ἐκεῖ δεῖται τοῦ ἀνδρὸς, ἐν οἰκίσκῳ τε αὐτὸν καθεῖρξαι ἑτέρῳ, καὶ τὰς θύρας ἀποκλείσαντα τοῦ δωματίου ἄρ-
succeeded in such a catch, and had learned well by experience that those who arm themselves with hopes in God must despair of no such case, kept watching him continually, and whenever they saw him appear in the marketplace, they came up and greeted him. And at first he conversed with them askance from up on his horse as they walked beside him: such shamelessness possessed him at the beginning. Yet those compassionate lovers of his soul were nowise ashamed at these things, but looked to one aim alone: how they might snatch the lamb away from the wolves; which very thing they accomplished through perseverance. For afterwards, coming to himself as though out of some derangement, and blushing at their unwearied attendance, if ever he saw them approaching from afar, he straightway leapt down, and bowing his head low thus listened in silence to all that came from them, and as time went on he displayed greater reverence and honour towards them. And thus, drawing him little by little out of all those nets by the grace of God, they restored him once more to his former solitude and philosophy. And now he shone forth to such a degree that his former life, when compared with that which followed his fall, seemed to be nothing. For having perceived the bait well from experience, and having spent all his wealth upon those in need, and freed himself from those cares, he cut off every pretext from those wishing to plot against him; and now, walking the road that leads to heaven, he has at last reached the very summit of virtue. Yet this man both fell and rose again while still young; whereas a certain other man, after the many toils which he endured while dwelling in the deserts, having only a single cell-mate, living an angelic life, and now advancing towards old age, I know not how, through some satanic circumstance and by drowsing a little and giving an entrance to the Evil One, fell into a craving for intercourse with women, he who had never beheld a woman since he betook himself to the life of the monks. And at first he begged his cell-mate to furnish him with meat and wine, and threatened, if he did not receive them, to go down into the marketplace. Yet he said these things not from any such desire for meat, but as wishing to seize some occasion and pretext for going down into the city. Perplexed at this and fearing lest by hindering it he might drive him into some great evil, the other allowed him to take his fill of his desire. But when the man saw that this clever device had proved stale, casting off all shame openly at last, he unmasked his pretence, and declared that he must by all means go down into the city. When the other