Migne Reading Room

PG 46 · cols. 1047–1057 · Read from the page

* Epistles

* Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:1047Read from the page
ἘΠΙΣΤΟΛΗ ΙΓʹ.
Letter XIII.
Libanio sophistae haec epistola inscribenda est, quem sancti Basilii magistrum exstitisse norunt eruditi. Haec autem epistola cum sequenti tunc temporis a Nysseno scripta fuisse videtur, cum eloquentiae artes, Nazianzeno teste in epistola 43, publice profitebatur.
This letter is to be inscribed to Libanius the sophist, whom the learned know to have been the master of Saint Basil. Both this letter and the following one seem to have been written by Gregory of Nyssa at that period when, as Gregory of Nazianzus testifies in Letter 43, he was publicly professing the arts of eloquence.
Ἤκουσά τινος ἰατρικοῦ, παράλογόν τι φύσεως πάθος διηγουμένου. Τὸ δὲ διήγημα τοιοῦτο ἦν. Κατέ[ι]χετό τις, φησὶ, ἀῤῥωστήματί τινι τῶν δυστροπωτέρων, καὶ τὴν τέχνην διήλεγχεν, ἔλαττον τῆς ἐπαγγελίας ἰσχύουσαν· πᾶν γὰρ τὸ ἐπινοούμενον εἰς θεραπείαν, ἄπρακτον ἦν. Εἶτά τινος ἀγγελίας τῶν καταθυμιῶν παρ' ἐλπίδας αὐτῷ μηνυθείσης, ἀντὶ τῆς τέχνης ἡ συντυχία γίνεται, λύουσα τῷ ἀνθρώπῳ τὴν νόσον· εἴτε τῆς ψυχῆς τῷ περιόντι τῆς ἀνέσεως καὶ τὴν τοῦ σώματος ἕξιν ἑαυτῇ συνδιαθείσης, εἴτε καὶ ἄλλως, οὐκ ἔχω λέγειν· οὔτε γὰρ ἐμοὶ σχολὴ τὰ τοιαῦτα φιλοσοφεῖν, καὶ τὴν αἰτίαν ὁ εἰπὼν οὐ προσέθηκεν. Ἐπὶ καιροῦ δὲ νῦν ἐμνήσθην, ὡς οἶμαι, τοῦ διηγήματος· διακείμενος γὰρ, ὡς οὐκ ἂν ἐβουλόμην (τὰς δὲ αἰτίας οὐδὲν δέομαι ἀκριβῶς νῦν καταλέγειν τῶν ἀφ' οὗ γέγονα παρ' ὑμῖν καὶ μέχρι τοῦ νῦν συμπεπτωκότων μοι λυπηρῶν), μηνύσαντος ἀθρόως μοί τινος περὶ τῶν γραμμάτων τῆς μονογενοῦς σου παιδεύσεως, ἐπειδὴ τάχιστα τὴν ἐπιστολὴν ἐδεξάμην, καὶ τοῖς γεγραμμένοις ἐπέδραμον, εὐθὺς μὲν τὴν ψυχὴν διέθετο, ὡς ἐπὶ καλλίστοις ἐπὶ πάντων ἀνθρώπων ἀνακηρυσσόμενος τοσούτου τὴν σὴν μαρτυρίαν ἐτιμησάμην, ἣν διὰ τῆς ἐπιστολῆς ἡμῖν κεχάρισαι· ἔπειτα δέ μοι καὶ ἡ τοῦ σώματος ἕξις εὐθὺς πρὸς τὸ κρεῖττον μετεποιεῖτο· καί σοι τὸ ἴσον παράδοξον καὶ αὐτὸς διήγημα δίδωμι, ὅτι τῆς αὐτῆς ἐπιστολῆς, τὰ μὲν ἀῤῥωστῶν, τὰ δὲ καθαρῶς ὑγιαίνων, ἐπέδραμον. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον.
I once heard a medical man relating a certain extraordinary affection of nature. And the story ran thus: A certain man, said he, was gripped by one of the more stubborn ailments, and was proving the medical art to have less power than its promise; for everything devised towards a cure was ineffectual. Then, when a piece of welcome news was unexpectedly reported to him, the happy turn of events took the place of the art, releasing the man from his disease; whether the soul, through the overflow of its relief, disposed the state of the body as well into harmony with itself, or in some other way, I am unable to say; for neither have I leisure to philosophize upon such matters, nor did he who told the tale add the cause. Seasonably now, as I think, have I recalled the story: for while I was in a state in which I would rather not have been (though I have no need now to recount in exact detail the causes of the trials that have befallen me from the time when I was among you down to the present), when someone suddenly brought me word of a letter from your peerless erudition, as soon as I received the letter and ran over what was written, straightway it disposed my soul as though I were being proclaimed before all mankind for the noblest achievements—at so high a price did I value your testimony, which you graciously bestowed upon us through your letter; and next, the state of my body too was straightway transformed for the better; and I myself offer you an equally marvellous tale, namely that I ran through one and the same letter partly in sickness and partly in sound health. So much, then, for these matters.
