Migne Reading Room

PG 46 · cols. 1060–1069 · Read from the page

* Epistles

* Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:1060Read from the page
ραῖς τισι, τῇ ἀγάπῃ τὴν βραχύτητα ὑμῶν συνδήσαντος. Ἀλλ' εἰ καὶ μὴ πρότερον τὸ τῆς ἀγάπης χρέος, ἢ παρ' ὑμῶν διὰ τῆς ἐπισκέψεως, ἢ παρὰ τῆς ὑμετέρας εὐλαβείας διὰ τῆς προτροπῆς ἀπεπληρώθη, νῦν γοῦν εὐχόμεθα τῷ Θεῷ, σύμμαχον πρὸς τὴν ἐπιθυμίαν ἡμῶν καὶ τὴν ὑμετέραν εὐχὴν πρὸς Θεὸν συμπαραλαβόντες, διὰ τάχους, ὡς ἔστι δυνατὸν, ἐπιδημῆσαί τε ὑμῖν, καὶ συμπαρακληθῆναι, καὶ συσπουδάσαι, ὡς ἂν ὑφηγῆται ὁ Κύριος, ὥστε καὶ τῶν ἤδη γεγενημένων λυπηρῶν διόρθωσιν ἐξευρεῖν, καὶ εἰς τὸν ἐφεξῆς χρόνον ἀσφάλειαν· ὥστε μηκέτι ὑμᾶς ἐν τῇ ἀσυμφωνίᾳ ταύτῃ διεσπασμένους, ἄλλου κατ' ἄλλην ὁρμὴν ἑαυτὸν τῆς Ἐκκλησίας ἀπάγοντος, γέλωτα προκεῖσθαι τῷ διαβόλῳ, ᾧ βούλημα καὶ ἔργον ἐστὶν ἐξ ἐναντίου τῷ θείῳ θελήματι, τὸ μηδένα σωθῆναι, μηδὲ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Πῶς γὰρ οἴεσθε ἡμᾶς, ἀδελφοὶ, θλίβεσθαι πρὸς τὴν ἀκοὴν τῶν διαγγειλάντων ἡμῖν τὰ ὑμέτερα, ὅτι οὐδεμία γέγονε τῶν ἐφεστώτων ἐπιστροφή· ἀλλ' ἡ τῶν ἅπαξ ἀποκλινάντων προαίρεσις ἐπὶ τῆς αὐτῆς ὁρμῆς ἀεὶ φέρεται, καὶ ὥσπερ ἐκ τοῦ ὀχετοῦ ὕδωρ πολλάκις εἰς τὴν παρακειμένην ὄχθην ὑπερεκχεῖται, καὶ κατὰ τὸ πλάγιον διαδυὲν, ἀπορρέει, μὴ ἀποσφαλέντος δὲ τοῦ ὑπαιτίου τόπου, δυσανάκλητον γίνεται, κοιλανθέντος τοῦ ὑποκειμένου, πρὸς τὴν τοῦ ῥείθρου φοράν· οὕτως ἡ τῶν ἀποστάντων ὁρμὴ, ἅπαξ τῆς εὐθείας τε καὶ ὀρθῆς πίστεως ἐκ φιλονεικίας παραῤῥυεῖσα, ἐνεβάθυνεν ἤδη τῇ συνηθείᾳ, καὶ οὐκ εὐχερῶς ἐπὶ τὴν ἀρχαίαν ἐπανέρχεται χάριν. Διὸ σοφοῦ τινος καὶ μεγάλου χρήζει τὰ καθ' ὑμᾶς ἐπιστάτου, καλῶς τὰ τοιαῦτα ὀχετεύειν ἐπισταμένου, ὥστε δυνηθῆναι πάλιν τὴν ἄτακτον τοῦ ῥεύματος τούτου περιτροπὴν εἰς τὸ ἀρχαῖον κάλλος ἀνακαλέσασθαι, ὡς ἂν πάλιν ὑμῖν τὰ τῆς εὐσεβείας ἁδρύνοιτο λήϊα, τῇ τῆς εἰρήνης ἐπιῤῥοῇ καταρδόμενα. Διὰ ταῦτα πολλὴ χρεωστεῖται τῷ πράγματι παρὰ πάντων ὑμῶν σπουδή τε καὶ ἐπιθυμία, πρὸς τὸ ἀναδειχθῆναι προστάτην ὑπὸ τοῦ ἁγίου Πνεύματος τοιοῦτον, ὃς ὅλῳ τῷ ὀφθαλμῷ τὰ τοῦ Θεοῦ [βλέψῃ] μόνα, πρὸς οὐδὲν τῶν ἐν τῇ ζωῇ σπουδαζομένων μετεωρίζων τὸ ὄμμα.
