Migne Reading Room

PG 47 · cols. 283–288 · Read from the page

Paraenesis or Exhortation to Theodore the Fallen, two books

Paraenesis or Exhortation to Theodore the Fallen, two books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:283Read from the page
σκηνὴν ἀνατραπεῖσαν ἰδὼν, χαλεπώτερα τῶν προτέρων ἐπεδείξατο. Ἃ γὰρ οἱ σοφοὶ μάγοι Γαζαρηνοὶ διασαφῆσαι οὐκ ἴσχυσαν, ἀλλ' ὡμολόγουν μείζονα ἢ κατά ἀνθρωπίνην φύσιν εἶναι, ταῦτα παιδίον αἰχμάλωτον ἐπιλύσασθαι ποιήσας αὐτῷ, οὕτως αὐτὸν ἐπηγάγετο ἐκείνῳ τῷ θαύματι, ὡς μὴ μόνον αὐτὸν πιστεῦσαι, ἀλλὰ καὶ τῇ οἰκουμένῃ πάσῃ τοῦ δόγματος τούτου γενέσθαι κήρυκα καὶ διδάσκαλον σαφῆ. Ὥστε εἰ καὶ πρὶν σημεῖον τοιοῦτον λαβεῖν ἀσύγγνωστος ἦν ἀγνοῶν τὸν Θεὸν, πολλῷ μᾶλλον μετ' ἐκεῖνο τὸ θαῦμα, καὶ τὴν ὁμολογίαν αὐτοῦ, καὶ τὴν διδασκαλίαν τὴν εἰς ἑτέρους γεγενημένην. Οὔτε γὰρ ἂν μὴ πιστεύσας καλῶς, ὅτι μόνος ἐστὶν ὁ Θεὸς ἀληθὴς, τοσαύτην εἰς τὸν ἐκείνου θεράποντα τιμὴν ἐπεδείξατο, καὶ τοιαῦτα τοῖς ἄλλοις ἐνομοθέτησεν. Ἀλλ' ὅμως μετὰ τὴν τοιαύτην ὁμολογίαν εἰς εἰδωλολατρείαν πάλιν ἐξέπεσε, καὶ ὁ πεσὼν ἐπὶ πρόσωπον, καὶ τὸν τοῦ Θεοῦ προσκυνήσας δοῦλον, οὗτος εἰς τοσοῦτον ἐξεβακχεύθη μανίας, ὥστε τοὺς τοῦ Θεοῦ δούλους μὴ προσκυνοῦντας αὐτὸν εἰς κάμινον ἐμβαλεῖν. Τί οὖν ; μετῆλθεν ὁ Θεὸς τὸν ἀποστάτην, ὡς μετελθεῖν ἔδει ; Μείζονα μὲν οὖν αὐτῷ τεκμήρια τῆς οἰκείας παρέσχε δυνάμεως, μετὰ τὴν τοσαύτην ἀπόνοιαν ἕλκων ἐπὶ τὰ πρότερα πάλιν αὐτόν· καὶ τὸ δὴ θαυμαστότερον· ἵνα γὰρ μὴ ἀπιστῆται πάλιν διὰ τὴν ὑπερβολὴν τῶν θαυμάτων τὰ γινόμενα, οὐκ ἐν ἄλλῳ τινὶ τὸ σημεῖον ἐποίησεν, ἀλλ' ἐπὶ τῆς καμίνου, ἣν ἀνῆψεν αὐτὸς ἐπὶ τῶν παίδων, οὓς ἔδησε καὶ ἐνέβαλεν. Ἦν μὲν οὖν καὶ τὸ σβέσαι τὴν φλόγα θαυμαστὸν καὶ παράδοξον· ὁ δὲ φιλάνθρωπος ὑπὲρ τοῦ μείζονα ἐνθεῖναι φόβον, καὶ πλείονα ποιῆσαι τὴν ἔκπληξιν, καὶ πᾶσαν αὐτοῦ λῦσαι τὴν πώρωσιν, τὸ τούτου μεῖζον ἐποίησε καὶ παραδοξότερον. Ἀφεὶς γὰρ αὐτὴν ἐκκαυθῆναι τοσοῦτον, ὅσον ἠθέλησεν ἐκεῖνος, οὕτω τὴν οἰκείαν ἐνδείκνυται δύναμιν, οὐ καταλύων τὰ μηχανήματα τῶν ἐχθρῶν, ἀλλ' ἑστῶτα ἄκυρα ποιῶν. Ἵνα δὲ μή τις αὐτοὺς ἰδὼν περιγεγονότας τῆς φλογὸς, φάντασμα εἶναι νομίσῃ, συνεχώρησε καυθῆναι τοὺς ἐμβαλόντας αὐτοὺς, δεικνὺς ὅτι πῦρ μὲν ἦν ἀληθῶς τὸ ὁρώμενον· οὐ γὰρ ἂν νάφθαν καὶ στύππιον καὶ κληματίδας καὶ τοσαῦτα κατέφαγε σώματα· τῆς δὲ αὐτοῦ προσταγῆς ἰσχυρότερον οὐδέν· ἀλλ' ἕπεται τῶν ὄντων ἁπάντων ἡ φύσις τῷ ἐκ τοῦ μὴ ὄντος αὐτὴν εἰς τὸ εἶναι παραγαγόντι· ὅπερ οὖν καὶ τότε ἐδείκνυτο· σώματα γὰρ ἡ φλὸξ ἀπολαβοῦσα φθαρτὰ, καθάπερ ἀφθάρτων ἀπέσχετο, καὶ σώαν τὴν παρακαταθήκην ἀπέδωκε, καὶ μετὰ πολλῆς τῆς λαμπρότητος. Ὥσπερ γὰρ ἐκ βασιλείων τινῶν βασιλεῖς, οὕτως ἀπὸ τῆς καμίνου προῄεσαν οἱ παῖδες ἐκεῖνοι, οὐδενὸς εἰς τὸν βασιλέα ἀνεχομένου λοιπὸν ὁρᾶν, ἀλλὰ πάντων τοὺς ὀφθαλμοὺς ἀπ' ἐκείνου μεταθέντων ἐπὶ τὴν παράδοξον θεωρίαν, καὶ οὔτε τὸ διάδημα, οὔτε ἡ ἁλουργὶς, οὔτε ἄλλο τι τῆς φαντασίας τῆς βασιλικῆς, οὕτω τοὺς ὄχλους τῶν ἀπίστων ἐπέστρεψεν, ὡς ἡ θέα τῶν πιστῶν ἐκείνων, ἐγχρονισάντων μὲν τῷ πυρὶ, οὕτω δὲ ἐξελθόντων ἐκεῖθεν, ὡς τοὺς ἐν ὀνείρῳ τοῦτο παθόντας εἰκὸς ἦν. Καὶ γὰρ ὃ πάντων εὐθραυστότερόν ἐστι τῶν ἐν ἡμῖν, ἡ τῶν τριχῶν φύσις, ἀδάμαντος τότε ἰσχυρότερον ἐκράτει τῆς παμφάγου φλογός. Καὶ οὐ τοῦτο μόνον ἦν τὸ θαυμαστὸν, ὅτι εἰς μέσον ἀπορριφέντες ἔπαθον οὐδὲν, ἀλλ' ὅτι καὶ φθεγγόμενοι ἦσαν διαπαντός· ἴσασι δὲ πάντες ὅσοι τοῖς καιομένοις παραγεγόνασιν, ὡς ἕως μὲν ἂν ἔχωσι μεμυκότα ἐκεῖνοι τὰ χείλη, κἂν βραχὺ γοῦν ἀντέχουσι πρὸς τὸν ἐμπρησμόν· εἰ δὲ συμβαίη
stage overturned, he displayed deeds more grievous than his former ones. For the things which the wise Gazarene magi had not the strength to make plain, but confessed to be greater than according to human nature — when He had caused a captive little lad to solve these things for him, He so drew him on by that miracle that not only did he himself believe, but he also became unto the whole inhabited world a herald and clear teacher of this doctrine. So that even if before receiving such a sign he was inexcusable in not knowing God, much more was he after that miracle, and his own confession, and the instruction delivered to others. For had he not rightly believed that God alone is true, he would neither have displayed so great honour towards His servant, nor enacted such laws for the rest. Yet nevertheless after so great a confession he fell out once more into idolatry, and he who had fallen upon his face and worshipped the servant of God was carried away to such a pitch of frenzied madness as to cast into a furnace the servants of God who did not worship him. What then? Did God visit vengeance upon the apostate, as He ought to have visited it? Nay rather, He afforded him greater tokens of His own power, drawing him back once more towards his former state after so great folly; and what is more wondrous still: lest what came to pass should again be disbelieved on account of the excessive grandeur of the miracles, He wrought the sign in nothing else, save in the furnace which he himself had kindled against the youths whom he bound and cast in. Now to quench the flame would indeed have been wondrous and beyond expectation; yet the Lover of mankind, in order to instil greater fear, and work fuller amazement, and dissolve all his hardness of heart, wrought something greater than this and still more marvellous. For suffering it to blaze out as much as that man wished, He thus displays His own power, not destroying the devices of the enemies, but rendering them powerless while they stand. And lest anyone, beholding them triumphant over the flame, should suppose it to be a phantom, He permitted those who cast them in to be burned up, showing that what was seen was truly fire — for else it would not have devoured naphtha and tow and vine-twigs and so many bodies — yet that nothing is mightier than His command, and that the nature of all existing things obeys Him Who brought it out of non-being into being; which very thing was demonstrated then also: for the flame, having received perishable bodies, abstained from them as though imperishable, and rendered back the trust safe and sound, and with great splendour. For just as kings come forth out of royal palaces, so did those youths come forth from the furnace, no one enduring any longer to look at the king, but all having turned their eyes away from him unto the marvellous spectacle; and neither the diadem, nor the purple robe, nor aught else of royal pomp so turned the multitudes of unbelievers towards it, as did the sight of those faithful youths, who had lingered in the fire, yet came forth thence just as men who had suffered this in a dream were likely to do. For indeed what is most fragile of all things in us, the nature of hair, prevailed then more mightily than adamant over the all-devouring flame. And not this alone was the wonder, that having been hurled into the midst they suffered nothing, but that they were also uttering speech continually; and all who have been present with men being burned know that so long as those men keep their lips closed, they hold out at least briefly against the conflagration; whereas if it should happen
Notes, col. 283

On the reading

Printed κατά, for κατὰ.

PG 47:284Read from the page
διᾶραι τὸ στόμα αὐτῶν, εὐθέως ἀφίπταται τοῦ σώματος ἡ ψυχή. Ἀλλ' ὅμως τοσούτων γενομένων θαυμάτων, καὶ πάντων καταπλαγέντων τῶν παρόντων καὶ θεωμένων, καὶ τῶν ἀπόντων διὰ γραμμάτων τοῦτο μεμαθηκότων, ὁ τοὺς ἄλλους διδάξας βασιλεὺς ἀδιόρθωτος ἔμεινε, καὶ πάλιν ἐπὶ τὴν προτέραν ἐπανῄει κακίαν. Καὶ οὐδὲ οὕτως αὐτὸν ὁ Θεὸς ἐκόλασεν, ἀλλ' ἐμακροθύμησεν ἔτι, καὶ δι' ὀνειράτων καὶ διὰ τοῦ προφήτου συμβουλεύων αὐτῷ. Ἐπειδὴ δὲ οὐδὲν οὐδενὶ τούτων βελτίων ἐγένετο, τότε ἐπάγει τὴν τιμωρίαν λοιπὸν, οὐχ ὑπὲρ τῶν ἤδη γεγονότων ἀμυνόμενος, ἀλλὰ τὰ μέλλοντα ἐκκόπτων δεινὰ, καὶ τὴν εἰς τὸ ἔμπροσθεν ἀναστέλλων κακίαν, καὶ οὐδὲ τοῦτο εἰς τέλος, ἀλλ' ἐπ' ὀλίγοις αὐτὸν παιδεύσας ἔτεσι, τῇ προτέρᾳ πάλιν ἀπέδωκε τιμῇ, ζημιωθέντα μὲν ἀπὸ τῆς κολάσεως οὐδὲν, κερδάναντα δὲ τὸ πάντων μέγιστον τῶν ἀγαθῶν, τὸ στερρῶς τῆς εἰς τὸν Θεὸν ἔχεσθαι πίστεως, καὶ μεταγνῶναι ἐπὶ τοῖς πρότερον ἡμαρτημένοις αὐτῷ.
that they part their mouth, straightway the soul flies away from the body. Yet nevertheless, after so many miracles had come to pass, and all who were present and beholding were struck with amazement, and those absent had learned of this through letters, the king who had taught others remained uncorrected, and returned once more unto his former wickedness. And not even thus did God chastise him, but showed long-suffering still, counselling him both through dreams and through the prophet. But since he became no better at all by any of these means, then He brings the punishment upon him at last, not taking vengeance for the things already done, but cutting off the dreadful things to come, and checking wickedness for the future; and not even this unto the end, but having disciplined him for a few years, He restored him once more to his former honour, having suffered no loss at all from the chastisement, while gaining the greatest of all blessings, namely to cling steadfastly to faith in God, and to repent over the sins previously committed by him.
