Migne Reading Room

PG 46 · cols. 749–760 · Read from the page

On the Forty Martyrs

On the Forty Martyrs

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:749Read from the page
ΛΟΓΟΣ Αʹ.
Oration I.
Οἷς ἀνιᾶσθαι τοὺς πολλοὺς στοχάζομαι, τούτοις αὐτὸς ἀγάλλομαι τὴν διάνοιαν. Ἀηδὲς γὰρ, ὡς εἰκὸς, τοῖς πολλοῖς τὸ ἐν ἀλλήλοις συνθλίβεσθαι, ἐμοὶ δὲ τοῦτο κεφάλαιον εὐφροσύνης ἐστίν. Εὐφραίνεται γὰρ ὀφθαλμὸς τοῦ ποιμένος, τὸ ποίμνιον βλέπων ὑπὸ πλήθους στενοχωρούμενον, καὶ τῆς μάνδρας ὑπερχεόμενον· καίτοι γε οὐ μικρὰ τῶν προβάτων ἡ ἔπαυλις, ἀλλὰ στενὴν ποιεῖ τὴν εὐρυχωρίαν εὐθηνούμενον τῷ πλήθει τὸ ποίμνιον. Τοιοῦτόν τι καὶ περὶ τὸν Κύριον ὁ Πέτρος ἰδὼν ἀπεκρίνατο λέγων, ὅτι, Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσιν. Ὄντως, καθώς φησί που ὁ θεῖος Ἀπόστολος, τὸ θλίβεσθαι καὶ μὴ στενοχωρεῖσθαι τοῦτό ἐστι. Παντὶ γὰρ, φησὶ, θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι. Ἐγὼ δὲ τίνα προχειρίσομαι λόγον ἐπὶ τοῦ τοιούτου συλλόγου; Τίς δώσει μοι φωνὴν σάλπιγγος ὑψηλοτέραν, ὥστε ὑπερηχῆσαι τὸ πλῆθος, καὶ ταῖς ἀκοαῖς τῶν συνειλεγμένων ἐναποθέσθαι τὰ ῥήματα; Πρὸς τί τῶν ἀνεγνωσμένων τρέψας ἐμαυτοῦ τὴν διάνοιαν, πρόσφορον ἐξεύρω τοῖς παροῦσι τὸν λόγον; Πολὺς ὁ Ἰὼβ παιδεύων εἰς ἀνδρείαν τὸν βίον τοῖς καθ' ἑαυτὸν ὑποδείγμασι, πολὺς ὁ Παροιμιαστὴς τοῖς αἰνίγμασι. Τί δ' ἄν τις εἴποι περὶ τοῦ ἱεροῦ Ἀποστόλου, ὃς ἐκ τῶν ἀῤῥήτων ῥημάτων ἐκείνων ἃ ὑπὲρ τὴν ἀνθρωπίνην εἶναί φησι κατανόησιν, τάχα διὰ τῆς πρὸς Ἐφεσίους διδασκαλίας καὶ ἡμῖν ὑπελάλησε τὸν ἀπόῤῥητον ἐν τῷ σταυρῷ λόγον, δι' αἰνιγμάτων ἀνακαλύπτων. Τοιαῦτα δὲ ἕτερα καὶ τὰ ἐκ τῆς ψαλμῳδίας μυστήρια, ἀνάμνησις, καὶ στηλογραφία, καὶ ἐπιλήνιος. Ταῦτα γὰρ ἐν ταῖς ἐπιγραφαῖς τῶν ὑπαναγνωσθέντων ἡμῖν ψαλμῶν κατανοήσαντες, οὐ μικρὰν ὁρῶμεν ἀφορμὴν τῷ λόγῳ διὰ τῶν αἰνιγμάτων διδομένην. Ἀλλ' ἐμοὶ τὸ μὲν τοῖς εἰρημένοις ἐπεξελθεῖν, εὔκαιρον εἶναι δοκεῖ δευτέρῳ ταμιεύσασθαι χρόνῳ· ἐπιθυμῶ δὲ τῆς παρούσης χάριτος πρόσφορόν τινα καὶ κατάλληλον ἐξευρεῖν τὴν φωνήν. Τίς οὖν ἐστιν αὕτη; Οἶδά τινα
Over the very things whereat I conjecture most people are vexed, I myself exult in mind. For to be pressed together upon one another is naturally unpleasant to most, yet to me this is the crowning point of gladness. For the eye of the shepherd rejoices when he sees the flock straitened by its multitude and overflowing the fold—although the sheepfold is by no means small, yet the flock, teeming in numbers, makes the spaciousness narrow. Seeing something of this sort around the Lord also, Peter answered and said: Master, the multitudes throng Thee and press Thee hard. Truly, just as the divine Apostle says somewhere, this is what it means to be pressed hard and yet not straitened: For in every way, says he, we are pressed hard, yet not straitened. What discourse, then, shall I take in hand before such an assembly? Who will grant me a voice louder than a trumpet, so as to ring out above the multitude and deposit my words in the ears of those gathered together? Towards which of the Scriptures just read aloud shall I turn my mind, that I may discover a discourse fitting for those present? Abundant is Job in training life unto courage by his own examples; abundant is the Proverb-writer in his riddles. And what might one say of the sacred Apostle, who, out of those unutterable words which he declares to surpass human comprehension, perchance through his teaching to the Ephesians softly uttered even to us the ineffable mystery in the cross, unveiling it through riddles? And of the same kind are the other mysteries from the Psalmody as well: remembrance, and pillar-inscription, and the psalm for the winepresses; for having observed these in the superscriptions of the psalms read aloud to us, we behold no small occasion given to our discourse through their riddles. Yet to me it seems seasonable to treasure up for a second time the task of going through what has been mentioned, while I desire to find a voice suited and well-matched to the present grace. What, then, is this voice? I know a certain
PG 46:752Read from the page
νόμον τῆς φύσεως ἴδιον, αὐταῖς ταῖς θείαις πλαξὶν ἐντετυπωμένον παρὰ τοῦ νομοθέτου τῆς φύσεως· ὃς πᾶσαν ἀγαθὴν ἀμοιβὴν τοῖς ἰδίοις γονεῦσιν ἐκτιννύναι κελεύει, ὅσην ἂν ἡ δύναμις φέρει. Τίμα γὰρ, φησὶ, τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίαις, ἵνα εὖ σοι γένηται. Εἰ δὲ πρωτεύει κατ' ἐπαγγελίαν οὗτος ὁ νόμος, καὶ τὸ κατόρθωμα τούτου ἴδιον κέρδος τοῦ φυλάσσοντος γίνεται (ἐπαναστρέφει γὰρ ἡ εἰς τοὺς γονέας τιμὴ εἰς τὸν πεπληρωκότα τὸν νόμον)· καλῶς ἂν ἔχοι πάντα τόν γε νοῦν ἔχοντα πρὸς ταύτην βλέπειν τὴν ἐντολὴν, ἧς τὸ πέρας εὐεργεσία καὶ χάρις τοῦ ποιήσαντος γίνεται. Οἱ μὲν οὖν τῆς σαρκὸς ἡμῶν πατέρες, τῇ καθ' ἑαυτοὺς γενεᾷ κατὰ τὸν ἐξ ἀρχῆς αὐτοῖς ἀφορισθέντα χρόνον ὑπηρετήσαντες, ἀπροσδεεῖς εἰσι τῆς ἡμετέρας τιμῆς, ἔξω τοῦ βίου πάλαι γενόμενοι, ὡς μὴ δυνατὸν εἶναι τὸν τοιοῦτον πληρῶσαι νόμον, τῶν ὑποδεχομένων τὴν εὐποιίαν οὐκ ὄντων. Ὁ δὲ νόμος ἐνεργοῦντας ἡμᾶς ἐπιτυγχάνειν τῆς ἐπαγγελίας κελεύει. Οὐδὲ γὰρ δυνατὸν τοὺς ἀργοῦντας ἔχειν τῶν ἐνεργούντων τὰ ἔπαθλα. Τί οὖν χρὴ πράττειν, τῶν γονέων οὐκ ὄντων, τὸν καὶ τῆς ἐπαγγελίας ἐρῶντα, καὶ ὅπως ἂν τύχῃ τῆς σπουδῆς ταύτης ἀδυνατοῦντα; Ναὶ λύει πάντως τὴν ἀμηχανίαν ταύτην ἡμῖν τὰ ὁρώμενα. Ὑμᾶς γὰρ βλέπων, οὐδὲν δέομαι πατέρας ἄλλους περιεργάζεσθαι. Ὑμεῖς γάρ ἐστέ μου πατέρες, οἱ καὶ αὐτῶν μοι τῶν πατέρων πατέρες. Ἡ γὰρ πατρὶς τῶν γεννησαμένων ἐν ἑαυτῇ περιέχει καὶ τὸ τῶν γεγεννηκότων ἀξίωμα. Τί οὖν ποιήσαντες τὸν τῆς τιμῆς ὑμῖν νόμον ἀποπληρώσομεν; Εὐγνώμων μὲν γάρ τις παῖς καὶ φιλόστοργος, τὸ γηραιὸν τῆς τοῦ πατρὸς ἡλικίας διὰ τῆς παρ' ἑαυτοῦ θεραπείας ἀνανεούμενος, ὑπερείδει τὸ σαθρὸν τῆς ἀσθενείας, αὐτὸς τῷ πατρὶ τὰ πάντα γενόμενος. Ὅθεν ἔστιν ἰδεῖν ἀνηβάσκοντα ἐν τῷ παιδὶ τὸν πατέρα. Καί που καὶ χεὶρ πρεσβυτικὴ καὶ ὑπότρομος, τῷ σθεναρῷ τῆς νεότητος ἑαυτὴν ἀναπαύουσα, ἐκκαρποῦται τοῦ νέου τὴν δύναμιν, καὶ ἡ τῶν ποδῶν κίνησις ἤδη τῇ ῥικνότητι τῶν μελῶν ἐποκλάζουσα, ἐνεργὸς διὰ τῆς τοῦ τέκνου σπουδῆς γίνεται, ὑπορθουμένη τῷ ὑπερείδοντι. Κἂν ἀμαυρωθῇ διὰ τὸν χρόνον ἡ ὄψις, πάλιν διὰ τοῦ παιδὸς ὁ πρεσβύτης ὀξυδερκὴς γίνεται, πρὸς τὰ τῆς ζωῆς ἀναγκαῖα χειραγωγούμενος. Ὑμεῖς δὲ ἡ πατρὶς, οὐχ οὕτως ἔχετε ὡς τούτων ἐπιδεῖσθαί τινος.
law proper to nature, engraved upon the very tablets of God by the Lawgiver of nature, which bids each man pay back to his own parents every good return, so far as his strength allows: Honour thy father, says He, and thy mother, which is the first commandment in promises, that it may be well with thee. Now if this law holds first place in respect of promise, and its fulfilment becomes the personal gain of him who keeps it (for the honour shown towards parents returns upon him who has fulfilled the law), it would be well for every man of sense to look towards this commandment, whose end becomes the benefit and grace of the doer. Our fathers according to the flesh, then, having ministered to their own generation during the time allotted to them from the beginning, stand in no further need of honour from us, having long since passed out of this life, so that it is impossible to fulfil such a law when there are none to receive the kindness. Yet the law bids us attain the promise by working actively; for neither is it possible for the idle to possess the prizes of those who work. What, then, must one do, when his parents are no more, who both longs for the promise and is at a loss how he may hit upon this zealous service? Assuredly what is before our eyes altogether resolves this perplexity for us. For looking upon you, I have no need to busy myself seeking other fathers: for you are my fathers, who to me are even the fathers of my fathers themselves; for the fatherland of one's begetters comprises within itself the dignity of our parents as well. By doing what, then, shall we fulfil towards you the law of honour? A grateful and affectionate child, renewing the agedness of his father's years through his own tender care, props up the frailty of his infirmity, himself becoming all things to his father. Hence one may see the father growing young again in his child. And sometimes even an aged and trembling hand, resting itself upon the vigour of youth, reaps the fruit of the young man's strength, and the movement of the feet, already buckling through the shrivelled stiffness of the limbs, becomes active through the offspring's care, set upright by him who supports it; and even if eyesight be dimmed through time, once again through his child the old man becomes keen-sighted, led by the hand towards the necessities of life. Yet you, our fatherland, are in no such case as to stand in need of any of these things.
Τί οὖν πράττοντες τὴν εὐλογίαν τῆς ἐντολῆς καρπωσόμεθα; Τί τῶν κεχαρισμένων ὑμῖν δωροφορήσομεν, μηδενὸς τῶν ἀγαυῶν ὑμῖν λείποντος; Ἢ καὶ αὐτὸ τὸ διηγήσασθαι τὰ προσόντα καλὰ, τιμῆς ἂν εἴη τῆς χρεωστουμένης ὑμῖν; Οὐκοῦν καιρὸς ἂν εἴη ταῦτα λέγειν, οἵοις καὶ ὅσοις ὁ ὑμέτερος βίος ἐγκαλλωπίζεται. Μᾶλλον δὲ οὐχὶ λέγειν, ἀλλὰ καὶ δεικνύειν πάρεστιν. Ἦ που δὲ οἴεσθε τὰ κοινὰ ταῦτα καὶ πρόχειρα λέγειν; Γῆς εὐφορίαν, καὶ καρπῶν ἀφθονίαν,
By doing what, then, shall we reap the blessing of the commandment? What welcome gift shall we bring you, when no good thing is lacking to you? Or would the very recounting of the excellences that belong to you form part of the honour owed to you? Now, therefore, would be the season to speak of these things—with what and how many blessings your life is adorned. Nay rather, it lies at hand not merely to speak of them, but even to point them out. Do you perchance suppose that I mean these common and ready things: fertility of soil, and abundance of fruits,
Notes, col. 752