Ἐπεὶ δέ μοι τῆς χάριτος ταύτης ὁ Κυνήγιος ὑπόθεσις γέγονεν, οἷος εἶ τῷ περιόντι τῆς εἰς τὸ εὐεργετεῖν ἐξουσίας, οὐχ ἡμᾶς μόνον, ἀλλὰ καὶ τοὺς εὐεργέτας ἡμῶν καλῶς ποιεῖν· εὐεργέτης δὲ ἡμῶν οὗτος, καθὼς εἴρηται, τῶν παρὰ σοῦ γραμμάτων ἀφορμὴ γενόμενος ἡμῖν καὶ ὑπόθεσις, καὶ διὰ τοῦτο εὖ παθεῖν ἄξιος. Διδασκάλους δε τοὺς ἡμετέρους, εἰ μὲν ὧν τι δοκοῦμεν μεμαθηκέναι, ζητοίης, Παῦλον εὑρήσεις καὶ Ἰωάννην, καὶ τοὺς λοιποὺς ἀποστόλους τε καὶ προφήτας, εἴγε μὴ τολμηρὸν ἡμῖν τὴν διδασκαλίαν οἰκειοῦσθαι τῶν τοιούτων διηγημάτων, οἷς περὶ τῆς ὑμετέρας λέγοις σοφίας, ἣν κρίνειν ἐπιστήμονές φασι, ἀπὸ σοῦ πηγάζουσαν, ἐν μετοχῇ τοῦ λοιποῦ γίνεσθαι πᾶσιν, οἷς τινος καὶ μέτεστι λόγου. Ταῦτα γὰρ ἤκουσα πρὸς πάντας διηγου-
Since Cynegius became the occasion of this favour for me, such as you are in the abundance of your capacity for doing good, you confer benefits not only upon us, but also upon our benefactors; and this man is our benefactor, as has been said, having become for us the starting-point and occasion of the letter from you, and on that account worthy to be treated well. As for our teachers, if you should inquire from whom we seem to have learned anything, you will find Paul and John, and the rest of the apostles and prophets, if indeed it is not overbold for us to claim as our own the teaching of such accounts, in comparison with what you might say of your own wisdom, which those skilled to judge declare wells forth from you and comes thereafter to be shared by all who partake in any degree of eloquence. For I heard these things related to all men by
Notes, col. 1047

On the reading

Printed καταθυμιῶν, for καταθυμίων.

Printed Διδασκάλους δε, for Διδασκάλους δὲ.

PG 46:1049Read from the page
μένου τοῦ σοῦ μὲν μαθητοῦ, πατρὸς δὲ ἐμοῦ, καὶ διδασκάλου τοῦ θαυμαστοῦ Βασιλείου. Ἴσθι με μηδὲν ἔχοντα λιπαρὸν ἐν τοῖς τῶν διδασκάλων διηγήμασιν, ἐπ' ὀλίγον τῷ ἀδελφῷ συγγεγονότα, καὶ τοσοῦτον παρὰ τῆς θείας γλώττης ἐκκαθαρέντα, ὅσον ἐπιγνῶναι μόνον τὴν [ἄγνοιαν] τῶν ἀμυήτων τοῦ λόγου· ἔπειτα μέντοιγε, καὶ τούτῳ, εἴποτε σχολὴν ἄγοιμι, κατὰ σπουδὴν πᾶσαν ἐνδιατρίβοντα, ἐραστὴν γενέσθαι τοῦ ὑμετέρου κάλλους, καὶ τυχεῖν δὲ μηδέπω τοῦ ἔρωτος. Εἰ μὲν οὖν, ὥσπερ αὐτὸς ἐγὼ κρίνω τὰ καθ' ἡμᾶς, ἐστὶν οὐδαμοῦ ὁ διδάσκαλος ἡμῶν. Εἰ δὲ τὴν σὴν ὑπόληψιν, ἣν ἐφ' ἡμῖν ἔσχες, μὴ ἀληθεύειν οὐ θέμις· ἀλλ' ἀληθεῖς τινες ἐν τῷ λόγῳ καὶ ὑμεῖς, καὶ ἡμεῖς οὐκ ἀπόβλητοι παρὰ σοίγε κριτῇ· δὸς τολμῆσαί σοι τῶν τοιούτων τὴν αἰτίαν ἀναθεῖναι. Εἰ γὰρ Βασίλειος μὲν τοῦ ἡμετέρου προστάτης λόγου, ἐκείνῳ δὲ ὁ πλοῦτος ἐκ τῶν σῶν ἦν θησαυρῶν· τὰ σὰ κεκτήμεθα, καὶ εἰ δι' ἑτέρων ὑπεδεξάμεθα. Εἰ δὲ ὀλίγα ταῦτα· ὀλίγον ἐν τοῖς ἀμφορεῦσι τὸ ὕδωρ, ἀλλ' ἐκ τοῦ Νείλου ὅμως.
