τῆς παλιγγενεσίας τὸ τῆς σωτηρίας μυστήριον παραδόντος. Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· διδάσκοντες τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Διαιρῶν γὰρ εἰς δύο τὴν τῶν Χριστιανῶν πολιτείαν, εἴς τε τὸ ἠθικὸν μέρος, καὶ εἰς τὴν δογμάτων ἀκρίβειαν, τὸ μὲν σωτήριον δόγμα ἐν τῇ τοῦ βαπτίσματος παραδόσει κατησφαλίσατο· τὸν δὲ βίον ἡμῶν διὰ τῆς τηρήσεως τῶν ἐντολῶν αὐτοῦ κατορθοῦσθαι κελεύει. Ἀλλὰ τὸ μὲν κατὰ τὰς ἐντολὰς μέρος, ὡς μικροτέραν φέρον τῇ ψυχῇ τὴν ζημίαν, ἠφείθη παρὰ τοῦ διαβόλου ἀπαρεγχείρητον. Ἐπὶ δὲ κυριωτέρου καὶ μείζονος ἡ πᾶσα γέγονε τοῦ Ἀντικειμένου σπουδὴ τοῦ παρατραπῆναι τῶν πολλῶν τὰς ψυχὰς εἰς τὸ μηδὲ εἴτι διὰ τῶν ἐντολῶν κατορθωθῇ κέρδος εἶναι· τῆς μεγάλης καὶ πρώτης ἐλπίδος ἐν τῇ περὶ τὸ δόγμα πλάνῃ τοῖς ἀπατηθεῖσι μὴ συμπαρούσης. Διὰ τοῦτο συμβουλεύομεν, τῆς ἁπλότητος τῶν πρώτων ῥημάτων τῆς πίστεως μὴ ἀποχωρεῖν τοὺς ἀντιποιουμένους τῆς ἑαυτῶν σωτηρίας· ἀλλὰ παραδεχομένους ἐν τῇ ψυχῇ Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον, μὴ μίαν ὑπόστασιν πολυώνυμον εἶναι νομίζειν· οὔτε γὰρ δυνατόν ἐστι τὸν Πατέρα ἑαυτοῦ Πατέρα λέγεσθαι, μὴ ἀληθῶς ἐξ αὐτοῦ τοῦ Υἱοῦ τῷ Πατρὶ τὴν κλῆσιν ἐπαληθεύοντος· οὔτε τὸ Πνεῦμα ἓν τῶν εἰρημένων εἶναι νομίζειν, ὥστε εἰς Πατρὸς ἢ Υἱοῦ ἔννοιαν διὰ τῆς τοῦ Πνεύματος προσηγορίας ἐνάγεσθαι τὸν ἀκούοντα. Ἀλλ' ἰδίως, καὶ ἀποτεταγμένως ἐν ἑκάστῳ τῶν ὀνομάτων συνυπακούεται ἡ ἐνσημαινομένη ταῖς προσηγορίαις ὑπόστασις. Καὶ τὸν Πατέρα ἀκούσαντες, τὴν τοῦ παντὸς αἰτίαν ἠκούσαμεν· τὸν δὲ Υἱὸν μαθόντες, τὴν ἐκ τῆς πρώτης αἰτίας ἀναλάμψασαν δύναμιν εἰς τὴν τοῦ παντὸς σύστασιν ἐδιδάχθημεν· τὸ δὲ Πνεῦμα γνόντες, τὴν τελειωτικὴν δύναμιν τῶν διὰ κτίσεως εἰς τὸ εἶναι παρα[δε]δομένων ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐνοήσαμεν. Αἱ μὲν οὖν ὑποστάσεις κατὰ τὸν εἰρημένον τρόπον ἀσυγχύτως ἀπ' ἀλλήλων διακεχωρισμέναι εἰσί· Πατρὸς λέγω καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Ἡ δὲ οὐσία αὐτῶν, ἥτις ποτὲ αὕτη ἐστὶν (ἄφραστος γάρ ἐστι λόγῳ, καὶ νοήματι ἄληπτος), εἰς ἑτερότητά τινα φύσεως οὐ διαμερίζεται. Διότι τὸ ἀκατάληπτον καὶ ἀπερινόητον καὶ λογισμοῖς ἀπερίδρακτον ἶσόν ἐστιν ἐφ' ἑκάστῳ τῶν ἐν τῇ Τριάδι πεπιστευμένων προσώπων. Ὁ γὰρ ἐρωτηθεὶς τί κατ' οὐσίαν ἐστὶν ὁ Πατὴρ, εὐγνωμόνως καὶ ἀληθῶς ὁμολογήσει τὸ ὑπὲρ γνῶσιν εἶναι τὸ ζητούμενον. Ὡσαύτως καὶ περὶ τοῦ μονογενοῦς Υἱοῦ οὐδενὶ λόγῳ τὴν οὐσίαν καταληφθῆναι δυνατὸν εἶναι συνθήσεται. Τὴν γὰρ γενεὰν αὐτοῦ, φησὶ, τίς διηγήσεται; Ὁμοίως δὲ καὶ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου τὸ ἶσον τῆς κατὰ τὴν κατάληψιν ἀμηχανίας ὁ τοῦ Κυρίου λόγος ἐνδείκνυται λέγων, ὅτι τῆς μὲν φωνῆς αὐτοῦ ἀκούεις, οὐκ οἶδας δὲ πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Ἐπειδὴ τοίνυν οὐδεμίαν ἐν τῷ ἀκαταλήπτῳ τῶν τριῶν προσώπων διαφορὰν ἐννοοῦμεν (οὐ γὰρ τὸ μὲν μᾶλλον ἀκατάληπτον, τὸ δὲ ἧττον· ἀλλ' εἷς ἐπὶ τῆς Τριάδος ὁ τῆς
