Migne Reading Room

PG 46 · cols. 960–969 · Read from the page

* On the Life of St Macrina

* On the Life of St Macrina

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:960Read from the page
Τὸ μὲν εἶδος τοῦ βιβλίου, ὅσον ἐν τῷ τῆς προγραφῆς τύπῳ, ἐπιστολὴ εἶναι δοκεῖ· τὸ δὲ πλῆθος ὑπὲρ τὸν ἐπιστολιμαῖον ὅρον ἐστὶν, εἰς συγγραφικὴν μακρηγορίαν παρατεινόμενον· ἀλλ' ἀπολογεῖται ὑπὲρ ἡμῶν ἡ σύνθεσις, ἧς ἕνεκεν γράψαι παρεκελεύσω, πλείων οὖσα, ἢ κατ' ἐπιστολῆς συμμετρίαν. Πάντως δὲ οὐκ ἀμνημονεῖς τῆς συντυχίας, ὅτε κατ' εὐχὴν ἐν Ἱεροσολύμοις ἐπιφοιτᾷν μέλλων, ἐφ' ᾧ τὰ σημεῖα τῆς τοῦ Κυρίου διὰ σαρκὸς ἐπιδημίας ἐν τοῖς τύποις ἰδεῖν, συνέδραμόν σοι, κατὰ τὴν Ἀντιόχου πόλιν, καὶ παντοίων ἀνακινουμένων ἡμῖν λόγων· οὐδὲ γὰρ εἰκὸς ἦν ἐν σιωπῇ τὴν συντυχίαν εἶναι· πολλὰς τῷ λόγῳ τὰς ἀφορμὰς τῆς σῆς συνέσεως ἐπιβαλλούσης.
The form of the book, so far as lies in the pattern of its superscription, seems to be a letter; yet its bulk is beyond the epistolary limit, stretching out into the lengthy discourse of a treatise; nevertheless the subject-matter on account of which you bade me write makes defence on our behalf, being ampler than accords with the proportion of a letter. Assuredly you are not unmindful of our meeting, when, as I was about to visit Jerusalem in fulfilment of a vow, in order to see in the places the tokens of the Lord's sojourn in the flesh, I met with you near the city of Antioch, and as discourses of every sort were stirred up between us; for neither was it likely that our meeting should pass in silence, since your understanding cast in many occasions for discourse.
Οἷα δὲ φιλεῖ πολλάκις ἐν τούτοις γίνεσθαι, εἰς μνήμην βίου τινὸς εὐδοκίμου προῆλθε ῥέων ὁ λόγος· γυνὴ δὲ ἦν ἡ τοῦ διηγήματος ἀφορμή· εἴπερ γυνή οὐκ οἶδα γὰρ εἰ πρέπον ἐστὶν ἐκ τῆς φύσεως αὐτὴν ὀνομάζειν, τὴν ἄνω γενομένην τῆς φύσεως. Τὸ δὲ διήγημα ἡμῖν οὐκ ἐξ ἀκοῆς ἑτέρων διηγημάτων τὸ πιστὸν εἶχεν· ἀλλ' ὧν ἡ πεῖρα διδάσκαλος ἦν, ταῦτα δι' ἀκριβείας ἐπεξῄει ὁ λόγος, εἰς οὐδὲν ἀκοὴν ἀλλοτρίαν ἐπιμαρτυρούμενος. Οὐδὲ γὰρ ξένη τοῦ γένους ἡμῶν ἡ μνημονευθεῖσα παρθένος, ὡς ἀνάγκην εἶναι δι' ἑτέρων γινώσκειν τὰ κατ' ἐκείνην θαύματα, ἀλλ' ἐκ τῶν αὐτῶν ἡμῖν γονέων, ὥσπερ τις ἀπαρχὴ καρπῶν, πρώτη τῆς μητρῴας νηδύος ἀναβλαστήσασα. Ἐπεὶ οὖν ἐδοκίμασας φέρειν τι κέρδος τὴν τῶν ἀγαθῶν ἱστορίαν· ὡς ἂν μὴ λάθοι τὸν κατὰ ταῦτα χρόνον ὁ τοιοῦτος βίος, μηδὲ ἀνωφελὴς παραδράμοι διὰ σιωπῆς συγκαλυφθεῖσα ἡ πρὸς τὸν ἀκρότατον τῆς ἀνθρωπίνης ἀρετῆς ὅρον ἑαυτὴν διὰ φιλοσοφίας ἐπάρασα, καλῶς ἂν ἔχειν ᾠήθην, σοί τε πεισθῆναι, καὶ δι' ὀλίγων, ὡς ἂν οἷός τε ὦ, τὰ κατ' αὐτὴν ἱστορῆσαι, ἐν ἀκατασκεύῳ τε καὶ ἁπλῷ διηγήματι.
And as is often wont to happen in such matters, the discourse flowing on advanced to the memory of a certain renowned life; and a woman was the occasion of the narrative—if indeed a woman, for I do not know whether it is fitting to name her from nature who came to be above nature. And the narrative had its trustworthiness for us not from hearing others' accounts; rather, those things of which experience was teacher, the discourse recounted with exactness, calling in no another's hearsay as witness in anything. For neither was the virgin mentioned a stranger to our family, so that there should be a necessity to know the wonders concerning her through others, but she sprang from the same parents as we, having blossomed forth first from our mother's womb just like some first-fruits of crops. Since therefore you judged the history of good things to bring some gain—so that such a life might not escape the notice of the time after these things, nor she who lifted herself up through philosophy towards the highest limit of human virtue pass by unprofitable, veiled through silence—I thought it would be well both to obey you, and in a few words, so far as I am able, to recount the matters concerning her in an unadorned and simple narrative.
Μακρίνα ἦν ὄνομα τῇ παρθένῳ· εὐδόκιμος δέ τις πάλαι κατὰ τὸ γένος ἦν ἡ Μακρίνα, μήτηρ τοῦ πατρὸς
Macrina was the virgin's name; and a certain renowned Macrina had long ago been in our family, the mother of the father
PG 46:961Read from the page
