Migne Reading Room

PG 46 · cols. 577–588 · Read from the page

On the Baptism of Christ

On the Baptism of Christ

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:577Read from the page
Νῦν γνωρίζω τὴν ἐμὴν ἀγέλην, σήμερον βλέπω σχῆμα τῆς Ἐκκλησίας τὸ σύνηθες, ἡνίκα καὶ τῶν σαρκικῶν φροντίδων τὴν ἀσχολίαν μισήσαντες, ἀκεραίῳ τῷ πληρώματι πρὸς τὴν θεραπείαν τοῦ Θεοῦ συνεδράμετε· καὶ στενοχωρεῖ μὲν ὁ λαὸς τὸν οἶκον, εἴσω τῶν ἱερῶν ἀδύτων γινόμενος· πληροῖ δὲ τὸν ἔξω χῶρον ἐν τοῖς προτεμενίσμασιν, ὅσον οὐ χωρεῖται παρὰ τῶν ἔνδον, κατὰ τὴν εικόνα τῶν μελισσῶν. Αἱ μὲν γὰρ ἔνδον ἐργάζονται, αἱ δὲ ἔξωθεν περιβομβοῦσι τὸ σμῆνος. Οὕτως οὖν ποιεῖτε, ὦ παῖδες, καὶ μήποτε ταύτην τὴν σπουδὴν ἀπολίπητε. Πάθος γὰρ ὁμολογῶ πάσχων ποιμαντικὸν, καὶ βούλομαι ἐπὶ τῆς ὑψηλῆς ταύτης καθήμενος σκοπιᾶς, κύκλῳ περὶ τοὺς πρόποδας τῆς κορυφῆς βλέπειν ἠθροισμένον τὸ ποίμνιον· καὶ οὕτως μοι συμβαίνει, προθυμίας τε ἐμπίπλαμαι θαυμαστῆς, καὶ κάμνω τὸν λόγον ἡδέως, ὡς οἱ ποιμένες τὰ μέλη τὰ νομαῖα. Ὅταν δὲ ἑτέρως ἔχῃ, καὶ τὴν ἔξω πλάνην ἦτε πλανώμενοι, ὡς ὑπόγυιον ἐπὶ τῆς παρελθούσης Κυριακῆς πεποιήκατε, σχετλιάζω πολλὰ, καὶ τὴν σιωπὴν ἀσπάζομαι· βουλεύομαι δὲ τὴν ἐνθένδε φυγὴν, καὶ ζητῶ τὸν Ἠλίου τοῦ προφήτου Κάρμηλον, ἤ τινα πέτραν ἀοίκητον. Φίλον γάρ πως τοῖς ἀθυμοῦσι τὸ ἄμικτον καὶ φιλέρημον. Νῦν δὲ βλέπων ὑμᾶς σὺν αὐτοῖς τοῖς γένεσιν ἀθρόως πανηγυρίζοντας, ὑπομιμνήσκομαι λογίου προφητικοῦ, ὃ πόῤῥωθεν Ἠσαΐας ἀνύμνησε, τὴν εὔτεκνον καὶ πολύπαιδα προαναφωνῶν Ἐκκλησίαν. Τίνες, φησὶν, οἵδε; ὡς νεφέλαι πέτονται, καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς ἐπ' ἐμέ. Οὐ μὴν ἀλλὰ πρὸς τούτοις κἀκεῖνο, Στενός μοι ὁ τόπος· ποίησόν μοι τόπον, ἵνα κατοικήσω. Ταῦτα γὰρ ἡ τοῦ Πνεύματος δύναμις εἰς τὴν πολυάνθρωπον τοῦ Θεοῦ Ἐκκλησίαν ἐθέσπισεν, ἣ χρόνοις ὕστερον ἔμελλεν ἐπ' ἄκρων τῆς γῆς εἰς ἄκρα πληρώσειν τὴν οἰκουμένην ἅπασαν. Ἦκε τοίνυν ἄγων καὶ περιφέρων ὁ χρόνος μνήμην ἁγίων μυστηρίων, καθαιρόντων τὸν ἄνθρωπον, ἃ καὶ τὴν δυσέκνιπτον ἁμαρτίαν ἀποῤῥύπτει τῆς ψυχῆς καὶ τοῦ σώματος· ἐπανάγει δὲ ποὸς
Now I recognize my own flock, today I behold the accustomed form of the Church, when, having hated the business of carnal cares also, you have run together in your unimpaired fulness towards the service of God; and the people crowd the house as they come within the sacred sanctuaries, while as many as are not contained by those within fill the outer space in the forecourts, after the image of bees. For some labour within, while others hum round the hive without. Do thus, therefore, O children, and never abandon this zeal. For I confess that I feel a pastoral affection, and I wish, sitting upon this lofty watch-tower, to behold the flock gathered in a circle round the foot-hills of the summit; and when it so befalls me, I am filled with marvellous eagerness, and I labour gladly at the discourse, as shepherds at their pastoral strains. But whenever it is otherwise, and you wander the outward wandering, as you recently did upon the past Lord's Day, I am sorely grieved, and embrace silence; and I take counsel to flee hence, and seek the Carmel of Elijah the prophet, or some uninhabited rock. For the unmingled and desert-loving life is somehow dear to the disheartened. Now, however, beholding you keeping festival in throngs together with your very households, I am reminded of a prophetic oracle which Isaiah sang from afar, proclaiming beforehand the Church blest with fair and numerous children. Who, he says, are these? As clouds they fly, and as doves with their young ones unto me. Nay more, besides these things there is that saying also: The place is too narrow for me; make place for me, that I may dwell. For the power of the Spirit divinely uttered these things with regard to the populous Church of God, which in later times was to fill the whole inhabited earth from the ends of the earth to its ends. Time, then, has come bringing and carrying round the remembrance of holy mysteries that cleanse man, which wash away from both soul and body even sin that is hard to wash out; and it brings us back towards
Notes, col. 577

On the reading

Printed εικόνα, for εἰκόνα.