ϛʹ. Τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ φιλανθρωπία· οὐδέποτε μετάνοιαν γινομένην εἰλικρινῶς ἀποστρέφεται, ἀλλὰ κἂν πρὸς αὐτό τις τῆς κακίας ἐλάσῃ τὸ πέρας, κἀκεῖθεν ὑποστρέψαι πάλιν ἕληται πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν, καὶ δέχεται καὶ προσίεται τοῦτον, καὶ πάντα ποιεῖ ὥστε αὐτὸν εἰς τὴν προτέραν κατάστασιν ἐπαναγαγεῖν. Καὶ τὸ πολλῷ τούτου φιλανθρωπότερον· κἂν γὰρ μὴ πᾶσάν τις ἐπιδείξηται τὴν μετάνοιαν, οὐδὲ τὴν βραχεῖαν καὶ πρὸς ὀλίγον γεγενημένην παραπέμπεται, ἀλλὰ καὶ ταύτῃ τίθησι πολὺν τὸν μισθόν· καὶ τοῦτο δῆλον ἐξ ὧν Ἠσαΐας ὁ προφήτης περὶ τοῦ τῶν Ἰουδαίων λαοῦ οὑτωσί πώς φησι· Δι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ ἐπάταξα αὐτὸν, καὶ ἀπέστρεψα τὸ πρόσωπών μου ἀπ' αὐτοῦ, καὶ ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην αὐτὸν, καὶ παρεκάλεσα αὐτόν. Μαρτυρήσειε δ' ἂν ἡμῖν καὶ ὁ ἀσεβέστατος βασιλεὺς ἐκεῖνος, ὁ γεγονὼς μὲν ἔκδοτος τοῖς ἁμαρτήμασιν ὑπὸ τῆς γυναικός· ἐπειδὴ δὲ μόνον ἐπένθησε, καὶ σάκκον περιεβάλετο, καὶ κατέγνω τῶν πλημμεληθέντων αὐτῷ, οὕτως ἐπεσπάσατο τοῦ Θεοῦ τὸν ἔλεον, ὡς πάντων αὐτὸν ἀπαλλάξαι τῶν ἐπηρτημένων κακῶν. Εἶπε γὰρ ὁ Θεὸς τῷ Ἠλίᾳ· Ἑώρακας πῶς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου ; Οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ, ἀνθ' ὧν ὅτι ἔκλαυσεν ἀπὸ προσώπου μου. Καὶ μετὰ τοῦτο πάλιν ὁ Μανασσῆς πάντας τῇ μανίᾳ παρελάσας καὶ τῇ τυραννίδι, καὶ τὴν νομικὴν ἀνατρέψας λατρείαν, καὶ τὸν ναὸν ἀποκλείσας, καὶ τὴν τῶν εἰδώλων πλάνην ποιήσας ἀνθεῖν, καὶ πάντων τῶν ἔμπροσθεν γενόμενος ἀσεβέστερος, ἐπειδὴ μετενόησεν ὕστερον, εἰς τοὺς τοῦ Θεοῦ κατετάττετο φίλους. Εἰ δὲ εἰς τὸ μέγεθος ἀπιδὼν τῶν οἰκείων ἀνομιῶν, ἀπέγνω τὴν ἐπάνοδον καὶ τὴν μεταβολὴν, πάντων ἂν ἐξέπεσεν, ὧν μετὰ ταῦτα ἐπέτυχε· νῦν δὲ, ἀντὶ τῆς ὑπερβολῆς τῶν ἡμαρτημένων αὐτῷ, εἰς τὸ ἄπειρον τῆς εὐσπλαγχνίας ἰδὼν τοῦ Θεοῦ, καὶ τὰ δεσμὰ διαρρήξας τοῦ διαβόλου, διανέστη, καὶ ἠγωνίσατο, καὶ τὸν δρόμον ἐτέλεσε τὸν καλόν. Οὐ μόνον δὲ διὰ τῶν εἰς τούτους γεγενημένων, ἀλλὰ καὶ διὰ τῶν τοῦ προφήτου ῥημάτων ἐκκόπτει τοὺς τῆς ἀπογνώσεως λογισμοὺς ὁ Θεὸς, οὑτωσὶ λέγων· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.
6. For such is the loving-kindness of God towards mankind: He never turns away from repentance sincerely offered, but even if anyone drives on unto the very extreme of wickedness, and from there chooses to turn back once more towards the road of virtue, He both receives and welcomes this man, and does all things so as to bring him back unto his former condition. And what is far more humane than this: even if anyone does not display full repentance, He does not dismiss even that which is brief and wrought for a short while, but awards a great reward to this also; and this is manifest from what Isaiah the prophet speaks thus concerning the people of the Jews: On account of sin I grieved him some little while, and smote him, and turned My face away from him, and he was grieved, and went sadly, and I healed him, and comforted him. And that most ungodly king also would bear witness for us, he who had been given over to sins by his wife; yet when he only mourned, and cast sackcloth about himself, and condemned the offences committed by him, he so drew to himself the mercy of God that He rid him of all the impending evils. For God said to Elijah: Have you seen how Ahab was pierced with compunction before My face? I will not bring the evil in his days, because he wept before My face. And after this again Manasseh, having surpassed all men in madness and tyranny, and having overturned the legal worship, and shut up the temple, and caused the delusion of idols to flourish, and become more ungodly than all who went before, when he repented afterwards, was enrolled among the friends of God. Had he, however, looking away unto the magnitude of his own iniquities, despaired of his return and transformation, he would have forfeited all the things which he obtained afterwards; whereas now, instead of the excess of the sins committed by him, looking unto the boundlessness of the tender mercy of God, and shattering the bonds of the devil, he rose up again, and contended, and finished the noble course. And not only through the things wrought towards these men, but also through the words of the prophet does God cut off thoughts of despair, saying thus: Today, if you hear His voice, harden not your hearts, as in the provocation.
Τὸ δὲ, σήμερον, ἐν παντὶ τῷ βίῳ λέγεσθαι δυνατὸν, καὶ πρὸς αὐτῷ δὲ, ει βούλει, τῷ γήρᾳ· οὐ γὰρ χρόνων ποσότητι, ἀλλὰ διαθέσει ψυχῆς ἡ μετάνοια κρίνεται. Καὶ γὰρ οἱ
Now the word Today can be spoken in all one's life, and even right at old age itself, if you will; for repentance is judged not by quantity of times, but by disposition of soul. For indeed the
Notes, col. 284

On the reading

Printed ει, for εἰ.

