ναμιν ὢν, ἢ τῆς ἀγγελικῆς βοηθείας πλήρης γενόμενος, εἶδεν ἃ εἶδεν. Ἀλλὰ τί λέγει; Στέφανος δὲ, πλήρης ὢν Πνεύματος ἁγίου, εἶδε τὴν δόξαν τοῦ Θεοῦ καὶ τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν. Οὐ γὰρ ἔστι, καθώς φησιν ὁ Προφήτης, τὸ φῶς ὀφθῆναι, μὴ ἐν τῷ φωτὶ καθορώμενον. Ἐν γὰρ τῷ φωτί σου, φησὶν, ὀψόμεθα φῶς. Εἰ οὖν οὐκ ἐνδέχεται μὴ ἐν τῷ φωτὶ γενέσθαι τὴν τοῦ φωτὸς θεωρίαν· πῶς γὰρ ἔστιν ἀπιδεῖν εἰς τὸν ἥλιον ἔξω τῶν ἀκτίνων γενόμενον; ἐπεὶ οὖν ἐν τῷ φωτὶ τοῦ Πατρὸς, τουτέστιν ἐν τῷ Πνεύματι τῷ ἁγίῳ τῷ ἐκεῖθεν ἐκπορευομένῳ, τὸ Μονογενὲς καθορᾶται φῶς· διὰ τοῦτο προκαταυγασθεὶς τῇ δόξῃ τοῦ Πνεύματος, ἐν περινοίᾳ τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ δόξης γίνεται. Ἐπεὶ, πῶς τὴν εὐαγγελικὴν ἀπόφασιν ἀληθεύειν φήσομεν, ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε; Πῶς δὲ τὸν Ἀπόστολον μὴ ἐναντία τοῖς ἱστορηθεῖσι βοᾷν, ὅταν λέγει· Οὔτε τις εἶδεν αὐτὸν ἀνθρώπων, οὔτε ἰδεῖν δύναται; Εἰ γὰρ ἀνθρωπίνῃ φύσει τε καὶ δυνάμει, ἡ τοῦ Πατρός τε καὶ τοῦ Υἱοῦ δόξα χωρητὴ κατέστη· ψευδὴς πάντως, ὁ ἀχώρητον ἀνθρώποις ἀποφηνάμενος εἶναι τὸ θεῖον θέαμα. Ἀλλὰ μὴν οὔτε ἐκεῖνον ψεύδεσθαι, καὶ τὴν ἱστορίαν ἀληθεύειν ἐπάναγκες. Ἄρα φανερῶς ἡ κακουργία τῶν Πνευματομάχων πεφώραται, ὅτι τῷ ὁμοίῳ καθορᾶσθαι τὰ ὅμοια παρὰ τῆς Γραφῆς μεμαρτύρηται. Ὁ γὰρ Στέφανος οὐκ ἐν τῇ ἀνθρωπίνῃ φύσει τε καὶ δυνάμει μένων τὸ Θεῖον βλέπει· ἀλλὰ πρὸς τὴν τοῦ ἁγίου Πνεύματος χάριν ἀνακραθεὶς, δι' ἐκείνου ὑψώθη πρὸς τὴν τοῦ Θεοῦ κατανόησιν. Οὐκοῦν εἰ χωρὶς τοῦ Πνεύματος οὔτε Κύριον Ἰησοῦν ἔστιν εἰπεῖν, καθώς φησιν ὁ Ἀπόστολος, οὔτε τὴν Πατρικὴν δόξαν κατανοῆσαι· δέδεικται σαφῶς, ὅτι ὅπου τὸ Πνεῦμά ἐστιν, ἐκεῖ καὶ ὁ Υἱὸς καθορᾶται, καὶ ἡ Πατρικὴ δόξα καταλαμβάνεται. Ἀλλ' ἕτερον ἡμῖν ἐκ τῶν ἱστορηθέντων ὅπλον ἀσεβείας παρὰ τῶν Χριστομάχων προβάλλεται. Φασὶ γὰρ τὸ καταδεὲς τοῦ Μονογενοῦς διὰ τούτου σημαίνεσθαι. Τὸ γὰρ παρεστάναι αὐτὸν τῇ δεξιᾷ τοῦ Πατρὸς, ἀπόδειξιν ποιοῦνται τοῦ ὑποχείριον εἶναι τῇ τοῦ Πατρὸς ἐξουσίᾳ. Τί οὖν ὁ Παῦλος, πρὸς αὐτοὺς εἴποιμι ἄν; τί δὲ καὶ πρὸ ἐκείνου ὁ προφήτης Δαβὶδ, ἀμφότεροι τῇ διδασκαλίᾳ τοῦ Πνεύματος τὴν τοῦ Μονογενοῦς δόξαν ἐκδιηγούμενοι; Ὅ τε γὰρ Δαβίδ φησιν, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Ὁ δὲ Ἀπόστολος ἐν δεξιᾷ τοῦ θρόνου τοῦ Θεοῦ κεκαθικέναι λέγει τὸν Κύριον. Εἰ οὖν ἡ στάσις τῆς ἐλαττώσεως, ἡ καθέδρα πάντως τῆς ὁμοτιμίας ἐστὶ σημεῖον, ἢ τοίνυν παραγραφέσθωσαν τὰς θεοπρεπεῖς μαρτυρίας, δι' ὧν τὸ ὑψηλὸν τῆς δεξιᾶς διασημαίνεται, ἢ καὶ ταύτην εὐσεβῶς ἐκδεχέσθωσαν. Εἷς γὰρ ἐφ' ἑκάστου τῶν εἰρημένων διδάσκαλος, ἡ τοῦ Πνεύματος χάρις. Ὁ μὲν γὰρ Στέφανος, πλήρης ὢν Πνεύματος ἁγίου, εἶδέ τε ἃ εἶδε· καὶ ἃ εἶδεν, ἐφθέγξατο. Ὁ δὲ Δαβὶδ, ἐν Πνεύματι αὐτὸν καλεῖ Κύριον, καθὼς λέγει τὸ Εὐαγγέλιον. Παῦλος δὲ, καθὼς αὐτὸς ἐκεῖνός φησιν, ἐν Πνεύματι λαλεῖ τὰ μυστήρια. Εἰ οὖν εἷς ὁ διδάσκαλος, οὐδεμίαν πρὸς ἑαυτὸν διαφωνίαν ἔχων