Printed ποὸς, for πρὸς.

PG 46:580Read from the page
τὸ ἐξ ἀρχῆς κάλλος, ὅπερ ὁ ἀριστοτέχνης Θεὸς ἐφ' ἡμῖν διεπλάσατο. Καὶ διὰ τοῦτο ὁ μύστης λαὸς, οἱ πεπειραμένοι τῶν ἀγαθῶν τῆς ἡμετέρας πίστεως, ἠθροίσθητε· ἐπάγεσθε δὲ καὶ τὸν ἄπειρον ἔτι, οἷα πατέρες χρηστοὶ, μελέτῃ καὶ προσαγωγῇ ὁδηγοῦντες τοὺς ἀμυήτους πρὸς τὴν τελείαν τῆς εὐσεβείας κατάληψιν. Ἐγὼ δὲ ἀμφοτέροις συνήδομαι· τοῖς μὲν τελεσθεῖσιν, ὅτι μεγάλην δωρεὰν ἐπλουτήσατε· τοῖς δὲ ἀμυήτοις, ὅτι καλὴν προσδοκίαν ἐλπίζετε, ἄφεσιν εὐθυνῶν, λύσιν δεσμῶν, οἰκείωσιν πρὸς Θεὸν, παῤῥησίαν ἐλευθέριον, ἀντὶ δουλικῆς ταπεινότητος ἰσοτιμίαν τὴν πρὸς ἀγγέλους. Ταῦτα γὰρ ἡμῖν, καὶ εἴ τι τούτοις ἀκόλουθον, ἡ τοῦ λουτροῦ χάρις ἐγγυᾶται καὶ δίδωσι. Διὸ τὰς ἄλλας τῶν Γραφῶν ὑποθέσεις ἑτέροις καιροῖς ἀναθέμενοι, τῷ προκειμένῳ σκοπῷ παραμείνωμεν, τὰ οἰκεῖα καὶ πρόσφορα τῇ ἑορτῇ δωροφοροῦντες εἰς δύναμιν· φίλον γὰρ ἑκάστῃ πανηγύρει τὸ ἴδιον. Οὕτω γάμον μὲν ταῖς ἐπιθαλαμίοις ᾠδαῖς δεξιούμεθα· πένθει δὲ τὰ νενομισμένα τοῖς ἐπικηδ[ε]ίοις θρήνοις εἰσφέρομεν· ἐν πράγματι σπουδαιολογούμεθα· ἐν εὐωχίαις λύομεν τῆς ψυχῆς τὸ πεπυκνωμένον καὶ σύντονον· ἕκαστον δὲ καιρὸν τηροῦμεν τῶν ἀλλοτρίων ἀνεπιθόλωτον.
the beauty from the beginning, which God the supreme Artificer fashioned in us. And for this reason you, the initiated people, who have experienced the good things of our faith, have gathered together; and you bring along him also who is still unexperienced, like good fathers guiding the uninitiated by care and introduction towards the perfect apprehension of piety. And I rejoice with both: with those who have been initiated, because you have been enriched with a great gift; and with the uninitiated, because you hope for a fair expectation: remission of accounts, loosing of bonds, familiar fellowship towards God, free-born boldness of speech, instead of slavish lowliness equality of honour with the angels. For these things, and whatever else follows upon them, the grace of the laver both pledges and grants to us. Wherefore, deferring the other themes of the Scriptures to other seasons, let us abide by our proposed aim, bringing gifts akin and suited to the feast according to our power; for what is proper to it is dear to each festal assembly. Thus we welcome marriage with bridal songs; to mourning we contribute what is customary with funeral laments; in business we speak earnestly; at banquets we relax what is condensed and tense in the soul; and we keep each season untroubled by things foreign to it.
Ἐγεννήθη τοίνυν Χριστὸς, ὡς πρὸ ὀλίγων ἡμερῶν, ὁ πρὸ πάσης οὐσίας αισθητῆς τε καὶ νοητῆς γεννηθείς. Βαπτίζεται σήμερον παρὰ Ἰωάννου, ἵνα τὸν ἐῤῥυπωμένον ἀποκαθάρῃ, Πνεῦμα δὲ ἄνωθεν ἀγάγῃ, καὶ τὸν ἄνθρωπον εἰς οὐρανοὺς ἀνυψώσῃ· ἵνα ὁ πεσὼν διεγερθῇ, καὶ ὁ ῥίψας καταισχυνθῇ. Καὶ μὴ θαυμάσῃς, εἰ τοσοῦτον ἐγίνετο τῷ Θεῷ τὸ καθ' ἡμᾶς περισπούδαστον, ἵνα καὶ αὐτουργήσῃ τοῦ ἀνθρώπου τὴν σωτηρίαν. Μετὰ μερίμνης γὰρ τῆς τοῦ κακουργοῦντος ἐπεβουλεύθημεν, μετὰ φροντίδος δὲ τοῦ Δημιουργοῦ σωζόμεθα. Καὶ ὁ μὲν μοχθηρὸς καὶ βάσκανος κατὰ τοῦ γένους ἡμῶν τὴν ἁμαρτίαν καινοτομῶν, ἄξιον τῆς ἑαυτοῦ γνώμης προκάλυμμα τὸν ὄφιν ἐσύρετο, ὁ ἀκάθαρτος τῷ ὁμοίῳ ἐπεισελθὼν, ὁ γήϊνος καὶ χθόνιος τὴν προαίρεσιν ἐνοικήσας τῷ ἑρπετῷ. Χριστὸς δὲ ὁ τὴν ἐκείνου πονηρίαν ἐπανορθῶν, τέλειον ἀναλαμβάνει τὸν ἄνθρωπον, καὶ σώζει τὸν ἄνθρωπον, καὶ γίνεται πάντων ἡμῶν τύπος καὶ χαρακτὴρ, ἵν' ἑκάστης πράξεως ἁγιάσῃ τὴν ἀπαρχὴν, καὶ τὸν ζῆλον τῆς παραδόσεως ἀναμφίβολον καταλίπῃ τοῖς δούλοις. Βάπτισμα τοίνυν ἐστὶν ἁμαρτιῶν κάθαρσις, ἄφεσις πλημμελημάτων, ἀνακαινισμοῦ καὶ ἀναγεννήσεως αιτία. Ἀναγέννησιν δὲ νόησον, ἐννοίᾳ θεωρουμένην, ὀφθαλμοῖς οὐ βλεπομένην. Οὺ γὰρ ὄντως κατὰ τὸν Ἑβραῖον Νικόδημον, καὶ τὴν ἐκείνου παχυτέραν διάνοιαν τὸν πρεσβύτην ἐναλλάξομεν εἰς παιδίον· οὔτε τὸν ῥυσὸν καὶ πεπολιωμένον εἰς ἁπαλὸν καὶ νέον μετασκευάσομεν, ἂν πάλιν εἰς τὴν γαστέρα τῆς μητρὸς τὸν ἄνθρωπον ἐπανάξομεν· ἀλλὰ τὸν κατεστιγμένον ταῖς ἁμαρτίαις, καὶ κακοῖς ἐπιτηδεύμασιν ἐμπαλαιωθέντα χάριτι βασιλικῇ ἐπανάγομεν εἰς τὸ τοῦ βρέφους ἀνεύθυνον. Ὡς γὰρ τὸ εὐθύτοκον παι-
Christ, then, was born, as a few days ago—He Who was begotten before every essence both perceptible to sense and intelligible. He is baptized today by John, that He might cleanse widely him who had been defiled, and bring down the Spirit from above, and exalt man into the heavens; that he who had fallen might be raised up, and he who had cast him down might be put to shame. And do not marvel if our state became a matter of such earnest concern to God that He wrought man's salvation even with His own hand. For with the anxious care of the evil-doer were we plotted against, and with the solicitude of the Fashioner are we saved. And that wicked and envious one, innovating sin against our race, trailed along the serpent as a veil worthy of his own purpose, the unclean stealing in upon his like, he who was earthly and chthonic in choice taking up his abode in the reptile. But Christ, setting right that one's wickedness, takes up the perfect man, and saves man, and becomes the pattern and stamp of us all, that He might sanctify the first-fruits of every action, and leave to His servants an unquestionable zeal for the tradition. Baptism, then, is a cleansing of sins, a remission of trespasses, a cause of renewal and regeneration. And understand regeneration as beheld by thought, not seen with eyes. For we shall not in truth, according to the Hebrew Nicodemus and that man's grosser understanding, change the old man into a little child; nor shall we refashion him who is wrinkled and grey-haired into one tender and young, if we bring the man back again into his mother's belly; but him who is branded with sins, and grown old in evil practices, we bring back by royal grace to the guiltlessness of the babe. For just as the newborn lit-
Notes, col. 580