On the reading

Printed ἀγαυῶν, for ἀγαθῶν.

PG 46:753Read from the page
καὶ ποταμὸν διαιροῦντα τὴν οἴκησιν; Τουτονὶ λέγω τὸν τῷ κύκλῳ τοῦ πεδίου τὸ ῥεῖθρον ἑαυτοῦ κατακλείοντα, καὶ λίμνην γινόμενον, ὃς καὶ πρὸ τοῦ λιμνάζειν καὶ μετὰ τοῦτο πρὸς τὴν ἑκάστου χρείαν τῶν ἐνοικούντων τεμνόμενος, ἄλση τε καὶ λειμῶνας φιλοτεχνῶν διεξέρχεται, καὶ μυρίας παρέχει τοῖς οἰκοῦσι τὰς χάριτας, πρὸς πᾶσαν ἐπιθυμίαν τῶν οἰκητόρων τῆς πόλεως ἑαυτὸν διασχίζων. Ἄλλοι ταῦτα λεγέτωσαν, οἷς καὶ ὁ λόγος ὑπηρετεῖ πρὸς τὸν ὄγκον, καί τινα φέρει φιλοτιμίαν τοῖς γεγυμνασμένοις, ἐκ τῶν τοιούτων αὔξων τῇ πατρίδι τὸν ἔπαινον. Κοσμικὸς δέ τις ἀνὴρ, καὶ τῇ ζωῇ ταύτῃ τὰ καλὰ κρίνειν εἰδὼς, προστιθέτω τοῖς ἐπαίνοις, εἰ δοκεῖ, καὶ τὸν ἕτερον τῶν ποταμῶν. Τοῦτον λέγω τὸν γείτονα, ὃς διὰ τὸ μέγεθος τοῖς ὀνομαστοῖς τῶν κατὰ τὴν οἰκουμένην ποταμῶν ἐναρίθμιος ὢν, ἀπὸ τῆς ἡμετέρας ἀρχόμενος ἐν χρόνῳ παραμείβει τὴν πόλιν, οὐ μικρὰν τὴν παρ' ἑαυτοῦ χάριν εἰς προσθήκην κάλλους τε καὶ τῆς συνεργίας τοῦ βίου δι' ἑαυτοῦ συνεισφέρων. Κἂν οἰκιστὰς καταλέγειν δέῃ, κἂν ἐξ ἀποικίας τὰ γένη τῶν οἰκητόρων ἀποσεμνύνειν, κἄν τινα χειρὸς πολεμικῆς κατορθώματα τοῖς καθ' ἡμᾶς προσδιηγήμασι· τρόπαια, καὶ μάχαι, καὶ τὰ ἐξ ἀριστείας θαύματα, ὅσα συγγραφέων παῖδες βίβλοις ἐναπεθήκαντο, πόῤῥω ταῦτα τοῦ ἡμετέρου χοροῦ. Αἰσχύνεται γὰρ χριστιανὸς λόγος ἀπὸ τῶν ἔξω τῆς πίστεως τοῖς φιλοχρίστοις τὰς εὐφημίας χαρίζεσθαι, ὥσπερ οἱ τὴν σκιὰν τοῦ ἀριστέως πρὸ τῶν τροπαίων σεμνύνοντες. Οὐκοῦν τετράφθω πρὸς τὰ παρόντα ὁ λόγος, καὶ ὑπ' ὄψιν ἡμῖν ἀγαγέτω τὸν καρπὸν τὸν ὑμέτερον. Σιγάσθω δὲ τὰ τοῦ κόσμου καλὰ, κἂν ἐκ περιουσίας πλεονάζῃ τῷ λόγῳ καὶ ἡ τοιαύτη τῶν ἐγκωμίων ὑπόθεσις. Οὐδὲ γὰρ ὁ οὐρανὸς ὅλος, ὃ δὴ κάλλιστόν τε καὶ μέγιστον τῶν ἐν τῇ κτίσει πάντων ἐστὶν, οὔτε αἱ τῶν φωστήρων αὐγαὶ, οὔτε τῆς γῆς τὸ πλάτος, οὔτε ἄλλο τι τῶν στοιχειωδῶς τῷ παντὶ ὑποκειμένων μέγα τι καὶ θαύματος ἄξιον οἶδεν ὁ θεόπνευστος λόγος. Πεπαίδευμαι τῷ θείῳ προστάγματι πρὸς μηδὲν τῶν παρερχομένων θαυμαστικῶς διατίθεσθαι.
and a river dividing the settlement? I mean this stream close at hand which encloses its current within the circle of the plain and becomes a lake, and which, both before forming a lake and afterwards, being channelled off for the need of each of the inhabitants, winds artfully through groves and meadows, and affords countless charms to those who dwell here, parting itself to meet every desire of the city's inhabitants. Let others speak of these things, whom eloquence serves for grandiloquence and to whom, trained in rhetoric, it brings a certain distinction as it magnifies praise for their fatherland from themes of this sort. And let some worldly man, skilled in judging things noble by this present life, add to his praises, if it seems good, the other of the rivers as well—I mean this neighbouring river which, reckoned on account of its magnitude among the renowned rivers throughout the inhabited world, takes its rise from our own land and in due course flows past the city, contributing of itself no small grace towards an increase of beauty and of aid to life. And whether one ought to enumerate founders, or glorify the lineages of the inhabitants drawn from colonization, or join to our present accounts certain achievements of a warlike hand—trophies, and battles, and marvels of prowess, all that the sons of historians have laid up in books—far be these things from our choir! For Christian discourse is ashamed to bestow encomiums upon lovers of Christ from things outside the faith, like men who magnify the shadow of a champion in preference to his trophies. Let our discourse, therefore, be turned towards the things present, and let it bring your own fruit before our eyes; and let the beauties of the world keep silence, even if out of superabundance such material for encomiums abounds for our speech. For the divinely inspired word knows neither the whole heaven—which indeed is the fairest and greatest of all things in creation—nor the rays of the luminaries, nor the breadth of the earth, nor anything else of the elemental foundations underlying the universe as something great and worthy of wonder. I have been taught by the divine command not to stand in awestruck admiration before any of the things that pass away.
