Ἄνδρες γὰρ, φησὶν, ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου. Οἱ μὲν τὴν συκοφαντίαν πιθανῶς συνέπλεκον· τῷ δὲ τὸ τῶν φονώντων συνέδριον, τῆς ἀληθείας φροντιστήριον ἦν. Οὐκ ἀπέκοπτε φόβῳ τὸν λόγον, οὐδὲ πάρετος πρὸς τὴν ἐλπίδα τῶν κινδύνων ἐγίνετο, οὐδὲ πρὸς τὸν θάνατον ἔβλεπεν· ἀλλ' ἐπὶ τὸ ὕψος τὴν ψυχὴν ἔχων, καὶ τὰ ἐν ποσὶ πάντα περιορῶν, ὡς παιδία μάτην ἀφραίνοντα, ἐπαιδαγώγει τῷ λόγῳ, τοῖς παρ' αὐτῶν ἐκείνων πιστευομένοις εἰς ἀπόδειξιν τοῦ πεπλανῆσθαι αὐτοὺς περὶ τῶν δογμάτων συγχρώμενος. Ἀβραὰμ τῷ λόγῳ παράγεται καὶ ἡ κατ' αὐτὸν ἱστορία πᾶσα δι' ὀλίγων ὑπ' ὄψιν ἄγεται· εἶτα ἡ τῶν ἐφεξῆς ἁγίων διαδοχή. Μωϋσῆς ἐπὶ τούτοις τικτόμενος, ἀνατρεφόμενος, παιδευόμενος, ἐπὶ τοῦ ὄρους μυσταγωγούμενος· μαστίζων τὴν Αἴγυπτον, τὸν Ἰσραὴλ διασώζων, τὸ κατὰ τὸν Κύριον προμηνύων μυστήριον. Ὅ καὶ μάλιστα συγκινεῖ τὸ συνέδριον, καὶ ἀναθερμαίνει τὴν νόσον, ὅτι καὶ Μωϋσῆς, οὗ δὴ προσεποιοῦντο ὑπερσπουδάζειν, συνήγορος τοῦ δόγματος ἀπεδείκνυτο. Ἐφ' ᾧ καὶ διαναστάντες, τὸ πέρας ἐπάγουσιν ἄξιον καὶ τῆς ἰδίας πικρίας, καὶ τῆς τοῦ Στεφάνου ἐπιθυμίας. Ὁ μὲν γὰρ ἐκβὰς τὴν φύσιν, καὶ πρὶν ἐκβῆναι τοῦ σώματος βλέπει τοῖς καθαροῖς ὀφθαλμοῖς τὰς οὐρανίας αὐτῷ πύλας διισταμένας, καὶ τὸ ἐντὸς τῶν ἀδύτων διαφαινόμενον, αὐτήν τε θείαν δόξαν, καὶ τὸ τῆς δόξης ἀπαύγασμα· καὶ τῆς μὲν Πατρικῆς δόξης, οὐδεὶς ὑπογράφεται χαρακτὴρ διὰ τοῦ λόγου· τὸ δὲ ἀπαύγασμα, ἐν τῷ ὀφθέντι τοῖς ἀνθρώποις εἴδει, τῷ ἀθλητῇ καθορᾶται, ὡς ἦν χωρητὸν τῇ ἀνθρωπίνῃ φύσει, οὕτω φαινόμενον. Ὁ μὲν οὖν ἔξω γεγονὼς τῆς ἀνθρωπίνης φύσεως, καὶ πρὸς τὴν ἀγγελικὴν μεταποιηθεὶς χάριν, ὡς καὶ αὐτοῖς εἶναι τοῖς μιαιφόνοις ἐν θαύματι, πρὸς τὴν τῶν ἀγγέλων ἀξίαν τοῦ περὶ τὸ πρόσωπον εἴδους ἀλλοιωθέντος, καὶ εἶδε τὰ ἀθέατα, καὶ τὴν ὀφθεῖσαν αὐτῷ χάριν ἐξεβόησεν. Οἱ δὲ συνέσχον τὰ ὦτα, καὶ τὸ διήγημα τῆς ὀπτασίας οὐ παρεδέχοντο, καλῶς τοῦτο γοῦν ἐν πᾶσι ποιήσαντες· οὐδὲ γὰρ ἦν ἀξία βεβήλων ἀκοὴ, θείας ἐμφανείας διηγήματα δέξασθαι. Ἐκεῖνος μὲν οὖν ἐκοινώνησε τοῖς παροῦσι τῆς χάριτος, εἰς τὸ κοινὸν ἐκεῖνα προτιθεὶς τῷ διηγήματι, ὧν κατὰ μόνας ἠξίωτο, Θεωρῶ, λέγων, τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ. Οἱ δὲ, κράξαντες φωνῇ μεγάλῃ, καὶ συσχόντες τὰ ὦτα, ὥρμησαν ὁμοθυμαδὸν ἐπ' αὐτόν. Καλῶς προσέθηκεν ἡ περὶ αὐτῶν ἱστορία τὴν κραυγὴν τοῖς ἔργοις, ἵνα δείξῃ τῆς προαιρέσεως αὐτῶν τὴν πρὸς τοὺς Σοδομίτας συγγένειαν. Καὶ γὰρ τὸ ἐκείνων ἀνόμημα κραυγὴ παρὰ τοῦ κρίνοντος ὠνομάσθη. Κραυγὴ γὰρ, φησὶ, Σοδόμων καὶ Γομόῤῥας ἀνῆλθε πρός με. Ἔκραξαν τοίνυν καὶ οὗτοι, ἵνα ἀκουσθῇ καὶ αὐτῶν ἡ ἐπὶ Στεφάνου κραυγή. Οὐ μὴν ἠγνόει ὁ ἀθλητὴς διὰ τῆς πικρίας τῶν μιαιφονούντων εὐεργετούμενος. Τῶ γὰρ