certain holy bonds, having bound together your briefness in love. Yet even if the debt of love was not previously fulfilled, either from you through visitation, or from your reverence through exhortation, now at least we pray to God, taking also your prayer to God as an ally towards our desire, quickly, so far as is possible, both to visit you, and to be mutually comforted, and to strive together, as the Lord may guide, so as to discover both a correction of the griefs that have already taken place, and security for the subsequent time; so that you, being torn apart in this discord, while one draws himself away from the Church according to one impulse and another according to another, may no longer be set forth as a laughing-stock to the devil, whose will and work is in opposition to the divine will, that none should be saved, nor come to the full knowledge of truth. For how much do you suppose us to be afflicted, brethren, at the report of those who announced your affairs to us, that no turning back of those present has taken place; but the purpose of those who once turned aside is ever carried along upon the same impulse, and just as water from the channel often overflows upon the adjacent bank, and slipping through sideways flows away, and when the spot at fault is not secured, it becomes hard to recall, once the underlying ground has been hollowed out towards the rush of the stream: thus the impulse of those who have stood aloof, having once slipped away out of contentiousness from the straight and upright faith, has already cut deep by habit, and does not easily return to its ancient grace. Wherefore affairs among you stand in need of some wise and great overseer, who knows well how to channel such matters, so as to be able again to recall the disorderly diversion of this stream into its ancient beauty, that the crops of piety may again ripen for you, watered by the inflow of peace. On account of these things much zeal and desire is owed to the matter from all of you, towards there being shown forth by the Holy Spirit such a presiding leader, who with his whole eye [may look upon] the things of God alone, raising his gaze aloft towards nothing of the things eagerly pursued in life.
Διὰ τούτου γὰρ οἶμαι τὸν [παλαιὸν] νόμον ἀπόκληρον τῆς γηΐνης κληρονομίας τὸν Λευῖτην ποιεῖν, ὡς ἂν μερίδα κτήσεως καθ' [ἑαυτὸν] τὸν Θεὸν μόνον ἔχοι, καὶ τοῦτο περιέποι διὰ παντὸς ἐν ἑαυτῷ τὸ κτῆμα, πρὸς οὐδὲν ὑλῶδες [ἀποβλέπων]· εἰ δέ τινές εἰσιν, ἢ καὶ ἐσμὲν ἀδιάφοροι, μηδεὶς πρὸς τοῦτο βλέπων ἐπὶ τῶν... πτέσθω. Οὐ γὰρ νόμος ἐστὶ
For on this account I suppose the [ancient] law makes the Levite excluded from the earthly inheritance, that he might have God alone as his portion of possession for [himself], and might cherish this possession continually within himself, [looking away] towards nothing material; but if there are some, or even we ourselves are indifferent, let no one looking towards this ...-ed upon the... For it is not a law
Notes, col. 1060

On the reading

Printed ὑμῶν, for ἡμῶν.

PG 46:1061Read from the page
τοῖς ἁπλοῖς πρὸς τὸ μὴ τὰ δέοντα πράσσειν, τὸ παρ' ἑτέροις [καλῶς] γινόμενον· ἀλλ' ὑμᾶς χρὴ τὰ ἑαυτῶν βλέπειν, ὅπως ἂν τὸ κρεῖττον γένοιτο ἡ [σπουδὴ], τῶν διεσκορπισμένων πάλιν εἰς τὴν τοῦ ἑνὸς σώματος ἁρμονίαν ἐπανελθόντων, καὶ τῆς πνευματικῆς εἰρήνης [ὑπὸ τῶν] εὐσεβῶς τὸν Θεὸν δοξαζόντων εὐθηνουμένης. Πρὸς τοῦτο καλῶς ἔχει, οἶμαι, σκοπεῖν τὰ καλὰ τῇ ἐκ[λογῇ, ὡς] ἂν ὁ ἀναδεικνύμενος εἰς προστασίαν ἐπιτηδείως ἔχοι· γένος δὲ, καὶ πλοῦτον, καὶ κοσμικ[ὴν περιφάνειαν] ἐν τοῖς ἐπισκοπικοῖς κατορθώμασιν ὁ ἀποστολικὸς οὐκ ἐνομοθέτησε λόγος· ἀλλ' εἰ [πᾶν τοῦτο] αὐτόματον ἕποιτο τοῖς προηγουμένοις, ὡς σκιὰν κατὰ τὸ συμβὰν ἀκολουθοῦσαν, οὐκ ἀποβάλλομεν, [ἀλλ' οὐδὲν] ἧττον ἀγαπήσομεν τὰ προτιμότερα, κἂν χωρὶς τύχῃ. Αἰπόλος ἦν ὁ προφήτης [Ἀμὼς], ἁλιεὺς ὁ Πέτρος, καὶ τῆς αὐτῆς τέχνης ὅ τε τούτου ἀδελφὸς Ἀνδρέας, καὶ ὁ ὑψηλὸς Ἰωάννης, σκηνοῤῥάφος ὁ Παῦλος, καὶ ὁ Ματθαῖος τελώνης, καὶ οἱ ἄλλοι κατὰ τὸν αὐτὸν τρόπον ὁμοίως ἅπαντες, [οὐχ ὕ]πατοί τινες, καὶ στρατηλάται, καὶ ὕπαρχοι, ἢ κατὰ ῥητορικὴν, καὶ φιλοσοφίαν περίβλεπτοι· ἀλλὰ πένητες, καὶ ἰδιῶται, καὶ ἀπὸ τῶν ταπεινοτέρων ἐπιτηδευμάτων ὁρμώμενοι· καὶ ὅμως Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Βλέπετε, φησὶ, τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός. Ἴσως τι μωρὸν καὶ νῦν ἐν τοῖς φαινομένοις τῶν ὀφθαλμῶν τῶν ἀνθρωπίνων νομίζεται, ὅταν ἀσθενὲς ὑπὸ πενίας, ἢ ἄδοξον ᾖ διὰ τὴν σωματικὴν δυσγένειαν. Ἀλλὰ τίς οἶδεν, εἰ μὴ τούτῳ τὸ κέρας τῆς χρίσεως παρὰ τῆς χάριτος ἐπικλίνεται, κἂν τῶν ὑψηλῶν τε καὶ ἐμφανεστέρων μικρότερος ᾖ; Τί λυσιτελέστερον ἦν τῇ Ῥωμαίων πόλει τὸ καταρχάς; τῶν εὐπατριδῶν τινα καὶ ὑπερόγκων ἐκ τῆς ὑπάτου βουλῆς εἰς προστασίαν λαβεῖν, ἢ τὸν ἁλιέα Πέτρον, ᾧ μηδὲν ἦν ἐκ τοῦ κόσμου τούτου πρὸς εὐδοξίαν ἐφόλκιον; Τίς οἰκία, τίνες οἰκέται, ποία κτῆσις διὰ προσόδων τρυφὴν χορηγοῦσα; Ἀλλ' ὁ ξένος, καὶ ἄστεγος, καὶ ἀτράπεζος, τῶν τὰ πάντα ἐχόντων πλουσιώτερος ἦν, ὅτι διὰ τοῦ μηδὲν ἔχειν, τὸν Θεὸν εἶχεν ὅλον. Οὕτω καὶ οἱ Μεσοποταμῖται, βαρυπλούτους ἔχοντες ἐν ἑαυτοῖς σατραπείας, πάντων ἐδοκίμασαν τὸν Θωμᾶν εἰς ἐπιστασίαν ἑαυτῶν προτιμότερον, καὶ Τῖτον Κρῆτες, καὶ Ἱεροσολυμῖται Ἰάκωβον, καὶ ἡμεῖς οἱ Καππαδόκαι τὸν Ἑκατόνταρχον, τὸν
for the simple towards doing things that ought not to be done, what is [well] done among others; rather you must look to your own affairs, how your [zeal] might turn out for the better, once those who have been scattered return again into the harmony of the one body, and spiritual peace flourishes [through those] who piously glorify God. To this end it is well, I suppose, to examine honourable qualities in the elec[tion, so that] he who is shown forth into presidency may be suitably disposed; whereas birth, and wealth, and world[ly splendour] the apostolic word did not enact as law among episcopal virtues; yet if [all this] should follow of its own accord upon the preceding things, accompanying them like a shadow by circumstance, we do not reject it, [but none] the less shall we cherish the more precious things, even if it should chance to be without them. A goatherd was the prophet [Amos], a fisherman Peter, and of the same craft both his brother Andrew, and the lofty John, a tent-maker Paul, and Matthew a tax-collector, and all the others similarly in the same manner, [not cer]tain consuls, and generals, and prefects, or conspicuous in rhetoric and philosophy; but poor men, and unlearned, and setting out from the humbler pursuits; and yet Into all the earth went forth their sound, and unto the ends of the inhabited world their words. Behold, says he, your calling, brethren, that not many are wise according to the flesh, not many powerful, not many noble; but God chose the foolish things of the world. Perhaps something foolish even now is reckoned among what appears to human eyes, whenever it is weak through poverty, or obscure through bodily lowliness of birth. Yet who knows, whether upon this one the horn of anointing is inclined from grace, even though he be lesser than those high and more illustrious? What was more profitable for the city of the Romans at the beginning? to receive into presidency some one of the patricians and those swollen with pride from the supreme senate, or the fisherman Peter, who had no skiff from this world towards renown? What house, what household servants, what possession supplying luxury through revenues? Yet the stranger, both roofless and tableless, was richer than those possessing all things, because through having nothing, he possessed God wholly. Thus also the Mesopotamians, having heavy-wealthy satrapies among themselves, approved Thomas above all into the oversight of themselves, and the Cretans Titus, and those of Jerusalem James, and we Cappadocians the Centurion, the
PG 46:1063Read from the page
ἐπὶ τοῦ πάθους τὴν θεότητα τοῦ Κυρίου ὁμολογήσαντα, πολλῶν ὄντων κατὰ τὸν χρόνον ἐκεῖνον λαμπρῶν ἐν γένει καὶ ἱπποτρόφων καὶ τοῖς ἐν τῇ συγκλήτῳ πρωτείοις σεμνυνομένων, καὶ κατὰ πᾶσαν δὲ Ἐκκλησίαν [ἰδεῖν ἔστι] τοὺς κατὰ Θεὸν μεγάλους, τῆς κοσμικῆς περιφανείας προτιμηθέντας.
who at the Passion confessed the Godhead of the Lord, though there were many at that time illustrious in birth and breeders of horses and priding themselves upon the first ranks in the senate; and throughout every Church also [one may see] those who are great according to God preferred before worldly splendour.