your disciple, and my father and teacher, the admirable Basil. Know that I had no richness of fortune in the instructions of teachers, having associated only briefly with my brother, and having been purified by his divine tongue only so far as to discern the [ignorance] of those uninitiated in eloquence; yet afterwards, devoting myself to this pursuit with all diligence whenever I had leisure, I became a lover of your beauty, though I have not yet attained the object of my desire. If, then, the case stands as I myself judge our affairs, no teacher of ours is anywhere to be found. But if it is unlawful that the opinion you have formed of us should fail to be true—nay, rather, you yourself are truthful in speech, and we are not to be rejected when you are judge—suffer me to venture to ascribe to you the cause of such qualities. For if Basil was the patron of our eloquence, and his wealth came from your treasuries, then it is your goods that we possess, even though we received them through others. And if these are scanty, scanty too is the water in the jars, yet it comes from the Nile none the less.
ἘΠΙΣΤΟΛΗ ΙΔʹ.
Letter XIV.
Responsiva est haec epistola ad alteram, fortasse Libanii, epistolam, ut ex rursus facta Cynegii mentione conjici potest.
This letter is a reply to another letter, perhaps of Libanius, as may be conjectured from the renewed mention made of Cynegius.
Ἑορτὴν ἄγειν σύνηθες τοῖς Ῥωμαίοις περὶ τὴν χειμέριον ὥραν, τρόπον κατά τινα πάτριον, ὅτε τοῦ ἡλίου πρὸς τὴν ἄνω χώραν ἀναποδίζοντος, πλεονάζειν ἄρχεται τὸ ἡμερήσιον μέτρον. Ἱερὰ δὲ νενόμισται τοῦ μηνὸς ἡ ἀρχὴ, καὶ διὰ ταύτης τῆς ἡμέρας τὸ πᾶν ἔτος οἰωνιζόμενοι, δεξιάς τινας συντυχίας, καὶ εὐφροσύνας, καὶ πόρους ἐπιτηδεύουσι. Τί βουλόμενος ἐντεῦθεν τοῦ γράμματος ἄρχομαι; Ὅτι καὶ αὐτὸς διήγαγον τὴν ἑορτὴν ταύτην, παραπλησίως ἐκείνοις χρυσοφορήσας· ἦλθε γὰρ τότε καὶ εἰς τὰς ἐμὰς χεῖρας χρυσὸς, οὔ τοι κατὰ τὸν πάνδημον τοῦτον χρυσὸν ὃν ἀγαπῶσιν οἱ ἄρχοντες καὶ δωροφοροῦσιν οἱ ἔχοντες, τὸ βαρὺ καὶ αἰσχρὸν καὶ ἄψυχον κτῆμα· ἀλλ' ὁ παντὸς πλούτου τοῖσγε νοῦν ἔχουσιν ὑψηλότερόν
It is customary for the Romans to keep a festival around the winter season, after a certain ancestral manner, when the sun steps back again towards the upper region and the measure of daylight begins to lengthen. The beginning of the month is reckoned sacred, and taking omens for the whole year through this day, they apply themselves to auspicious meetings, festivities, and gains. With what purpose do I begin my letter from this point? Because I too kept this festival, having received a gift of gold just like them: for gold came then into my hands as well—not, to be sure, like this vulgar gold which rulers love and those who possess it bring as gifts, that heavy, base, and lifeless possession, but that which in the eyes of men of sense is loftier than all wealth
PG 46:1052Read from the page
ἐστιν, τὸ κάλλιστον ὄντως δεξίωμα κατὰ Πίνδαρον, τὰ σὰ, φημὶ, γράμματα, καὶ ὁ πολὺς ἐν ἐκείνοις πλοῦτος. Οὕτω γὰρ συνέβη κατὰ τὴν ἡμέραν ἐκείνην προσφοιτήσαντά με τῇ μητροπόλει Καππαδόκων, ἐντυχεῖν τινι τῶν ἐπιτηδείων, ὅς μοι τὸ δῶρον τοῦτο, τὴν ἐπιστολὴν, οἷόν τι σύμβολον ἑορτῆς προετείνατο. Ἐγὼ δὲ περιχαρὴς τῇ συντυχίᾳ γενόμενος, κοινὸν προὔθηκα τοῖς παροῦσι τὸ κέρδος, καὶ πάντες μετεῖχον, τὸ ὅλον ἕκαστος, οὐ φιλονικοῦντες, καὶ οὐκ ἠλαττούμην ἐγώ · διεξιοῦσα γὰρ τὰς πάντων χεῖρας ἡ ἐπιστολὴ, ἴδιος ἑκάστου πλοῦτός ἐστι, τῶν μὲν τῇ μνήμῃ διὰ τῆς συνεχοῦς ἀναγνώσεως, τῶν δὲ δέλτοις ἐναπομαξαμένων τὰ ῥήματα, καὶ πάλιν ἐν ταῖς ἐμαῖς ἦν χερσὶ, πλέον εὐφραίνουσα ἢ τοὺς ὀφθαλμοὺς τῶν πολυχρύσων ἡ ὕλη. Ἐπειδὴ τοίνυν καὶ τοῖς γεωργοῖς (χρήσομαι γὰρ ἐκ τῶν οἰκείων τῷ ὑποδείγματι) πολλὴν δίδωσι πρὸς τοὺς δευτέρους τῶν πόνων τὴν προθυμίαν, τὸ τῶν πονηθέντων ἀπόκροτον, σύγγνωθι καὶ ἡμῖν, ἅπερ αὐτὸς δέδωκας καταβαλλομένοις, καὶ διὰ τοῦτο γράφουσιν, ἵνα σε πάλιν πρὸς τὸ γράφειν ἐκκαλεσώμεθα. Αἰτοῦμαι δὲ χάριν ὑπὲρ τοῦ βίου κοινὴν, ὅσα δι' αἰνίγματος ἡμῶν τὰ τελευταῖα τῆς ἐπιστολῆς ὑπηπείλησας, μηκέτι διανοεῖσθαι. Οὐδὲ γὰρ καλῶς ἔχειν φημὶ κρίσεως [ὅτι] τινὲς ἁμαρτάνουσι πρὸς τὴν βάρβαρον γλῶσσαν ἀπὸ τῆς Ἑλληνίδος αὐτομολοῦντες, καὶ μισθοφόροι στρατιῶται γενόμενοι, καὶ τὸ στρατιωτικὸν σιτηρέσιον ἀντὶ τῆς ἐν τῷ λέγειν δόξης αἱρούμενοι, διὰ τοῦτό σε καταδικάζειν τῶν λόγων, καὶ ἀφωνίαν τοῦ βίου καταψηφίζεσθαι · τίς γὰρ ὁ φθεγγόμενος, εἰ σὺ τὴν βαρεῖαν ταύτην ἀπειλὴν κατὰ τῶν λόγων κυρώσειας ; Ἀλλὰ καλῶς ἔχει τάχα μνημονεῦσαί τινος τῶν ἐκ τῆς ἡμετέρας Γραφῆς. Κελεύει γὰρ ὁ ἡμέτερος λόγος τοὺς δυναμένους εὖ τι [ποιεῖν] μὴ πρὸς τὰς γνώμας τῶν εὐεργετουμένων βλέπειν, ὡς φιλοτιμεῖσθαι μὲν τοῖς εὐαισθήτοις, ἀποκλείειν δὲ τοῖς ἀχαρίστοις τὴν εὐποιίαν · ἀλλὰ μιμεῖσθαι τὸν τοῦ παντὸς οἰκονόμον, ὃς κοινὴν προτίθησι τῶν ἐν τῇ κτίσει καλῶν τὴν μετουσίαν, ἀγαθοῖς τε καὶ μὴ τοιούτοις. Πρὸς ταῦτα βλέπων, ὦ θαυμάσιε, δὸς ἀεὶ τοιοῦτον τῷ βίῳ σαυτὸν, οἷον ὁ παρελθὼν ἔδειξε χρόνος. Οὐ γὰρ τὸν ἥλιον οἱ μὴ βλέποντες κωλύουσιν
is, truly the fairest welcome-gift according to Pindar—your letters, I mean, and the great wealth that is in them. For so it chanced on that day that, when I visited the metropolis of the Cappadocians, I met with one of my intimate friends, who held out to me this gift, the letter, like some token of a feast. And I, becoming overjoyed at the good fortune, set forth the gain in common for those present, and all shared in it, each having the whole without viing, and I myself suffered no diminution; for as the letter passes through the hands of all, it is the own wealth of each—some imprinting the words on their memory through continual reading, and others upon tablets—and again it was in my own hands, gladdening me more than gold-bearing matter gladdens the eyes of the wealthy. Since, therefore, to husbandmen also (for I shall employ an illustration from familiar things) the applause for labours accomplished gives much eagerness for second labours, pardon us also who sow as seed the very things which you yourself have given, and who write on this account, so that we may call you forth again to write. Yet I beg a common favour on behalf of human life: that you no longer meditate all those things which at the end of your letter you darkly threatened in a riddle against us. For neither do I affirm it to be sound judgement [that], because some err by deserting from the Greek tongue to the barbarian, and becoming mercenary soldiers, and choosing a soldier's ration instead of renown in eloquence, you should on this account pass sentence against discourses and condemn human life to speechlessness; for who will be he that utters a sound, if you should ratify this heavy threat against discourses? Yet perhaps it is well to call to mind one of the sayings from our Scripture. For our word commands those who are able [to do] some good not to look to the dispositions of those who receive kindness, so as to be munificent to the appreciative while shutting out beneficence from the ungrateful, but to imitate the Steward of the universe, Who sets forth in common the partaking of the good things in creation, both for the good and for those who are not such. Looking to these things, O admirable man, give yourself always such to human life as time past has shown you. For those who do not see do not hinder the sun