availed nothing by hindering him, he at last let him go, and following from afar watched what on earth this descent meant for him. Seeing him enter a brothel, and knowing that he had consorted with a harlot, he waited until he had satisfied that absurd lust, and when he came out received him with outspread hands; and flinging his arms around him and kissing him warmly, without making any reproach over what had occurred, he only urged him, since he had fulfilled his own desire, to return once more to his dwelling in the wilderness. Put to shame by his great gentleness, the man was straightway stricken in soul, and pierced with remorse over his daring deeds, he followed him to the mountain; and on arriving there he begged the man to shut him up in another little cell, and, barring the doors of the chamber, to furnish br-
PG 47:305Read from the page
τον αὐτῷ παρέχειν καὶ ὕδωρ δι' ἡμερῶν, καὶ τοῖς ἐπιζητοῦσιν αὐτὸν ἠξίου λέγειν, ὅτι κεκοίμηται. Καὶ ταῦτα εἰπὼν καὶ πείσας καθεῖρξεν ἑαυτὸν, καὶ ἦν ἐκεῖ διαπαντὸς, νηστείαις καὶ δεήσεσι καὶ δάκρυσι τὸν τῆς ἁμαρτίας ῥύπον ἀποσμήχων τῆς ψυχῆς. Χρόνου δὲ παρελθόντος οὐ πολλοῦ, καὶ αὐχμοῦ τὴν πλησίον χώραν καταλαβόντος, καὶ τῶν ἐν τῇ χώρᾳ πάντων ὀδυρομένων, ἐκελεύσθη τις δι' ὀνείρατος ἀπελθεῖν καὶ τὸν ἄνδρα ἐκεῖνον παρακαλέσαι τὸν καθειργμένον, ὥστε εὔξασθαι καὶ λῦσαι τὸν αὐχμόν. Ὡς δὲ ἀπῆλθεν ἑταίρους παραλαβὼν, τὸν συνοικοῦντα αὐτῷ πρότερον μόνον εὗρον ἐκεῖ· περὶ δὲ ἐκείνου ἐρωτῶντες ἐμάνθανον ὅτι τέθνηκε. Νομίσαντες δὲ ἠπατῆσθαι, εἰς προσευχὰς αὖθις ἐτρέποντο, καὶ πάλιν διὰ τῆς αὐτῆς ὄψεως τὰ αὐτὰ τοῖς προτέροις ἤκουον. Καὶ τότε τὸν ἀληθῶς ἀπατήσαντα περιστάντες, παρεκάλουν ἐπιδεῖξαι τὸν ἄνδρα αὐτοῖς· οὐδὲ γὰρ τεθνηκέναι αὐτὸν ἔλεγον, ἀλλὰ ζῆν. Ταῦτα ἀκούσας ἐκεῖνος, καὶ τὰς συνθήκας ἐξεληλεγμένας ἰδὼν, ἐπάγει αὐτοὺς πρὸς τὸν ἅγιον ἐκεῖνον· καὶ διελόντες τὸν τοῖχον (καὶ γὰρ καὶ τὴν εἴσοδον ἔτυχεν ἀποφράξας), καὶ ἐπεισελθόντες ἅπαντες, τῶν ποδῶν αὐτοῦ προκυλινδούμενοι, καὶ τὰ γεγενημένα ἀπαγγέλλοντες, παρεκάλουν αὐτὸν ἐπαμῦναι τῷ λιμῷ. Ἐκεῖνος δὲ τὸ μὲν πρῶτον ἀντέτεινε, πόρρω ταύτης λέγων ἑαυτὸν εἶναι τῆς παρρησίας· καὶ γὰρ ὡς εὐθέως γεγενημένην τὴν ἁμαρτίαν, οὕτω πρὸ τῶν ὀφθαλμῶν εἶχεν ἀεί· ὡς δὲ τὰ συμβάντα αὐτοῖς ἅπαντα διηγήσαντο, τότε ἔπεισαν εὔξασθαι· καὶ εὐξάμενος ἔλυσε τὸν αὐχμόν. Τὰ δὲ κατὰ τὸν νέον ἐκεῖνον, τὸν πρότερον μὲν Ἰωάννου τοῦ Ζεβεδαίου γενόμενον μαθητὴν, ὕστερον δὲ ἐπὶ πολὺν λῃσταρχήσαντα χρόνον, καὶ πάλιν ὑπὸ τῶν ἁγίων τοῦ μακαρίου θηρευθέντα χειρῶν, ἀπὸ τῶν καταδύσεων τῶν λῃστρικῶν καὶ σπηλαίων καὶ ἐπὶ τὴν προτέραν ἐπανελθόντα ἀρετὴν, οὐδὲ αὐτὸς ἀγνοεῖς, ἀλλ' οἶσθα ἡμῶν οὐχ ἧττον ἅπαντα ἀκριβῶς· καί σου πολλάκις ἤκουσα θαυμάζοντος τὴν συγκατάβασιν τὴν πολλὴν, καὶ ὅτι τὴν αἱμαχθεῖσαν πρῶτον ἐφίλησε δεξιὰν τῷ νέῳ περιχυθεὶς, καὶ οὕτως αὐτὸν ἐπὶ τὰ πρότερα ἐπανήγαγε.
