Migne Reading Room

PG 47 · cols. 277–282 · Read from the page

Paraenesis or Exhortation to Theodore the Fallen, two books

Paraenesis or Exhortation to Theodore the Fallen, two books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:277Read from the page
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ.
ALL THE EXTANT WORKS OF OUR FATHER AMONG THE SAINTS JOHN CHRYSOSTOM, ARCHBISHOP OF CONSTANTINOPLE.
ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ ΕΙΣ ΘΕΟΔΩΡΟΝ ΕΚΠΕΣΟΝΤΑ.
HORTATORY DISCOURSE TO THE LAPSED THEODORE.
αʹ. Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; εὔκαιρον καὶ ἐμοὶ νῦν εἰπεῖν, καὶ πολλῷ μᾶλλον ἢ τῷ προφήτῃ τότε ἐκείνῳ. Εἰ γὰρ καὶ μὴ πόλεις πολλὰς, μηδὲ ὁλόκληρα ἔθνη μέλλοιμι πενθεῖν, ἀλλὰ πολλῶν τοιούτων ἐθνῶν ψυχὴν ἀνταξίαν, μᾶλλον δὲ καὶ τιμιωτέραν. Καὶ γὰρ εἰ κρείττων εἷς ποιῶν τὸ θέλημα τοῦ Θεοῦ, ἢ μυρίοι παράνομοι, κρείττων ἄρα καὶ σὺ πρότερον ἦσθα τῶν μυριάδων τῶν Ἰουδαϊκῶν. Ὥστε οὐδεὶς ἄν μοι μέμψαιτο νῦν, εἰ καὶ θρήνους τῶν ἐν τῷ προφήτῃ κειμένων πλείονας ἀναγράψαιμι, καὶ σφοδροτέρους ἐπιδείξαιμι ὀδυρμούς. Οὐ γὰρ πόλεως πενθῶ κατασκαφὴν, οὐδὲ παρανόμων αἰχμαλωσίαν ἀνδρῶν, ἀλλὰ ψυχῆς ἐρήμωσιν ἱερᾶς, καὶ ναοῦ χριστοφόρου καθαίρεσιν καὶ ἀφανισμόν. Τὸν γὰρ κόσμον τῆς διανοίας τῆς σῆς, ὃν κατέφλεξεν ὁ διάβολος νῦν, εἴ τις ὅτε ἔλαμπεν ᾔδει καλῶς, οὐκ ἂν ἐστέναξε τοὺς θρήνους ἐπερχόμενος τοῦ προφήτου καὶ ἀκούων, ὅτι χεῖρες βαρβαρικαὶ τὰ ἅγια τῶν ἁγίων ἐμόλυναν, καὶ πῦρ ἐπαφεῖσαι πάντα κατέκαυσαν, τὰ χερουβὶμ, τὴν κιβωτὸν, τὸ ἱλαστήριον,
1. Who will give water to my head, and a fountain of tears to my eyes? (Jer. 9:1). It is seasonable for me also now to say this, and much more than for that prophet at that time. For even though I am not about to mourn many cities nor whole nations, yet I mourn a soul equal in worth to many such nations, nay rather even more precious. For if one man doing the will of God is better than ten thousand transgressors (Sir. 16:3), then you also were formerly better than the myriads of the Jews. So that no one could blame me now, even if I should pen more lamentations than those set down in the prophet, and display more vehement wailings. For I do not mourn the razing of a city, nor the captivity of lawless men, but the desolation of a sacred soul, and the demolition and effacement of a Christ-bearing temple. For had anyone known well the adornment of your mind—which the devil has now burned down—when it shone brightly, would he not have groaned on going through the lamentations of the prophet and hearing that barbarian hands defiled the Holy of Holies, and setting fire to all things burned them down: the cherubim, the ark, the mercy-seat,
PG 47:278Read from the page
τὰς πλάκας τὰς λιθίνας, τὴν στάμνον τὴν χρυσῆν; Αὕτη γὰρ, αὕτη ἡ συμφορὰ πικροτέρα ἐκείνης, ὅσῳ καὶ πολλῷ τιμιώτερα ἐκείνων σύμβολα εἰς τὴν σὴν ἐναπέκειτο ψυχήν. Οὗτος ἁγιώτερος ἐκείνου ὁ ναός· οὐδὲ γὰρ χρυσῷ καὶ ἀργύρῳ, ἀλλὰ τῇ τοῦ Πνεύματος ἀπέστιλβε χάριτι, καὶ ἀντὶ τῆς κιβωτοῦ καὶ τῶν χερουβὶμ τὸν Χριστὸν καὶ τὸν τούτου Πατέρα καὶ τὸν Παράκλητον εἶχεν ἱδρυμένον ἐν ἑαυτῷ. Ἀλλὰ νῦν οὐκέτι, ἀλλ' ἔρημος μὲν καὶ γυμνὸς τοῦ κάλλους ἐκείνου καὶ τῆς εὐπρεπείας ἐστὶ, τὸν θεῖον καὶ ἄῤῥητον κόσμον ἀποκοσμηθεὶς, ἔρημος δὲ ἀσφαλείας ἁπάσης καὶ φυλακῆς· καὶ οὔτε θύρα οὔτε μοχλὸς, ἀλλὰ πᾶσιν ἀνέῳκται τοῖς ψυχοφθόροις καὶ αἰσχροῖς λογισμοῖς· κἂν ὁ τῆς ἀλαζονείας, κἂν ὁ τῆς πορνείας, κἂν ὁ τῆς φιλαργυρίας, κἂν οἱ τούτων μιαρώτεροι βουληθῶσιν ἐπεισελθεῖν, ὁ κωλύσων οὐδείς· πρότερον δὲ, καθάπερ ὁ οὐρανὸς τούτοις ἐστὶν ἄβατος ἅπασιν, οὕτω καὶ ἡ καθαρότης τῆς διανοίας τῆς σῆς. Καὶ τάχα ἄπιστα δόξω λέγειν τισὶ τοῖς νῦν τὴν ἐρημίαν καὶ τὴν καταστροφὴν ὁρῶσι τὴν σήν· διὰ γὰρ τοῦτο κόπτομαι καὶ πενθῶ, καὶ τοῦτο ποιῶν οὐ παύσομαι, ἕως ἄν σε πάλιν ἐπὶ τῆς προτέρας ἴδω φαιδρότητος. Εἰ γὰρ καὶ τοῖς ἀνθρώποις ἀδύ-