For, Men, says he, brethren and fathers, hearken unto me. They, on the one hand, were plausibly weaving their calumny; while to him the council of murderous men was a school of the truth. He did not cut short his discourse out of fear, nor did he grow slack before the expectation of dangers, nor did he look towards death; but holding his soul on high, and overlooking all things at his feet, he guided them like children foolishly raving by his discourse, making joint use of the things believed by those very men for a demonstration that they had gone astray concerning the doctrines. Abraham is brought forward in the discourse and the whole history concerning him is brought in brief before their sight; then the succession of the saints that followed in order. Moses after these being born, reared, educated, initiated into the mysteries upon the mountain; scourging Egypt, preserving Israel safe, forewarning of the mystery concerning the Lord. Which very thing above all stirs up the council, and rekindles their malady, because Moses too, for whom indeed they pretended to be exceedingly zealous, was shown forth as an advocate of the doctrine. Whereupon, rising up as well, they bring on the end worthy both of their own bitterness and of Stephen's desire. For he, having stepped outside nature, even before stepping out of the body beholds with pure eyes the heavenly gates parting wide for him, and that which shines through within the sanctuaries, both the divine glory itself and the radiance of the glory; and of the Paternal glory no impress is delineated through the discourse; whereas the radiance, in the form that appeared unto men, is beheld by the athlete, appearing in such wise as was capable of being contained by human nature. He, then, having come to be outside human nature, and having been transformed unto angelic grace, so as to be a marvel even to the murderers themselves, as the form around his countenance was altered unto the dignity of the angels, both saw things unseen and cried aloud the grace that had appeared to him. While they stopped their ears, and did not receive the narration of the vision, doing well in this one thing at least among all; for neither was the hearing of profane men worthy to receive narrations of a divine manifestation. He, then, gave those present a share in the grace, setting forth in common by his narration those things of which he had been counted worthy in private, saying: I behold the heavens opened, and the Son of Man standing at the right hand of God. But they, crying out with a loud voice, and stopping their ears, rushed with one accord upon him. Rightly did the history concerning them add the outcry to their deeds, that it might show the kinship of their purpose with the Sodomites. For their lawless deed too was named an outcry by Him Who judges. For the outcry, says He, of Sodom and Gomorrah has come up unto Me. These men too, therefore, cried out, that their outcry against Stephen might also be heard. Yet the athlete was not unaware that he was being benefited through the bitterness of his murderers. For with the