Πρὸς ταῦτα βλέπειν ἐπὶ τοῦ παρόντος οἶμαι δεῖν καὶ ὑμᾶς, εἴ γε μέλλοιτε πάλιν τὸ ἀρχαῖον τῆς Ἐκκλησίας ὑμῶν ἀνακαλεῖσθαι ἀξίωμα. Οἴδατε γὰρ παντὸς μᾶλλον τὰ ὑμέτερα διηγήματα, ὅτι ἐξ ἀρχαίου πρὶν τὴν γείτονα ὑμῶν ἐξανθῆσαι πόλιν, παρ' ὑμῖν ἦν τὰ βασίλεια, καὶ τὸ προέχον ἐν πόλεσιν ὑπὲρ τὴν ὑμετέραν οὐκ ἦν· καὶ νῦν ὁ τῶν οἰκοδομημάτων καλλωπισμὸς ἠφανίσθη, ἀλλ' ἡ ἐν τοῖς ἀνθρώποις πόλις, ἐν πλήθει τε καὶ δοκιμοτάτοις [τῶν πολιτῶν] πρὸς τὸ ἀρχαῖον ἐξισοῦται κάλλος. Οὐκοῦν πρέπον ἂν εἴη, μὴ ταπεινότερον τῶν προσόντων ὑμῖν ἀγαθῶν [φρονεῖν], ἀλλὰ συνεπαίρειν τῇ περιφανείᾳ τῆς πόλεως, τὴν περὶ τῶν προκειμένων σπουδὴν, ὡς ἂν τοιοῦτον εὕρητε ἐπὶ τοῦ λαοῦ καθηγούμενον, ὡς μὴ ἀνάξιον ὑμῖν ἐπιδειχθῆναι. Αἰσχρὸν γὰρ ἀδελφοὶ, καὶ παντάπασιν [ἄτοπον, τὸν] μὲν κυβερνήτην μὴ γίνεσθαι, εἰ μὴ τῆς κυβερνητικῆς ἐπιστήμων εἴη · τὸν δὲ ἐπὶ τῶν οἰάκων τῆς Ἐκκλησίας καθήμενον, ἀγνοεῖν ὅπως ἂν τὰς τῶν συμπλεόντων ψυχὰς εἰς τὸν λιμένα τοῦ Θεοῦ καθορμίσειε. Πόσα [γὰρ γέγονε] δι' ἀπειρίας τῶν καθηγουμένων αὔτανδρα τῶν Ἐκκλησιῶν ἤδη ναυάγια ! Τίς ἂν ἐξαριθμήσηται τὰ ἐν ὀ[φθαλμοῖς], μὴ ἂν συμβάντα, εἴ τις ἦν που ἐν τοῖς καθηγουμένοις κυβερνητικὴ ἐμπειρία ; ἀλλὰ καὶ τὸν σίδηρον [οὐ τοῖς] ἀτέχνοις, τοῖς δὲ ἐπιστήμοσι τῆς χαλκευτικῆς εἰς τὴν τῶν σκευῶν ἀπεργασίαν καταπιστεύομεν. Οὐκοῦν καὶ τὰς ψυχὰς τῷ καλῶς ἐπισταμένῳ τῇ τοῦ ἁγίου Πνεύματος ζέσει καταμαλάσσειν, ἐγχειριστέον, ὃς διὰ τῆς τῶν λογικῶν ὀργάνων τυπώσεως, σκεῦος ἐκλογῆς τε καὶ εὔχρηστον ἕκαστον ὑμῶν ἐπιτελέσειε. Τοιαῦτα ποιεῖσθαι τὴν πρόνοιαν ὁ θεῖος Ἀπό-
Towards these things I think that you also ought to look at the present time, if indeed you are again to recall the ancient dignity of your Church. For you know above all your own histories: that from of old, before your neighbouring city flourished forth, the royal palaces were among you, and pre-eminence among cities beyond yours did not exist; and now the adornment of its buildings has vanished, yet the city that consists in men, both in multitude and in the most approved [of its citizens], equals its ancient beauty. It would therefore be fitting not [to cherish thoughts] humbler than the good things present among you, but to raise up to match the splendour of the city your earnestness concerning the matters set before you, so that you may find such a leader over the people as may not be shown unworthy of you. For it is shameful, brethren, and altogether [absurd, that] a pilot on the one hand does not become one unless he is skilled in the art of steering, while he who sits at the helm of the Church knows not how he may bring the souls of his fellow-voyagers safely to anchor in the haven of God. [For] how many shipwrecks of Churches, crew and all, [have] already [occurred] through the inexperience of their leaders! Who could recount the ills before our [eyes], which would never have happened if there had been anywhere among the leaders skill in steering? Nay, even iron we entrust for the fashioning of vessels [not to the] unskilled, but to those skilled in the smith's art. Souls too, therefore, must be put into the hands of one who knows well how to soften them by the fervour of the Holy Spirit, who through the shaping of rational instruments might render each of you a chosen and useful vessel. That such forethought should be taken the divine Apo-
PG 46:1065Read from the page