PG 46:1053Read from the page
ἥλιον εἶναι. Οὐκοῦν οὐδὲ τὴν ἀκτῖνα τῶν σῶν λόγων ἀμαυροῦσθαι καλῶς ἔχει διὰ τοὺς μεμυκότας τὰ τῆς ψυχῆς αἰσθητήρια. Τὸν δὲ Κυνήγιον εὔχομαι μὲν, ὥστε μάλιστα μὲν πόῤῥω τῆς κοινῆς εἶναι νόσου ἣ νῦν τοῦς νέους κατείληφε· προσέχειν δὲ κατὰ τὸ ἑκούσιον τῇ περὶ τοὺς λόγους σπουδῇ. Εἰ δὲ ἄλλως ἔχει, δίκαιόν ἐστι καὶ μὴ βουλόμενον αὐτὸν ἐκβιάζεσθαι, ἐν ᾧ νῦν ὄντες οἱ πρὸ τούτου τῶν λόγων ἀποστατήσαντες, ἐλεεινοί τινές εἰσιν ὑπ' αἰσχύνης καταδυόμενοι.
not to be the sun. Neither, therefore, is it right that the ray of your discourses should be dimmed on account of those who have shut the senses of their soul. As for Cynegius, I pray above all that he may remain far from the common malady that has now seized hold of young men, and may devote himself of his own free will to zeal for eloquence. But if he is otherwise disposed, it is just to compel him even against his will, in view of the plight in which those who formerly abandoned literary studies now find themselves, pitiful creatures sinking down under shame.
ἘΠΙΣΤΟΛΗ ΙΕʹ.
Letter XV.
Ad quemnam haec epistola scripta sit, divinare non possumus; quanam autem occasione scripta fuerit, ex ejusdem lectione liquido apparet.
To whom this letter was written we are unable to divine; on what occasion it was written, however, is crystal clear from a reading of it.
Καὶ τῶν ἄλλων ἁπάντων μικροῦ δεῖν, ὅσα ποιεῖ τοῦς κεκτημένους εὐδαίμονας, πένητες οἱ Καππάδοκες ἡμεῖς, πλέον δὲ πάντων πένητες τῶν γράφειν δυναμένων. Τοῦτό τοι καὶ τῆς πολλῆς τοῦ λόγου βραδύτητος αἴτιον. Πρὸ πλείονος γάρ μοι χρόνου πεπονημένης τῆς πρὸς τὴν αἵρεσιν ἀντιῤῥήσεως, ὁ μεταγράφων οὐκ ἦν, [τοσαύτη τῶν] γραφέων ἡ ἀπορία, ῥᾳθυμίας ἡμῖν, κατὰ τὸ εἰκὸς, ἢ τῆς περὶ τὸν λόγον ἀσθενείας προσε[νεγκοῦσα] ὑπόνοιαν. Ἀλλ' ἐπειδὴ νῦν γοῦν κατὰ Θεοῦ χάριν ὅ τε γράφων, καὶ ὁ δοκιμάζων τὰ γεγραμμένα [παρῆν, τοῦτον] ἀπέσταλκα ὑμῖν, οὐ καθώς φησιν ὁ Ἰσοκράτης, δῶρον τὸν λόγον· οὐδὲ γὰρ τοι[οῦτον εἶναι] λογίζομαι, ὡς ἀντὶ κτήματος τῷ δεξομένῳ γενέσθαι· ἀλλ' ὡς ἂν γένοιτο ἡμῖν [τοὺς ἐν τῷ νυνὶ] σφριγῶντας τῇ ἀκμῇ τῆς νεότητος καταθαρσῆσαι τῆς πρὸς τοὺς ἐναντίους μάχης, ἐν τῇ τοῦ [ἀγῶνος πείρᾳ] τὸ
Poor as we Cappadocians are in well-nigh all other things that make their possessors prosperous, above all else we are poor in those who are able to copy books. This, indeed, is the cause of the long delay of my treatise. For although my refutation of the heresy was laboured out a good while ago, there was no one to transcribe it; [so great] is our scarcity of copyists, [having brought] upon us, naturally enough, a suspicion of indolence or of weakness in composition. However, since now at last by the grace of God both one to copy and one to revise what was written [were at hand, this] treatise I have sent to you—not, as Isocrates says, as a gift; for I do not reckon it [to be such] as to stand in place of a treasured possession for the recipient; but to the end that we might embolden [those now] teeming with the vigour of youth to take heart for the battle against our adversaries, in the [trial of the contest]
Notes, col. 1053

On the reading

Printed τοῦς νέους, for τοὺς νέους.