Εἰ οὖν πᾶς οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, καὶ ἅπαν τοῦ κόσμου παράγει τὸ σχῆμα, καθώς φησιν ὁ Ἀπόστολος· πῶς ἄν τις εὐπρεπὲς εἶναι νομίσειε, γῆς ἡμῖν καὶ ὕδατος εὐφορίαν εἰς ἀφορμὴν ἐπαίνων προβάλλεσθαι; Εἰ γὰρ καὶ πρόσεστι τῷ καθ' ὑμᾶς τόπῳ πλέον, ἢ καὶ ἐν ἄλλοις, τὰ τοιαῦτα τῆς γῆς προτερήματα, ἀλλὰ συγκρίσει τῶν ὑμετέρων καλῶν ἀντ' οὐδενὸς οἶδεν ἐκεῖνα παρατρέχειν ὁ λόγος. Οὐκοῦν πρὸς τὰ προτιμότερα τῇ φύσει ταῖς εὐφημίαις τρεπώμεθα. Ταῦτα δὲ οὐκέτι διὰ λόγων ἡμῖν δειχθήσεται, ἀλλ' εἰς αὐτὸ πάρεστι βλέπειν τῶν ὑμετέρων ἀγαθῶν τὸ κεφάλαιον. Τίς γὰρ οὐκ οἶδε τὸν καρπὸν τὸν ὑμέτερον, ὅτι ὑμεῖς τὸν τῶν μαρτύρων ἐβλαστήσατε στάχυν, τὸν πολύχουν τοῦτον, καὶ ὑπὲρ τοὺς τριάκοντα τῷ πλήθει τῶν καρπῶν πλατυνόμενον;
If, therefore, the whole heaven and the earth shall pass away, and the whole form of the world is passing away, just as the Apostle says, how could anyone deem it fitting for us to put forward the fertility of earth and water as an occasion for praises? For even if advantages of the land such as these belong to your region more than even in other places, yet in comparison with your true beauties our discourse knows how to pass those things by as naught. Let us turn with our praises, therefore, towards the things more honourable by nature. And these shall no longer be shown to us through words; rather, it lies at hand to look straight upon the very crowning sum of your blessings. For who does not know your fruit—that you have caused the ear of grain of the martyrs to sprout forth, this richly yielding ear, broadened beyond thirtyfold in the multitude of its fruits?
PG 46:756Read from the page
Ὁρᾶτε τὴν ἱερὰν ταύτην ἄρουραν· ἐντεῦθεν τῶν μαρτύρων τὰ δράγματα. Ει ζητεῖς μαθεῖν τίνα λέγω τὴν ἄρουραν, μὴ πόῤῥω τοῦ παρόντος περισκοπήσῃς. Τίς ὁ τόπος ὁ περιέχων τὸν σύλλογον; Τί σοι λέγει ἡ ἐνιαύσιος τοῦ κύκλου περίοδος; Ποῖά σοι διηγήματα ἡ τῆς ἡμέρας ταύτης ὑπόμνησις ἥκει κομίζουσα; Ἆρ' οὐ λαλιαί τινές εἰσι, καθώς φησιν ὁ Προφήτης, καὶ λόγοι, ὧν οὐχὶ μόνον ἀκούονται αἱ φωναὶ, αὐτῶν παντὸς λόγου εὐτονώτερον διηγούμεναι τὰ θαύματα; Ἂν εἰς τὸν τόπον ἀπίδῃς, αὐτὸς εἶναί φησι τῶν μαρτύρων τὸ στάδιον· ἂν τὴν ἡμέραν λογίσῃ, οἷόν τις κήρυξ μεγαλόφωνος ἀνακηρύττει τῶν μαρτύρων τὸν στέφανον. Ταῦτά μοι δοκῶ τῆς ἡμέρας ἐμβοώσης ἀκούειν· ὅτι ἄλλη μὲν τῇ δημιουργίᾳ τῶν φωστήρων σεμνύνεται, ἄλλη δὲ τῷ οὐρανῷ, καὶ ἑτέρα τῇ κατασκευῇ τῆς γῆς ἐπαγάλλεται. Ἐμοὶ δὲ ἀρκεῖ πρὸς κόσμον τὰ τῶν μαρτύρων θαύματα· ἀρκεῖ τῷ κάλλει τῶν στεφάνων ἐγκαλλωπίζεσθαι· ἀρκεῖ τοῖς κατὰ τοῦ διαβόλου τροπαίοις ἐπισεμνύνεσθαι. Οἶα γέγονεν ἐν ἐμοὶ διηγήματα! Οἶα γέγονε δι' ἐμοῦ τοῖς ἀγγέλοις προσθήκη! Οἶον ἔδωκεν ἡ γῆ τῷ Θεῷ τὸν καρπόν! Οἶαν ἐφύτευσε φυτείαν ἐν ἐμοὶ ὁ Κύριος! Ὅθεν καὶ πᾶσα σχεδὸν ἡ οἰκουμένη ταῖς παραφυάσι τῶν ἐντεῦθεν κλημάτων καταπεφύτευται, καθάπερ τις ἄμπελος εὐθηνοῦσα, καὶ ἄλλας δι' ἑαυτῆς ἀμπέλους ἐργάζεται, καὶ αὕτη διαμένει ἀνέκλειπτος. Ταῦτά τοι καὶ τὰ τοιαῦτα δοκεῖ τῆς ἡμέρας ἡ χάρις εὐαγγελίζεσθαι, καὶ ὁ τοῦ συλλόγου τόπος τοιαῦτα ἕτερα. Ἀλλὰ τί πάθω πρὸς λαὸν τυσοῦτον, ἰσχνόφωνός τις ὢν ἐγὼ καὶ βραδύγλωσσος, καὶ μόγις τοῖς παρεστῶσιν ἐν ἐπηκόῳ φθεγγόμενος, ὑπερηχοῦντος τοῦ ἤχου τὸν λόγον; Ἦ γὰρ ἂν ἐνδιέτριψα τοῖς ἀγαθοῖς διηγήμασιν, ὅπως ἡ καλὴ συσκηνία τῶν τεσσαράκοντα, κοινὴν μὲν τὴν ἄθλησιν, κοινὴν δὲ πανταχοῦ τὴν ἀποικίαν πεποίηνται, καὶ πανταχοῦ καταμερίζονται, καὶ μετ' ἀλλήλων ἐπιξενοῦνται τοῖς τόποις. Οὐκοῦν οὐδεὶς μερικὴν τῶν λειψάνων χάριν ὑποδεξάμενος, οὐκ ἐκ τοῦ παντὸς τὴν ἐπιφάνειαν τῶν μαρτύρων ἐδέξατο. Εἷς γὰρ ἐν Κυρίῳ γεγονότες οἱ πάντες, δι' ἑνὸς μετὰ παντὸς τοῦ πληρώματος ἑαυτῶν εἰσοικίζονται. Ἀλλὰ πῶς ἔστι μὴ ἀδικῆσαι τὸν λόγον, τὴν ἀρχὴν τῶν κατ' αὐτοὺς διηγημάτων σιγήσαντα; Τίς οὖν ἐστιν ἡ ἀρχή; Νεότης ἀγαθὴ καὶ περίβλεπτος, πίστις ἀρίστη, δι' ἣν οἱ πάντες ἐξειλεγμένοι, κάλλει διαπρεπεῖς, ἔρνεσι τὸ μέγεθος παραπλήσιοι ἐν ἄνθει τῆς ὥρας. Ὁρᾶτε τὴν φωνὴν τῷ θορύβῳ ταρασσομένην, καὶ τὴν λόγον τῷ ἤχῳ διακοπτόμενον, ὥστε ἡμᾶς οἷόν τινι πελάγει κυμαινομένῳ ταῖς φωναῖς τοῦ λαοῦ χειμασθέντας, ἀναγκαίως ἐπὶ τὸν ἀκύμαντον τῆς σιωπῆς καταφεύγειν λιμένα; Εἰ δὲ γένοιτο ἡμῖν κατὰ Θεοῦ χάριν, καὶ τὰ δεύτερα τοῦ λόγου σχολὴ ἐν ἡσυχίᾳ τῆς ἀκροάσεως, τὰ νῦν ἐλλειφθέντα συνεργίᾳ τοῦ Θεοῦ πληρωθήσεται. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Behold this sacred tilth: hence come the sheaves of the martyrs! If you seek to learn what tilth I mean, do not gaze around far from what is present. What is this place that embraces our concourse? What does the annual revolution of the cycle say to you? What narratives does the remembrance of this day come bringing you? Are there not certain speeches, just as the Prophet says, and words whose voices are not merely heard, recounting their wonders more vigorously than any discourse? If you look upon the place, it itself declares that it is the stadium of the martyrs; if you reckon the day, like some loud-voiced herald it proclaims aloud the crown of the martyrs. These things I seem to myself to hear as the day cries out: that one day prides itself upon the creation of the luminaries, another upon the heaven, and yet another exults in the fashioning of the earth; for me, however, the wonders of the martyrs suffice for adornment; it suffices to be decked out with the beauty of their crowns; it suffices to take pride in the trophies raised against the devil! What narratives have come to pass in me! What an addition has come about through me for the angels! What fruit has the earth given to God! What a planting has the Lord planted in me! Whence almost the whole inhabited world has been planted throughout with the offshoots of the branches springing hence, just as some flourishing vine both produces other vines through itself and itself remains unfailing. Such things, indeed, and things like them the grace of the day seems to proclaim as good tidings, and the place of our assembly other things of the same kind. Yet what am I to do before so great a people, weak-voiced as I am and slow of tongue, uttering sounds barely within earshot of those standing near, while the din drowns out my speech? Otherwise I should gladly have lingered over those noble narratives: how the fair comrade-mess of the Forty made their contest common and have made their colony common everywhere, and are apportioned everywhere, and dwell together with one another as guests in every place. Accordingly, no one who has received a partial grace of their relics has failed to receive from the whole company the manifestation of the martyrs; for having all become one in the Lord, through one they make their abode together with all their own fullness. Yet how is it possible not to do injustice to our discourse by passing over in silence the beginning of the accounts concerning them? What, then, is the beginning? Goodly and admired youth, most excellent faith, whereby all of them were chosen out, distinguished in beauty, like young saplings in stature in the bloom of their prime. Do you see my voice troubled by the tumult, and my speech broken off by the din, so that, storm-tossed by the voices of the people as upon some surging sea, we must of necessity flee for refuge to the waveless haven of silence? Yet if by the grace of God leisure should be granted us also for the second part of our discourse in quiet listening, what has now been left unsaid shall be fulfilled with the co-operation of God: to Him be the glory unto the ages of ages. Amen.
Notes, col. 756