On the reading

Printed αισθητῆς, for αἰσθητῆς.

Printed αιτία, for αἰτία.

Printed Οὺ, for Οὐ.

PG 46:581Read from the page
δίον ἐλεύθερόν ἐστιν ἐγκλημάτων καὶ τιμωριῶν, οὕτως καὶ ὁ τῆς ἀναγεννήσεως παῖς οὐκ ἔχει περὶ τίνος ἀπολογήσεται, βασιλικῇ δωρεᾷ τῶν εὐθυνῶν ἀφεθείς. Γαύτην δὲ τὴν εὐεργεσίαν οὐ τὸ ὕδωρ χαρίζεται (ἦν γὰρ ἂν πάσης τῆς κτίσεως ὑψηλότερον), ἀλλὰ Θεοῦ πρόσταγμα, καὶ ἡ τοῦ Πνεύματος ἐπιφοίτησις, μυστικῶς ἐρχομένη πρὸς τὴν ἡμετέραν ἐλευθερίαν. Ὕδωρ δὲ ὑπηρετεῖ πρὸς ἔνδειξιν τῆς καθάρσεως. Ἐπειδὴ γὰρ εἰώθαμεν ῥύπῳ καὶ βορβόρῳ τὸ σῶμα καθυβρισθὲν ὕδατι νίπτοντες καθαρὸν ἀποφαίνειν, διὰ τοῦτο καὶ ἐπὶ τῆς μυστικῆς πράξεως αὐτὸ προσλαμβάνομεν, τῷ αἰσθητῷ πράγματι τὴν ἀσώματον δηλοῦντες λαμπρότητα. Μᾶλλον δὲ, εἰ δοκεῖ, καὶ λεπτότερον προσκαρτερήσωμεν τῇ περὶ τοῦ λουτροῦ ζητήσει, οἷον ἐκ πηγῆς τινος ἀρξάμενοι τοῦ Γραφικοῦ παραγγέλματος· Ἐὰν μή τις γεννηθῇ, φησὶν, ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Διὰ τί τὰ δύο, καὶ οὐχὶ μόνον τὸ Πνεῦμα αὔταρκες ἐνομίσθη πρὸς τὴν συμπλήρωσιν τοῦ βαπτίσματος; Σύνθετος ὁ ἄνθρωπος, καὶ οὐχ ἁπλοῦς, ὡς ἀκριβῶς ἐπιστάμεθα· καὶ διὰ τοῦτο τῷ διπλῷ καὶ συνεζευγμένῳ τὰ συγγενῆ καὶ ὅμοια φάρμακα πρὸς θεραπείαν ἀπεκληρώθη· σώματι μὲν τῷ φαινομένῳ, ὕδωρ τὸ αἰσθητόν· ψυχῇ δὲ τῇ ἀοράτῳ, Πνεῦμα τὸ ἀφανὲς, πίστει καλούμενον, ἀῤῥήτως παραγινόμενον. Τὸ γὰρ Πνεῦμα, ὅπου θέλει, πνεῖ· καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Εὐλογεῖ τὸ σῶμα τὸ βαπτιζόμενον, καὶ τὸ ὕδωρ τὸ βαπτίζον. Διὸ μὴ καταφρονήσῃς τοῦ θείου λουτροῦ, μηδὲ ὡς κοινὸν αὐτὸ ἐξευτελίσῃς, διὰ τὴν χρῆσιν τοῦ ὕδατος. Τὸ γὰρ ἐνεργοῦν μέγα, καὶ ἀπ' ἐκείνου θαυμαστὰ γίνεται τὰ τελούμενα. Ἐπεὶ καὶ τὸ θυσιαστήριον τοῦτο τὸ ἅγιον, ᾧ παρεστήκαμεν, λίθος ἐστὶ κατὰ τὴν φύσιν κοινὸς, οὐδὲν διαφέρων τῶν ἄλλων πλακῶν, αἳ τοὺς τοίχους ἡμῶν οἰκοδομοῦσι, καὶ καλλωπίζουσι τὰ ἐδάφη. Ἐπειδὴ δὲ καθιερώθη τῇ τοῦ Θεοῦ θεραπείᾳ, καὶ τὴν εὐλογίαν ἐδέξατο, ἔστι τράπεζα ἁγία, θυσιαστήριον ἄχραντον, οὐκέτι παρὰ πάντων ψηλαφώμενον, ἀλλὰ μόνον τῶν ἱερέων, καὶ τούτων εὐλαβουμένων. Ὁ ἄρτος πάλιν ἄρτος ἐστὶ τέως κοινός· ἀλλ' ὅταν αὐτὸν τὸ μυστήριον ἱερουργήσῃ, σῶμα Χριστοῦ λέγεταί τε καὶ γίνεται. Οὕτως τὸ μυστικὸν ἔλαιον, οὕτως ὁ οἶνος· ὀλίγου τινὸς ἄξια ὄντα πρὸ τῆς εὐλογίας, μετὰ τὸν ἁγιασμὸν τὸν τοῦ Πνεύματος, ἑκάτερον αὐτῶν ἐνεργεῖ διαφόρως.
tle child is free from charges and punishments, so also the child of regeneration has naught concerning which he shall make defence, having been released from accounts by royal gift. Yet this benefit it is not the water that bestows (for then it would be loftier than all creation), but the ordinance of God, and the visitation of the Spirit, coming mystically towards our freedom. And water ministers towards the manifestation of the cleansing. For since we are accustomed by washing with water the body outraged by filth and mire to render it clean, for this reason we take it to ourselves in the mystical action also, signifying by the perceptible thing the incorporeal brightness. Nay rather, if it seems good, let us persevere even more subtly in the inquiry concerning the laver, beginning as if from some fountain from the Scriptural injunction: Unless a man be born, He says, of water and the Spirit, he cannot enter into the kingdom of God. Why were the two, and not the Spirit alone, deemed self-sufficient towards the completion of baptism? Man is compounded, and not simple, as we know accurately; and for this reason to him who is double and yoked together, kindred and like medicines were allotted towards healing: for the visible body, perceptible water; and for the invisible soul, the unseen Spirit, invoked by faith, coming unutterably. For the Spirit breathes where He wills, and you hear His voice, yet you do not know whence He comes, and whither He goes. He blesses the body that is baptized, and the water that baptizes. Wherefore do not despise the divine laver, nor hold it cheap as common on account of the use of water. For that which works is great, and marvellous are the things accomplished from it. Since this holy altar also, beside which we stand, is by nature a common stone, differing in naught from the other slabs which build our walls and adorn our pavements. Yet since it was consecrated to the service of God, and received the blessing, it is a holy table, an undefiled altar, no longer handled by all, but only by the priests, and even by these with reverence. The bread again is hitherto common bread; but when the mystery sacrificially consecrates it, it is both called and becomes the body of Christ. So the mystical oil, so the wine: though worth some little thing before the blessing, after the sanctification of the Spirit, each of them works differently.
Ἡ αὐτὴ δὲ τοῦ λόγου δύναμις, καὶ τὸν ἱερέα ποιεῖ σεμνὸν καὶ τίμιον, τῇ καινότητι τῆς εὐλογίας τῆς πρὸς τοὺς πολλοὺς κοινότητος χωριζόμενον. Χθὲς γὰρ καὶ πρώην εἷς ὑπάρχων τῶν πολλῶν καὶ τοῦ δήμου, ἀθρόον ἀποδείκνυται καθηγεμὼν, πρόεδρος, διδάσκαλος εὐσεβείας, μυστηρίων λανθανόντων μυσταγωγός· καὶ ταῦτα ποιεῖ, μηδὲν τοῦ σώματος ἢ τῆς μορφῆς ἀμειφθείς· ἀλλ' ὑπάρχων κατὰ τὸ φαινόμενον ἐκεῖνος ὃς ἦν, ἀοράτῳ τινὶ δυνάμει καὶ χάριτι τὴν
And the same power of the word makes the priest also venerable and honourable, separated by the newness of the blessing from commonality with the many. For though yesterday and the day before he was one of the many and of the common people, all at once he is shown forth a leader, a president, a teacher of piety, a mystagogue of hidden mysteries; and these things he does without being changed at all in body or in form; but while being in outward appearance the same man that he was, by some invisible power and grace
Notes, col. 581

On the reading

Printed Γαύτην, for Ταύτην.