Printed τοῦς κεκτημένους, for τοὺς κεκτημένους.

PG 46:1055Read from the page
τῆς νεότητος εὐθαρσὲς ἀνεγείροντας. Εἰ δὲ φανείη τι τῶν ἐκ τοῦ λόγου καὶ τῆς [σπουδῆς] ἄξιον, δοκιμάσαντες μέρη τινὰ, τὰ πρὸ τῶν ἀγώνων μάλιστα, ὅσα τῆς [αὐτῆς] ἰδέας, ἀνενέγκατο, ἴσως δέ τινα καὶ τῶν δογματικῶν, φανήσεται ὑμῖν οὐκ ἀχαρίστως [εἰρημένα]. Ἅπερ δ' ἂν γινώσκοιτε, δηλονότι ὡς διδασκάλῳ καὶ διορθωτῇ ἀναγνώσεσθε.
rousing up the boldness of youth. And if anything of the matters arising from the discourse should appear worthy also of [earnest attention], having tested certain parts, above all those prior to the contests, as many as partook of the [same] form, perhaps some even of the dogmatic points will appear to you not ungracefully [spoken]. And whatever things you may recognize as such, plainly you will read them as for a teacher and corrector.
ΕΠΙΣΤΟΛΗ ΙϚʹ.
Letter XVI.
Describit in hac epistola Nyssenus vel trigonalem, vel alium eidem plane similem, pilae ludum, ejusque verba non modicam lucem afferunt iis quae de eo ludi genere tradunt post Sipontinum in Martialem, Mercurialis De arte gymnastica lib. II, cap. 5; Rosinus Antiq. Roman. lib. V, cap. 1, et in eumdem Dempsterus pag. 334; Faber in Agonistico lib. I, tit. 6, et Vossius De quatuor artibus popularibus in Gymnastica § 65.
In this letter Gregory of Nyssa describes either the triangular game of ball or another altogether similar to it, and his words shed no small light upon what is handed down concerning that kind of game, after Sipontinus on Martial, by Mercurialis in On the Gymnastic Art, Book II, Chapter 5; Rosinus in Roman Antiquities, Book V, Chapter 1, and Dempster on the same, p. 334; Faber in Agonisticon, Book I, Title 6; and Vossius in On the Four Popular Arts, in Gymnastics, § 65.