ἡμῶν γεγενημένη, ταῖς ὑπὲρ Χριστοῦ ὁμολογίαις τῷ καιρῷ τῶν διωγμῶν ἐναθλήσασα, ᾗ ἐπωνομάσθη παρὰ τῶν γονέων ἡ παῖς. Ἀλλὰ τοῦτο μὲν ἦν ἐν φανερῷ τὸ ὄνομα, τὸ παρὰ τῶν γινωσκόντων ὀνομαζόμενον. Ἕτερον δὲ κατὰ τὸ λεληθὸς αὐτῇ ἐπεκέκλητο· ὃ πρὶν ἐλθεῖν διὰ τῶν ὠδίνων εἰς φῶς, ἔκ τινος ἐπιφανείας ἐπωνομάσθη· ἦν γὰρ δὴ τοιαύτη κατ' ἀρετὴν καὶ ἡ μήτηρ, ὡς πανταχοῦ τῷ θείῳ βουλήματι χειραγωγεῖσθαι· διαφερόντως δὲ τὴν καθαράν τε καὶ ἀκηλίδωτον τοῦ βίου διαγωγὴν ἠσπασμένη, ὡς μηδὲ τὸν γάμον ἑκουσίως ἑλέσθαι. Ἀλλ' ἐπειδὴ ὀρφανὴ μὲν ἐξ ἀμφοτέρων ἦν· ὑπερήνθει δὲ τῇ ὥρᾳ τοῦ σώματος· καὶ πολλοὺς ἡ φήμη τῆς εὐμορφίας πρὸς τὴν μνηστείαν συνήγειρε· κίνδυνος δὲ ἦν, εἰ μὴ κατὰ ἑκούσιόν τινι συναρμοσθείη, παθεῖν τι τῶν ἀβουλήτων ἐξ ἐπηρείας, πρὸς ἁρπαγὰς παρεσκευασμένων τῶν ἐπιμεμηνότων τῷ κάλλει· διὰ τοῦτο ἑλομένη τὸν ἐπὶ σεμνότητι βίου γνωριζόμενόν τε καὶ μαρτυρούμενον, ὥστε φύλακα κτήσασθαι τῆς ἰδίας ζωῆς, εὐθὺς ἐν ταῖς πρώταις ὠδῖσι, ταύτης γίνεται μήτηρ· καὶ ἐπειδὴ παρῆν ὁ καιρὸς, καθ' ὃν ἔδει λυθῆναι τὴν ὠδῖνα τῷ τόκῳ, εἰς ὕπνον τραπεῖσα, φέρειν ἐδόκει διὰ χειρὸς τὸ ὥς τι ὑπὸ τῶν σπλάγχνων περιεχόμενον· καί τινα ἐν εἴδει καὶ σχήματι μεγαλοπρεπεστέρῳ, ἢ κατὰ ἄνθρωπον ἐπιφανέντα, προσειπεῖν τὴν βασταζομένην ἐκ τοῦ ὀνόματος Θέκλην· Θέκλης ἐκείνης, ἧς πολὺς ἐν ταῖς παρθένοις ὁ λόγος. Ποιήσαντα δὲ τοῦτο καὶ μαρτυρούμενον εἰς τρὶς, μεταστῆναι τῶν ὄψεων, καὶ δοῦναι τῇ ὠδῖνι τὴν εὐκολίαν, ὡς ὁμοῦ τε τοῦ ὕπνου αὐτὴν διαστῆναι, καὶ τὸ ἐνύπνιον ὕπαρ ἰδεῖν. Τὸ μὲν οὖν ὄνομα τὸ κεκρυμμένον ἐκεῖνο ἦν. Δοκεῖ δέ μοι μὴ τοσοῦτον πρὸς τὴν ὀνομαστικὴν κλῆσιν ὁδηγῶν τὴν γειναμένην ὁ ἐπιφανεὶς τοῦτο προφθέγξασθαι· ἀλλὰ τὸν βίον προειπεῖν τῆς νέας, καὶ τὴν τῆς προαιρέσεως ὁμοιότητα διὰ τῆς ὁμωνυμίας ἐπιδείξασθαι.
of us, having contended in the confessions on behalf of Christ in the time of the persecutions, after whom the child was named by her parents. Yet this was the name in the open, the one spoken by those who knew her. Another, however, had been called upon her in secret, which was given to her from a certain apparition before she came through birth-pangs into the light; for indeed her mother also was such in virtue as everywhere to be led by the hand by the divine will; and having especially embraced the pure and unstained conduct of life, so as not even willingly to choose marriage. Yet since she was an orphan bereft of both parents, and bloomed exceedingly in the prime of bodily youth, and the report of her comeliness stirred up many towards suitorship, and there was danger that, unless she were joined to someone by free choice, she might suffer some unwished-for thing out of violent malice, as those maddened by her beauty were prepared for abductions: on this account, having chosen a man both known and attested for gravity of life, so as to acquire a guardian of her own life, straightway in her first birth-pangs she becomes the mother of this child; and when the season was at hand in which the birth-pang had to be loosed in childbirth, having turned to sleep, she seemed to carry in her hands that which was still contained within her womb; and that someone appearing in a form and bearing more majestic than accords with man addressed her who was being carried by the name Thecla—that Thecla of whom great is the renown among the virgins. And having done this and borne witness up to three times, he departed from her sight, and granted ease to the birth-pang, so that at one and the same moment she both parted from sleep and saw the dream as waking reality. That, then, was the hidden name. And it seems to me that the one who appeared uttered this beforehand not so much guiding her who bore her towards the naming call, as foretelling the life of the young maiden, and displaying through the sameness of name the likeness of her deliberate choice.