PG 46:584Read from the page
ἀόρατον ψυχὴν μεταμορφωθεὶς πρὸς τὸ βέλτιον. Καὶ οὕτως ἐπὶ πολλὰ τῶν πραγμάτων φέρων τὸν νοῦν, εὐκαταφρόνητα μὲν ὄψει τὰ φαινόμενα, μεγάλα δὲ τὰ ἀπ' ἐκείνων τελούμενα· καὶ μάλιστα, ὅταν ἐκ τῆς παλαιᾶς ἱστορίας ἀναλέξῃ τὰ συγγενῆ τοῦ ζητουμένου καὶ ὅμοια. Τοῦ Μωϋσέως ἡ ῥάβδος ἦν καρυΐνη. Καὶ τί γὰρ ἄλλο, ἢ ξύλον κοινὸν, ὃ πᾶσα χεὶρ κόπτει καὶ φέρει, ῥυθμίζει τε πρὸς τὸ δοκοῦν, καὶ τῷ πυρὶ κατ' ἐξουσίαν δίδωσιν; Ἡνίκα δὲ ὁ Θεὸς ἠθέλησεν ἐπιτελέσαι δι' ἐκείνης τὰ ὑψηλὰ καὶ τοῦ λόγου κρείττονα θαύματα, μετεβάλλετο τὸ ξύλον εἰς ὄφιν. Καὶ πάλιν ἑτέρωθι τύπτων τὰ ὕδατα, ποτὲ μὲν αἷμα τὸ ὕδωρ ἐποίει, ποτὲ δὲ βατράχων γονὴν ἀνέβλυζεν ἄπειρον. Καὶ πάλιν τὴν θάλατταν ἔτεμνε μέχρι βυθῶν διακοπτομένην καὶ μὴ συῤῥέουσαν. Ὁμοίως ἑνὸς τῶν προφητῶν μηλωτὴ, αἰγὸς οὖσα δέρμα, λόγον τῆς οἰκουμένης τὸν Ἐλισσαῖον ειργάσατο. Τὸ δὲ τοῦ σταυροῦ ξύλον, πᾶσιν ἀνθρώποις ἐστὶ σωτήριον, μέρος ὂν, ὡς ἀκούω, εὐκαταφρονήτου φυτοῦ, καὶ τῶν πολλῶν ἀτιμοτέρου. Καὶ θάμνος βάτου τῷ Μωϋσεῖ τὰ θεοφάνεια ἔδειξε· καὶ τοῦ Ἐλισσαίου τὰ λείψανα νεκρὸν ἀνέστησε· καὶ πηλὸς τὸν τυφλὸν τὸν ἐκ κοιλίας ἐφώτισε. Καὶ ταῦτα πάντα ὕλαι τυγχάνοντα ἄψυχοι καὶ ἀναίσθητοι τοῖς μεγάλοις θαύμασιν ἐμεσίτευσαν, τὴν τοῦ Θεοῦ δεξάμενα δύναμιν. Κατὰ δὲ τὴν ὁμοίαν ἀκολουθίαν τῶν λογισμῶν, καὶ τὸ ὕδωρ οὐδὲν ἄλλο τυγχάνον ἢ ὕδωρ, ἀνακαινίζει τὸν ἄνθρωπον εἰς τὴν νοητὴν ἀναγέννησιν, τῆς ἄνωθεν χάριτος εὐλογούσης αὐτό.
transformed in his unseen soul towards what is better. And in thus bringing one's mind to bear upon many matters, the things that appear are contemptible to the sight, yet the things accomplished from them are great; and especially when from ancient history one gathers things akin and similar to the object of inquiry. The rod of Moses was of hazel-wood. And what else was it than common wood, which every hand cuts and carries, fashions as seems good, and gives over to the fire at its own authority? Yet when God willed to accomplish through it lofty wonders surpassing reason, the wood was changed into a serpent. And again elsewhere, striking the waters, at one time he made the water blood, and at another time he caused a boundless brood of frogs to gush forth. And again he clave the sea, sundered down to its depths and not flowing together. Likewise the sheepskin mantle of one of the prophets, being a goat's hide, made Elisha renowned throughout the inhabited world. And the wood of the cross is saving for all men, though it is a part, as I hear, of a contemptible plant, and one less honoured than most. And a bramble-bush showed to Moses the theophany; and the remains of Elisha raised a dead man; and clay illumined the man blind from the womb. And all these things, being inanimate and insensate matters, mediated great wonders when they received the power of God. And by the like sequence of reasonings, water also, being nothing else than water, renews man unto spiritual regeneration, when the grace from above blesses it.