the tablets of stone, the golden jar? For this, this calamity is more bitter than that one, inasmuch as tokens far more precious than those were laid up in your soul. This temple was holier than that one; for it gleamed not with gold and silver, but with the grace of the Spirit, and in place of the ark and the cherubim it had Christ and His Father and the Paraclete enshrined within itself. Yet now it is so no longer, but is desolate and bare of that beauty and comeliness, stripped of its divine and ineffable adornment, and destitute of all security and guard; and there is neither door nor bar, but it stands laid open to all soul-destroying and shameful thoughts; and even if the thought of arrogance, or that of fornication, or that of avarice, or those still fouler than these wish to rush in besides, there is no one to hinder them; whereas formerly, just as heaven is inaccessible to all these, so also was the purity of your mind. And perhaps I shall seem to some who now behold your desolation and overthrow to speak things incredible; for on this account I beat my breast and mourn, and I shall not cease doing this until I see you back again in your former radiance. For even if to men it seems impos-
PG 47:279Read from the page
νατον εἶναι τοῦτο δοκεῖ, ἀλλὰ τῷ Θεῷ πάντα δυνατά. Αὐτὸς γάρ ἐστιν Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα, τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ. Αὐτός ἐστιν Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην. Μὴ τοίνυν ἀπογνῷς τὴν ἀρίστην μεταβολήν. Εἰ γὰρ ὁ διάβολος τοσοῦτον ἴσχυσεν, ὡς ἀπὸ τῆς κορυφῆς ἐκείνης καὶ τοῦ ὕψους τῆς ἀρετῆς εἰς ἔσχατόν σε κακίας κατενεγκεῖν, πολλῷ μᾶλλον ὁ Θεὸς ἰσχύσει πρὸς ἐκείνην σε πάλιν ἀνελκύσαι τὴν παρρησίαν· καὶ οὐ τοιοῦτον μόνον, ἀλλὰ καὶ πολλῷ μακαριώτερον ἐργάσασθαι τοῦ προτέρου. Μόνον μὴ καταπέσῃς, μηδὲ τὰς χρηστὰς ἐλπίδας ἐκκόψῃς, μηδὲ πάθῃς τὰ τῶν ἀσεβῶν. Οὐ γὰρ τὸ τῶν ἁμαρτημάτων πλῆθος εἰς ἀπόγνωσιν ἐμβάλλειν εἴωθεν, ἀλλὰ τὸ ψυχὴν ἔχειν ἀσεβῆ. Διὰ τοῦτο ὁ Σολομὼν οὐχ ἁπλῶς εἶπε, Πᾶς τις ἐλθὼν εἰς βάθος κακῶν καταφρονεῖ, ἀλλ' Ὁ ἀσεβὴς μόνος. Ἐκείνων γὰρ μόνων τοῦτο τὸ πάθος ἐστὶν, ἐπειδὰν εἰς τὸ βάθος ἔλθωσι τῶν κακῶν. Καὶ τοῦτό ἐστιν ὅπερ αὐτοὺς οὐκ ἀφίησιν ἀναβλέψαι, καὶ ἐπανελθεῖν ὅθεν ἐξέπεσον. Ὁ γὰρ μιαρὸς οὗτος λογισμὸς καθάπερ τις κύφων ἐπικείμενος ἐπὶ τὸν αὐχένα τῆς ψυχῆς, καὶ κάτω νεύειν καταναγκάζων αὐτὴν, κωλύει πρὸς τὸν Δεσπότην ἀναβλέψαι τὸν αὐτῆς. Ἀνδρὸς δέ ἐστι γενναίου καὶ θαυμαστοῦ συντρίψαι τοῦτο τὸ ξύλον, καὶ τὸν ἐπιτιθέντα αὐτὸ δήμιον ἀποκρούσασθαι, καὶ τὰ τοῦ προφήτου φθέγξασθαι ῥήματα· Ὡς γὰρ ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρήσαι ἡμᾶς. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπιπολὺ ἐπλήσθημεν ἐξουδενώσεως. Θεῖα ἀληθῶς ταῦτα τὰ παιδεύματα, καὶ τῆς ἀνωτάτω φιλοσοφίας δόγματα. Ἐνεπλήσθημεν, φησὶν, ἐξουδενώσεως, καὶ μυρία ὑπέστημεν χαλεπά· ἀλλ' ὅμως τοῦ πρὸς τὸν Θεὸν ἀναβλέπειν οὐκ ἀποστησόμεθα, οὐδὲ, πρὶν ἢ λαβεῖν τὴν αἴτησιν, παυσόμεθα αἰτοῦντες αὐτόν. Τοῦτο γὰρ γενναίας ψυχῆς, μὴ καταπίπτειν, μηδὲ ἀπαγορεύειν πρὸς τὸ πλῆθος τῶν κατεχόντων δεινῶν, μηδὲ πολλάκις αἰτοῦντας καὶ ἀποτυγχάνοντας ἀναχωρεῖν, ἀλλ' ἐπιμένειν, ἕως οὗ οἰκτειρήσῃ ἡμᾶς, καθὼς καὶ ὁ μακάριος Δαυΐδ φησι.