Τρέφεται τοίνυν τὸ παιδίον· οὔσης μὲν αὐτῷ καὶ τιθήνης ἰδίας, τὰ δὲ πολλὰ τῆς μητρὸς ἐν ταῖς χερσὶ ταῖς ἰδίαις τιθηνουμένης. Ὑπερβᾶσα δὲ τὴν τῶν νηπίων ἡλικίαν, εὐμαθὴς ἦν τῶν παιδικῶν μαθημάτων· καὶ πρὸς ὅπερ ἂν ἡ τῶν γονέων κρίσις ἦγε μάθημα, κατ' ἐκεῖνο ἡ φύσις τῆς νέας διέλαμπεν. Ἦν δὲ τῇ μητρὶ σπουδὴ, παιδεῦσαι μὲν τὴν παῖδα· μὴ μέν τοι τὴν ἔξωθεν ταύτην καὶ ἐγκύκλιον παίδευσιν, ἣν, ὡς τὰ πολλὰ, διὰ τῶν ποιημάτων αἱ πρῶται τῶν παιδευομένων ἡλικίαι διδάσκονται. Αἰσχρὸν γὰρ ᾤετο, καὶ παντάπασιν ἀπρεπὲς, ἢ τὰ τραγικὰ πάθη, ὅσα ἐκ γυναικῶν τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις τοῖς ποιηταῖς ἔδωκαν, ἢ τὰς κωμῳδικὰς ἀσχημοσύνας, ἁπαλὴν καὶ εὔπλαστον φύσιν διδάσκεσθαι, καταμολυνομένην τρόπον τινὰ τοῖς ἀσεμνοτέροις περὶ τῶν γυναικείων διηγήμασιν. Ἀλλ' ὅσα τῆς θεοπνεύστου Γραφῆς ἀληπτότερα ταῖς πρώταις ἡλικίαις δοκεῖ, ταῦτα ἦν τῇ παιδὶ τὰ μαθήματα, καὶ μάλιστα ἡ τοῦ Σολομῶντος Σοφία· καὶ ταύτης πλέον, ὅσα πρὸς τὸν ἠθικὸν ἡμῶν ἔφερε βίον. Ἀλλὰ καὶ τῆς ψαλμῳδουμένης Γραφῆς οὐδ' ὁτιοῦν ἠγνόει· καιροῖς ἰδίοις ἕκαστον μέρος τῆς ψαλμῳδίας διεξιοῦσα· τῆς τε κοίτης διανισταμένη, καὶ τῶν σπουδαίων ἁπτομένη τε καὶ ἀναπαυομένη, καὶ προσιεμένη τροφήν, καὶ ἀναχωροῦσα
The little child, therefore, is reared, although she had a nurse of her own, yet for the most part her mother nursed her in her own hands. And having passed beyond the age of infants, she was quick to learn the lessons of childhood; and towards whatever study the judgement of her parents led her, in that direction the nature of the young girl shone forth. And her mother was zealous indeed to educate the child, yet not in this outward and general education, which, for the most part, the earliest ages of those being educated are taught through poems. For she thought it shameful and altogether unseemly that a tender and pliable nature should be taught either the tragic passions—all those that from women gave their beginnings and themes to the poets—or the indecencies of comedy, being defiled in a certain manner by the unseemlier narratives concerning women's affairs. Rather, whatever parts of the God-inspired Scripture seem more readily grasped by the earliest ages, these were the child's lessons, and above all the Wisdom of Solomon, and moreover from this especially whatever conduced towards our moral life. Nor yet was she ignorant of any part at all of the Scripture sung in psalmody, going through each portion of the psalmody at its own appointed times: both rising up from her bed, and both setting her hand to serious tasks and resting from them, and partaking of food, and withdrawing
PG 46:964Read from the page
τραπέζης, καὶ ἐπὶ κοίτην ἰοῦσα, καὶ εἰς προσευχὰς διανισταμένη, πανταχοῦ τὴν Ψαλμῳδίαν εἶχεν, οἷόν τινα σύνοδον ἀγαθὴν μηδενὸς ἀπολιμπανομένην χρόνου.
the table, and going to bed, and rising up for prayers, everywhere she kept psalmody, like a good companion forsaking her at no time.
Τούτοις συναυξανομένη καὶ τοῖς τοιούτοις ἐπιτηδεύμασι, καὶ τὴν χεῖρα πρὸς τὴν ἐρουργίαν διαφερόντως ἀσκήσασα, πρόεισιν εἰς δωδέκατον ἔτος· ἐν ᾧ μάλιστα τὸ τῆς νεότητος ἄνθος ἐκλάμπειν ἄρχεται. Ἔνθα δὴ καὶ θαυμάζειν ἄξιον, ὅπως οὐδὲ κεκρυμμένον τὸ κάλλος τῆς νέας ἐλάνθανεν. Οὐδέ τι κατὰ τὴν πατρίδα πᾶσαν ἐκείνην τοιοῦτον θαῦμα ἐδόκει, οἷον ἐν συγκρίσει τοῦ κάλλους ἐκείνου καὶ τῆς εὐμορφίας εἶναι· ὡς μηδὲ ζωγράφων χεῖρας ἐφικέσθαι δυνηθῆναι τῆς ὥρας· ἀλλὰ τὴν πάντα μηχανωμένην τέχνην, καὶ τοῖς μεγίστοις ἐπιτολμῶσαν, ὡς καὶ αὐτῶν τῶν στοιχείων τὰς εἰκόνας διὰ τῆς μιμήσεως ἀνατυποῦσθαι, τὴν τῆς μορφῆς ἐκείνης εὐκληρίαν μὴ ἰσχῦσαι δι' ἀκριβείας μιμήσασθαι. Τούτου χάριν πολὺς ἑσμὸς τῶν μνηστευόντων τὸν γάμον αὐτῆς τοῖς γονεῦσι περιεχεῖτο. Ὁ δὲ πατὴρ (ἦν γὰρ δὴ σώφρων καὶ κρίνειν τὸ καλὸν ἐπεσκεμμένος) εὐδόκιμόν τινα τῶν ἐκ γένους γνώριμον ἐπὶ σωφροσύνῃ, ἄρτι τῶν παιδευτηρίων ἐπανήκοντα, τῶν λοιπῶν ἀποκρίνας, ἐκείνῳ κατεγγυᾶσθαι ἐγνώκει τὴν παῖδα, εἴπερ εἰς ἡλικίαν ἔλθοι. Ἐν τούτῳ δὲ ὁ μὲν ἐν ἐλπίσιν ἦν ταῖς χρηστοτέραις· καὶ καθάπερ τι τῶν κεχαρισμένων ἕδνων, τὴν διὰ τῶν λόγων εὐδοκίμησιν προσῆγε τῷ πατρὶ τῆς νέας, ἐν τοῖς ὑπὲρ τῶν ἀδικουμένων ἀγῶσι τὴν τῶν λόγων ἐπιδεικνύμενος δύναμιν. Ὁ δὲ φθόνος ἐπικόπτει τὰς χρηστοτέρας ἐλπίδας, ἀναρπάσας αὐτὸν ἐκ τῆς ζωῆς ἐν ἐλεεινῇ τῇ νεότητι.