of regeneration has delivered the mystery of salvation. For Go ye, He says, make disciples of all nations, baptizing them into the name of the Father and of the Son and of the Holy Spirit; teaching them to keep all things whatsoever I commanded you. For dividing the way of life of Christians into two—both into the moral part, and into exactness of dogmas—the saving dogma He secured in the tradition of baptism, while our life He commands to be set right through the keeping of His commandments. Yet the part according to the commandments, as bringing a smaller loss to the soul, was left unassailed by the devil; whereas upon the more sovereign and greater part all the zeal of the Adversary has been spent, that the souls of the many might be turned aside so that not even if something should be set right through the commandments would there be any gain, since the great and first hope is not present in the error concerning dogma for those who have been deceived. On this account we counsel those who lay claim to their own salvation not to depart from the simplicity of the first words of the faith; but, receiving in the soul Father and Son and Holy Spirit, neither to suppose that there is one many-named hypostasis—for it is not possible for the Father to be called Father of Himself, unless the Son truly from Him verifies the appellation for the Father—nor to suppose that the Spirit is one of those just named, so that the hearer would be led into the notion of Father or of Son through the designation of the Spirit. Rather, properly and distinctly in each of the names there is understood along with it the hypostasis signified in the designations. And when we heard the Father, we heard the Cause of the all; and when we learned the Son, we were taught the Power that shone forth from the first Cause unto the constitution of the all; and when we knew the Spirit, we apprehended the perfecting Power of the things delivered through creation into being from the Father through the Son. The hypostases, then, in the manner stated, are separated from one another without confusion: of Father, I mean, and of Son and of Holy Spirit. Yet Their essence, whatever this ever is (for it is unutterable in speech, and ungraspable by thought), is not partitioned into any otherness of nature. Wherefore what is incomprehensible and inconceivable and unencompassable by reasonings is equal in the case of each of the Persons believed in within the Trinity. For he who is asked what the Father is according to essence will sensibly and truly confess that what is sought is above knowledge. In like manner also concerning the only-begotten Son, he will agree that it is possible by no speech for His essence to be comprehended. For His generation, it says, who shall declare? Likewise also concerning the Holy Spirit, the word of the Lord shows forth the equal degree of helplessness as regards comprehension, saying that thou hearest His voice, yet knowest not whence He comes, and whither He goes. Since, therefore, we conceive no difference at all in the incomprehensibility of the three Persons (for one is not more incomprehensible, and another less; but in the Trinity there is one account of