sible, yet with God all things are possible. For He Himself is He Who raises a poor man from the earth, and lifts up a needy man from the dunghill, to seat him with princes, with the princes of His people. He Himself is He Who settles a barren woman in a house, a mother rejoicing over children. Do not, therefore, despair of the most excellent transformation. For if the devil had such strength as to bring you down from that summit and height of virtue into the uttermost depth of wickedness, much more will God have strength to draw you back up again towards that boldness of speech; and not such alone, but also to render you far more blessed than before. Only do not collapse, nor cut off good hopes, nor suffer the fate of the ungodly. For it is not the multitude of transgressions that is wont to cast men into despair, but possessing an ungodly soul. On this account Solomon did not say simply, Everyone who comes into a depth of evils despises, but The ungodly man alone. For this affliction belongs to those alone, whenever they come into the depth of evils. And this is what does not suffer them to look up and return whence they fell. For this foul reflection, lying like a wooden collar upon the neck of the soul and forcing it to stoop downwards, hinders it from looking up towards its own Master. Yet it belongs to a noble and admirable man to shatter this timber, and to beat off the executioner who lays it on, and to utter the words of the prophet: For as the eyes of a maidservant look unto the hands of her mistress, so are our eyes towards the Lord our God, until He take pity upon us. Have mercy upon us, O Lord, have mercy upon us, for we have been utterly filled with contempt. Divine indeed are these lessons, and doctrines of the highest philosophy. We have been filled, he says, with contempt, and have endured ten thousand hardships; yet nevertheless we shall not desist from looking up towards God, nor, before receiving our petition, shall we cease entreating Him. For this is the mark of a noble soul: neither to sink down, nor to lose heart before the multitude of besetting terrors, nor, though asking often and failing to obtain, to withdraw, but to persevere until He take pity upon us, just as blessed David also declares.
βʹ. Διὰ γὰρ τοῦτο ὁ διάβολος ἡμᾶς εἰς τοὺς τῆς ἀπογνώσεως ἐμβάλλει λογισμοὺς, ἵνα ἐκκόψῃ τὴν ἐλπίδα τὴν πρὸς τὸν Θεὸν, τὴν ἄγκυραν τὴν ἀσφαλῆ, τὴν ὑπόθεσιν τῆς ἡμετέρας ζωῆς, τὴν χειραγωγὸν τῆς πρὸς τὸν οὐρανὸν φερούσης ὁδοῦ, τὴν σωτηρίαν τῶν ἀπολλυμένων ψυχῶν. Τῇ γὰρ ἐλπίδι, φησὶν, ἐσώθημεν. Αὕτη γὰρ, αὕτη, καθάπερ σειρά τις ἰσχυρὰ τῶν οὐρανῶν ἐξαρτηθεῖσα, τὰς ἡμετέρας διαβαστάζει ψυχὰς, κατὰ μικρὸν πρὸς τὸ ὕψος ἐκεῖνο ἀνέλκουσα τοὺς σφόδρα ἐχομένους αὐτῆς, καὶ τοῦ κλύδωνος ἡμᾶς τῶν βιωτικῶν κακῶν ὑπεραίρουσα. Ἂν οὖν τις μαλακισθῇ καὶ ἀφῇ τὴν ἄγκυραν ταύτην τὴν ἱερὰν, κατέπεσέ τε εὐθέως καὶ ἀπεπνίγη εἰς τὴν ἄβυσσον τῆς κακίας ἐλθών. Ὅπερ εἰδὼς ὁ πονηρὸς,
2. For on this account the devil casts us into thoughts of despair, that he may cut off hope towards God, the secure anchor, the foundation of our life, the guide along the road leading towards heaven, the salvation of perishing souls. For by hope, it says, we were saved. For this, this indeed, like a mighty cord suspended from the heavens, bears up our souls, little by little drawing up towards that height those who cling fast to it, and lifting us above the surge of worldly evils. If, then, anyone grows faint-hearted and lets go of this sacred anchor, straightway he both falls down and is choked, having come into the abyss of wickedness. Knowing which, the evil one,