er, or having become full of angelic aid, saw the things that he saw. But what does it say? But Stephen, being full of the Holy Spirit, saw the glory of God and the Only-begotten Son of God. For it is not possible, as the Prophet says, for the light to be seen unless it is beheld in the light. For in Thy light, says he, shall we see light. If, then, it is impossible for the contemplation of the light to come to pass save in the light—for how is it possible for one who has come to be outside the rays to gaze upon the sun?—since, then, in the light of the Father, that is to say in the Holy Spirit Who proceeds from thence, the Only-begotten Light is beheld; on this account, having been illumined beforehand by the glory of the Spirit, he comes to an apprehension of the glory of the Father and of the Son. Otherwise, how shall we say that the evangelical declaration speaks truly, that No man has seen God at any time? And how does the Apostle not cry out things contrary to what has been recorded, when he says: Whom no man has seen, nor is able to see? For if the glory of the Father and of the Son proved capable of being contained by human nature and power, false by all means is he who declared the divine spectacle to be uncontainable by men. Yet surely it is of necessity both that he does not lie and that the history speaks truly. Therefore the malice of the Pneumatomachi has been manifestly detected, because it is witnessed by Scripture that like things are beheld by like. For Stephen does not behold the Divine while remaining in human nature and power; but having been mingled with the grace of the Holy Spirit, through Him he was exalted unto the comprehension of God. Wherefore, if apart from the Spirit it is possible neither to call Jesus Lord, as the Apostle says, nor to comprehend the Paternal glory, it has been clearly shown that where the Spirit is, there both the Son is beheld and the Paternal glory is apprehended. Yet another weapon of impiety out of the things recorded is put forward against us by the Christomachi. For they say that the inferiority of the Only-begotten is signified through this. For His standing beside the right hand of the Father they make a demonstration of His being subject to the authority of the Father. What, then, does Paul say, I might say towards them; and what also before him the prophet David, both setting forth in full the glory of the Only-begotten by the teaching of the Spirit? For David says: The Lord said unto my Lord: Sit at My right hand. While the Apostle says that the Lord has sat down at the right hand of the throne of God. If, then, standing is a sign of diminution, whereas the seat is by all means a sign of equality of honour, either let them strike out the God-befitting testimonies through which the loftiness of the right hand is signified, or let them receive this also piously. For one is the Teacher over each of those spoken of, the grace of the Spirit. For Stephen, being full of the Holy Spirit, both saw the things that he saw, and uttered the things that he saw. While David in the Spirit calls Him Lord, as the Gospel says. And Paul, as that very man himself says, speaks the mysteries in the Spirit. If, then, one is the Teacher, having no discord towards Himself