ead and water to him at intervals of days, and he asked him to tell those who inquired for him that he had fallen asleep. Having spoken these words and persuaded him, he shut himself in, and remained there continually, wiping away the stain of sin from his soul with fastings, supplications, and tears. When no long time had passed, a drought overtook the neighbouring country, and while all the people in the region were lamenting, a certain man was commanded in a dream to depart and entreat that enclosed man to pray and break the drought. When he set off, taking companions with him, they found there only the man who had formerly dwelt with him; and upon inquiring about the other, they learned that he was dead. Supposing that they had been deceived, they turned once more to prayers, and again through the same vision they heard the very same things as before. Then, gathering round the man who had truly deceived them, they begged him to show them the man; for they declared that he was not dead, but alive. Hearing this, and seeing that their compact had been brought to light, he led them to that holy man; and breaking through the wall (for he had chanced to wall up the entrance also), they all went in, rolling at his feet and reporting what had taken place, and entreated him to succour them against the famine. At first he resisted, saying that he was far removed from such boldness of speech—for he kept his sin ever before his eyes just as though it had been newly committed; yet when they related all that had befallen them, they persuaded him to pray, and upon praying he broke the drought. As for the story of that young man who had formerly become a disciple of John the son of Zebedee, and afterwards ruled a band of brigands for a long time, and was caught once more by the holy hands of the blessed man, returning from the brigands' dens and caves back to his former virtue, you yourself are not ignorant of it either, but know every detail no less accurately than we do; and I have often heard you marvelling at his great condescension, and how, flinging his arms around the youth, he first kissed that blood-stained right hand, and thus led him back to his former state.
ιηʹ. Καὶ ὁ μακάριος δὲ Παῦλος τὸν Ὀνήσιμον, τὸν ἄχρηστον, τὸν δραπέτην, τὸν κλέπτην, τοῦτον οὐ μόνον αὐτὸς περιπλέκεται, ἐπειδὴ μετεβάλλετο, ἀλλὰ καὶ τὸν δεσπότην ἀξιοῖ ἐν ἴσῃ τοῦ διδασκάλου τὸν μετανοήσαντα ἀγαγεῖν τιμῇ, οὑτωσὶ λέγων· Παρακαλῶ σε, φησὶ, περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου Ὀνήσιμον, τὸν ποτέ σοι ἄχρηστον, νῦν δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα· σὺ δὲ αὐτὸν, τουτέστι τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ. Ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ Εὐαγγελίου· χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατ' ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον. Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, οὐκέτι ὡς δοῦλον, ἀλλ' ὑπὲρ δοῦλον καὶ ἀδελφὸν ἀγαπητὸν μάλιστα ἐμοί· πόσῳ δὲ μᾶλλον σοὶ, καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ; Εἰ μὲν οὖν με ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ὁ αὐτὸς ἔλεγε· Μήπως ἐλθὼν πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ
18. And the blessed Paul, too, not only embraces Onesimus himself—the useless one, the runaway, the thief—since he was changing his ways, but also asks his master to hold the penitent in equal honour with his teacher, speaking thus: I appeal to you, says he, concerning my child, whom I have begotten in my bonds, Onesimus, who was formerly useless to you, but now is useful both to you and to me, whom I have sent back; do you receive him, that is, my own heart. Whom I wished to keep with myself, so that on your behalf he might minister to me in the bonds of the Gospel; yet without your consent I wished to do nothing, so that your good deed might not be as of necessity, but of free will. For perhaps on this account he was parted from you for an hour, that you might have him back for ever, no longer as a slave, but above a slave and a beloved brother, especially to me, yet how much more to you, both in the flesh and in the Lord? If, then, you count me a partner, receive him as myself. And writing to the Corinthians also, the same man said: Lest, when I come, I should mourn over many of those who have sinned beforehand, and have not
PG 47:306Read from the page
μετανοησάντων. Καὶ πάλιν· Ὡς προείρηκα, καὶ πάλιν προλέγω, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Ὁρᾷς τίνας πενθεῖ, καὶ τίνων οὐ φείδεται; Οὐ τῶν ἡμαρτηκότων, ἀλλὰ τῶν μὴ μετανοησάντων, καὶ οὐχ ἁπλῶς τῶν μὴ μετανοησάντων, ἀλλὰ τῶν καὶ ἅπαξ καὶ δεύτερον ἐπὶ τοῦτο παρακληθέντων καὶ πεισθῆναι μὴ βουληθέντων. Τὸ γὰρ, Προείρηκα καὶ προλέγω ὡς παρὼν, τὸ δεύτερον καὶ ἀπὼν γράφω, οὐδὲν ἕτερον ἢ τοῦτο αἰνίττεται, ὅπερ δέος μὴ καὶ ἐφ' ἡμῶν γένηται νῦν. Ει γὰρ καὶ μὴ Παῦλος πάρεστιν, ὁ τότε Κορινθίοις ἀπειλῶν, ἀλλ' ὁ Χριστὸς πάρεστιν, ὁ [καὶ τότε] δι' ἐκείνου λαλῶν· κἂν ἐπιμείνωμεν ἀνενδότως ἔχοντες, οὐ φείσεται ἡμῶν, ἀλλὰ πατάξει πληγῇ μεγάλῃ καὶ ἐνταῦθα καὶ ἐκεῖ. Προφθάσωμεν οὖν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἐκχέωμεν ἐνώπιον αὐτοῦ τὰς καρδίας ἡμῶν. Ἥμαρτες γὰρ, φησί· μὴ προσθῇς μηκέτι, καὶ περὶ τῶν προτέρων σου δεήθητι· καὶ πάλιν, Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Μὴ τοίνυν περιμείνωμεν τὸν κατήγορον, ἀλλὰ τὴν ἐκείνου προαρπάσωμεν τάξιν, καὶ οὕτως ἡμερώτερον διὰ τῆς εὐγνωμοσύνης καταστήσωμεν τὸν κριτήν. Σὺ δὲ ὅτι μὲν ὁμολογεῖς τὰ ἁμαρτήματά σου, καὶ ταλανίζεις ἑαυτὸν ὑπὲρ τὸ μέτρον, οἶδα σαφῶς· ἀλλ' οὐ τοῦτο βούλομαι μόνον, ἀλλ' ὅτι σε καὶ δικαιῶσαι τὸ πρᾶγμα δύναται, πεισθῆναι ἐπιθυμῶ. Ἕως γὰρ ἐὰν μὴ ἐπικερδῆ ποιῇς τὴν ἐξομολόγησιν ταύτην, κἂν κατηγορῇς σεαυτοῦ, οὐδὲ ἀποστῆναι δυνήσῃ τῶν ἁμαρτημάτων τῶν ἑξῆς. Οὐδὲν γὰρ οὐδεὶς μετὰ προθυμίας καὶ τοῦ προσήκοντος θεσμοῦ δυνήσεται ποιεῖν, ὅταν μὴ πρότερον πεπεικὼς ἑαυτὸν ᾖ, ὅτι ἐπ' ὠφελείᾳ τοῦτο ποιεῖ. Καὶ γὰρ ὁ σπείρων μετὰ τὸ ῥῖψαι τὰ σπέρματα, ἂν μὴ προσδέχηται τὸν ἄμητον, οὐκ ἀμήσει ποτέ. Τίς γὰρ ἂν ἕλοιτο μάτην κόπτεσθαι, μηδὲν ἀπὸ τοῦ πονεῖν κερδανῶν ἀγαθόν; Οὕτως οὖν καὶ ὁ ῥήματα σπείρων καὶ δάκρυα καὶ ἐξομολόγησιν, ἂν μὴ μετ' ἐλπίδος ποιῇ τοῦτο χρηστῆς, οὐδὲ ἀποστῆναι τοῦ ἁμαρτάνειν δυνήσεται, ἔτι τῷ τῆς ἀπογνώσεως κατεχόμενος κακῷ· ἀλλ' ὥσπερ ὁ γεωργὸς ἐκεῖνος ὁ τῆς τῶν καρπῶν φορᾶς ἀπογνοὺς, οὐδὲν τῶν λυμαινομένων τοῖς σπέρμασι κωλύσει λοιπόν· οὕτω καὶ οὗτος ὁ σπείρων μὲν τὴν διὰ τῶν δακρύων ἐξομολόγησιν, οὐδὲν δὲ ἀπὸ ταύτης προσδεχόμενος κέρδος, οὐδὲ ἀνατρέψαι δυνήσεται τὰ διαφθείροντα τὴν μετάνοιαν. Διαφθείρει δὲ τὴν μετάνοιαν τὴ πάλιν τοῖς αὐτοῖς ἐνέχεσθαι κακοῖς. Εἷς γὰρ, φησὶν, οἰκοδομῶν, καὶ εἷς καθαιρῶν, τί ὠφέλησαν πλέον ἢ κόπον; Βαπτιζόμενος ἀπὸ νεκροῦ, καὶ πάλιν ἁπτόμενος αὐτοῦ, τί ὠφέλησεν ἐν τῷ λουτρῷ αὐτοῦ; Οὕτως ἄνθρωπος νηστεύων ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ πάλιν πορευόμενος, καὶ τὰ αὐτὰ πριῶν, τῆς προσευχῆς αὐτοῦ τίς εἰσακούσεται; Καὶ πάλιν, Ἐπανάγων, φησὶν, ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν, ὁ Κύριος ἑτοιμάσει εἰς ῥυμφαίαν αὐτόν. Καὶ, Ὥσπερ κύων, ὅταν ἐπανέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον, καὶ μισητὸς γένηται· οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν.