PG 47:280Read from the page
ἐπειδὰν ἡμᾶς αὐτοὺς τῷ τῶν πονηρῶν πράξεων βαρυνομένους συνειδότι αἴσθηται, ἐπελθὼν καὶ αὐτὸς τὸν ἐκ τῆς ἀπογνώσεως λογισμὸν ὄντα μολύβδου βαρύτερον ἐπιτίθησι· κἂν αὐτὸν παραδεξώμεθα, ἀνάγκη λοιπὸν κατασπασθέντας εὐθέως τῷ βάρει, καὶ τῆς σειρᾶς ἀπορραγέντας ἐκείνης κατελθεῖν εἰς τὸ βάθος τῶν κακῶν, ἔνθα καὶ αὐτῆς γέγονας νῦν, τοῦ μὲν πράου καὶ ταπεινοῦ Δεσπότου τὰ προστάγματα ἀφεὶς, τοῦ δὲ ὠμοῦ καὶ τυράννου καὶ ἀσπόνδου τῆς ἡμετέρας σωτηρίας ἐχθροῦ τὰ ἐπιτάγματα ἐξανύων ἅπαντα, καὶ τὸν χρηστὸν διαρρήξας ζυγὸν, καὶ τὸ φορτίον ῥίψας τὸ ἐλαφρὸν, καὶ τοὺς σιδηροῦς ἀντ' ἐκείνων κλοιοὺς περιθεὶς, ἔτι καὶ τὸν μύλον ἐξήρτησας τὸν ὀνικὸν τοῦ τραχήλου τοῦ σοῦ. Ποῦ οὖν στήσῃ λοιπὸν καταποντίζων τὴν ἀθλίαν σου ψυχὴν, τοῦ κάτω φέρεσθαι διηνεκῶς τοιαύτην σαυτῷ τὴν ἀνάγκην ἐπιθείς ; Ἡ μὲν οὖν τὴν μίαν δραχμὴν εὑροῦσα γυνὴ, τὰς γείτονας ἐκάλει τῆς εὐφροσύνης κοινωνοὺς, Συγχάρητέ μοι, λέγουσα· ἐγὼ δὲ τοὺς φίλους ἅπαντας τούς τε ἐμοὺς καὶ τοὺς σοὺς ἐπὶ τοῖς ἐναντίοις παρακαλέσω νῦν, οὐ, Συγχάρητέ μοι, λέγων, ἀλλὰ, Συμπενθήσατε, καὶ θρῆνον ἀναλάβετε τὸν αὐτὸν, καὶ γοερὸν σὺν ἡμῖν ἀνακράξατε. Ζημία γὰρ ἡμᾶς ἐσχάτη κατείληφεν, οὐχ ὅτι χρυσίου τάλαντα τόσα καὶ τόσα τῆς ἐμῆς ἐξέπεσε χειρὸς, οὐδ' ὅτι λίθων τιμίων πολὺς ἀριθμὸς, ἀλλ' ὅτι τούτων ἁπάντων ὁ τιμιώτερος συμπλέων ἡμῖν ταύτην τὴν θάλασσαν τὴν μεγάλην καὶ εὐρύχωρον, οὐκ οἶδ' ὅπως ἐξολισθήσας, πρὸς αὐτὸν τῆς ἀπωλείας τὸν πυθμένα κατέπεσεν.
whenever he perceives us ourselves weighed down by the conscience of wicked deeds, coming up he also lays upon us the thought arising from despair, which is heavier than lead; and if we accept it, we must needs thereafter, dragged down straightway by its weight and torn away from that cord, descend into the depth of evils, where you also have now come to be, having abandoned the commands of the gentle and lowly Master, while fulfilling all the injunctions of the cruel and tyrannical and implacable enemy of our salvation; and having shattered the kindly yoke, and cast off the light burden, and placed iron collars around yourself instead of those, you have furthermore hung the millstone drawn by an ass from your own neck. Where, then, will you halt hereafter as you plunge your wretched soul into the deep, having laid upon yourself such a compulsion to be borne continually downwards? Now the woman who found the one drachma called her female neighbours to share in her gladness, saying, Rejoice with me; whereas I shall now summon all friends, both mine and yours, for the very opposite, saying not, Rejoice with me, but, Mourn with me, and take up the selfsame dirge, and cry out dolefully together with us. For utter loss has overtaken us, not because so many and so many talents of gold have fallen from my hand, nor because a vast number of precious stones has, but because he who is more precious than all these, sailing with us over this great and wide sea, having slipped I know not how, has fallen down unto the very bottom of perdition.