Growing up in these and suchlike pursuits, and having trained her hand surpassingly well for the working of wool, she advanced to her twelfth year, in which above all the flower of youth begins to shine forth. And here indeed it is worthy of wonder how the maiden's beauty, though concealed, did not escape notice. Nor did anything throughout all that homeland seem such a marvel as to bear comparison with that beauty and comeliness of hers; so that not even painters' hands were able to attain to her bloom, and the art that devises all things and ventures upon the greatest, even to modelling the images of the very elements through imitation, had not the strength to imitate with exactness the felicity of that form. On this account a great swarm of those wooing her hand in marriage poured round her parents. Now her father (for he was indeed prudent and practised in judging what is noble), singling out from the rest a certain well-reputed youth from among his kindred, noted for self-control and newly returned from the schools, had resolved to betroth his child to him, once she should come of age. Meanwhile the young man dwelt amidst the brightest hopes; and, as though some welcome bridal gift, he brought to the maiden's father his distinction in eloquence, displaying the power of his speech in contests on behalf of the wronged. Yet envy cut short those brighter hopes, snatching him away from life in his pitiable youth.
Οὐκ ἠγνόει δὲ τὰ τῷ πατρὶ δεδογμένα ἡ κόρη. Ἀλλ' ἐπειδὴ τῷ θανάτῳ τοῦ νεανίου τὸ κεκριμένον ἐπ' αὐτῇ διεκόπη· γάμον ὀνομάσασα τὴν τοῦ πατρὸς κρίσιν, ὡς γεγενημένου τοῦ κεκριμένου, μένειν ἐφ' ἑαυτῆς τὸ λοιπὸν ἠξίου. Καὶ ἦν ἡ κρίσις τῆς ἡλικίας παγιωτέρα. Πολλάκις γὰρ αὐτῇ τοὺς περὶ τῶν γάμων προσαγαγόντων λόγους τῶν γεννησαμένων, διὰ τὸ πολλοὺς εἶναι τοὺς κατὰ φήμην τοῦ κάλλους μνηστεύειν ἐθέλοντας, ἄτοπον εἶναι ἔλεγε καὶ παράνομον, μὴ στέργειν τὸν ἅπαξ ἐκ τοῦ πατρὸς αὐτῇ κυρωθέντα γάμον, ἀλλὰ καὶ πρὸς ἕτερον ἀναγκάζεσθαι βλέπειν· ἑνὸς ὄντος ἐν τῇ φύσει τοῦ γάμου, ὡς μία γένεσις, καὶ θάνατος εἷς· τὸν δὲ συναρμοσθέντα κατὰ τὴν τῶν γονέων κρίσιν μὴ τεθνάναι διισχυρίζετο, ἀλλὰ τὸν τῷ Θεῷ ζῶντα, διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως, ἀπόδημον κρίνειν, καὶ οὐ νεκρόν· ἄτοπον δὲ εἶναι τῷ ἐκδημοῦντι νυμφίῳ μὴ φυλάσσειν τὴν πίστιν. Τοῖς τοιούτοις λόγοις ἀπωθουμένη τοὺς παραπείθειν ἐπιχειροῦντας, ἓν ἐδοκίμασεν ἑαυτῇ τῆς ἀγαθῆς κρίσεως φυλακτήριον, τὸ μηδέποτε τῆς ἰδίας μητρὸς, μηδὲ ἐν ἀκαρεῖ τοῦ χρόνου διαζευχθῆναι· ὡς πολλάκις τὴν μητέρα πρὸς αὐτὴν εἰπεῖν, ὅτι τὰ λοιπὰ τῶν τέκνων τεταγμένῳ τινὶ χρόνῳ ἐκυοφόρησεν, ἐκείνην δὲ διαπαντὸς φέρει πάντοτε τρόπον τινὰ τοῖς σπλάγχνοις ἑαυτῆς περιέχουσα. Ἀλλ' οὐκ ἦν ἐπίπονος, οὐδὲ ἀκερδὴς τῇ μετρὶ τῆς θυγατρὸς ἡ συνδιαγωγή. Ἀντὶ γὰρ πολλῶν αὐτῇ θεραπαινίδων ἦν ἡ παρὰ τῆς θυγατρὸς θεραπεία· καὶ ἦν ἀντίδοσίς τις
Yet the maiden was not unaware of what had been determined by her father. But since by the young man's death what had been decided concerning her was broken off, calling her father's judgement a marriage, as though what had been decided had actually taken place, she resolved for the rest of her life to remain by herself. And her resolve was more steadfast than her years. For when her parents often brought word to her concerning marriage, because there were many who wished to woo her on the report of her beauty, she used to say that it was absurd and unlawful not to cleave to the marriage once ratified for her by her father, and to be forced to look towards another, since there is by nature one marriage, just as there is one birth and one death; and she insisted that he who had been joined to her by her parents' judgement was not dead, but that she judged him who lived unto God, through the hope of the resurrection, to be away on a journey and not a corpse; and that it was absurd not to keep faith with a bridegroom who was abroad. Repelling with such arguments those who tried to persuade her otherwise, she approved one single safeguard for her noble resolve: never to be parted from her own mother, not even for an instant of time; so that her mother often said to her that the rest of her children she had carried in the womb for an appointed time, whereas her she bore continually, enfolding her at all times, in a manner, within her own inmost parts. Yet her daughter's companionship in life was neither burdensome nor unprofitable to her mother. For the service rendered by her daughter took the place of many maidservants for her; and there was a certain reciprocal exchange
Notes, col. 964

On the reading

Printed μετρὶ, for μητρὶ.

PG 46:965Read from the page
ἀγαθὴ παρ' ἀμφοτέρων ἀλλήλαις ἀντιπληρουμένη. Ἡ μὲν γὰρ τὴν ψυχὴν τῆς νέας, ἡ δὲ τὸ σῶμα τῆς μητρὸς ἐθεράπευεν, ἔν τε τοῖς ἄλλοις πᾶσι τὴν ζητουμένην ὑπηρεσίαν ἀποπληροῦσα· καὶ ἐν τῷ ταῖς ἰδίαις χερσὶ πολλάκις τῇ μητρὶ παρασκευάζειν τὸν ἄρτον. Ὅπερ οὐ κατὰ τὸ προηγούμενον αὐτῇ διεσπουδάσθη. Ἀλλ' ἐπειδὴ ταῖς μυστικαῖς ὑπηρεσίαις τὰς χεῖρας ἑαυτῆς ἔχρισε, πρέπειν ἡγησαμένη τῷ ἐπιτηδεύματι τοῦ βίου τὴν περὶ τοῦτο σπουδὴν, ἐκ τοῦ περιόντος τῇ μητρὶ παρεχορήγει τὴν ἐκ τῶν οἰκείων πόνων τροφήν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πᾶσαν αὐτῇ συνδιῳκονόμει τὴν ἐπικειμένην φροντίδα. Τεσσάρων γὰρ υἱῶν ἦν μήτηρ, καὶ πέντε θυγατέρων, καὶ τρισὶν ἄρχουσιν ὑπετέλει, διὰ τὸ ἐν τοσούτοις ἔθνεσιν αὐτῆς κατεσπάρθαι τὴν κτῆσιν.
of good mutually fulfilled by both towards one another. For the one cared for the maiden's soul, and the other for her mother's body, fulfilling the needed ministry in all other respects, and also in often preparing bread for her mother with her own hands. Not that she made this her primary pursuit; but after she had anointed her hands with the mystic ministries, deeming zeal in this matter befitting the aim of her life, out of the time left over she supplied her mother with nourishment wrought by her own labours. And not only this, but she also helped her administer all the care that lay upon her. For her mother had four sons and five daughters, and paid tribute to three governors, because her property was scattered among so many provinces.
Ποικίλως τοίνυν τῆς μητρὸς ταῖς φροντίσι διὰ τοῦτο μεριζομένης· ἤδη γὰρ ὁ πατὴρ ἐξεληλύθει τὸν βίον· ἐν πᾶσι τούτοις κοινωνὸς ἦν τῇ μητρὶ τῶν πόνων, συνδιαιρουμένη τὰς φροντίδας, καὶ τὸ βαρὺ τῶν ἀλγηδόνων ἐπικουφίζουσα· καὶ ὁμοῦ μὲν τῇ παιδαγωγίᾳ τῆς μητρὸς ἄμωμον διεφύλασσεν ἑαυτῇ τὸν βίον ἐν μητρῴοις ὀφθαλμοῖς διαπαντὸς εὐθυνόμενόν τε καὶ μαρτυρούμενον· ὁμοῦ τε παρέσχε πρὸς τὸν ἴσον σκοπὸν, τὸν κατὰ φιλοσοφίαν λέγω, μεγάλην τῇ μητρὶ διὰ τοῦ βίου ἑαυτῆς τὴν ὑφήγησιν, κατ' ὀλίγον αὐτὴν πρὸς τὴν ἄϋλόν τε καὶ τελειοτέραν ζωὴν ἐφελκομένη. Καὶ ἐπειδὴ τὰ κατὰ τὰς ἀδελφὰς πρὸς τὸ δοκοῦν ἑκάστῃ μετ' εὐσχημοσύνης ἡ μήτηρ ᾠκονομήσατο, ἐπάνεισιν ἐν τούτῳ τῶν παιδευτηρίων πολλῷ χρόνῳ προσασκηθεὶς τοῖς λόγοις, ὁ πολὺς Βασίλειος, ὁ ἀδελφὸς τῆς προειρημένης. Λαβοῦσα τοίνυν αὐτὸν ὑπερφυῶς ἐπηρμένον τῷ περὶ τοὺς λόγους φρονήματι, καὶ πάντα περιφρονοῦντα τὰ ἀξιώματα, καὶ ὑπὲρ τοὺς ἐν τῇ δυναστείᾳ λαμπροὺς ἐπηρμένον τῷ ὄγκῳ, τοσούτῳ τάχει κἀκεῖνον πρὸς τὸν τῆς φιλοσοφίας σκοπὸν ἐπεσπάσατο, ὥστε ἀποστάντα τῆς κοσμικῆς περιφανείας, καὶ ὑπεριδόντα τοῦ διὰ τὸν λόγον θαυμάζεσθαι, πρὸς τὸν ἐργατικὸν τουτονὶ καὶ αὐτόχειρα βίον αὐτομολῆσαι, διὰ τῆς τελείας ἀκτημοσύνης, ἀνεμπόδιστον ἑαυτῷ τὸν εἰς ἀρετὴν βίον παρασκευάζοντα. Ἀλλ' ὁ μὲν ἐκείνου βίος, καὶ τὰ ἐφεξῆς ἐπιτηδεύματα, δι' ὧν ὀνομαστὸς ἐν πάσῃ τῇ ὑφ' ἥλιον γενόμενος, ἀπέκρυψε τῇ δόξῃ πάντας τοὺς ἐν ἀρετῇ διαλάμψαντας, μακρᾶς ἂν εἴη συγγραφῆς καὶ χρόνου πολλοῦ· ἐμοὶ δὲ πρὸς τὸ προκείμενον πάλιν ὁ λόγος τετράφθω. Ἐπειδὴ γὰρ πάσης ὑλωδεστέρας ζωῆς ὑπόθεσις ἤδη αὐτῆς περικέκοπτο, πείθει τὴν μητέρα καταλιποῦσαν τὸν ἐν ἔθει βίον, καὶ τὴν κομπωδεστέραν διαγωγὴν, καὶ τὰς ἐκ τῶν ὑποχειρίων θεραπείας, αἷς προείθιστο κατὰ τὸν ἔμπροσθεν χρόνον, ὁμότιμον γενέσθαι τοῖς πολλοῖς τῷ φρονήματι, καὶ καταμῖξαι τὴν ἰδίαν ζωὴν τῇ μετὰ τῶν παρθένων διαγωγῇ, ὅσας εἶχε μεθ' ἑαυτῆς ἐκ δουλίδων, καὶ ὑποχειρίων ἀδελφὰς, καὶ ὁμοτίμους ποιησαμένη· μᾶλλον δὲ μικρόν τι βούλομαι παρενθεῖναι τῷ διηγήματι, καὶ μὴ παραδραμεῖν ἀνιστόρητον πρᾶγμα τοιοῦτον, δι' οὗ μᾶλλον τὸ ὑψηλὸν τῆς παρθένου καταμηνύεται.
As her mother was therefore divided in manifold ways by these cares (for her father had already departed this life), in all these matters she shared her mother's toils, dividing her anxieties with her and lightening the heavy weight of her sorrows. And at the same time, through her mother's training, she kept her own life blameless, continually directed and witnessed before a mother's eyes; and at the same time, through her own life, she afforded her mother great guidance towards the same goal—I mean that of philosophy—gradually drawing her on to the immaterial and more perfect life. And when her mother had seemingly and decently arranged the affairs of the sisters as seemed best for each, there returned meanwhile from the schools, after long training in eloquence, the great Basil, brother of the aforesaid maiden. Taking him in hand, then, extraordinarily puffed up as he was with pride in his oratory, despising every dignity, and lifted up in self-importance above the illustrious men in power, with such speed she drew him also to the goal of philosophy that, withdrawing from worldly splendour and disdaining to be marvelled at for his eloquence, he went over to this laborious life of manual toil, preparing for himself through complete poverty a life unhindered on the path to virtue. Yet his life and the subsequent pursuits whereby he became renowned in every land under the sun and eclipsed in glory all who have shone forth in virtue would require a long treatise and much time; let my discourse turn back again to the subject before us. For once every ground for a more material life had already been cut away from her, she persuaded her mother to leave behind her accustomed mode of life, her more ostentatious way of living, and the services of subjects to which she had previously been used, to put herself on the same footing in spirit with the many, and to mingle her own life with the common life of the virgins, making all the maidservants and subjects whom she had with her into sisters and equals in honour. Yet rather I wish to insert a brief matter into my narrative, and not pass over unrecorded such an event whereby the virgin's loftiness of soul is all the more revealed.
Ἦν τῶν τεσσάρων ἀδελφῶν, ὁ δεύτερος μετὰ τὸν μέγαν Βασίλειον, Ναυκράτιος ὄνομα, φύσεως εὐκληρίᾳ, καὶ σώματος κάλλει, καὶ ῥώμῃ, καὶ τάχει, καὶ τῇ πρὸς πᾶν ἐπιτηδειότητι διαφέρων τῶν ἄλλων.
Among the four brothers, the second after the great Basil, Naucratius by name, surpassed the rest in natural endowments, beauty of body, strength, speed, and readiness to turn his hand to anything.
PG 46:968Read from the page
Προελθὼν οὗτος εἰς δεύτερον ἔτος καὶ εἰκοστὸν, καὶ δοὺς τῶν οἰκείων πόνων ἐπὶ δημοσίας ἀκοῆς τὰς ἀποδείξεις, ὥστε ἅπαν ἐπ' αὐτῷ σεισθῆναι τῶν ἀκουόντων τὸ θέατρον, θείᾳ τινὶ προμηθείᾳ τῶν ἐν χερσὶν ἁπάντων ὑπεριδὼν, πρὸς τὸν μονήρη καὶ ἀκτήμονα βίον ἀπῆλθεν ἐν μεγάλῃ τινὶ τῆς διανοίας ὁρμῇ, οὐδὲν ἐπαγόμενος μεθ' ἑαυτοῦ πλὴν ἑαυτοῦ· εἵπετο δέ τις αὐτῷ καὶ τῶν οἰκετῶν Χρυσάφιος τοὔνομα, τῷ τε πρὸς αὐτὸν ἔχειν ἐκεῖνον ἐπιτηδείως, καὶ τῷ τὴν αὐτὴν προαίρεσιν περὶ τὸν βίον ἐνστήσασθαι. Διῆγε τοίνυν καθ' ἑαυτὸν ἐσχατιάν τινα καταλαβὼν, πρὸς τῷ Ἴριδι. Ποταμὸς δὲ ὁ Ἶρις ἐστὶ, μέσον διαῤῥέων τὸν Πόντον· ὃς ἀπ' αὐτῆς τῆς Ἀρμενίας τὰς ἀρχὰς ἔχων, διὰ τῶν ἡμετέρων τόπων, ἐπὶ τὸν Εὐξείνου Πόντον τὸ ῥεῖθρον ἐκδίδωσι. Περὶ τοῦτον εὑρών τινα τόπον ὁ νεανίας ὕλῃ βαθείᾳ κομῶντα, καὶ λόφον τινὰ τῆς ὑπερτεταμένης τοῦ ὄρους ῥαχίας ἐγκεκρυμμένον, ἐν αὐτῷ διῆγε, τῶν ἀστυκῶν θορύβων καὶ τῶν ἀπὸ στρατείας τε καὶ τῶν ἐν δικαστηρίοις ῥητορικῆς ἀσχολημάτων πόῤῥω γενόμενος. Καὶ πάντων τῶν περὶ τὸν βίον περιηχούντων τὴν ἀνθρωπίνην ζωὴν ἑαυτὸν ἐλευθερώσας, τοὺς πρεσβύτας τινὰς πενίᾳ καὶ ἀῤῥωστίᾳ συζῶντας, ταῖς ἰδίαις χερσὶν ἐθεράπευε· πρέπειν δοκιμάσας τῷ ἰδίῳ βίῳ τὴν τοιαύτην ἀσχολίαν διὰ φροντίδος ἔχειν. Θηρεύων τοίνυν ἰχθύας ἤγρευεν ὁ γεννάδας· καὶ διὰ τὸ πρὸς πᾶν εἶδος θηρευτικῆς ἐπινοίας ἐπιτηδείως ἔχειν, ἐπόριζε διὰ τῆς θήρας τοῖς στέργουσι τὴν τροφήν· καὶ τὴν νεότητα τοῖς τοιούτοις ἅμα κατεδάμαζε πόνοις· ἀλλὰ καὶ τοῖς μητρῴοις θελήμασιν, εἴ ποτέ τι παρ' αὐτῆς προσταχθείη, προθύμως ὑπηρετῶν, δι' ἀμφοτέρων κατώρθου τὸν βίον· τοῖς τε πόνοις κατακρατῶν τῆς νεότητος, τῇ τε περὶ τὴν μητέρα σπουδῇ, διὰ τῶν θείων ἐντολῶν, πρὸς τὸν Θεὸν εὐοδούμενος.
Having advanced to his twenty-second year, and having given public proof of his own labours in speech, so that the whole theatre of hearers was stirred at him, by a certain divine providence he disdained all that lay in his hands and departed with a great impulse of mind towards the solitary life of poverty, taking nothing with himself save himself; and one of the household servants, Chrysaphius by name, followed him, both because he was warmly disposed towards him and because he had adopted the same resolve of life. He lived therefore by himself, having occupied a remote spot beside the Iris. Now the Iris is a river flowing through the midst of Pontus, which, taking its rise from Armenia itself and passing through our regions, pours forth its stream into the Euxine Sea. Finding near this river a place thickly clad with deep woodland and a hill hidden away in a ridge of the overhanging mountain, the young man lived therein, far removed from the tumults of the city and from the pursuits of military service and the rhetoric of the lawcourts. And having freed himself from all the worldly cares that ring round human life, with his own hands he tended certain aged men living together in poverty and infirmity, judging it befitting his own life to make such an occupation his care. Going forth to the chase, then, the noble youth caught fish; and because he was skilful in every form of the hunter's craft, by his chase he provided food for those who loved him, while at the same time taming his youth by such toils; yet also readily ministering to his mother's wishes whenever anything was enjoined by her, by both means he kept his life aright: mastering his youth by his labours, and through his devotion to his mother prospering on his way towards God by the divine commandments.
Πέμπτον διήγαγεν ἔτος τοῦτον τὸν τρόπον φιλοσοφῶν, καὶ μακαριστὴν ποιῶν τὴν μητέρα τῇ ἰδίᾳ ζωῇ, οἷς τε κατεκόσμει διὰ σωφροσύνης τὴν οἰκίαν ζωὴν, οἷς τε παρεῖχε πᾶσαν τὴν δύναμιν ἑαυτοῦ τῷ θελήματι τῆς γεννησαμένης. Εἶτα βαρύ τι καὶ τραγικὸν πάθος ἐξ ἐπιβουλῆς, οἶμαι, τοῦ ἀντικειμένου τῇ μητρὶ συνηνέχθη, ὃ παντὶ τῷ γένει πρὸς συμφοράν τε καὶ πένθος ἐπήρκεσεν. Λιφνιδίως γὰρ ἐκ τῆς ζωῆς ἀναρπάζεται, οὐ νοσήματος προελπισθῆναι τὸ πάθος παρασκευάταντος, οὐκ ἄλλου τοιούτου τινὸς τῶν συνήθων καὶ γνωρίμων ἐπαγαγόντος τῷ νέῳ τὸν θάνατον· ἀλλ' ἐπὶ θήραν ὁρμήσας, δι' ἧς παρεῖχε τοῖς γηρωκομουμένοις τὰ ἐπιτήδεια, νεκρὸς τῷ οἴκῳ αὐτοῦ ἐπανάγεται, αὐτός τε ἐκεῖνος, καὶ ὁ κοινωνὸς αὐτῷ τοῦ βίου Χρυσάφιος. Πόῤῥω δὲ ἦν τῶν γινομένων ἡ μήτηρ, τριῶν ἡμερῶν ὁδὸν ἀφεστῶσα τῆς συμφορᾶς. Καί τις ἀφίκετο παρ' αὐτὴν μηνύων τὸ πάθος· ἡ δὲ τελεία μὲν τοῖς κατ' ἀρετὴν ἅπασιν ἦν, πλὴν ἐκράτει κἀκείνης κατὰ τὸ ἴσον ἡ φύσις. Ὀκλάσασα γὰρ τὴν ψυχὴν, ἄπνους τε καὶ ἄφθογγος παραχρῆμα ἐγένετο, τοῦ λογισμοῦ τῷ πάθει παραχωρήσαντος, καὶ ἔκειτο ὁμοῦ τῇ προσβολῇ τῆς πονηρᾶς ἀκοῆς, καθάπερ τις ἀθλητὴς γενναῖος, ἀπροσδοκήτῳ κατασεισθεῖσα πληγῇ.
A fifth year he spent living the philosophic life in this manner, and making his mother blessed by his own life, both in adorning his own life through self-control and in devoting all his strength to the will of her who bore him. Then a grievous and tragic calamity, through a plot, I think, of the adversary, befell his mother, which sufficed to plunge the whole family into disaster and mourning. For suddenly he was snatched away from life—not with any sickness having prepared for the affliction to be foreseen, nor with anything else of the wonted and familiar causes bringing death upon the youth; but having set out for the chase whereby he supplied necessities to the aged men in his care, he was brought back dead to his home, both he himself and Chrysaphius, the sharer of his life. Now his mother was far from what was taking place, three days' journey distant from the calamity. And someone came to her reporting the affliction; and though she was perfect in every virtue, yet nature held sway over her too in like measure. For sinking down in soul, she straightway became breathless and speechless, reason giving way to grief, and she lay felled all at once at the assault of the evil tidings, like some noble athlete struck down by an unexpected blow.
Ἐν τούτῳ δὲ ἐφάνη τῆς μεγάλης Μακρίνης ἡ ἀρετή· ὅπως τῷ πάθει τὸν λογισμὸν ἀντιστήσασα,
Yet herein shone forth the virtue of the great Macrina: how, setting reason against grief,
Notes, col. 968