repented. And again: As I have said beforehand, and say beforehand once more, that if I come again I shall not spare. Do you see whom he mourns over, and whom he does not spare? Not those who have sinned, but those who have not repented—and not simply those who have not repented, but those who, though exhorted to this once and a second time, refused to be persuaded. For the saying, I have said beforehand and say beforehand as present the second time, and absent now I write, intimates nothing else than this—which there is fear may come to pass among us also now. For even if Paul, who then threatened the Corinthians, is not present, yet Christ is present, He Who [even then] spoke through him; and if we persist unyieldingly, He will not spare us, but will smite us with a mighty blow both here and hereafter. Let us therefore come before His face in confession, let us pour out our hearts before Him. For you have sinned, says Scripture: add sin no more, and make supplication concerning your former sins; and again, A righteous man is his own accuser at the beginning of his speech. Let us not, then, await the accuser, but forestall his office, and thus render the Judge gentler through our grateful acknowledgement. That you confess your sins and count yourself wretched beyond measure, I know clearly; yet I do not wish for this alone, but I desire you to be persuaded that this course can also justify you. For so long as you do not make this confession profitable, even though you accuse yourself, you will not be able to desist from subsequent sins either. For no one will be able to do anything with zeal and befitting order unless he has first convinced himself that he is doing it with benefit. Indeed, the sower, after casting the seed, will never reap unless he looks for the harvest. For who would choose to weary himself in vain, gaining no good from his toil? Thus, then, he too who sows words and tears and confession, unless he does this with good hope, will not even be able to cease from sinning, while still held fast by the mischief of despair; but just as that husbandman who has despaired of the yield of his crops will henceforth check none of the pests that mar the seeds, so also this man who sows confession through tears, yet expects no gain from it, will not even be able to overthrow the things that ruin repentance. And what ruins repentance is to be entangled once more in the same evils. For when one builds, says Scripture, and one pulls down, what more have they profited than toil? He who washes himself after touching a corpse and touches it again, what has he profited by his washing? So when a man fasts from his sins, and goes again and does the same things, who will listen to his prayer? And again, If a man turns back, it says, from righteousness to sin, the Lord will prepare him for the sword. And, As a dog, when he returns to his own vomit, becomes hateful, so is a fool who by his own wickedness turns back to his own sin.
ιθʹ. Μὴ τοίνυν ὡς κατηγορῶν σαυτοῦ μόνον τὴν ἁμαρτίαν ἐκπόμπευε, ἀλλὰ καὶ ὡς δικαιωθῆναι ὀφείλων διὰ τοῦ τρόπου τῆς μετανοίας· οὕτω γὰρ δυνήσῃ καὶ τὴν ἐξομολογουμένην ψυχὴν ἐντρέψαι, μηκέτι τοῖς αὐτοῖς περιπί-
19. Do not, then, parade your sin as though merely accusing yourself, but also as one bound to be justified through the manner of your repentance; for thus you will be able to shame the confessing soul as well, so that it no longer fall
Notes, col. 306

On the reading

Printed Ει, for Εἰ.

Printed τὴ, for τὸ.

Printed πριῶν, for ποιῶν.

Printed ῥυμφαίαν, for ῥομφαίαν.