PG 47:285Read from the page
Νινευῗται οὐ πολλῶν ἐδεήθησαν ἡμερῶν, ὥστε ἐξαλεῖψαι τὴν ἁμαρτίαν αὐτῶν, ἀλλ' ἴσχυσε βραχὺς τῆς ἡμέρας καιρὸς ἅπασαν ἀφανίσαι τὴν ἀνομίαν αὐτῶν· καὶ ὁ λῃστὴς δὲ οὐκ ἐν χρόνῳ μακρῷ τὴν εἰς τὸν παράδεισον εἴσοδον ἤνυσεν, ἀλλ' ὅσην ἂν ἀναλώσειεν ὥραν τις ῥῆμα φθεγγόμενος ἓν, ἐν τοσαύτῃ ῥοπῇ τὰ ἐν παντὶ τῷ βίῳ ἡμαρτημένα ἅπαντα ἀπολουσάμενος, καὶ πρὸ τῶν ἀποστόλων τὸ τῆς εὐδοκιμήσεως βραβεῖον ἐλάμβανεν. Ὁρῶμεν δὲ καὶ τοὺς μάρτυρας, οὐκ ἐν πολλοῖς ἔτεσιν, ἀλλ' ἐν ἡμέραις ὀλίγαις, πολλάκις δὲ καὶ ἐν μιᾷ μόνον, τοὺς λαμπροὺς ἐπιτιθεμένους στεφάνους.
men of Nineveh did not need many days in order to wipe out their sin, but a brief space of a day had strength to blot out all their iniquity; and the robber also did not accomplish his entrance into Paradise in a long time, but in such an hour as one might spend uttering a single word, in so brief a moment, having washed away all the sins committed in his whole life, even before the apostles he received the prize of approval. And we behold the martyrs also, not in many years, but in a few days, and often even in one alone, placing upon themselves the radiant crowns.
ζʹ. Ὥστε προθυμίας ἡμῖν χρεία πανταχοῦ καὶ πολλῆς διαθέσεως· κἂν οὕτω τὸ συνειδὸς παρασκευάσωμεν, ὥστε μετὰ τοσαύτης σφοδρότητος καὶ τὴν προτέραν μισῆσαι κακίαν, καὶ τὴν ἐναντίαν ἑλέσθαι ὁδὸν, μεθ' ὅσης ὁ Θεὸς βούλεται καὶ ἀπαιτεῖ, οὐδὲν ἀπὸ τῶν χρόνων ἔλαττον ἕξομεν· πολλοὶ γοῦν ἔσχατοι γενόμενοι τοὺς πρώτους ὑπερηκόντισαν. Οὐ γὰρ τὸ πεσεῖν χαλεπὸν, ἀλλὰ τὸ πεσόντα κεῖσθαι καὶ μὴ ἀνίστασθαι, ἀλλὰ ἐθελοκακοῦντα καὶ βλακεύοντα, τοῖς τῆς ἀπογνώσεως λογισμοῖς τὴν τῆς προαιρέσεως ἀποκρύπτειν ἀσθένειαν. Πρὸς οὓς καὶ ὁ προφήτης διαπορούμενος ἔλεγε· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει ; Εἰ δέ τινας τῶν μετὰ τὸ πιστεῦσαι πάλιν ἐκπεσόντων ζητοίης παρ' ἡμῶν, καὶ ταῦτα μὲν ἅπαντα ὑπὲρ τούτων εἴρηται· ὁ γὰρ πεσὼν τῶν ἑστώτων πρότερον ἦν, οὐ τῶν κειμένων· πῶς γὰρ ἂν ὁ τοιοῦτος πέσοι ; Εἰρήσεται δὲ καὶ ἕτερα, τὰ μὲν διὰ παραβολῶν, τὰ δὲ διὰ σαφεστέρων πράξεών τε καὶ λόγων. Καὶ γὰρ τὸ πρόβατον ἐκεῖνο, τὸ τῶν ἐνενήκοντα καὶ ἐννέα ἀποσχισθὲν, εἶτα πάλιν ἐπαναχθὲν, οὐδὲν ἕτερον ἡμῖν, ἢ τὴν τῶν πιστῶν δείκνυσιν ἔκπτωσίν τε καὶ ἐπάνοδον· πρόβατον γὰρ ἦν, καὶ τοῦτο οὐχ ἑτέρας ποίμνης τινὸς, ἀλλὰ τοῦ τῶν λοιπῶν ἀριθμοῦ, καὶ ὑπὸ τῷ ποιμένι πρότερον ἐνέμετο, καὶ ἐπλανήθη πλάνην οὐ τὴν τυχοῦσαν, ἀλλ' ἐπὶ τὰ ὄρη καὶ τὰς νάπας, τουτέστι μακράν τινα ὁδὸν, καὶ πολλῷ τῆς εὐθείας ἀπέχουσαν. Ἆρ' οὖν εἴασεν αὐτὸ πλανηθῆναι ; Οὐδαμῶς, ἀλλ' ἐπανήγαγεν, οὐκ ἐλάσας, οὐδὲ μαστίξας, ἀλλ' ἐπὶ τῶν ὤμων λαβών. Καθάπερ γὰρ οἱ τῶν ἰατρῶν ἄριστοι τοὺς νοσοῦντας νόσον μακρὰν μετὰ πολλῆς τῆς θεραπείας ἐπὶ τὴν ὑγίειαν ἐπανάγουσιν, οὐ μόνον κατὰ τὸν τῆς ἰατρείας νόμον αὐτοὺς θεραπεύοντες, ἀλλ' ἔστιν ὅπου καὶ χαριζόμενοι· οὕτω καὶ ὁ Θεὸς τοὺς σφόδρα διαφθαρέντας οὐ μετὰ πολλῆς ἄγει τῆς σφοδρότητος ἐπὶ τὴν ἀρετὴν, ἀλλ' ἠρέμα καὶ κατὰ μικρὸν, καὶ διαβαστάζων πανταχοῦ, ὥστε μὴ πλέον γενέσθαι τὸ σχίσμα, μηδὲ μακροτέραν τὴν πλάνην. Οὐχ αὕτη δὲ μόνον ἡ παραβολὴ τοῦτο ἠνίξατο, ἀλλὰ καὶ ἡ τοῦ παιδὸς τοῦ ἀσώτου. Καὶ γὰρ καὶ οὗτος οὐκ ἀλλότριός τις ἦν, ἀλλ' υἱὸς, καὶ ἀδελφὸς τοῦ εὐηρεστηκότος παιδὸς, καὶ εἰς κακίαν οὐ τὴν τυχοῦσαν ἐξώκειλεν, ἀλλ' εἰς αὐτὸ τὸ πέρας, ὡς ἄν τις εἴποι, τῶν κακῶν, ὁ πλούσιος καὶ ἐλεύθερος καὶ εὐγενὴς οἰκετῶν καὶ ξένων καὶ μισθωτῶν ἀθλιώτερον διατεθείς. Ἀλλ' ὅμως πάλιν εἰς τὸ ἐξ ἀρχῆς ἐπανῆλθε. καὶ τὴν προτέραν δόξαν ἀπέλαβεν. Εἰ δὲ ἀπεγνώκει τῆς ἑαυτοῦ ζωῆς, καὶ τοῖς συμβεβηκόσιν ἀπαγορεύσας ἔμεινεν ἐπὶ τῆς ἀλλοτρίας, οὐκ ἂν ἔτυχεν ὧνπερ
7. Wherefore we have need everywhere of eagerness and great disposition; and if we so prepare our conscience as with such vehemence both to hate our former wickedness and to choose the opposite road, with as much as God wills and demands, we shall have nothing less on account of times; many, at least, who were last outstripped the first. For to fall is not grievous, but having fallen to lie still and not rise up, and instead, playing the coward wilfully and lingering in sloth, to hide the weakness of one's purpose beneath thoughts of despair. To whom the prophet also, in perplexity, said: Does not he who falls rise up again, or does not he who turns away turn back? And if you should seek from us some examples of those who fell out once more after believing, even all these things have been spoken concerning them; for he who fell was previously of those who stood, not of those who lay prostrate; for how could such a one fall? Yet other things also shall be spoken, some through parables, and others through clearer deeds and words. For indeed that sheep which was severed from the ninety-nine, and then brought back once more, shows us nothing other than the falling away and return