γʹ. Εἰ δέ τινές με τοῦ θρηνεῖν ἀπάγειν πειρῶνται, τὰ τοῦ προφήτου πρὸς αὐτοὺς φθέγξομαι λέγων· Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με. Οὐ γὰρ τοιοῦτον πένθος πενθῶ νῦν, ὡς καὶ κατάγνωσιν φέρειν ἡμῖν τὴν ἀμετρίαν τῶν ὀδυρμῶν, ἀλλ' ὑπὲρ οὗ, κἂν εἰ Παῦλος, κἂν εἰ Πέτρος ἦν, οὐκ ἂν ᾐσχύνθησαν κλαίοντες καὶ πενθοῦντες καὶ πᾶσαν παράκλησιν διωθούμενοι. Τοῖς μὲν γὰρ τὸν κοινὸν τοῦτον θάνατον ὀδυρομένοις εἰκότως ἄν τις ἐγκαλέσειε μικροψυχίαν πολλήν· ὅταν δὲ ἀντὶ σώματος ψυχὴ προκέηται νεκρὰ, μυρίας ἔχουσα τὰς ὠτειλὰς, καὶ ἐν αὐτῇ τῇ νεκρότητι τὴν εὐφυΐαν ἑαυτῆς ἐμφαίνουσα τὴν προτέραν, καὶ τὴν εὐεξίαν, καὶ τὸ κάλλος τὸ ἀποσβεσθὲν, τίς οὕτως ὠμὸς καὶ ἀσυμπαθὴς, ὡς ἀντὶ θρήνων καὶ ὀδυρμῶν παραμυθητικοὺς λόγους προσάγειν ; Ὥσπερ γὰρ ἐκεῖ τὸ μὴ πενθεῖν φιλοσοφίας ἐστὶν, οὕτως ἐνταῦθα τὸ πενθεῖν. Ὁ πρὸς τὸν οὐρανὸν φθάσας, ὁ τῆς τοῦ βίου ματαιότητος καταγελῶν, ὁ τὰ κάλλη τῶν σωμάτων ὡς τὰ ἐν λίθοις ὁρῶν, ὁ χρυσοῦ μὲν ὡς πηλοῦ, τρυφῆς δὲ ἁπάσης ὡς βορβόρου καταφρονῶν, οὗτος ἡμῖν ἐξαίφνης πυρετῷ κατασχεθεὶς ἐπιθυμίας ἀτόπου, καὶ τὴν ὑγίειαν καὶ τὴν ἀνδρείαν καὶ τὴν ὥραν ἅπασαν διέφθειρε, καὶ δοῦλος γέγονε τῶν ἡδονῶν. Τοῦτον οὖν οὐ δακρύσομεν, εἰπέ μοι, καὶ κοψόμεθα, ἕως ἀνακτησώμεθα πάλιν αὐτόν ; Καὶ ποῦ ταῦτα ἀνθρωπίνης ψυχῆς ; Τῆς μὲν γὰρ τοῦ σώματος νεκρώσεως τὴν λύσιν οὐκ ἔστιν εὑρεῖν ἐνταῦθα, καὶ ὅμως οὐδὲ τοῦτο τοὺς πενθοῦντας τῶν θρήνων ἀφίστησι· ψυχῆς δὲ νέκρωσιν ἐνταῦθα μόνον ἐστὶν
3. And if any try to draw me away from mourning, I shall utter the words of the prophet unto them, saying: Leave me alone, I will weep bitterly; do not prevail to comfort me. For I do not mourn now with such a grief that the excess of lamentations should bring condemnation upon us, but over one for whom, even had it been Paul, even had it been Peter, they would not have been ashamed to weep and mourn and thrust aside all consolation. For those who lament this common death one might rightly charge with great faintness of spirit; but when instead of a body a soul lies stretched out dead, bearing ten thousand wounds, and in that very deadness displaying its former noble nature, and its vigour, and its extinguished beauty, who is so cruel and void of sympathy as to offer words of consolation instead of dirges and lamentations? For just as there not to mourn belongs to philosophy, so here to mourn does. He who had reached unto heaven, who laughed to scorn the vanity of life, who beheld the beauties of bodies like those in stones, who despised gold like clay and all luxury like mire, this man among us, suddenly seized by a fever of perverse desire, has ruined both his health and his manliness and all his bloom, and has become a slave of pleasures. Shall we not therefore weep for this man, tell me, and beat our breasts, until we win him back again? And how could such things belong to a human soul? For of the deadness of the body it is impossible to find the release here, and yet not even this turns mourners away from their dirges; whereas the deadness of a soul it is only here possible
Notes, col. 280

On the reading

Printed αὐτῆς, for αὐτὸς.

PG 47:281Read from the page