στολος ἐγκελεύεται, διὰ τῆς πρὸς Τιμόθεον ἐπιστολῆς πᾶσι νομοθετῶν τοῖς ἀκούουσιν, ἐν οἷς φησι δεῖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι. Ἆρ' οὖν τούτου μόνου τῷ Ἀποστόλῳ μέλε⟨ι⟩, ὅπως ὁ τῆς ἱερωσύνης προεστηκὼς, τοιοῦτος εἴη; Καὶ τί τοσοῦτον κέρδος, εἰ ἐν ἑνὶ τὸ ἀγαθὸν κατακλείοιτο; Ἀλλ' οἶδεν, ὅτι τῷ προσχόντι συμμορφοῦται τὸ ὑποχείριον, καὶ τὰ κατορθώματα τοῦ καθηγουμένου, τῶν ἑπομένων γίνεται. Ὅ γάρ ἐστιν ὁ διδάσκαλος, τοῦτο καὶ τὸν μαθητὴν ἀπεργάζεται· οὐ γὰρ ἔστι τὸν τῇ χαλκευτικῇ τέχνῃ μαθητευόμενον, ὑφαντικὴν ἐξασκῆσαι, ἢ ἱστουργεῖν διδασκόμενον, ῥήτορα, ἢ γεωμέτρην γενέσθαι· ἀλλ' ὅπερ ἐν τῷ καθηγουμένῳ βλέπει ὁ μαθητὴς, τοῦτο καὶ εἰς ἑαυτὸν μετατίθησι. Διὰ τοῦτό φησι· Κατηρτισμένος ἔσται πᾶς μαθητὴς, ὡς ὁ διδάσκαλος αὐτοῦ.
stle enjoins, legislating through the Epistle to Timothy for all who hear, wherein he says that the bishop must be irreproachable. Does the Apostle then care for this alone, that he who presides over the priesthood should be such? And what so great gain would there be, if the good were shut up in one man? Rather, he knows that what is subject is conformed to him who takes heed, and the rightly wrought deeds of the guide become those of his followers. For what the teacher is, this he also renders the disciple; for it is not possible for one apprenticed to the blacksmith's craft to practise weaving, or when taught to work the loom, to become an orator or a geometer; but whatsoever the disciple beholds in his guide, this he also transfers unto himself. Wherefore he says: Every disciple shall be perfected, as his teacher.
Τί οὖν, ἀδελφοί; ἆρα δυνατὸν ταπεινόφρονα γενέσθαι, καὶ κατεσταλμένον τῷ ἤθει, καὶ μέτριον, καὶ φιλοκερδείας κρείττονα, καὶ τὰ θεῖα σοφὸν, καὶ πεπαιδευμένον τὴν ἐν τοῖς τρόποις ἀρετήν τε, καὶ ἐπιείκειαν, ταῦτα ἐν τῷ διδασκάλῳ μὴ βλέποντα; Ἀλλ' οὐκ οἶδα πῶς οἷόν τε τὸν κοσμικῶς μαθητευθέντα, πνευματικὸν γενέσθαι. Πῶς γὰρ ἂν μὴ κατ' ἐκεῖνον εἶεν οἱ πρὸς αὐτὸν ὁμοιούμενοι; Τί κέρδος ἐστὶ τοῖς διψῶσι τῆς τοῦ ὑδρείου μεγαλουργίας, ὕδατος ἐν αὐτῷ μὴ ὄντος; κἂν ἐν ποικίλοις σχήμασιν ἡ τῶν κιόνων ἐπάλληλος θέσις ἐπὶ τοῦ ὕψους ἀνέχει τὸν πέτασον, τί μᾶλλον ἂν ὁ διψῶν ἕλοιτο πρὸς τὴν ἑαυτοῦ χρείαν; λίθους εὖ διακειμένους βλέπειν, ἢ κρουνὸν εὑρεῖν, κἂν ἀπὸ ξυλίνου σωλῆνος ῥέῃ, μόνον διειδές τε καὶ πότιμον τὸ νᾶμα προχέοντα; Οὕτως, ἀδελφοὶ, τοῖς πρὸς τὴν εὐσέβειαν βλέπουσιν, ἀμελητέον ἂν εἴη τῆς ἔξω σκηνῆς, ἢ εἴ τις κομᾷ φίλοις, καὶ καταλόγοις ἀξιωμάτων ἁβρύνεται, καὶ πολλὰς ἐτησίας [προσόδους λαμβάνων, καυχᾶται], καὶ πρὸς τὸ γένος ἑαυτοῦ [ἀφορῶν, μεγαλύνεται], καὶ πανταχόθεν τῷ τύφῳ περιαυτίζεται, τοιοῦτον ἐᾷν, ὡς ξηρὸν ὑδρεῖον, εἴπερ μὴ ἔχοι ἐν τῷ βίῳ τὰ προηγούμενα· ἀναζητεῖν δὲ, καθὼς ἂν ᾖ δυνατὸν, τῷ λύχνῳ τοῦ Πνεύματος πρὸς τὴν ἔρευναν κεχρημένοι, Κῆπος κεκλεισμένος, καὶ πηγὴ ἐσφραγισμένη, καθά φησιν ἡ Γραφὴ, ἵνα διὰ τῆς χειροτονίας.... τῷ κήπῳ ⟨τ⟩ρυφῆς, καὶ ἀναστομωθέντος τοῦ τῆς πηγῆς ὕδατος, κοινὸν γένηται κτῆμα τῆς καθολικῆς Ἐκκλησίας. [Γένοιτο δὲ], καὶ παράσχοι ὁ Κύριος εὑρεθῆναι διὰ τάχους ἐν ὑμῖν τοιοῦτον, ὃς ἔσται σκεῦος ἐκλογῆς, στύλος [Ἐκκλησίας]. Πιστεύομεν δὲ τῷ Κυρίῳ, ἔσεσθαι ταῦτα, εἴπερ ὑμεῖς βουληθείητε διὰ τῆς ὁμονοητικῆς [χάριτος τὸ] ἀγαθὸν συμφώνως ἰδεῖν,