of the faithful; for it was a sheep, and not of some other flock either, but of the number of the rest, and was formerly pastured under the shepherd, and wandered astray with no ordinary wandering, but out upon the mountains and the wooded glens, that is, some far road widely distant from the straight way. Did he then leave it to wander astray? By no means, but brought it back, neither driving nor scourging it, but taking it upon his shoulders. For just as the best of physicians bring those sick with a lingering disease back unto health with abundant care, tending them not only according to the strict law of medicine, but sometimes also indulging them; so too God leads those utterly corrupted unto virtue not with great severity, but gently and little by little, and bearing them up everywhere, lest the rent grow greater, or the wandering farther. Nor did this parable alone hint at this, but also that of the prodigal son. For this one too was no stranger, but a son, and brother of the son who had been well-pleasing, and he ran aground into no ordinary wickedness, but unto the very extreme, as one might say, of evils — he who was rich and free and well-born reduced to a more wretched plight than household slaves and strangers and hirelings. Yet nevertheless he returned once more unto his original state, and received back his former glory. Had he, however, despaired of his own life, and giving up hope at what had befallen him remained in the foreign land, he would not have obtained the very things
PG 47:286Read from the page
καὶ ἔτυχεν, ἀλλὰ λιμῷ διαφθαρεὶς τὸν ἁπάντων οἴκτιστον ὑπέμεινε θάνατον· ἐπειδὴ δὲ μετενόησε, καὶ οὐκ ἀπέγνω, μετὰ τὴν τοσαύτην διαφθορὰν ἐπὶ τῆς αὐτῆς φαιδρότητος γίνεται πάλιν, καὶ τὴν καλλίστην περιβάλλεται στολὴν, καὶ μειζόνων ἀπολαύει τοῦ μὴ καταπεπτωκότος ἀδελφοῦ. Τοσαῦτα γὰρ ἔτη, φησὶ, δουλεύω σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ οὐδέποτέ μοι ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν· τοσαύτη ἡ τῆς μετανοίας ἰσχύς.
which in fact he did obtain, but perishing of famine would have endured the most pitiful death of all; whereas since he repented and did not despair, after so great corruption he comes once more into the selfsame radiance, and is clothed in the fairest robe, and enjoys greater things than the brother who had not fallen. For these many years, he says, I serve you, and never transgressed your commandment, and never did you give me a kid, that I might make merry with my friends; yet when this son of yours who devoured your living with harlots came, you slaughtered for him the fatted calf: so great is the strength of repentance.
ηʹ Τοσαῦτα οὖν ἔχοντες ὑποδείγματα μὴ παραμείνωμεν τοῖς κακοῖς, μηδὲ ἀπογνῶμεν τὴν καταλλαγὴν, ἀλλ' εἴπωμεν καὶ αὐτοὶ, Πορεύσομαι πρὸς τὸν Πατέρα μου, καὶ ἐγγίσωμεν τῷ Θεῷ. Αὐτὸς γὰρ ἡμᾶς οὐδέποτε ἀποστρέφεται, ἀλλ' ἡμεῖς ἐσμεν οἱ μακρύνοντες ἑαυτούς· Θεὸς γὰρ, φησὶν, ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόρρωθεν. Καὶ διὰ τοῦδε τοῦ προφήτου πάλιν ἐγκαλῶν αὐτοῖς ἔλεγεν· Οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀναμέσον ὑμῶν καὶ ἐμοῦ ; Ἐπειδὴ οὖν τοῦτό ἐστι τὸ πόρρω ποιοῦν ἡμᾶς τοῦ Θεοῦ, περιέλωμεν τὸ χαλεπὸν τοῦτο διάφραγμα, καὶ τὸ κωλύον οὐδὲν γενέσθαι ἐγγύς. Ἄκουσον δὲ καὶ ἐπ' αὐτῶν τῶν πραγμάτων τοῦτο γεγενῆσθαι. Παρὰ Κορινθίοις ἐπίσημός τις ἀνὴρ ἁμαρτίαν εἰργάσατο τοιαύτην, οἵα οὐδὲ ἐν τοῖς ἔθνεσιν ὠνομάζετο. Πιστὸς δὲ οὗτος ἦν, καὶ τῶν ᾠκειωμένων Χριστῷ· τινὲς δὲ αὐτὸν καὶ τῶν ἱερωμένων εἶναί φασι. Τί οὖν ; ἆρα ἐξέκοψεν αὐτὸν τῆς τῶν σωζομένων μερίδος ὁ Παῦλος ; Οὐδαμῶς· αὐτὸς γάρ ἐστιν ὁ μυρία ἄνω καὶ κάτω Κορινθίοις ἐγκαλῶν, ὅτι αὐτὸν εἰς μετάνοιαν οὐ κατέστησαν· βουλόμενος δὲ ἡμῖν δεῖξαι, ὅτι οὐκ ἔστιν ἁμάρτημα, ὃ μὴ δύναται ἰαθῆναι, πάλιν ἔλεγε περὶ αὐτοῦ τοῦ χαλεπώτερα τῶν ἐθνικῶν ἡμαρτηκότος· Παράδοτε τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀλλὰ τοῦτο μὲν πρὸ τῆς μετανοίας· ἐπειδὴ δὲ μετενόησεν, Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία, φησὶν, ἡ ὑπὸ τῶν πλειόνων· καὶ ἐπέστελλε παρακαλέσαι πάλιν αὐτὸν, καὶ προσίεσθαι τὴν μετάνοιαν, ὥστε αὐτὸν μὴ πλεονεκτηθῆναι ὑπὸ τοῦ σατανᾶ. Καὶ ἔθνος δὲ ὁλόκληρον τὸ τῶν Γαλατῶν μετὰ τὸ πιστεῦσαι, καὶ σημεῖα ἐργάσασθαι, καὶ πολλοὺς πειρασμοὺς ἐνεγκεῖν διὰ τὴν πίστιν τὴν εἰς τὸν Χριστὸν, καταπεσόντας πάλιν ἀνίστησιν. Ὅτι μὲν γὰρ ἐθαυματούργουν, ἐδήλωσεν εἰπών· Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν· ὅτι δὲ καὶ πολλὰ τῆς πίστεως ἕνεκεν ἤθλησαν, καὶ τοῦτο ἐδήλωσε λέγων· Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Ἀλλ' ὅμως μετὰ τὴν τοσαύτην ἐπίδοσιν, ἁμαρτίαν ἥμαρτον ἱκανὴν ἀλλοτριῶσαι αὐτοὺς τοῦ Χριστοῦ· περὶ ἧς αὐτὸς ἀποφαίνεται λέγων· Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς οὐδὲν ὑμᾶς ὠφελήσει· καὶ πάλιν, Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος
8. Having therefore so many examples, let us not abide in our evils, nor despair of reconciliation, but let us also say, I will go unto my Father, and let us draw near unto God. For He Himself never turns away from us, but it is we who put ourselves far off; For I am a God drawing near, He says, and not a God from afar off. And through this prophet again, accusing them, He said: Do not your sins separate between you and Me? Since, then, this is what puts us far from God, let us take away this grievous partition, and nothing hinders our coming to be near. And hear that this has come to pass in actual events also. Among the Corinthians a certain notable man wrought such a sin as was not even named among the Gentiles. And this man was a believer, and of those made members of Christ's household; and some say that he was even of those consecrated to the priesthood. What then? Did Paul cut him off from the portion of those being saved? By no means; for it is he himself who up and down ten thousand times brings charges against the Corinthians because they did not bring him to repentance; and wishing to show us that there is no sin which cannot be healed, he said again concerning the very man who had sinned more grievously than the heathen: Deliver such a one unto Satan for the destruction of the flesh, that the spirit may be saved in the day of our Lord Jesus Christ. Yet this was before repentance; whereas after he repented, Sufficient for such a man, he says, is this rebuke inflicted by the majority; and he sent word to comfort him once more, and to welcome his repentance, lest he be overreached by Satan. And the entire nation of the Galatians also, after they had believed, and wrought signs, and endured many trials on account of faith in Christ, when they had fallen down he raises up again. For that they wrought miracles he made plain by saying: He therefore Who supplies the Spirit unto you, and works miracles among you; and that they also contended much on account of the faith, this too he made plain, saying: Did you suffer so many things in vain — if indeed it be in vain? Yet nevertheless after so great advancement, they sinned a sin sufficient to estrange them from Christ; concerning which he himself declares, saying: Behold, I Paul say unto you, that if you receive circumcision, Christ will profit you nothing; and again, You who are justified in the law, from grace
PG 47:287Read from the page
ἐξεπέσατε· καὶ μετὰ τὴν τοσαύτην ὅμως παράπτωσιν, προσίεται αὐτοὺς, λέγων· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· δεικνὺς, ὅτι μετὰ τὴν ἐσχάτην διαφθορὰν δυνατὸν πάλιν ἄνωθεν μορφωθῆναι τὸν Χριστὸν ἐν ἡμῖν· οὐ γὰρ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.
you have fallen away; and yet after so great a transgression, He welcomes them, saying: My little children, of whom I travail in birth again until Christ be formed in you; showing that after the utmost corruption it is possible for Christ to be formed anew from above within us; for He does not will the death of the sinner, so much as that he should turn back and live.
θʹ. Ἐπιστρέψωμεν οὖν, ὦ φίλη κεφαλὴ, καὶ τὸ θέλημα ἐξανύσωμεν τοῦ Θεοῦ. Διὰ γὰρ τοῦτο ἡμᾶς ἔκτισε, καὶ εἰς τὸ εἶναι παρήγαγεν, ἵνα τῶν αἰωνίων ποιήσῃ μετασχεῖν ἀγαθῶν, ἵνα τὴν βασιλείαν παράσχῃ τῶν οὐρανῶν, οὐχ ἵνα εἰς γέενναν ἐμβάλῃ, καὶ τῷ πυρὶ παραδῷ· τοῦτο γὰρ οὐ δι' ἡμᾶς, ἀλλὰ διὰ τὸν διάβολον γέγονεν· ἡ βασιλεία δὲ ἡμῖν εὐτρέπισται, καὶ παρεσκεύασται πάλαι. Καὶ ταῦτα ἀμφότερα ὑποδεικνὺς, ἔλεγε τοῖς μὲν ἐκ δεξιῶν· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· τοῖς δὲ ἐξ εὐωνύμων, Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον, οὐκ ἔτι ὑμῖν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Οὕτως οὐ δι' ἡμᾶς ἡ γέεννα γέγονεν, ἀλλὰ δι' ἐκεῖνον καὶ τοὺς ἀγγέλους ἐκείνου· ἡ δὲ βασιλεία πρὸ καταβολῆς κόσμου ἡμῖν παρεσκεύασται. Μὴ τοίνυν ἀναξίους ἑαυτοὺς τῆς τοῦ νυμφῶνος εἰσόδου παρασκευάσωμεν· ἕως μὲν γὰρ ἂν ὦμεν ἐνθάδε, κἂν μυρία ἁμάρτωμεν, ἔνεστι πάντα ἀπολούσασθαι, μετάνοιαν τῶν ἁμαρτηθέντων ἐπιδειξαμένους· ἡνίκα δὲ ἂν ἀπαχθῶμεν ἐκεῖ, οὐδ' ἂν σφοδροτάτην ἐπιδειξώμεθα τὴν μετάνοιαν, ἔσται τι πλέον λοιπὸν, ἀλλὰ κἂν τοὺς ὀδόντας βρύχωμεν, κἂν κοπτώμεθα, κἂν μυρία παρακαλῶμεν, οὐδὲ ἄκρῳ τις ἐπιστάξει τῷ δακτύλῳ φλεγομένοις ἡμῖν, ἀλλ' ἀκουσόμεθα ταῦτα, ἅπερ καὶ ὁ πλούσιος τότε ἐκεῖνος, ὅτι Χάσμα μέγα μεταξὺ ἡμῶν καὶ ὑμῶν ἐστήρικται. Ἀνανήψωμεν οὖν ἐνταῦθα, παρακαλῶ, καὶ τὸν Δεσπότην ἐπιγνῶμεν τὸν ἑαυτῶν, ὡς ἐπιγνῶναι χρή. Τότε γὰρ μόνον ἀπογνῶναι δεῖ τὴν ἀπὸ τῆς μετανοίας ἐλπίδα, ὅταν ἐν τῷ ᾅδῃ γενώμεθα· ἐκεῖ γὰρ μόνον τοῦτο τὸ φάρμακον ἀσθενὲς καὶ ἄχρηστον· ἐνταῦθα δὲ ὄντων ἡμῶν, κἂν ἐν αὐτῷ τῷ γήρᾳ ἐπιτεθῇ, πολλὴν ἐπιδείκνυται