Ἐὰν δέ μοι πάλιν διστάζων τις καὶ ἀμφιβάλλων πράγματα παρέχῃ, συνεχῶς ἐρωτῶν καὶ διαπυνθανόμενος, πῶς ὕδωρ ἀναγεννᾷ καὶ ἡ ἐπ' ἐκείνῳ τελουμένη μυσταγωγία, λέξω πρὸς αὐτὸν δικαιότατα· Στῆσόν μοι τὸν τρόπον τῆς γεννήσεως τῆς κατὰ σάρκα· κἀγώ σοι διηγήσομαι τῆς κατὰ ψυχὴν παλιγγενεσίας τὴν δύναμιν. Ἐρεῖς τυχὸν, ὥς τινα λόγον ἀποδιδούς· Σπέρματος αἰτία ποιεῖ τὸν ἄνθρωπον. Αὐτάκουε τοίνυν καὶ παρ' ἡμῶν, ὡς ὕδωρ εὐλογούμενον καθαίρει καὶ φωτίζει τὸν ἄνθρωπον. Ἄν δέ μοι πάλιν ἀνθυποκρούσῃς τὸ, πῶς; ἀντιβοήσομαί σοι σφοδρότερον· Πῶς ἡ ὑγρὰ καὶ ἄμορφος οὐσία, ἄνθρωπος γίνεται; Καὶ κατὰ πάσης τῆς κτίσεως οὕτως ὁ λόγος προβαίνων ἐφ' ἑκάστῳ πράγματι γυμνασθήσεται· πῶς οὐρανός; πῶς γῆ; πῶς θάλασσα; πῶς τὰ καθέκαστον; Πανταχοῦ γὰρ ὁ λογισμὸς τῶν ἀνθρώπων ἀπορῶν πρὸς τὴν εὕρεσιν, πρὸς ταύτην καταφεύγει τὴν συλλαβὴν, ὡς πρὸς καθέδραν οἱ τῷ βαδίζειν ἀδύνατοι. Καὶ ἵνα συνελὼν εἴπω, πανταχοῦ ἡ τοῦ Θεοῦ δύναμις καὶ ἐνέργεια ἀκατάληπτός ἐστι καὶ ἀτεχνολόγητος· ὑφιστῶσα μὲν εὐκόλως ἅπερ ἂν ἐθέλῃ, τὴν δὲ λεπτομερῆ γνῶσιν τῆς ἐνεργείας ἡμῖν ἀποκρύψασα. Διὸ καὶ ὁ μακάριος Δαβὶδ, ἐπιστήσας ποτὲ τὸν νοῦν τῇ μεγαλοπρεπείᾳ τῆς κτίσεως, καὶ θαύματος ἀπόρου πληρωθεὶς τὴν ψυχὴν, ἐκεῖνο τὸ παρὰ πάντων ᾀδόμενον ἀπεφθέγξατο· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Τὴν μὲν γὰρ σοφίαν ἐνενόησε· τὴν δὲ τέχνην τῆς σοφίας οὐχ εὗρεν.
And if again someone hesitating and doubting causes me trouble, continually asking and inquiring how water regenerates and the mystagogy accomplished upon it, I shall say to him most justly: Establish for me the manner of generation according to the flesh, and I too will recount to you the power of regeneration according to the soul. You will perhaps say, as though rendering some account: The cause of seed makes the man. Hear in turn, then, from us also, that water when blessed cleanses and illumines the man. And should you again retort to me that word, How? I will cry back to you more vehemently: How does the moist and formless substance become a man? And thus, advancing through the whole creation, the argument will be exercised over each matter: how heaven? how earth? how the sea? how each particular thing? For everywhere the reasoning of men, at a loss towards discovery, takes refuge in this syllable, as those unable to walk betake themselves to a seat. And to speak summarily, everywhere the power and operation of God is incomprehensible and beyond reduction to rules of art, easily bringing into subsistence whatsoever it wills, while hiding from us the minute knowledge of its operation. Wherefore the blessed David also, having once fixed his mind upon the magnificence of creation, and being filled in soul with inexplicable wonder, uttered that saying sung by all: How magnified are Thy works, O Lord! in wisdom hast Thou made them all. For the wisdom he perceived; yet the art of the wisdom he did not find.
Notes, col. 584