Οἷόν τι ποιοῦσιν οἱ τῇ σφαίρᾳ παίζοντες, ὅταν τριχῇ διαστάντες ἀντιπέμπωσι ἀλλήλοις ἐν εὐστοχίᾳ τὴν βολὴν, ἄλλος παρ' ἄλλου διαδεχόμενοι. Διαπαίζουσι δὲ τὸν ἐν τῷ μέσῳ.... Ἀναπηδῶντα τῇ ἐσχηματισμένῃ τοῦ προσώπου ὁρμῇ, καὶ τῇ ποιᾷ τῆς χειρὸς ἐνδείξει [κατὰ τὸ] δεξιὸν ἢ εὐώνυμον τὴν βολὴν προδείξαντες, ἐφ' ὅπερ ἂν ἴδωσιν αὐτὸν ὁρμῶντα [μέρος] ἀποπεμπόμενοι, καὶ τὴν ἐλπίδα δι' ἀπάτης ἐψεύσαντο· τοιαῦτα κατορθοῦνται καὶ νῦν ἐπὶ τοῖς πολλοῖς [ἡμῖν], οἳ τὸ σπουδάζειν ἀφέντες, ἐν εὐφυΐᾳ τοὺς ἀνθρώπους σφαιρίζομεν, ἀντὶ τῆς δεξιᾶς ἐλπίδος, ἣν [προτείνομεν] τῇ σκαιότητι τῶν γινομένων τὰς ψυχὰς τῶν ἐλπιζόντων ἡμῖν παρακρουόμενοι. Γράμματα καταλλακτήρια, φιλοφροσύναι, σύμβολα, δῶρα, ἀγαπητικὴ διὰ γραμμάτων περιπλοκή. Ταῦτά ἐστι τῆς σφαίρας ἡ ἔνδειξις, ἡ κατὰ τὸ δεξιὸν προδεικνυμένη. Ἀλλ' ἀντὶ τῆς ἐλπισθείσης διὰ τῆς εὐφροσύνης, κατηγορίαι, συσκευαὶ, διαβολαὶ, μέμψεις, ἐγκλήματα, μονομερῶν ἀποφάσεων ὑφαρπαγαί. Μακάριοι τῶν ἐλπίδων ὑμεῖς, οἱ διὰ τῶν τοιούτων τὴν πρὸς Θεὸν παῤῥησίαν πραγματευόμενοι. Ἀλλὰ παρακαλοῦμεν ὑμᾶς, μὴ πρὸς τὰ ἡμέτερα βλέπειν, ἀλλὰ πρὸς τὴν Δεσπιτικὴν τοῦ Εὐαγγελίου διδασκαλίαν · τίς γὰρ ἂν ἑτέρῳ τῶν ὀδυνῶν παραμυθία γένοιτο ἂν ἄλλος αὐτὸν ταῖς ὀδύναις ὑπερβαλλόμενος, ὡς δ' ἂν τὴν ἰδίαν διέξοδον λάβῃ τὰ πράγματα ; Ὡς φησι, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Σὺ δέ μοι, ὦ ἄριστε,
Just as those who play with the ball do, when standing apart in threefold array they send the throw back to one another with good aim, one receiving it in turn from another; and they make sport of the one in the midst.... As he leaps up at the feigned impulse of their countenance, and having made a show of the throw beforehand by a certain gesture of the hand [towards the] right or left, they send it away from whatever [side] they see him rushing towards, and cheat his expectation by deceit: such things are accomplished even now in the case of most [by us], who, having laid aside earnestness, play at ball with men cleverly, instead of the favourable hope which we [hold out] cheating by the perversity of events the souls of those who hope in us. Letters of reconciliation, kindnesses, tokens, gifts, affectionate embrace through letters: these are the showing of the ball, displayed beforehand towards the right side. But instead of the gladness hoped for thereby, accusations, plots, slanders, reproaches, charges, seizures of one-sided judgements. Blest in your hopes are you, who through such things gain boldness of speech towards God. Yet we exhort you not to look to our affairs, but to the Master's teaching of the Gospel; for what consolation of pains might another man become to his fellow, when he is surpassing him in pains, so that affairs might take their own way out? As it says, Vengeance is Mine, I will repay, says the Lord. And do you for me, O noblest friend,
Notes, col. 1055

On the reading

Printed Δεσπιτικὴν, for Δεσποτικὴν.

PG 46:1057Read from the page
πράττειν σεαυτοῦ ἀξίως, καὶ τῷ Θεῷ ἐλπίζειν, καὶ μὴ ἐγκόπτεσθαι πρὸς τὸ καλός τε καὶ ἀγαθὸς εἶναι, διὰ τὰ παρ' ἡμῶν ὑποδείγματα · ἐπιτρέπειν δὲ τῷ Θεῷ τῷ δικαιοκρίτῃ τὴν συμφέρουσάν τε καὶ δικαίαν τῶν πραγμάτων ἀπόβασιν, ταύτῃ τε ἄγειν, ὅπηπερ ἂν ἡ θεία κατευθύνῃ σοφία. Πάντως οὐδὲ ὁ Ἰωσὴφ τῷ φθόνῳ τῶν ἀδελφῶν ἐδυσχέραινε, διότι τῶν ὁμογενῶν ἡ κακία ὁδὸς αὐτῷ πρὸς τὴν βασιλείαν ἐγένετο.
act worthily of yourself, and hope in God, and be not hindered from being noble and good on account of the examples set in our case; rather entrust to God the righteous Judge the beneficial and just outcome of affairs, and conduct yourself in that way wheresoever divine wisdom may direct. Assuredly neither was Joseph vexed at the envy of his brothers, because the malice of his kinsmen became for him a road towards kingship.
ΕΠΙΣΤΟΛΗ ΙΖʹ.
Letter XVII.