ἀφανίσαι δυνατόν· Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι ; Πῶς οὖν οὐ πολλῆς βλακείας ἐστὶ. τοὺς μὲν τὸν τοῦ σώματος θάνατον πενθοῦντας οὕτω σφοδρῶς τοῦτο ποιεῖν, καὶ ταῦτα εἰδέτας ὅτι οὐκ ἀναστήσουσι τὸν κείμενον τοῖς ὀδυρμοῖς· ἡμᾶς δὲ μηδὲν τοιοῦτον ἐπιδείκνυσθαι, καὶ ταῦτα ἐπισταμένους ὅτι πολλάκις ἐστὶν ἐλπὶς τὴν ἀπολωλυῖαν ψυχὴν εἰς τὴν προτέραν ζωὴν ἐπαναγαγεῖν ; Πολλοὶ γὰρ καὶ νῦν καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων ἐκ τῆς ὀρθῆς περιτραπέντες στάσεως καὶ ἐκ τῆς ἐστενοχωρημένης κατακρημνισθέντες ὁδοῦ, οὕτω διανέστησαν πάλιν, ὡς ἀποκρύψαι τοῖς δευτέροις τὰ πρότερα, καὶ τὸ βραβεῖον λαβεῖν, καὶ τὸν στέφανον ἀναδήσασθαι, καὶ μετὰ τῶν νικώντων ἀνακηρυχθῆναι, καὶ εἰς τὸν τῶν ἁγίων ἀριθμηθῆναι χόρον. Ἕως μὲν γὰρ ἂν ἐν τῇ καμίνῳ τις ἑστήκῃ τῶν ἡδονῶν, κἂν μυρία τοιαῦτα ὑποδείγματα ἔχῃ, ἀδύνατον αὐτῷ τὸ πρᾶγμα εἶναι δοκεῖ· ἂν δὲ ἀρχὴν βραχεῖαν μόνον λάβῃ τῆς ἐκεῖθεν ἐξόδου, προϊὼν ἀεὶ τὸ μὲν σφοδρότερον τοῦ πυρὸς κατόπιν ἀφίησι, τὰ δὲ ἔμπροσθεν καὶ πρὸ τῶν ποδῶν δρόσου καὶ πολλῆς γέμοντα τῆς εὐκολίας ὄψεται· μόνον μὴ ἀπογνῶμεν, μηδὲ ἀπαγορεύσωμεν τὴν ἐπάνοδον· ὁ γὰρ τοῦτο παθὼν, κἂν μυρίαν ἰσχὺν καὶ προθυμίαν κεκτημένος ᾖ, μάτην κέκτηται. Τὴν γὰρ θύραν ἀποκλείσας ἅπαξ ἑαυτῷ τῆς μετανοίας, καὶ τὴν εἰς τὸ στάδιον εἴσοδον ἀποτειχίσας, πῶς δυνήσεται ἔξω μένων ἢ μικρὸν ἢ μέγα ἐργάσασθαι ἀγαθόν ; Διὰ τοῦτο πάντα μηχανᾶται ὁ πονηρὸς, ἵνα τοῦτον ἐν ἡμῖν φυτεύσῃ τὸν λογισμόν· οὐκ ἔτι γὰρ αὐτῷ ἱδρώτων δεήσει καὶ πόνων πρὸς τὴν ἡμετέραν ἀντίστασιν· πῶς γὰρ, τῶν κειμένων καὶ πεπτωκότων καὶ ἀνταίρειν οὐκ ἐθελόντων αὐτῷ ; Ὁ μὲν γὰρ τοῦτον δυνηθεὶς διαδῦναι τὸν δεσμὸν καὶ τὴν ἰσχὺν ἀνακτήσεται τὴν αὐτοῦ, καὶ εἰς ἐσχάτας οὐ παύσεται αὐτῷ παλαίων ἀναπνοὰς, κἂν εἰς μυρία ἄλλα πέσῃ πτώματα, ἀναστήσεται πάλιν, καὶ συγκόψει τὸν ἐχθρόν· ὁ δὲ τοῖς τῆς ἀπογνώσεως δεθεὶς λογισμοῖς, καὶ τὴν ἰσχὺν παραλύσας τὴν αὐτοῦ, πῶς δυνήσεται περιγενέσθαι καὶ ἀντιστῆναι, ἐξεναντίας φυγών ;
to blot out; For in Hades, he says, who shall confess unto Thee? How then is it not a mark of great stupidity that those who mourn the death of the body should do this so vehemently, even though knowing that they will not raise up the one who lies dead by their lamentations; while we display nothing of the sort, even though understanding that often there is hope of bringing the lost soul back to its former life? For many both now and in the days of our forefathers, having been overturned from their upright standing and hurled down headlong from the straitened road, so rose up again as to hide the former things by the second, and receive the prize, and bind on the crown, and be proclaimed among the victors, and be numbered in the choir of the saints. For so long as anyone stands in the furnace of pleasures, even if he has ten thousand such examples, the matter seems impossible to him; yet if he takes only a brief beginning of his departure thence, advancing continually he leaves the fiercer heat of the fire behind, and will behold the things in front and before his feet teeming with dew and great ease; only let us not despair, nor renounce our return; for he who has suffered this, even if he possesses ten thousandfold strength and eagerness, possesses them in vain. For once he has barred the door of repentance against himself, and walled off the entrance into the racecourse, how will he, abiding outside, be able to accomplish any good, whether small or great? On this account the evil one contrives everything, that he may plant this thought within us; for he will no longer need sweat and labours against our resistance; for how should he, when men lie prostrate and fallen and unwilling to raise a hand against him? For he who has been able to slip out of this bond will both recover his own strength, and unto his last breaths will not cease wrestling with him, and even if he falls into ten thousand other falls, will rise up again and cut down the enemy; whereas he who is bound by the thoughts of despair, and has paralysed his own strength, how will he be able to prevail and withstand, having fled in the opposite direction?