On the reading

Printed ειργάσατο, for εἰργάσατο.

Printed Αὐτάκουε, for Ἀντάκουε.

PG 46:585Read from the page
Καταλιπόντες τοίνυν τὸ ὑπὲρ δύναμιν ἀνθρωπικὴν πολυπραγμονεῖν, ἐκεῖνο μᾶλλον ζητήσωμεν, ὃ καὶ μερικὴν ὑποφαίνει κατάληψιν· Τίνος ἕνεκεν δι' ὕδατος ἡ κάθαρσις; καὶ πρὸς ποίαν χρείαν αἱ τρεῖς καταδύσεις παραλαμβάνονται; Ὃ τοίνυν καὶ οἱ Πατέρες ἐδίδαξαν, καὶ ὁ ἡμέτερος νοῦς συντιθέμενος κατεδέξατο, τοῦτο τυγχάνει· Τέσσαρα στοιχεῖα γνωρίζομεν, ἀφ' ὧν ὁ κόσμος ἔχει τὴν σύστασιν, γνώριμα πᾶσι, κἂν σιωπηθῇ τὰ ὀνόματα. Ει δὲ προσῆκε, διὰ τοὺς ἁπλουστέρους, καὶ τὰς προσηγορίας ειπεῖν· πῦρ καὶ ἀὴρ, γῆ καὶ ὕδωρ. Ὁ τοίνυν Θεὸς ἡμῶν καὶ Σωτὴρ, τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρῶν, τὸ τέταρτον τούτων ὑπῆλθε τὴν γῆν, ἵν' ἐκεῖθεν τὴν ζωὴν ἀνατείλῃ. Ἡμεῖς δὲ τὸ βάπτισμα παραλαμβάνοντες, εις μίμησιν τοῦ Κυρίου καὶ διδασκάλου καὶ καθηγεμόνος ἡμῶν, εἰς γῆν μὲν οὐ θαπτόμεθα (αὕτη γὰρ τοῦ νεκρωθέντος παντελῶς σώματος γίνεται σκέπη, τὴν ἀσθένειαν καὶ φθορὰν τῆς φύσεως ἡμῶν περιστέλλουσα); ἐπὶ δὲ τὸ συγγενὲς τῆς γῆς στοιχεῖον, τὸ ὕδωρ, ἐρχόμενοι, ἐκείνῳ ἑαυτοὺς ἐγκρύπτομεν, ὡς ὁ Σωτὴρ τῇ γῇ· καὶ τρίτον τοῦτο ποιήσαντες, τὴν τριήμερον ἑαυτοῖς τῆς ἀναστάσεως χάριν ἐξεικονίζομεν· καὶ ταῦτα ποιοῦμεν οὐ σιωπῇ παραλαμβάνοντες τὸ μυστήριον, ἀλλὰ τῶν τριῶν ἁγίων ὑποστάσεων ἐπιλεγομένων ἡμῖν, εἰς ἃς ἐπιστεύσαμεν, ἐφ' αἷς καὶ ἐλπίζομεν, ἐξ ὧν ἡμῖν καὶ τὸ νῦν εἶναι, καὶ τὸ πάλιν ἔσεσθαι περιγίνεται. Τάχα δυσχεραίνεις ὁ πρὸς τὴν δόξαν τοῦ Πνεύματος τολμηρῶς μαχόμενος, καὶ ζηλοτυπεῖς τὸν Παράκλητον τοῦ σεβάσματος, ᾧ παρὰ τῶν εὐσεβῶν σέβεται. Καταλιπὼν δὲ ἐμοὶ συμπλέκεσθαι, ἀντίστηθι ταῖς τοῦ Κυρίου φωναῖς, ει δύνασαι, αἳ τὴν ἐπίκλησιν τοῦ βαπτίσματος τοῖς ἀνθρώποις ἐνομοθέτησαν. Τί δέ φησι τὸ τοῦ Δεσπότου παράγγελμα; Βαπτίζοντες αὐτοὺς εις τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υιοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Πῶς εις τὸ ὄνομα τοῦ Πατρός; Ἐπειδὴ ἀρχὴ τῶν πάντων. Πῶς εἰς τὸν Υιόν; ἐπειδὴ δημιουργὸς τῆς κτίσεως. Πῶς εἰς τὸ Πνεῦμα τὸ ἅγιον; Ἐπειδὴ τελειωτικὸν τῶν πάντων. Ὑποκύπτομεν οὖν τῷ Πατρὶ, ἵνα ἁγιασθῶμεν· ὑποκύπτομεν καὶ Υιῷ, ἵνα αὐτὸ τοῦτο γένηται· ὑποκύπτομεν καὶ ἁγίῳ Πνεύματι, ἵνα τοῦτο γενώμεθα ὅπερ ἐστὶ καὶ λέγεται. Οὐκ ἔστι τοῦ ἁγιασμοῦ διαφορὰ, ὡς πλέον τοῦ Πατρὸς ἁγιάζοντος, ἔλαττον δὲ τοῦ Υιοῦ, ἧττον δὲ τῶν δύο τοῦ ἁγίου Πνεύματος. Διὰ τί οὖν τὰς τρεῖς ὑποστάσεις κατακερματίζεις εις διαφόρους φύσεις, καὶ τρεῖς ἐργάζῃ Θεοὺς ἀνομοίους ἀλλήλων, μίαν παρὰ πάντων καὶ τὴν αὐτὴν χάριν δεχόμενος;
Leaving aside, therefore, prying into what surpasses human power, let us rather inquire into that which affords at least a partial apprehension: For what sake is the cleansing through water? and for what need are the three immersions adopted? What, then, both the Fathers taught and our own mind, assenting, accepted is this: We recognize four elements out of which the world has its constitution, well known to all even if their names be passed over in silence. Yet if, for the sake of the simpler sort, it were fitting to state their appellations as well: fire and air, earth and water. Now our God and Saviour, fulfilling the dispensation on our behalf, went down beneath the fourth of these, the earth, that from thence He might cause life to spring up. And we, in receiving baptism in imitation of our Lord and Teacher and Guide, are not indeed buried in earth (for this becomes the shelter of the wholly deadened body, cloaking the weakness and corruption of our nature); but coming to the element akin to earth, water, we conceal ourselves in it, as the Saviour did in the earth; and having done this three times, we image forth for ourselves the three-day grace of the resurrection; and we do these things not receiving the mystery in silence, but while the three holy Hypostases are invoked over us, in Whom we have believed, upon Whom we also hope, and from Whom there accrues to us both our present being and our being hereafter again. Perhaps you chafe, you who rashly fight against the glory of the Spirit, and begrudge to the Paraclete the veneration wherewith He is revered by the devout. Yet cease grappling with me, and withstand the words of the Lord, if you can, which legislated for men the invocation of baptism. And what says the Master's command? Baptizing them into the name of the Father and of the Son and of the Holy Spirit. Why into the name of the Father? Because He is the principle of all things. Why into the Son? Because He is the Creator of creation. Why into the Holy Spirit? Because He is perfective of all things. We bow down, therefore, before the Father, that we may be sanctified; we bow down also before the Son, that this very same thing may come to pass; we bow down also before the Holy Spirit, that we may become that which He is and is called. There is no difference of sanctification, as though the Father sanctified more, the Son less, and the Holy Spirit less than the two. Why then do you chop up the three Hypostases into different natures, and fashion three Gods unlike one another, when you receive from all one and the same grace?
Ἐπειδὴ δὲ τὰ ὑποδείγματα ἐμψυχότερον ἀει πρὸς τοὺς ἀκούοντας τὸν λόγον ἐργάζεται, εικόνι βούλομαι παιδεῦσαι τῶν βλασφημούντων τὴν γνώμην, ἐκ τῶν γηΐνων καὶ ταπεινῶν σαφηνίζων τὰ μεγάλα, καὶ κατ' αἴσθησιν μὴ βλεπόμενα. Ει γάρ σοι συνέβη συμφορὰν
And since examples always render discourse more vivid to the hearers, I wish by an image to instruct the mind of those who blaspheme, making clear from earthly and lowly things the things that are great and not seen according to sense. For if there befell you a calamity
Notes, col. 585

On the reading

Printed Ει, for Εἰ.

Printed ειπεῖν, for εἰπεῖν.

Printed εις, for εἰς.

Printed ει, for εἰ.

Printed Υιοῦ, for Υἱοῦ.

Printed Υιόν, for Υἱόν.

Printed Υιῷ, for Υἱῷ.

Printed ἀει, for ἀεὶ.