Elegantissimam hanc Nysseni epistolam scriptam fuisse ad Ecclesiam Nicomediensem, non modo quae in ipsa fit Euphrasii episcopi mentio demonstrat, verum etiam clare colligitur ex aliis quibusdam ejusdem epistolae locis, de quibus agimus in nostra ad hoc opus praefatione. Scripta autem fuit post primam generalem Constantinopolitanam synodum, cui Euphrasius interfuit, cum post ejus mortem multae in Ecclesia illa turbae iterum essent excitatae, quas dum hac epistola componere studet Nyssenus, fortissimis rationibus evincit, in episcopi electione non tam mundanae nobilitatis atque potentiae, quam animi virtutum rationem habendam esse.
That this most elegant letter of Gregory of Nyssa was written to the Church of Nicomedia is shown not only by the mention made in it of Bishop Euphrasius, but is also clearly gathered from certain other passages of the same letter, of which we treat in our preface to this work. Now it was written after the First General Synod of Constantinople, at which Euphrasius was present, when after his death many disturbances had again been stirred up in that Church; and while Gregory of Nyssa endeavours by this letter to settle them, he proves by most forcible arguments that in the election of a bishop account ought to be taken not so much of worldly nobility and power as of the virtues of the soul.
Ὑμᾶς μὲν, ὁ Πατὴρ τῶν οἰκτειρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, ὁ πάντα ἐν σοφίᾳ πρὸς τὸ συμφέρον οἰκονομῶν, διὰ τῆς ἰδίας ἐπισκοπήσειε χάριτος, καὶ παρακαλέσειεν ἑαυτῷ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον, καὶ ἔλθοι ἐφ' ὑμᾶς ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος αὐτοῦ, εἰς τὸ γενέσθαι ὑμῖν θεραπείαν μὲν πάσης θλίψεως καὶ δυσχερ[ε]ίας, [προκοπὴν δὲ] πρὸς πᾶν ἀγαθὸν, εἰς καταρτισμὸν τῆς Ἐκκλησίας, καὶ οἰκοδομὴν τῶν ὑμετέρων ψυχῶν, καὶ εἰς [ἔπαινον] τῆς δόξης τοῦ ὀνόματος αὐτοῦ. Ἡμεῖς δὲ ταύτην ὑπὲρ αὐτῶν τὴν ἀπολογίαν πρὸς τὴν ἀγάπην ὑμῶν ποιούμενοι, οὐκ ἠμελήσαμεν πρὸς τὴν ἀπόδοσιν τῆς κεχρεωστημένης ἡμῖν ἐπισκέψεως, ἢ ἐν τῷ παρελθόντι χρόνῳ, [ἢ μετὰ] τὴν γενομένην τοῦ μακαρίου Πατρικίου μετάστασιν · ἀλλ' ὅτι πολλαὶ μὲν αἱ τῶν καθ' ἡμᾶς Ἐκκλησιῶν [ταραχαὶ], πολλὴ δὲ ἡ τοῦ σώματος σαθρότης, ὡς εἰκὸς, προϊόντι τῷ χρόνῳ συνεπιδιδοῦσα, πολλὴ δὲ καὶ ἡ τῆς ὑμετέρας ἀγαθότητος εἰς ἡμᾶς ῥαθυμία, ὅτι οὐδεὶς οὐδέποτε λόγος εἰς προτροπὴν ἐν γράμματι, [οὐδὲ σχέσις πρὸς τὴν καθ' ἡμῶν] Ἐκκλησίαν, τοῦ μακαρίου Εὐφρασίου τοῦ ἐπισκόπου διὰ πάσης ὁσιότητος ἑαυτῷ τε καὶ ὑμῖν, οἷον σει-
May the Father of mercies and God of all consolation, Who in wisdom dispenses all things towards what is beneficial, visit you indeed through His own grace, and comfort you unto Himself, working in you what is well-pleasing; and may the grace of our Lord Jesus Christ and the communion of His Holy Spirit come upon you, so that there may be for you healing of every affliction and difficulty on the one hand, [and advancement] towards every good thing on the other, unto the perfecting of the Church, and the building up of your souls, and unto [the praise] of the glory of His name. And we, making this defence on behalf of these matters towards your charity, were not negligent as regards the rendering of the visitation owed by us, either in time past [or after] the departure that took place of the blessed Patricius; rather, it was because many on the one hand are the [disturbances] of the Churches under our charge, and great on the other is the frailty of our body, growing along with advancing time, as is natural, and great also is your goodness's indifference towards us, in that there was never any word of encouragement in a letter, [nor any bond with the] Church [under us], whereas the blessed Bishop Euphrasius through all holiness both to himself and to you, as it were by a cord-