δʹ. Καὶ μή μοι τοὺς ὀλίγα ἡμαρτηκότας εἴπῃς, ἀλλ' ἔστω τις πάσης κακίας ἀνάμεστος, καὶ πάντα πραττέτω τὰ ἀποκλείοντα τῆς βασιλείας αὐτὸν, καὶ οὗτος μὴ τῶν ἐξ ἀρχῆς ἀπίστων, ἀλλὰ τῶν πιστῶν, καὶ εὐηρεστηκότων τῷ Θεῷ πρότερον ὢν, ὕστερον γινέσθω πόρνος, μοιχὸς, μαλακὸς, κλέπτης, μέθυσος, ἀρσενοκοίτης, λοίδορος, καὶ τὰ ἄλλα τὰ τούτοις ὅμοια· οὐδὲ γὰρ τοῦτον ἐγὼ ἀποδέξομαι ἀπογινώσκοντα ἑαυτοῦ, κἂν εἰς ἔσχατον γῆρας ἐλάσῃ μετὰ τῆς ἀφάτου καὶ τηλικαύτης κακίας. Εἰ μὲν γὰρ πάθος ἦν ἡ ὀργὴ τοῦ Θεοῦ, καλῶς ἄν τις ἀπέγνω, ὡς οὐ δυνάμενος σβέσαι τὴν φλόγα, ἣν διὰ τῶν τοσούτων ἀνῆψε κακῶν· ἐπειδὴ δὲ ἀπαθὲς τὸ Θεῖόν ἐστι, κἂν κολάζῃ, κἂν τιμωρῆται, οὐ μετ' ὀργῆς τοῦτο ποιεῖ, ἀλλὰ μετὰ κηδεμονίας καὶ φιλανθρωπίας πολλῆς· διὸ σφόδρα θαρρεῖν χρὴ, καὶ πεποιθέναι τῇ τῆς μετανοίας δυνάμει. Καὶ γὰρ τοῖς εἰς αὐτὸν ἡμαρτηκόσιν οὐ δι' ἑαυτὸν εἴωθεν ἐπεξέρχεσθαι· οὐδεμία γὰρ εἰς τὴν φύσιν ἐκείνην διαβαίνει βλάβη· ἀλλὰ πρὸς τὸ συμφέρον ἡμῖν σκοπῶν, καὶ ὑπὲρ τοῦ μὴ χείρονα γενέσθαι τὴν διαστροφὴν τὴν ἡμετέραν μελετώντων αὐτοῦ καταφρονεῖν καὶ ὑπερορᾶν. Καθάπερ
4. And do not speak to me of those who have sinned in small matters, but let someone be brimful of all wickedness, and let him practise all the things that shut him out of the kingdom, and let this man be not of those unbelieving from the beginning, but having formerly been of the faithful and of those who had been well-pleasing to God, let him afterwards become a fornicator, an adulterer, an effeminate man, a thief, a drunkard, a sodomite, a reviler, and all the other things like unto these; for not even this man shall I approve if he despairs of himself, even if he drives on unto extreme old age with such unspeakable and so great wickedness. For if the wrath of God were a passion, one might well have despaired, as being unable to quench the flame which he kindled through so many evils; but since the Divine Nature is free from passion, even if He chastises, even if He inflicts punishment, He does this not with wrath, but with tender care and great loving-kindness towards mankind; wherefore one ought to take great courage, and trust in the power of repentance. For indeed upon those who have sinned against Him He is wont to inflict vengeance not on His own account — for no harm crosses over unto that nature — but looking towards what is expedient for us, and in order that our perversity may not grow worse should we practise despising and disregarding Him. Just as
Notes, col. 281

On the reading

Printed εἰδέτας, for εἰδότας.

PG 47:282Read from the page
γὰρ ὁ τοῦ φωτὸς ἐκτὸς ποιῶν ἑαυτὸν, ἐκεῖνο μὲν ἐζημίωσεν οὐδὲν, ἑαυτὸν δὲ τὰ μέγιστα σκότῳ κατακλεισθείς· οὕτω καὶ ὁ τῆς παναλκοῦς ἐκείνης δυνάμεως καταφρονεῖν ἐθισθεὶς, ἐκείνην μὲν ἔβλαψεν οὐδὲν, ἑαυτὸν δὲ τὴν ἐσχάτην ἔβλαψε βλάβην. Καὶ διὰ τοῦτο ὁ Θεὸς τὰς τιμωρίας ἡμῖν ἀπειλεῖ, καὶ ἐπάγει πολλάκις, οὐχ ὡς ἑαυτὸν ἐκδικῶν, ἀλλ' ἡμᾶς ἕλκων πρὸς ἑαυτόν. Καὶ γὰρ καὶ ἰατρὸς ἐπὶ ταῖς τῶν παραπαιόντων ὕβρεσιν οὐκ ἀλγεῖ μὲν, οὐδὲ δάκνεται, ὅμως δὲ πάντα πράττει καὶ πραγματεύεται ὑπὲρ τοῦ παῦσαι τοιαῦτα ἀσχημονοῦντας ἐκείνους, οὐ τὰ ἑαυτοῦ σκοπῶν, ἀλλὰ τὴν ἐκείνων ὠφέλειαν· κἂν ἐπιδείξωνται μικρόν τι σωφροσύνης καὶ νήψεως, χαίρει καὶ εὐφραίνεται καὶ πολλῷ σφοδρότερον τὰ φάρμακα ἐπιτίθησιν, οὐχ ὑπὲρ τῶν προτέρων αὐτοὺς ἀμυνόμενος, ἀλλὰ τὴν ὠφέλειαν αὐξῆσαι θέλων, καὶ πρὸς καθαρὰν ὑγίειαν ἐπαναγαγεῖν· οὕτω καὶ ὁ Θεὸς, ὅταν εἰς τὴν ἐσχάτην μανίαν ἐκπέσωμεν, οὐκ ἀμυνόμενος ὑπὲρ τῶν προτέρων, ἀλλ' ἀπαλλάξαι τῆς νόσου βουλόμενος, ἅπαντα καὶ λέγει καὶ ποιεῖ· καὶ τοῦτο ἱκανὸν μὲν καὶ ἀπὸ τῶν ὀρθῶν λογισμῶν συνιδεῖν.
he who puts himself outside the light has inflicted no loss upon that light, yet has inflicted the greatest loss upon himself by being shut up in darkness; so too he who has grown accustomed to despise that all-mighty power has harmed it not at all, yet has harmed himself with the uttermost harm. And on this account God threatens us with punishments, and often brings them upon us, not as avenging Himself, but drawing us towards Himself. For indeed a physician also is neither grieved nor stung at the insults of delirious men, yet nevertheless does and contrives everything in order to make them cease behaving in so unseemly a fashion, looking not to his own interests, but to their benefit; and if they display some slight measure of soundness of mind and sobriety, he rejoices and is glad and applies his remedies far more vehemently, not taking vengeance upon them for what went before, but wishing to increase their benefit and bring them back towards pure health; so also God, whenever we fall out into uttermost madness, not taking vengeance for what went before, but wishing to rid us of the disease, both speaks and does all things; and this is sufficient to perceive even from right reasonings.
εʹ. Εἰ δέ τις ἡμῖν ἀμφισβητοίη τούτων ἕνεκεν, καὶ ἀπὸ τῶν θείων ταῦτα πιστωσόμεθα λογίων Τίς γὰρ, εἰπέ μοι, τοῦ Βαβυλωνίων βασιλέως γέγονε μιαρώτερος ; ὃς τοσαύτην τῆς τοῦ Θεοῦ δυνάμεως πεῖραν λαβὼν, ὡς τὸν προφήτην προσκυνῆσαι τὸν αὐτοῦ, καὶ κελεῦσαι αὐτῷ μαναὰ σπεῖσαι καὶ θεῖον, πάλιν εἰς τὸν πρότερον ἐξηνέχθη τῦφον, καὶ τοὺς μὴ προτιμήσαντας αὐτὸν τοῦ Θεοῦ, δεδεμένους εἰς τὴν κάμινον ἐνέβαλεν. Ἀλλ' ὅμως τὸν οὕτως ὠμὸν καὶ ἀσεβῆ καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπον, εἰς μετάνοιαν προσκαλεῖται, καὶ δίδωσιν αὐτῷ καὶ ἑτέρας τοῦ μεταβαλέσθαι ἀφορμὰς, πρῶτον μὲν αὐτὸ τὸ ἐν τῇ καμίνῳ θαῦμα γεγονὸς, μετὰ δὲ ἐκεῖνα τὴν ὄψιν, ἣν εἶδε μὲν ὁ βασιλεὺς, ἡρμήνευσε δὲ ὁ Δανιὴλ, ἱκανὴν οὖσαν καὶ λιθίνην κάμψαι ψυχήν· καὶ πρὸς τούτοις μετὰ τὴν ἐκ τῶν πραγμάτων παραίνεσιν, καὶ αὐτὸς ὁ προφήτης συνεβούλευε λέγων· Διὰ τοῦτο, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων· ἴσως ἔσται μακροθυμία τοῖς παραπτώμασί σου. Τί λέγεις, ὦ σοφὲ καὶ μακάριε ; ἔστι καὶ μετὰ τὴν τοσαύτην ἀπόπτωσιν πάλιν ἐπάνοδος, καὶ μετὰ τοσαύτην νόσον ὑγίεια, καὶ μετὰ τὴν τοσαύτην μανίαν πάλιν ἐλπὶς σωφροσύνης ; Πάσης ἑαυτὸν προλαβὼν ἐστέρησεν ἐλπίδος ὁ βασιλεὺς, πρῶτον μὲν ἀγνοήσας τὸν ποιήσαντα αὐτὸν, καὶ εἰς τὴν τιμὴν ἀγαγόντα ἐκείνην, καίτοι τῆς δυνάμεως αὐτοῦ καὶ προνοίας τεκμήρια διηγεῖσθαι ἔχων, καὶ ἐπ' αὐτοῦ, καὶ ἐπὶ τῶν προγόνων αὐτοῦ γεγενημένα πολλά· μετὰ δὲ τοῦτο πάλιν τῆς σοφίας αὐτοῦ καὶ τῆς προγνώσεως ἐναργῆ σημεῖα λαβὼν, καὶ μαγικὴν, καὶ ἀστρονομίαν, καὶ πάσης τῆς διαβολικῆς μαγγανείας τὴν
5. And if anyone should dispute with us on account of these things, from the divine oracles also we shall confirm them. For who, tell me, has proved more abominable than the king of the Babylonians? Who, after receiving so great a proof of the power of God as to worship His prophet, and bid men pour out an offering of manaa and incense to him, was carried away once more into his former arrogance, and cast bound into the furnace those who did not honour him above God. Yet nevertheless one so cruel and ungodly, and a wild beast rather than a man, He summons unto repentance, and grants him further occasions besides for changing his ways: first the very miracle that came to pass in the furnace, and after those things the vision which the king beheld and Daniel interpreted, which was sufficient to bend even a soul of stone; and in addition to these, after the admonition drawn from events, the prophet himself also counselled him, saying: Wherefore, O king, let my counsel please you, and redeem your sins by almsgiving, and your iniquities by mercies towards the poor; perhaps there will be forbearance for your trespasses. What do you say, O wise and blessed man? Is there even after so great a fall a return once more, and after so great a disease health, and after so great a madness hope once more of soundness of mind? The king had beforehand deprived himself of all hope, first by failing to know Him Who made him and brought him unto that honour, even though he had many tokens of His power and providence to recount, wrought both in his own case and in the days of his forefathers; and after this again, having received manifest signs of His wisdom and foreknowledge, and magic, and astronomy, and of all demonic sorcery the