Printed εικόνι, for εἰκόνι.

PG 46:588Read from the page
αἰχμαλωσίας ὑπομείναντι εἶναι παρὰ τοῖς πολεμίοις· δουλεύειν δὲ καὶ ταλαιπωρεῖσθαι, καὶ στένειν τὴν παλαιὰν ἐλευθερίαν ἣν εἶχες· ἀθρόον δὲ τρεῖς γνώριμοι καὶ πολῖται ἐν τῇ χώρᾳ τῶν σῶν δεσποτῶν καὶ τυράννων γενόμενοι ἠλευθέρωσάν σε τῆς ἐπικειμένης ἀνάγκης, λύτρα δόντες ἐξίσης, καὶ τὴν δαπάνην τῶν χρημάτων ἐξ ἰσομοιρίας πρὸς ἑαυτοὺς διελόμενοι· ἆρα τῆς χάριτος ἐκείνης τυχὼν, οὐκ ἂν ὁμοίως τοὺς τρεῖς ὡς εὐεργέτας ἑώρας, καὶ τῶν λύτρων τὴν ἀμοιβὴν ἐξ ἰσομοιρίας εισέφερες, κοινῆς ὑπὲρ σοῦ καὶ τῆς σπουδῆς καὶ τῆς δαπάνης γεγενημένης, ἄν περ δίκαιος ὑπάρχῃς τῆς εὐεργεσίας κριτής; Καὶ ταῦτα μὲν ὅσον ἐν ὑποδείγμασιν· οὐ γὰρ νῦν ἡμῖν σκοπὸς τὸν τῆς πίστεως ἀπευθύνειν λόγον. Πρὸς δὲ τὴν ἐνεστῶτα καιρὸν καὶ τὴν προκειμένην ὑπόθεσιν ἀναδράμωμεν. Εὑρίσκω γὰρ ὅτι τὴν τοῦ βαπτίσματος χάριν οὐ μόνον τὰ μετὰ τὸν σταυρὸν ἐκήρυξεν Εὐαγγέλια, ἀλλὰ καὶ πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου πανταχοῦ ἡ Παλαιὰ Γραφὴ τῆς παλιγγενεσίας ἡμῶν προετύπωσε τὴν εἰκόνα· οὐ τηλαυγῶς τὴν μορφὴν ἐμφανίζουσα, αἰνίγμασι δὲ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν προϋποφαίνουσα. Καὶ ὡς ὁ ἀμνὸς προεκηρύττετο καὶ ὁ σταυρὸς προεφητεύετο· οὕτω καὶ τὸ βάπτισμα πρακτικῶς καὶ λογικῶς ἐμηνύετο. Ἀναμνήσωμεν δὲ τοὺς φιλοκάλους τῶν τύπων· ἀπαιτεῖ γὰρ ὁ τῆς ἑορτῆς καιρὸς ὡς ἀναγκαίαν τὴν μνήμην. Ἡ Ἄγαρ ἡ παιδίσκη τοῦ Ἀβρὰμ, ἣν καὶ Παῦλος ἀλληγορεῖ πρὸς Γαλάτας διαλεγόμενος, ἐκπεμφθεῖσα τῆς οἰκίας τοῦ κυρίου, διὰ τὴν ὀργὴν τῆς Σάῤῥας (χαλεπὸν γὰρ ταῖς νομίμοις γυναιξὶν ὑποπτευομένη δούλη πρὸς τὸν δεσπότην) ἔρημος ἐφέρετο πρὸς ἔρημον γῆν, ὑπομάζιον ἔχουσα βρέφος τὸν Ἰσμαήλ. Ἐπειδὴ δὲ ἐν ἀπορίᾳ τῶν ἀναγκαίων γέγονεν, αὐτή τε ἐγγὺς ἦλθε θανάτου, καὶ πρό γε αὐτῆς τὸ παιδίον (τὸ γὰρ ὂν ἐν τῷ ἀσκῷ ὕδωρ ἐδαπανήθη· ἐπεὶ μηδὲ οἷόν τε τὴν Συναγωγὴν αὐτάρκειαν ἔχειν ζωῆς, τὴν τέως ἐν τοῖς τύποις διάγουσαν τῆς ἀεννάου πηγῆς)· ἄγγελος ἐκ τοῦ παραδόξου φαίνεται, καὶ δείκνυσιν αὐτῇ φρέαρ ὕδατος ζῶντος· κἀκεῖθεν ἀρυσαμένη, σώζει τὸν Ἰσμαήλ. Ὅρα τοίνυν τύπον μυστικόν· ὅπως εὐθὺς ἐξ ἀρχῆς δι' ὕδατος ζῶντος τῷ ἀπολλυμένῳ ἡ σωτηρία, οὐ πρότερον ὄντος, ἀλλὰ δι' ἀγγέλου κατὰ χάριν δοθέντος. Χρόνοις δὲ ὕστερον πάλιν γάμοις ἔδει καταζευχθῆναι τὸν Ἰσαὰκ, δι' ὃν καὶ ὁ Ἰσμαὴλ σὺν τῇ μητρὶ τῆς πατρικῆς ἑστίας ἠλάθη. Ἀποσταλεὶς δὲ ὁ οἰκέτης τοῦ Ἀβραὰμ προμνήστωρ, ὥστε τῷ κυρίῳ νυμφεύσασθαι, εὑρίσκει τὴν Ῥεβέκκαν ἐπὶ τοῦ φρέατος· καὶ γάμος, ὁ μέλλων ποιεῖν τὸ γένος Χριστοῦ, ἐπὶ ὕδατος ἔλαβε τὴν ἀρχὴν καὶ τὴν πρώτην συνθήκην. Οὐ μὴν ἀλλὰ καὶ αὐτὸς ὁ Ἰσαὰκ, ἡνίκα ταῖς ