ταύτην ἐποιεῖτο τὴν τῆς τιμωρίας ἀρχήν. Τοῖς δὲ ἦν ἄρα καὶ ὁ δεσμὸς ἐγκαλλώπισμα, καὶ θέαμα γλαφυρὸν καὶ ἡδὺ Χριστιανῶν ὀφθαλμοῖς, νεότης ἐξειλεγμένη ἀριθμῷ τοσούτῳ, κάλλει διαπρεπὴς, ἡλικίᾳ ὑπὲρ τοὺς ἄλλους, πάντες κατὰ ταὐτὸν μετ' ἀλλήλων τῷ δεσμῷ συνηρμόζοντο, ὥσπερ τις στέφανος ἢ ὅρμος περιαυχένιος ἰσομεγέθεις μαργαρίτας ἐν κύκλῳ διειλημμένους ἔχων· τοιοῦτοι ἦσαν οἱ ἅγιοι, καὶ διὰ πίστεως ἡνωμένοι, καὶ διὰ των δεσμῶν πρὸς ἀλλήλους σφιγγόμενοι. Ὄντες γὰρ καὶ καθ' ἑαυτὸν ἕκαστος καλοὶ, προσθήκη τοῦ κάλλους ἀλλήλοις ἐγίνοντο. Οἷον ἐπὶ τῶν οὐρανίων συμβαίνει θαυμάτων, ὅταν δι' αἰθρίας καὶ καθαρᾶς ἡ τῶν ἀστέρων χάρις δι' ἀλλήλων ποικίλληται, ἑκάστου τὴν οἰκείαν αἴγλην εἰς τὸν κοινὸν κόσμον τοῦ οὐρανοῦ συνεισφέροντος. Τοιοῦτον ἦν τῶν ἁγίων τὸ θέαμα, ὄντως, καθώς φησί που Ἰεζεκιὴλ ὁ προφήτης, ὅρασις λαμπάδων συστρεφομένων. Ἐμφιλοχωρεῖ ὁ λόγος τῷ κάλλει τῆς ὥρας. Οἶδεν γὰρ, καθὼς ἡ Σοφία φησὶν, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων καὶ τὸ ἐν κρυπτῷ κάλλος ἀναλογίζεσθαι, ἐπειδὴ καὶ ἡ τῆς ψυχῆς καθαρότης διὰ τοῦ φαινομένου διέλαμπε, καὶ ὁ φαινόμενος ἄνθρωπος ἄξιον ἦν τοῦ ἀφανοῦς οἰκητήριον. Ὡς καλὸν τοίνυν ἦν τότε τοῖς ὁρῶσι τὸ θέαμα! καλὸν λέγω τοῖς τὰ καλὰ βλέπειν ἐθέλουσι, καλὸν ἀγγέλοις, καλὸν ταῖς ὑπερκοσμίαις δυνάμεσι· πικρὸν δὲ τοῖς δαίμοσι, καὶ ὅσοι τὰ τῶν δαιμόνων ἠσπάζοντο, ἄνθρωποι (εἴπερ ἄνθρωποι, οἱ τοσοῦτον ἀνεστηκότες τῷ μεγαλείῳ τῆς φύσεως) στρατιῶται τοῦ Χριστοῦ, τοῦ ἁγίου Πνεύματος ὁπλῖται, τῆς πίστεως πρόμαχοι, πύργοι τῆς θείας πόλεως· οἳ πᾶσαν αἰκισμῶν τιμωρίαν, πᾶσαν φόβων ἐπανάστασιν, πᾶσαν ἀπειλῆς προσβολὴν, ὥς τινα παιδίων ἄνοιαν κατεχλεύαζον· καθάπερ οὐχὶ τὰ σώματα ταῖς αἰκίαις ἐκδόντες, ἀλλὰ τὰς τῶν σωμάτων σκιάς· οἳ σαρκὶ τὴν σάρκα καταπαλαίσαντες, καὶ τῇ πρὸς τὸν θάνατον ὑπεροψίᾳ πάντων τῶν τυραννικῶν φόβων ὑπερφρονήσαντες, ὑψηλότεροι τῶν ἀνθρωπίνων μέτρων ἐδείχθησαν. Ὦ καλῶς τοῖς σωματικοῖς τροπαίοις ἐμμελετήσαντες! Ὦ καλῶς μετενεγκόντες τὴν τοῦ πολεμεῖν ἐμπειρίαν εἰς τὴν κατὰ τοῦ διαβόλου παράταξιν· οὐ ξίφει τὰς χεῖρας ὁπλίσαντες, οὐδὲ τὸν ἐκ τοῦ ξύλου θυρεὸν προβαλλόμενοι, οὐδὲ χαλκῇ περικεφαλαίᾳ, καὶ κνήμεσι περιφραξάμενοι, ἀλλὰ τὴν τοῦ Θεοῦ πανοπλίαν ἀναλαβόντες, ἣν διαγράφει ὁ στρατηγὸς τῆς Ἐκκλησίας, ὁ θεῖος Ἀπόστολος, θυρεὸν, καὶ θώρακα, καὶ περικεφαλαίαν, καὶ μάχαιραν· οὕτως ἐχώρουν κατὰ τῆς ἐναντίας δυνάμεως. Ἐστρατήγει δὲ τούτων μὲν ἡ οὐρανία χάρις· τῆς δὲ τοῦ διαβόλου παρατάξεως, ὁ ἔχων τοῦ θανάτου τὸ κράτος. Τόπος δὲ τῆς παρατάξεως αὐτοῖς, τὸ τῶν μιαιφόνων δικαστήριον ἦν· ἐν ἐκείνῳ συστάντες διηγωνίζοντο, οἱ μὲν ἀπειλαῖς ἀκροβολιζόμενοι, οἱ δὲ διὰ τῆς ὑπομονῆς ἀμυνόμενοι.
he made this the beginning of their punishment. Yet for them even the bond was indeed an adornment, and a sight graceful and sweet to the eyes of Christians: a youthful band chosen out in so great a number, distinguished in beauty, surpassing others in stature of age, all together with one another were fitted into the bond, just like some crown or necklace having pearls of equal size set apart in a circle; such were the saints, both united through faith, and bound tightly to one another through their bonds. For being noble each by himself as well, they became an addition of beauty to one another. Just as happens among the heavenly wonders, when through clear and pure air the grace of the stars is varied through one another, each contributing its own radiance to the common adornment of heaven. Such was the sight of the saints, truly, as Ezekiel the prophet says somewhere, a vision of torches turning together. Our discourse lingers fondly upon the beauty of their bloom. For it knows, as Wisdom says, from the greatness and beauty of created things to infer by analogy the hidden beauty as well, since the purity of the soul also shone forth through what appeared, and the visible man was a worthy dwelling-place of the invisible. How noble, then, was the sight at that time to those who beheld it! noble, I say, to those who wish to look upon noble things, noble to angels, noble to the supramundane powers; but bitter to the demons, and to as many men as embraced the things of the demons (if indeed they are men, who stood so far aloof from the majesty of nature): soldiers of Christ, heavy-armed troops of the Holy Spirit, champions of the faith, towers of the divine city; who mocked every punishment of torments, every uprising of terrors, every assault of threatening, as some folly of little children; as though they had surrendered to the torments not their bodies, but the shadows of their bodies; who, having wrestled down the flesh by the flesh, and by their disdain for death having despised all tyrannical terrors, were shown to be loftier than human measures. O they who practised well in bodily trophies! O they who transferred well their experience in warfare to the battle-array against the devil: not arming their hands with a sword, nor holding before them the wooden shield, nor fencing themselves about with a brazen helmet and greaves, but taking up the panoply of God, which the general of the Church, the divine Apostle, delineates—shield, and breastplate, and helmet, and sword—thus they advanced against the opposing power. And heavenly grace commanded these; while he who holds the power of death commanded the battle-array of the devil. And the place of battle-array for them was the tribunal of the bloodthirsty murderers; standing together there they contended, the one side skirmishing with threats, and the other defending themselves through endurance.