What then, brethren? is it possible for one to become lowly-minded, and composed in character, and moderate, and superior to love of gain, and wise in divine things, and trained in virtue of manners and gentleness, without beholding these things in his teacher? Yet I know not how it is possible for one discipled in a worldly manner to become spiritual. For how could those who are likened to him not be according to him? What gain is there for the thirsty in the magnificence of the water-basin, when there is no water in it? Even though the successive arrangement of columns in varied forms holds up the canopy on high, what would the thirsty man rather choose for his own need? to gaze upon stones well arranged, or to find a spout, even though it flow from a wooden pipe, pouring forth only a pellucid and drinkable stream? Thus, brethren, those who look towards piety must disregard the outward stage-pomp, or if any one plumes himself on friends, and takes delicate pride in rolls of dignities, and [receiving] many annual [revenues, boasts], and [looking] towards his own lineage [magnifies himself], and on every side vaunts himself in arrogance, must leave such a man alone, like a dry water-basin, if indeed he should not possess in his life the primary qualities; and must search out, so far as may be possible, using the lamp of the Spirit for the inquiry, A garden enclosed, and a fountain sealed, just as Scripture says, so that through ordination.... for the garden of delight, and when the water of the fountain has been unstopped, it may become a common possession of the catholic Church. [And may it come to pass], and may the Lord grant that there be found quickly among you such a man, who shall be a vessel of election, a pillar [of the Church]. And we trust in the Lord that these things shall be, if indeed you should be willing through the harmonious [grace] with one accord to behold [the] good,
PG 46:1068Read from the page
προτιμήσαντες τῶν ἰδίων θελημάτων, τὸ θέλημα τοῦ Κυρίου ἡμῶν [καὶ τὸ αὐτῷ δοκίμιον] καὶ εὐάρεστον, καὶ τέλειον, ἵνα κατορθούμενον ἐν ὑμῖν τοιοῦτον ᾖ, ᾧ καὶ ἡμεῖς [χαίρομεν, καὶ ὑμεῖς] ἐντρυφήσετε, καὶ ὁ Θεὸς τῶν ὅλων ἐνδοξασθήσεται, ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας.
preferring above your own wills the will of our Lord [and what is approved by Him] and well-pleasing, and perfect, so that being rightly accomplished among you it may be such, wherein both we [rejoice, and you] shall delight, and the God of all shall be glorified, to Whom befits the glory unto the ages.
ΕΠΙΣΤΟΛΗ ΙΗʹ.
Epistle XVIII.
Ὡς καλὰ τῶν καλῶν ἐστι τὰ ὁμοιώματα, ὅταν ἐναργῆ τοῦ πρωτοτύπου κάλλους τὸν χαρακτῆρα [διασώζονται]! Τῆς γὰρ ψυχῆς σου τῆς ὄντως καλῆς εἶδον ἐναργεστάτην εἰκόνα ἐν τῇ τῶν γραμμάτων γλυκύτητι, [ἅπερ, ῶς] φησί που τὸ Εὐαγγέλιον, ἐκ τοῦ περισσεύματος τῆς καρδίας σου ἐμελίτωσας· καὶ διὰ τοῦτο αὐτόν σε προσορᾷν, καὶ [τό σου] εὔφρον καρποῦσθαι διὰ τῆς ἐν τοῖς γράμμασι φιλοφροσύνης ἐνόμιζον, καὶ πολλάκις [εἰς χεῖρας] ἐπαναλαμβάνων τὰ γράμματα, καὶ συνεχῶς ἐπιὼν πρὸς μείζονα τῆς ἀπολαύσεως ἐπιθυμίαν [κατέστην], καὶ κόρος τῶν γινομένων οὐκ ἦν. Ὅς, καὶ ὡς ἄλλου τινὸς τῶν κατὰ φύσιν καλῶν καὶ τιμίων, τὴν ἡδονὴν δια[παύειν οὐ δύναται]. Οὔτε γὰρ τοῦ προσορᾷν τὸν ἥλιον ἡ συνεχὴς μετουσία τὴν ὄρεξιν ἤμβλυνεν, οὔτε τῆς ὑγείας ἡ διηνεκὴς ἀπόλαυσις τὴν ἐπιθυμίαν ἔστησεν, οὔτε τῆς σῆς ἀγαθότητος, ἣν κατὰ πρόσωπον πολλάκις, καὶ νῦν διὰ τοῦ γράμματος ἔγνωμεν, δύναμιν πεπείσμεθα μέχρι κόρου προελθεῖν ἀπόλαυσιν. Ἀλλ' οἷόν τι πάσχουσιν οἱ ἔκ τινος περιστάσεως διψῶντες ἀτέλεστα, οὕτω καὶ ἡμεῖς ὅσον ἐμφορούμεθα τῶν σῶν ἀγαθῶν, τοσοῦτο μᾶλλον διψώδεις γινόμεθα. Εἰ δὲ μὴ θωπείαν τινὰ καὶ ψευδῆ κολακείαν τὸν ἡμέτερον λόγον ὑπολήψῃ (πάντως δὲ οὐχ ὑπολήψῃ, τά τε ἄλλα τοιοῦτος ὢν, οἷος εἶ, καὶ περὶ ἡμᾶς διαφερόντως, εἰ καί τις ἄλλος, χρηστός τε καὶ γνήσιος), πάντως πιστεύσεις τοῖς λεγομένοις, ὅτι τὴν συνεχῆ τῶν δακρύων ἐπιῤῥοὴν ἡ τῶν γραμμάτων χάρις, οἷόν τι φάρμακον ἰατρικὸν, τοῖς ὀφθαλμοῖς ἐγγενομένη, ἀνέστειλε, καὶ προσδοκῶμεν, τῇ τῶν ἁγίων εὐχῶν σου ἰατρείᾳ τὰς ἐλπίδας ἑαυτῶν ἐπερείδοντες, ὅτι τάχα καὶ καθόλου τὸ τοιοῦτον τῆς ψυχῆς ἡμῶν πάθος ἐξιασθήσεται· ἐπεὶ τό γε νῦν
How fair are the likenesses of fair things, whenever [they preserve] clear the impress of their original beauty! For I beheld a most clear image of your truly fair soul in the sweetness of your letters, [which, as] the Gospel somewhere says, out of the abundance of your heart you made honeyed; and for this reason I supposed that I was gazing upon your very self, and reaping [your] gladness through the friendliness in your letters, and often taking up the letters again [into my hands], and continually going over them, [I came] into a greater desire of enjoyment, and there was no surfeit of what was taking place. Which surfeit, just as with any other of the things naturally fair and precious, [cannot cause] the pleasure to [cease]. For neither has continuous participation dulled the appetite for gazing upon the sun, nor has unceasing enjoyment stayed the desire for health, nor have we been persuaded that the enjoyment of your goodness—whose power we knew often face to face, and now through your letter—proceeds as far as surfeit. Rather, just such a thing as those suffer who from some circumstance thirst endlessly, so we also, the more we take our fill of your good things, by so much the more thirsty do we become. And if you will not suppose our speech to be some fawning and false flattery (and assuredly you will not so suppose, both being such in other respects as you are, and towards us especially, if any other man ever was, kind and genuine), you will assuredly believe what is said, that the grace of your letters, coming upon our eyes like some medicinal remedy, checked the continuous inflow of tears, and we expect, resting our own hopes upon the healing of your holy prayers, that perchance such a passion of our soul shall even wholly be healed; since at least for the present
Notes, col. 1068

On the reading

Printed ῶς, for ὡς.

PG 46:1069Read from the page
ἔχον, ἐν τοιούτοις ἐσμὲν, ὡς φείδεσθαι τῆς ἀγαπώσης ἡμᾶς ἀκοῆς, καὶ ἐπικρύπτεσθαι σιωπῇ τὴν ἀλήθειαν, ἵνα μὴ πρὸς κοινωνίαν τῶν ἡμετέρων κακῶν τοὺς γνησίως ἡμᾶς ἀγαπῶντας ἐφελκυσώμεθα. Ὅταν γὰρ ἐνθυμηθῶμεν, ὅτι τῶν φιλτάτων ἀπολειφθέντες, ἐν πολέμοις ἀναστρεφόμεθα, καὶ ἃ μὲν καταλιπεῖν ἐβιάσθημεν, τέκνα ἐστὶν, ἃ ταῖς πνευματικαῖς ἡμῶν ὠδῖσι τῷ Θεῷ γεννῆσαι κατηξιώθημεν, [τῷ τῆς ἀγάπης] νόμῳ συνηρμοσμένα [ἡμῖν,] καὶ κακοπαθείαις ἐν τοῖς τῶν πειρασμῶν καιροῖς ἐπι[τείνοντα] πρὸς ἡμᾶς τὸ φιλόστοργον· καὶ ἔτι πρὸς τούτοις οἶκος κεχαριτωμένος, ἀδελφοὶ, συγ[γενεῖς, ἑταῖροι,] συνήθεις, φίλοι, ἑστία, τράπεζα, ταμεῖον, στιβὰς, τὸ βάθρον, ὁ σάκκος, ἡ [συνουσία], τὸ δάκρυον, ἃ ὡς ἔστι γλυκέα, καὶ διὰ συνηθείας ὅσον ἐράσμια, οὐδὲν δεή... εἰδότες σε γράψαι. Τὰ δὲ ἀντ' ἐκείνων, ἵνα μή τι ἐπαχθὲς λέγειν δόξω, πάντα [κατὰ σαυτὸν] σκόπησον. Πρὸς τῷ τέλει τῆς ἐμαυτοῦ ζωῆς ὢν, πάλιν τοῦ ζῆν ἄρχομαι [μανθάνειν τε] ἀναγκάζομαι τὴν εὐδοκιμοῦσαν νῦν τῶν ἠθῶν ποικιλίαν, ὀψιμαθὲς κακότροπος..... τῆς πανουργίας γινόμενος, ὡς ἐρυθριᾷν ἀεὶ τῇ ἀφυΐᾳ τοῦ πράγματος. Οἱ δὲ ἀντιτεταγμένοι τῇ διδασκαλίᾳ τῆς σοφίας ταύτης, εἰσὶν ἱκανοὶ καὶ φυλάξαι, ὃ ἔμαθον, καὶ ἐφευρεῖν, ὃ οὐκ ἔμαθον· [τοιγαροῦν] πολεμοῦσι, πόῤῥωθεν ἀκροβολίζοντες, ἐπὶ παρατάξεως