On the reading

Printed Ει, for Εἰ.

Printed Οἶα, for Οἷα.

Printed Οἶον, for Οἷον.

Printed Οἶαν, for Οἵαν.

Printed τυσοῦτον, for τοσοῦτον.

Printed τὴν λόγον, for τὸν λόγον.

PG 46:757Read from the page
ΛΟΓΟΣ Βʹ.
Oration II.
Χθὲς οἱ μάρτυρες πρὸς ἑαυτοὺς τὸν λαὸν ἐκάλουν· νῦν τῷ καταγωγίῳ τῆς Ἐκκλησίας ἐπιξενοῦνται αὐτόκλητοι. Νόμος δέ τίς ἐστι συμποτικὸς, τὰς ἐγκυκλίους ταύτας ἑστιάσεις παρὰ τῶν δαιτυμόνων ἀλλήλοις ἐκ περιτροπῆς ἐπιδίδοσθαι. Οὐκοῦν ἀνάγκη καὶ ἡμᾶς τὸν αὐτὸν ἀντιπληρῶσαι τοῦ δείπνου τοῖς μάρτυσιν ἔρανον. Ἀλλ' ἐπειδὴ πένεται ἡμῖν ἡ χορηγία τοῦ λόγου, καλῶς ἔχει τοῖς παρ' αὐτῶν ἐκείνων λειψάνοις ἡμᾶς δεξιοῦσθαι, τοὺς χθὲς μὲν ἑστιάτορας, σήμερον δὲ δαιτυμόνας. Ἀρκεῖ γὰρ καὶ βραχύ τι μέρος ἐκ πλουσίας τραπέζης, μεγάλης εὐωχίας γενέσθαι παρασκευὴν, ὅταν τοιοῦτον λείψανον ᾖ. Τί οὖν τοῦτο τὸ λείψανον; Μέμνησθε πάντως ἐν τίνι ἦμεν τοῦ λόγου, ὅτε ὁ εὐκταῖος ἐκεῖνος καὶ ἡδὺς ἡμῖν ἐκ τοῦ πλήθους τῶν συνειλεγμένων θόρυβος συνέχεε τὴν τῶν λεγομένων ἀκρόασιν, ὅτε ἡ ἔμψυχος ἐκείνη τῆς ἐκκλησίας θάλασσα τῷ πλήθει τῶν ἐπεισρεόντων πλημμυροῦσα, πρὸς τὴν ῥοπὴν τῶν ἀεὶ βιαζομένων ἐκύμαινε, μιμουμένη καὶ τῷ ἤχῳ τὴν ὄντως θάλασσαν, οἷον αὐταῖς ταῖς ἀκοαῖς ἡμῶν προσρηγνῦσα τῶν κυμάτων τὸν ψόφον. Ἐν τίσι τοίνυν κατελίπομεν χειμασθέντα τῷ θορύβῳ τὸν λόγον, μέμνησθε πάντως οἷς μεμελέτηται διὰ μνήμης ἔχειν τοὺς μάρτυρας. Ἦν δὲ, ὡς οἶμαι, ἡ ἀκολουθία τοῦ λόγου αὕτη, ὅτι οὐ τῶν τυχόντων ἦσάν τινες οἱ εἰς τὸν ἀγῶνα τοῦτον ἐξειλεγμένοι, οὐδέ τις σύμμικτος καὶ ἀνώνυμος ὄχλος, ἐκ ταπεινῶν ἐπιτηδευμάτων ὁρμηθέντες, πρὸς τὸ ἀξίωμα τοῦτο ἐπήρθησαν· ἀλλὰ πρῶτον μὲν δι' εὐφυΐαν σώματος, κάλλει καὶ δυνάμει καὶ ῥώμης περιουσίᾳ τῶν λοιπῶν διενεγκόντες, τοῖς στρατιωτικοῖς καταλόγοις ἐνηριθμήθησαν· μετὰ ταῦτα δὲ τῷ κατ' ἀρετὴν βίῳ καὶ πολιτείᾳ σώφρονι διαπρέψαντες, ὥσπερ τι γέρας καὶ ἀριστεῖον τὴν χάριν τῆς μαρτυρίας τελειωθέντες ἐδέξαντο. Καὶ εἰ δοκεῖ ὡς ἂν ἡδίους γενοίμεθα, πάντα τὰ τῶν μαρτύρων ἐφεξῆς ἀναλάβωμεν, οἷον ὑπ' ὄψιν ἄγοντες τῷ παρόντι θεάτρῳ τὴν ἄθλησιν.
Yesterday the martyrs were calling the people to themselves; now of their own accord they come as guests to the hospice of the Church. Now there is a certain banqueting rule that these circular feasts be proffered by the banqueters to one another in turn; it is necessary, therefore, that we also pay back in return to the martyrs the same contribution to the supper. Yet since our supply of speech is poor, it is well for us to welcome and entertain with the remnants come from those very men themselves those who yesterday were hosts, and today are banqueters; for even a small portion from a rich table suffices to become the provision of a great feast, when the remnant is of such a kind. What, then, is this remnant? You remember altogether at what point of our discourse we were when that welcome and pleasing tumult arising for us from the multitude of those gathered together confounded the hearing of what was being spoken—when that living sea of the church, flooding in with the multitude of those streaming together, billowed at the surge of those continually pressing forward, imitating the real sea in its roar as well, dashing the crash of its waves right against our very ears. At what point, then, we left our discourse storm-tossed by the tumult, you remember altogether—you whose care it has been to keep the martyrs in memory. Now the sequence of our discourse, as I think, was this: that those chosen out for this contest were no chance ordinary men, nor some mixed and nameless rabble who, starting out from lowly pursuits, were lifted up to this dignity; rather, first on account of bodily well-grownness, surpassing the rest in beauty and strength and superabundance of might, they were enrolled in the military lists; and afterwards, having shone forth in a life of virtue and temperate conduct, upon being perfected they received the grace of martyrdom as a prize of honour and meed of valour. And if it seems good, so that we may become more pleasing, let us take up in order all the deeds of the martyrs, bringing their contest, as it were, before the eyes of the present theatre.