τὴν ἰσχύν. Διὸ καὶ ὁ διάβολος πάντα κινεῖ, ἵνα ῥιζώσῃ τὸν τῆς ἀπογνώσεως ἐν ἡμῖν λογισμόν· οἶδε γὰρ, ὅτι κἂν μικρὸν μετανοήσωμεν, οὐκ ἀμισθὶ τοῦτο πράξομεν. Ἀλλ' ὥσπερ ὁ ποτήριον ψυχροῦ ἐπιδιδοὺς ἀποκειμένην ἔχει τὴν ἀμοιβὴν, οὕτω καὶ ὁ μετανοήσας ἐφ' οἷς ἔπραξε δεινοῖς, κἂν μὴ τῶν ἁμαρτημάτων ἀξίαν ἐπιδείξηται τὴν μετάνοιαν, καὶ αὐτῆς ταύτης ἕξει τὴν ἀντίδοσιν. Οὐδὲν γὰρ ὅλως τῶν ἀγαθῶν, κἂν μικρὸν ᾖ, παροφθήσεται παρὰ τοῦ δικαίου κριτοῦ. Εἰ γὰρ ἁμαρτήματα μετὰ τοσαύτης ἐξετάζεται τῆς ἀκριβείας, ὡς καὶ ῥημάτων καὶ ἐνθυμημάτων τιννύειν τιμωρίας ἡμᾶς, πολλῷ μᾶλλον τὰ κατορθώματα, κἂν μεγάλα ᾖ, κἂν μικρὰ, λογισθήσεται κατ' ἐκεῖνον ἡμῖν τὸν καιρόν. Ὥστε κἂν μὴ πρὸς αὐτὴν τὴν ἀκρίβειαν πάλιν ἐπανελθεῖν δυνηθῇς, ἀλλὰ τὸ τυχὸν γοῦν τῆς παρούσης νόσου καὶ ἀσελγείας ἀποστήσῃς σεαυτὸν, οὐδὲ τοῦτο ἔσται ἀνόνητον· μόνον ἀρχὴν ἐπίθες τῷ πράγματι,
9. Let us therefore turn back, O beloved head, and fulfil the will of God. For on this account He created us and brought us into being, that He might cause us to partake of eternal blessings, that He might grant us the kingdom of the heavens, not that He might cast us into Gehenna and hand us over to the fire; for this came into being not on our account, but on account of the devil, whereas the kingdom has been made ready and prepared for us of old. And pointing out both of these things, He said to those on His right hand: Come, ye blessed of My Father, inherit the kingdom prepared for you from the foundation of the world; but to those on the left, Depart from Me, ye cursed, into the eternal fire prepared, no longer for you, but for the devil and his angels. Thus Gehenna came into being not on our account, but on account of that one and his angels, whereas the kingdom has been prepared for us before the foundation of the world. Let us not therefore render ourselves unworthy of entrance into the bridal chamber; for so long as we are here, even though we commit ten thousand sins, it is possible to wash away all things by displaying repentance for the sins committed; but once we have been led away thither, even though we display the most vehement repentance, there will be no further avail, but even though we gnash our teeth, even though we beat our breasts, even though we make ten thousand entreaties, no one will drop even with the tip of his finger upon us as we burn in flames, but we shall hear those very words which that rich man also heard then, that A great chasm has been fixed between us and you. Let us therefore recover sobriety here, I beseech you, and recognize our own Master as we ought to recognize Him. For then alone must one despair of the hope from repentance, when we come to be in Hades; for there alone is this medicine weak and useless; whereas while we are here, even if it be applied in old age itself, it displays great power. Wherefore the devil also stirs up every device so that he may root the thought of despair within us; for he knows that even if we repent a little, we shall not do this without reward. But just as one who gives a cup of cold water has his recompense laid up in store, so too he who has repented over the dreadful deeds he has wrought, even if he does not display repentance worthy of his sins, shall receive the requital even of this very repentance. For none at all of our good deeds, even if it be small, shall be overlooked by the righteous Judge. For if sins are scrutinized with such exactness that we pay penalties even for words and thoughts, much more shall good achievements, whether they be great or small, be reckoned to our account at that season. So even if you are unable to return again to that very exactness, yet if you withdraw yourself at least in some small measure from your present sickness and wantonness, not even this will be unprofitable; only lay a beginning to the matter,
PG 47:288Read from the page
καὶ τὴν εἰς τοὺς ἀγῶνας εἴσοδον ἄνοιξον· ἕως δ' ἂν ἔξω μένῃς, εἰκότως δύσκολον καὶ ἄπορον τοῦτό σοι φαίνεται. Πρὸ γὰρ τῆς πείρας, κἂν σφόδρα ᾖ τὰ πράγματα κοῦφα καὶ φορητὰ, ὅμως ἔμφασιν ἡμῖν παρέχειν εἴωθε δυσκολίας πολλῆς· ὅταν δὲ ἐν αὐτοῖς διὰ τῆς πείρας γενώμεθα, καὶ κατατολμήσωμεν, τὸ πλέον τῆς ἀγωνίας ἐξίσταται, καὶ τὸ θαρρεῖν ἀντὶ τοῦ τρέμειν καὶ ἀπογινώσκειν ἐπεισελθὸν ἐλαττοῖ μὲν τὸν φόβον, αὔξει δὲ τὴν εὐμάρειαν, καὶ τὰς χρηστὰς ἐλπίδας ἰσχυροτέρας ποιεῖ. Διὰ τοῦτο καὶ τὸν Ἰούδαν ἀπήγαγεν ἐνθένδε ὁ πονηρὸς, ἵνα μὴ τῆς προσηκούσης λαβόμενος ἀρχῆς, ἐπανέλθῃ διὰ τῆς μετανοίας ὅθεν ἐξέπεσεν. Ἐγὼ γὰρ, εἰ καὶ παράδοξον τὸ λεγόμενον, οὐδὲ ἐκεῖνο τὸ ἁμάρτημα μεῖζον εἴποιμι ἂν εἶναι τῆς ἀπὸ τῆς μετανοίας βοηθείας ἐγγινομένης ἡμῖν. Διὸ δὴ δέομαι καὶ ἀντιβολῶ, πᾶσαν τὴν σατανικὴν ἔννοιαν ἐξορίσαντα τῆς ψυχῆς, ἐπὶ τὴν σωτηρίαν ταύτην ἐλθεῖν. Εἰ μὲν γὰρ ἀθρόως καὶ ὁμοῦ πρὸς ἐκείνην σε τὴν κορυφὴν πάλιν ἀναβῆναι ἐκέλευον, εἰκότως ἂν ἐδυσχέραινες, ὡς πολλῆς τῆς δυσκολίας οὔσης ἐν τούτῳ· εἰ δὲ τοσοῦτον ἀπαιτῶ μόνον νῦν, ὅσον μὴ προσθεῖναι τοῖς παροῦσι κακοῖς, ἀλλ' ἀναστάντα ἐντεῦθεν τὴν ἐναντίαν ὑποστρέψαι πάλιν, τίνος ἕνεκεν ὀκνεῖς καὶ ἀναδύῃ, καὶ εἰς τοὐπίσω καθέλκεις σαυτόν; Οὐχ ἑώρακας τοὺς ἐν τρυφῇ καὶ μέθῃ καὶ παιδιᾷ καὶ τῇ λοιπῇ τελευτήσαντας χλευασίᾳ τοῦ βίου; Ποῦ νῦν εἰσιν οἱ μετὰ πολλοῦ μὲν τοῦ τύφου, πολλῶν δὲ τῶν ἀκολούθων σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς; οἱ τὰ σηρικὰ ἐνδεδυμένοι, καὶ μύρων ἀποπνέοντες, καὶ παρασίτους τρέφοντες, καὶ τῇ σκηνῇ προσηλωμένοι διαπαντός; ποῦ τούτων ἡ φαντασία ἐκείνη νῦν; Οἴχεται ἡ τῶν δείπνων πολυτέλεια, τὸ τῶν μουσικῶν πλῆθος, ἡ τῶν κολάκων θεραπεία, ὁ γέλως ὁ πολὺς, ἡ τῆς ψυχῆς ἄνεσις, ἡ τῆς διανοίας διάχυσις, ὁ βίος ὁ ὑγρὸς καὶ ἀνειμένος καὶ περιττός. Ποῦ νῦν ἀπέπτη πάντα ἐκεῖνα; τί γέγονε τὸ τοσαύτης θεραπείας ἀπολαῦον σῶμα καὶ καθαρότητος; Ἄπιθι πρὸς τὴν σορὸν, θέασαι τὴν κόνιν, τὴν τέφραν, τοὺς σκώληκας, τοῦ τόπου τὸ εἰδεχθὲς θέασαι, καὶ στέναξον πικρόν. Καὶ εἴθε μέχρι τῆς τέφρας ἡ ζημία ἦν· νῦν δὲ ἀπὸ τῆς σοροῦ καὶ τῶν σκωλήκων τούτων μετάγαγε τὸν λογισμὸν ἐπὶ τὸν ἀτελεύτητον ἐκεῖνον σκώληκα, ἐπὶ τὸ πῦρ τὸ ἄσβεστον, ἐπὶ τὸν βρυγμὸν τῶν ὀδόντων, ἐπὶ τὸ σκότος τὸ ἐξώτερον, ἐπὶ τὴν θλῖψιν καὶ τὴν στενοχωρίαν, ἐπὶ τὴν παραβολὴν τὴν τοῦ Λαζάρου καὶ τοῦ πλουσίου, ὃς τοσούτων χρημάτων κύριος ὢν, καὶ πορφύραν ἐνδιδυσκόμενος, οὐδὲ σταγόνος ὕδατος ἐγένετο κύριος, καὶ ταῦτα ἐν ἀνάγκῃ τοσαύτῃ καθεστώς. Οὐδὲν τῶν ὀνειράτων ἄμεινον τὰ ἐνταῦθα διάκειται. Καθάπερ γὰρ οἱ τὰ μέταλλα ἐργαζόμενοι, ἢ καὶ ἑτέραν τινὰ τιννύντες κόλασιν ταύτης χαλεπωτέραν, ὅταν ὑπὸ τῶν πολλῶν μόχθων ἐκείνων καὶ τῆς πικροτάτης ζωῆς ἀπονυστάξαντες ἴδωσιν ἐν ὀνείροις, ἐν τρυφαῖς καὶ εὐθηνίαις ἑαυτοὺς, οὐδεμίαν μετὰ τὸ ἐγερθῆναι τοῖς ὀνεί-
and open the entrance to the contests; for so long as you remain outside, reasonably does this appear difficult and impracticable to you. For before experience, even if matters be exceedingly light and bearable, they are nevertheless wont to present to us the appearance of great difficulty; but when we enter into them through experience and venture boldly, the greater part of the distress gives way, and confidence, coming in instead of trembling and despair, lessens fear, increases ease, and renders good hopes stronger. On this account also the wicked one led Judas away hence, lest, laying hold of a fitting beginning, he should return through repentance whence he had fallen. For I, even if what is said be paradoxical, would not say that even that sin was greater than the succour accruing to us from repentance. Wherefore I beg and entreat you, having banished every satanic thought from your soul, to come to this salvation. For if I were bidding you to mount up again all at once and together to that summit, reasonably would you chafe, there being great difficulty in this; but if I demand only so much now as not to add to your present evils, but, rising up from here, to turn back again the opposite way, for what reason do you hesitate and shrink back, and drag yourself backwards? Have you not seen those who have died in luxury and drunkenness and sport and the rest of the mockery of life? Where now are those who strutted through the marketplace with great pomp and many attendants? those clothed in silks, and breathing forth unguents, and feeding parasites, and riveted continually to the stage? where now is that pageantry of theirs? Gone is the lavishness of banquets, the throng of musicians, the courting of flatterers, the loud laughter, the relaxation of the soul, the dissipation of the mind, the soft and lax and superfluous life. Where now have all those things flown away? what has become of the body that enjoyed such tending and cleanliness? Depart to the coffin, behold the dust, the ashes, the worms, behold the hideousness of the place, and groan bitterly. And would that the loss extended only as far as the ashes; but now, from the coffin and these worms, transfer your reflection to that unending worm, to the unquenchable fire, to the gnashing of teeth, to the outer darkness, to the affliction and the straitness, to the parable of Lazarus and the rich man, who, though master of so much wealth and clothed in purple, did not become master even of a drop of water, and that too when placed in so great necessity. Matters here are in no better state than dreams. For just as those who work the mines, or even undergo some other punishment harsher than this, when dozing off from those many toils and that most bitter life they see themselves in dreams amid luxuries and abundance, after waking up feel no gratitude towards their