καταπυκνοῦσι τὴν φάλαγγα, κατὰ τὸ [πρόσφορον αὐτοῖς] προλογίζονται, ταῖς ὑπερβολαῖς προκατέχουσι, τοὺς συμμάχους ἑαυτοῖς πανταχόθεν προσπεριβάλλονται. Πολὺς δὲ παρ' αὐτοῖς, καὶ ἀκαταγώνιστος τῇ δυνάμει ὁμα[ρτεῖ δόλος], εἰς στρατηγίαν προβεβλημένος, ὥσπερ τις ἀγωνιστὴς περιδέξιος, διπλῇ τῇ χειρὶ τοῦ ἰδίου στρατοῦ προμαχόμενος, πῆ μὲν δασμολογῶν τοὺς ὑποχειρίους, πῆ δὲ βάλλων τοὺς προστυγχάνοντας. Εἰ δὲ καὶ τὴν εἴσω ἡμῶν διαγωγὴν ἐξετάζοις, εὑρήσεις ἄλλα τοιαῦτα· οἰκίδιον πνιγηρὸν, κρυμῷ, καὶ ζόφῳ, καὶ στενοχωρίᾳ, καὶ πᾶσι τοῖς τοιούτοις καλοῖς εὐθηνούμενον, βίον ὑπὸ πάντων μωμοσκοπούμενον, φωνὴν, καὶ βλέμμα, καὶ ἱματίου περιβολὴν, χειρός τε κίνησιν, καὶ ποδῶν ποιὰν στάσιν, καὶ πάντα πολυπραγμονούμενα· καὶ εἰ μὴ δασὺ ἆσθμα διὰ πολλοῦ προχεόμενον, καὶ εἰ μὴ συνεχὴς διαδίδοται στεναγμὸς σὺν τῷ ἄσθματι, καὶ ⟨ε⟩ἰ μὴ διεκπίπτει τῆς ζώνης ἡμῶν τὸ χιτώνιον, καὶ αὐτὸ δὲ τὸ μὴ κεχρῆσθαι τῇ ζώνῃ, καὶ εἰ μὴ
stands, we are in such circumstances as to spare the ear that loves us, and to hide the truth in silence, lest we draw those who genuinely love us into fellowship with our ills. For whenever we call to mind that, being bereft of our dearest ones, we are conversant amid wars, and what we were forced to leave behind are children whom through our spiritual travails we were counted worthy to beget unto God, joined together [unto us] by [the] law [of love], and through hardships in the seasons of trials in[tensifying] their tender affection towards us; and yet besides these things a house endowed with grace, brethren, kins[folk, comrades,] intimates, friends, hearth, table, store-chamber, pallet, the bench, the sackcloth, the [converse], the tear—things how sweet they are, and through familiarity how lovable, there will be no need... knowing that you have written. And what things stand in place of those, lest I seem to utter something irksome, examine all [by yourself]. Being near the end of my own life, I begin to live again [and am] compelled to [learn] the variety of manners now held in repute, becoming a late-learning ill-mannered..... of this knavery, so as ever to blush at my unaptitude for the matter. Whereas those ranged in opposition in the teaching of this wisdom are sufficient both to guard what they learned, and to invent what they did not learn; [accordingly] they wage war, skirmishing from afar, in battle-array they pack their phalanx close, they reckon beforehand according to what is [expedient for them], with exaggerations they preoccupy minds, they surround themselves with their allies from every side. And abundant [guile] among them, and unconquerable in power, [accompanies them], put forward into generalship, like some ambidextrous combatant, fighting in front of his own army with a twofold hand, in one way levying tribute upon his subjects, and in another striking those who come across him. And if you should examine also our inward way of life, you will find other such things: a stifling little dwelling, abounding in frost, and gloom, and narrow straits, and all such fine things, a life carped at by all, voice, and glance, and the draping of one's cloak, and movement of hand, and whatever posture of feet, and all things pryingly busied about; and if thick breathing does not pour forth at long intervals, and if continuous groaning is not given out with the breathing, and if our tunic does not slip quite through our girdle, and even the very not using the girdle, and if not