Ἦν τι τάγμα στρατιωτικὸν παλαιὸν κατὰ τὴν γείτονα πόλιν παντὸς τοῦ ἔθνους πρὸς τὰς τῶν βαρβάρων ὁρμὰς προκαθήμενον· ἐκείνοις ἔκ τινος προϋπαρχούσης θεόθεν ἐπιφανείας, πλεῖον ἡ πίστις τῶν τακτικῶν ἐσπουδάζετο. Καὶ ἴσως οὐκ ἄκαιρον ἕν τι κατόρθωμα τῆς πίστεως τῶν ἀνδρῶν ἐκείνων ἐν παραδρομῇ διηγήσασθαι. Συστάντος γὰρ αὐτοῖς ποτε τοῦ πρὸς τοὺς βαρβάρους πολέμου, καὶ τῶν ἐπικαίρων πάντων προκαταληφθέντων ὑπὸ τῆς τῶν ἐναντίων στρατιᾶς, καὶ τῶν ὑδάτων ἐν τῇ τῶν ἐχθρῶν ἐξουσίᾳ γεγενημένων, εἰς ἔσχατον ἐλθόντες κίνδυνον, εἴτε δι' ἀπειρίαν τῶν τὰ ἡμέτερα στρατηγούντων, εἴτε διά τινα κρείττονα καὶ θειοτέραν οἰκονομίαν, ὡς ἂν μάλιστα καὶ διὰ τούτου φανείη τῶν Χριστιανῶν τὸ πρὸς τοὺς ἀλλοφύλους διάφορον· ἐπειδὴ οὐκ εἶχον ὅ τι χρήσονται τοῖς παροῦσι, καὶ πολλή τις ἦν ἡ ἀμηχανία, οὐδεμιᾶς αὐτοῖς πίδακος ἢ ἀποῤῥοίας ὑδάτων ἐμφαινομένης τῷ τόπῳ, καὶ κίνδυνος ἦν ὑποκύψαι τοῖς
There was an ancient military legion stationed in front of the whole nation at the neighbouring city against the onslaughts of the barbarians; among those men, owing to a certain prior divine manifestation from God, faith was pursued with greater zeal than military tactics. And perhaps it is not unseasonable to recount in passing one feat of the faith of those men. For when war against the barbarians had once broken out for them, and all the strategic positions had been seized beforehand by the enemy's army, and the water supplies had fallen under the power of the foes, having come into extreme peril—whether through the inexperience of those commanding our forces, or through some better and more divine dispensation, so that most of all through this also the difference between Christians and foreigners might shine forth—since they knew not how to deal with their present plight and their helplessness was great, no spring or stream of water appearing to them in the place, and there was danger of succumbing to the
PG 46:760Read from the page
ἐναντίοις ἐκπολιορκηθέντας τῷ δίψει· τότε καταλιπόντες οἱ γενναῖοι τὴν ἐκ τῶν ὅπλων βοήθειαν, ἔγνωσαν τὴν ἄμαχον καὶ ἀκαταγώνιστον ἐν τοῖς φοβεροῖς ἐπικαλέσασθαι συμμαχίαν. Ἀφέντες γὰρ ἐπὶ τοῦ στρατοπέδου τοὺς μήπω παραδεδεγμένους τὴν πίστιν, καὶ ἐφ' ἑαυτῶν ἰδιάσαντες, μιμοῦνται τὴν ἐπὶ Ἠλίου τοῦ προφήτου γενομένην θαυματουργίαν, κοινῇ τῇ φωνῇ καὶ συντεταγμένῃ λύσιν αὐτοῖς ἐξ ἀμηχάνων γενέσθαι τῆς συμφορᾶς αἰτησάμενοι. Καὶ οἱ μὲν ηὔχοντο· ἡ δὲ εὐχὴ παραχρῆμα ἔργον ἐγίνετο. Ἔτι γὰρ αὐτῶν τῇ γονυκλισίᾳ προσκαρτερούντων, πνεύματι βιαίῳ νεφέλη ποθὲν ἀποληφθεῖσα, μετέωρος ὑπὲρ τὸ τῶν πολεμίων στρατόπεδον ἵστατο· εἶτα βροντὰς ἐξαισίους ἐπικτυπήσασα, καὶ ἀστραπὰς φλογώδεις κατὰ τῶν ὑποκειμένων ἐξάψασα, κατεῤῥήγνυεν ὕδωρ ποταμῶν ἀφθονώτερον· ὥστε τοῖς μὲν ὑπεναντίοις, καὶ τῶν σκηπτῶν τὴν συνέχειαν, καὶ τὸ πλῆθος τῆς ἐπομβρίας αἴτιον γενέσθαι παντελοῦς καταφθορᾶς· τούτοις δὲ τοῖς διὰ τῶν εὐχῶν παραταξαμένοις, ἱκανὸν πρὸς ἀμφότερα γενέσθαι, πρός τε τὴν νίκην τῶν ἀντιτεταγμένων, καὶ πρὸς τὴν παραμυθίαν τῆς δίψης, τῆς τῶν χειμάῤῥων ἀποῤῥοῆς ἀφθόνως αὐτοῖς τὸν πότον χορηγούσης. Τούτοις τοίνυν συνετάχθη ὁ ἡμέτερος τῆς στρατιᾶς χορὸς, ἀπ' ἐκείνων τῶν διηγημάτων καὶ αὐτοὶ περὶ τὴν πίστιν κυρωθέντες, καὶ τοῖς ὁμοίοις ἐντραφέντες ἐπιτηδεύμασιν, εἰς τοσοῦτον μεγαλοφυΐας ἐπήρθησαν, ὥστε τῷ περιόντι τῆς ἀρετῆς καθ ἑαυτῶν ἀναστῆσαι τὸν φθόνον. Καθάπερ γὰρ ἐπὶ τῶν νῦν ὑπαναγνωσθέντων ἡμῖν ἐκ τῆς τοῦ Ἰὼβ ἱστορίας ἐμάθομεν, ὅτι ἀδίκημα ἑαυτοῦ ἐποίει ὁ ἀντίπαλος τῆς ἀνθρωπίνης ζωῆς τὴν τοῦ Ἰὼβ εὐδοκίμησιν, καὶ διὰ τοῦτο ἐξητεῖτο πρὸς αἰκισμὸν, ὅτι ἐλύπει αὐτὸν ὁ Ἰὼβ, ἀληθινὸς καὶ δίκαιος καὶ ἄμεμπτος ὤν· τὸν αὐτὸν τρόπον εἶδε πονηρῷ τῷ ὀφθαλμῷ ὁ τοῖς ἀγαθοῖς ἐπιφυόμενος τοὺς μεγάλους τούτους ἀγωνιστὰς, καὶ οὐκ ἤνεγκε πολιὰν ἠθῶν ἐν ἡλικίας νεότητι βλέπων. Εἶδε σωμάτων ἄνθος, ἐν σωφροσύνῃ κοσμούμενον· εἶδεν ἐνόπλιόν τινα χοροστασίαν, διὰ τῆς στρατιᾶς