τους εἶναι τῶν ἐνταῦθα κατεμπορευομένων τῆς χρείας ἡμῶν. Τὸ δὲ τῶν λαοξόων ἔργον οὐ μόνον ἐν τοῖς κίοσίν ἐστι τοῖς ὀκτὼ οὓς χρὴ αὐτοὺς τῷ καλλωπισμῷ βελτιῶσαι, ἀλλὰ βωμοειδεῖς σπείρας ἀπαιτεῖ τὸ ἔργον, καὶ κεφαλίδας διαγλύφους κατὰ τὸ Κορίνθιον εἶδος. Καὶ εἴσοδος ἐκ μαρμάρων τῶν καθήκοντι κόσμῳ κατειργασμένων. Καθυπερκείμενα τούτων θυρώματα τοιαύταις γραφαῖς τισι, καθὼς ἔθος ἐστὶν, εἰς κάλλος κατὰ τὴν τοῦ γεισίου προβολὴν ἐξησκημέναις. Ὧν πάντων αἱ μὲν ὗλαι δῆλον ὅτι παρ' ἡμῶν πορισθήσονται, τὸ δὲ ἐπὶ τῇ ὕλῃ εἶδος ἡ τέχνη δώσει. Πρὸς τούτοις δὲ καὶ κατὰ τὸ περίστωον κίονες οὐχ ἥττους ὄντες τῶν τεσσαράκοντα. Λαοξικὸν ἔργον καὶ οὗτοι πάντως εἰσίν. Εἰ τοίνυν ἐνέφηνεν ὁ λόγος δι' ἀκριβείας τὸ ἔργον, δυνατὸν ἂν γένοιτό σου τῇ ὁσιότητι κατιδούσῃ τὴν χρείαν, διὰ πάντων ἡμῖν παρασχεῖν τὸ ἐπὶ τοῖς τεχνίταις ἀμέριμνον. Εἰ δὲ μέλλοιτο πρὸς ἡμῶν ὁ τεχνίτης συντίθεσθαι, προκείσθω εἴπερ οἷόν τε φανερὸν μέτρον τοῦ ἔργου τῇ ἡμέρᾳ, ἵνα μὴ ἄπρακτος παρελθὼν τὸν χρόνον, μετὰ ταῦτα μὴ ἔχων ἐπιδεῖξαι τὸ ἔργον, ὡς τοσαύταις ἡμέραις ἡμῖν ἐργασάμενος τὸν ὑπὲρ αὐτῶν μισθὸν ἀπαιτῇ. Οἶδα δὲ ὅτι μικρολόγοι τινὲς τοῖς πολλοῖς δόξομεν, οὕτω περὶ τὰς συνθήκας διακριβούμενοι. Ἀλλὰ παρακλήθητι συγγνώμην ἔχειν. Ὁ γὰρ μαμωνᾶς ἐκεῖνος πολλὰ πολλάκις παρ' ἡμῶν ἀκούσας κακῶς, τέλος ἀπῴκησεν ἑαυτὸν ἡμῶν ὡς ποῤῥωτάτω· μισήσας, οἶμαι, την ἀεὶ γινομένην κατ' αὐτοῦ φλυαρίαν. Καί τινι χάσματι ἀδιαβάτῳ, τῇ πενίᾳ λέγω, ἑαυτὸν ἡμῶν διετείχισεν, ὡς μήτε ἐκεῖνον πρὸς ἡμᾶς ἐλθεῖν, μήτε ἡμᾶς πρὸς ἐκεῖνον διαπερᾶσαι. Τούτου χάριν περὶ πολλοῦ ποιοῦμαι τὴν εὐγνωμοσύνην τῶν τεχνιτῶν, ὥστε δυνηθῆναι πρὸς τὴν προκειμένην ἡμᾶς ἐξαρκέσαι σπουδήν· μὴ κωλυθέντας τῇ πενίᾳ, τῷ ἐπαινετῷ καὶ εὐκταίῳ κακῷ. Ἀλλὰ τούτοις μέν τι καὶ παιδιᾶς καταμέμικται. Σὺ δέ μοι, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ὅπως ἂν δυνατὸν καὶ νενομισμένον ᾖ, οὕτω τοῖς ἀνθρώποις συνθέμενος θαῤῥῶν ἐπάγγειλε πᾶσιν αὐτοῖς τὴν παρ' ἡμῶν εὐγνωμοσύνην, καὶ τὴν τῶν μισθῶν ἀποπλήρωσιν. Δώσομεν γὰρ ἀνελλιπῶς τὰ πάντα, τοῦ Θεοῦ διὰ τῶν σῶν εὐχῶν καὶ ἡμῖν τὴν χεῖρα τῆς εὐλογίας ἀνοίγοντος.
ter than those who traffic here in our need. And the work of the stonecutters does not lie only in the eight columns which they must improve by adornment, but the work demands altar-shaped bases, and capitals carved throughout in the Corinthian style; and an entrance of marbles wrought with fitting ornament; and doorways set above these, wrought for beauty, as is the custom, with certain carvings of such sort along the projection of the cornice. Of all these things it is plain that the materials will be supplied by us, while art will bestow the form upon the material. In addition to these, there are also columns along the peristyle, being no fewer than forty: these too are altogether stonecutters' work. If, then, our account has set forth the work with exactness, it should be possible for your holiness, perceiving the need, to provide us in every respect with freedom from anxiety regarding the craftsmen. And if the craftsman is to make an agreement with us, let a clear measure of work per day be set forth, if at all possible, lest, having let the time pass idly and afterwards having no work to show, he demand the wages for those days as though he had worked so many days for us. I know that to the many we shall seem certain penny-pinchers, being thus scrupulous about our agreements; yet pray be entreated to grant pardon. For that mammon, having heard much ill from us many times, at last removed himself as far as possible from us, hating, I suppose, the prattle ever uttered against him; and by a certain impassable chasm—poverty, I mean—he walled himself off from us, so that neither can he come to us, nor can we cross over to him. For this sake I set great store by the fair-mindedness of the craftsmen, so that we may be able to suffice for the undertaking set before us, unhindered by poverty, that praiseworthy and desirable evil. Yet with these remarks a touch of jest has been mingled. Do you for me, O man of God, making an agreement with the men in whatever way is possible and customary, confidently promise to them all fair-mindedness on our part and the full payment of their wages; for we shall give all things without fail, as God through your prayers opens for us too the hand of blessing.