On the reading

Printed Εὐξείνου, for Εὔξεινον.

Printed οἰκίαν, for οἰκείαν.

Printed Λιφνιδίως, for Αἰφνιδίως.

Printed παρασκευάταντος, for παρασκευάσαντος.

PG 46:969Read from the page
ἑαυτήν τε ἄπτωτον διεφύλαξε, καὶ τῆς μητρικῆς ἀσθενείας ἔρεισμα γενομένη, πάλιν ἐκ τοῦ βυθοῦ τῆς λύπης αὐτὴν ἀνενεώσατο· τῷ καθ' ἑαυτὴν στεῤῥῷ τε καὶ ἀνενδότῳ, καὶ τὴν τῆς μητρὸς ψυχὴν πρὸς ἀνδρείαν παιδοτριβήσασα.
she both kept herself unfallen and, becoming a prop to her mother's weakness, raised her up again from the depths of sorrow, by her own steadfast and unyielding spirit training her mother's soul also to courage.
Οὐκοῦν οὐ παρεσύρη πρὸς τὸ πάθος ἡ μήτηρ, οὐδὲ ἔπαθε δυσγενές τι καὶ γυναικεῖον, ὥστε βοῆσαι πρὸς τὸ κακὸν, ἢ περιῤῥήξασθαι τὸ ἱμάτιον, ἢ ἐπικωκῦσαι τῷ πάθει, ἢ ταῖς γοεραῖς μελῳδίαις ἀνακινῆσαι τοὺς θρήνους. Ἀλλὰ ἡσυχῆ διεκαρτέρει τοῖς λογισμοῖς, ταῖς τῆς φύσεως προσβολαῖς διωθουμένη, λογισμοῖς τε τοῖς ἰδίοις καὶ τοῖς παρὰ τῆς θυγατρὸς αὐτῇ πρὸς τὴν τοῦ κακοῦ θεραπείαν προσαγομένοις. Τότε γὰρ δὴ μάλιστα ὑψηλή τε καὶ ἐπηρμένη ἡ τῆς παρθένου ψυχὴ διεφάνη· ὅτι καὶ ἐν ἐκείνῃ μὲν ἡ φύσις τὸ ἴδιον ἔπασχεν· ἀδελφὸς γὰρ ἦν, καὶ ἀδελφῶν ὁ κεχαρισμένος, ὁ τῷ τοιούτῳ τρόπῳ τοῦ θανάτου ἀναρπασθείς. Ὅμως ὑψηλοτέρα γενομένη τῆς φύσεως, συνεπῆρε τοῖς ἰδίοις λογισμοῖς τὴν μητέρα, καὶ ὑπεράνω τοῦ πάθους ἔστησε· τῷ καθ' ἑαυτὴν ὑποδείγματι, πρὸς ὑπομονήν τε καὶ ἀνδρείαν παιδαγωγήσασα· ἄλλως δὲ καὶ ὁ βίος αὐτῆς ἀεὶ δι' ἀρετῆς ὑψούμενος, οὐ παρεῖχε τῇ μητρὶ καιρὸν ἐπὶ τῷ λείποντι δυσχεραίνειν μᾶλλον, ἢ τῷ ὁρωμένῳ ἀγαθῷ ἐπαγάλλεσθαι.
Accordingly her mother was not swept away by passion, nor did she suffer anything ignoble and womanish, so as to cry out at the evil, or rend her garment, or wail over the calamity, or stir up lamentations with mournful chants. Rather, she quietly endured through reasoning, repelling the assaults of nature both by her own reasonings and by those brought to her by her daughter for the healing of the ill. For then above all the virgin's soul appeared lofty and exalted: for in her too nature suffered what was its own—since he who had been snatched away by such a manner of death was a brother, and the most beloved of brothers. Nevertheless, rising above nature, she lifted up her mother also along with her own thoughts, and set her above the grief, guiding her by her own example to endurance and courage; and besides, her life, ever exalted through virtue, gave her mother no opportunity to grieve over the one who was gone rather than to rejoice in the good before her eyes.
Ἐπεὶ οὖν ἐπαύσατο τῇ μητρὶ, ἧ τε τῆς παιδοτροφίας φροντὶς καὶ ἡ τῆς παιδεύσεώς τε καὶ καταστάσεως τῶν τέκνων μέριμνα, καὶ αἱ πλείους τῆς ὑλωδεστέρας ζωῆς ἀφορμαὶ, εἰς τὰ τέκνα κατεμερίσθησαν· τότε, καθὼς προείρηται, γίνεται σύμβουλος τῆς μητρὸς ἡ τῆς παρθένου ζωὴ πρὸς τὴν ἐμφιλόσοφον ταύτην καὶ ἄϋλον τοῦ βίου διαγωγήν· καὶ ἀποστήσασα τῶν ἐν συνηθείᾳ πάντων, πρὸς τὸ ἴδιον τῆς ταπεινοφροσύνης μέτρον μετήγαγεν· ὁμότιμον αὐτὴν γενέσθαι τῷ πληρώματι τῶν παρθένων παρασκευάσασα, ὡς καὶ τραπέζης μιᾶς, καὶ κοίτης, καὶ πάντων τῶν πρὸς τὴν ζωὴν κατὰ τὸ ἴσον συμμετέχειν αὐταῖς, πάσης τῆς κατὰ τὴν ἀξίαν διαφορᾶς ὑφαιρεθείσης αὐτῶν τῆς ζωῆς. Καὶ τοιαύτη τις ἦν ἡ τοῦ βίου τάξις, καὶ τοσοῦτον τὸ ὕψος τῆς φιλοσοφίας, καὶ ἡ σεμνὴ τῆς ζωῆς πολιτεία ἐν τῇ καθ' ἡμέραν τε καὶ νύκτα διαγωγῇ, ὡς ὑπερβαίνειν τὴν ἐκ τῶν λόγων ὑπογραφήν. Καθάπερ γὰρ αἱ διὰ θανάτου τῶν σωμάτων ἐκλυθεῖσαι ψυχαὶ, καὶ τῶν κατὰ τὸν βίον τοῦτον μεριμνῶν συνεκλύονται, οὕτως κεχώριστο αὐτῶν ἡ ζωὴ, καὶ ἀπῴκιστο πάσης βιωτικῆς ματαιότητος, καὶ πρὸς μίμησιν τῆς τῶν ἀγγέλων ζωῆς ἐῤῥυθμίζετο. Ἐν οἷς γὰρ οὐ θυμὸς, οὐ φθόνος, οὐ μῖσος, οὐχ ὑπεροψία, οὐκ ἄλλο τι τῶν τοιούτων ἐνεωρᾶτο· ἧ τε τῶν ματαίων ἐπιθυμία, τιμῆς τε καὶ δόξης, καὶ τύφου, καὶ ὑπερηφανίας, καὶ πάντων τῶν τοιούτων ἐκβεβλημένων. Τρυφὴ δὲ ἦν ἡ ἐγκράτεια, καὶ δόξα τὸ μὴ γινώσκεσθαι. Πλοῦτος δὲ ἦν ἡ ἀκτημοσύνη, καὶ τὸ πᾶσαν τὴν ὑλικὴν περιουσίαν, οἷόν τινα κόνιν τῶν σωμάτων, ἀποτινάξασθαι. Ἔργον δὲ τῶν κατὰ τὴν ζωὴν ταύτην σπουδαζομένων οὐδὲν, ὅτι μὴ πάρεργον. Μόνη δὲ ἡ τῶν θείων μελέτη, καὶ τὸ τῆς προσευχῆς ἀδιάλειπτον, καὶ ἡ ἄπαυστος ὑμνῳδία· κατὰ τὸ ἴσον συμπαρατεινομένη τῷ χρόνῳ, διὰ νυκτὸς καὶ ἡμέρας πάσης· ὥστε αὐταῖς καὶ ἔργον
When therefore the care of rearing children and the anxiety of educating and settling them in life had ceased for her mother, and most of the resources of a more material life had been parcelled out among the children, then, as has been said before, the virgin's life became her mother's counsellor towards this philosophic and immaterial way of living; and drawing her away from all her accustomed habits, she led her over to her own standard of humility, preparing her to share equal rank with the whole community of virgins, so as to partake on equal terms with them of one table, one couch, and all things pertaining to life, every distinction of rank having been removed from their life. And such was the order of their life, so great the height of their philosophy, and so reverend the citizenship of their way of life as lived by day and by night, as to surpass description in words. For just as souls released by death from their bodies are released also from the cares of this life, so their life was parted and removed far from all worldly vanity and was fashioned in imitation of the life of the angels. For among them no wrath, no envy, no hatred, no disdain, nor any other such thing was to be seen, once the desire for vain things—of honour and glory, conceit and arrogance, and all such things—had been cast out. Luxury for them was self-control, and glory was to remain unknown. Wealth was poverty and the shaking off of all material possessions like dust from their bodies. Of the things busily pursued in this life, none was their work save as a by-work. Alone remained the meditation on divine things, unceasing prayer, and never-ending hymn-singing, coextensive in equal measure with time throughout the whole night and day; so that to them this was both work
Notes, col. 969

On the reading

Printed ἧ τε, for ἥ τε.