αὐτοὺς τῷ Θεῷ χορεύοντας, καλοὺς προσιδεῖν, βλοσυροὺς τὸ ὄμμα, γαύρους τὸ φρόνημα, τάχος ποδῶν, περιουσίαν δυνάμεως, συμμετρίαν μελῶν, ἐν πᾶσι τοῖς προσοῦσιν αὐτοῖς προτερήμασι τὴν τῆς ψυχῆς ἀρετὴν τῆς σωματικῆς εὐκληρίας ὑπεραστράπτουσαν. Ἐμπεριπατεῖ καὶ δι' ἐκείνων τῷ φθόνῳ, ὁ ἐμπεριπατῶν τὴν οἰκουμένην. Εἶδεν οὐχ ἕνα ἄνθρωπον ἀληθινὸν, ἀλλὰ σύστημα θεῖον τοσούτων ἀνθρώπων, πάντων ἀληθινῶν, δικαίων, θεοσεβῶν· ἐξαιτεῖται κἀκείνους εἰς τὸ ἴδιον βούλημα. Καὶ πρῶτον μὲν εἰδωλομανοῦντι τῷ τῆς στρατιᾶς ἄρχοντι σύμβουλος γίνεται, μὴ ἂν ἄλλως ὑπερσχεῖν τῆς κατὰ τῶν βαρβάρων νίκης, εἰ μὴ τοὺς τὸ ὄνομα τοῦ Χριστοῦ προσκυνοῦντας προθύσαιτο.
besieged by the adversaries with thirst; then those noble men, abandoning the aid from weapons, resolved to invoke the invincible and unconquerable alliance in terrors. For leaving behind in the camp those who had not yet received the faith, and separating by themselves, they imitate the miraculous wonder wrought in the time of Elijah the prophet, asking with a common and ordered voice that deliverance from their calamity might come to them out of helplessness. And they indeed prayed; and the prayer straightway became deed. For while they were still persevering in kneeling, a cloud caught up from somewhere by a violent wind stood aloft above the camp of the enemies; then, crashing extraordinary thunders, and kindling fiery lightnings against those lying beneath, it burst forth water more abundant than rivers; so that to the opponents, both the continuity of the thunderbolts and the abundance of the downpour became the cause of utter destruction; while to these who had arrayed themselves through prayers, it sufficed for both, both for victory over those arrayed against them, and for the relief of their thirst, the outflow of the torrents abundantly supplying drink to them. With these, therefore, our choir of the army was ranked; confirmed in the faith themselves also from those narratives, and nurtured in the like pursuits, they were lifted up to such greatness of nature as by the superabundance of their virtue to rouse envy against themselves. For just as in the things just now read aloud to us from the history of Job we learned that the adversary of human life counted the renown of Job an injury to himself, and on this account demanded him for torment, because Job grieved him, being true and righteous and blameless; in the same way he who fastens upon the good beheld with an evil eye these great contestants, and could not bear seeing hoariness of morals in youth of age. He beheld a flower of bodies, adorned in temperance; he beheld a certain armed choral band, dancing to God through the army, fair to look upon, grim of eye, proud of spirit, swiftness of feet, abundance of strength, symmetry of limbs, in all the advantages belonging to them the virtue of the soul outshining bodily good fortune. He walks about through them also in envy, he who walks about the inhabited earth. He beheld not one true man, but a divine company of so many men, all true, righteous, God-fearing; he demands them also for his own will. And first indeed he becomes a counsellor to the idol-mad commander of the army, that he would not otherwise prevail in the victory against the barbarians, unless he sacrificed beforehand those who worship the name of Christ.
Ἀναδειχθέντων δὲ τούτων ὡς τάχιστα διὰ τῆς ἀγαθῆς ὁμολογίας, καὶ αὐτομολούντων πρὸς τὴν διὰ τοῦ πάθους τελείωσιν, τὸ μὲν εὐθὺς ἐπαγαγεῖν τὸν διὰ τοῦ ξίφους θάνατον (ὥς τι φιλάνθρωπον) ὁ Ἐχθρὸς παρητήσατο, δεσμοῖς δὲ τοῖς ἐκ σιδήρου καταπιέσας,
And when these showed themselves most swiftly through the good confession, and went over of their own accord towards the perfection that is through suffering, the Enemy declined to bring upon them straightway death by the sword (as being something humane), but crushing them down with bonds of iron,
Notes, col. 760

On the reading

Printed καθ ἑαυτῶν, for καθ' ἑαυτῶν.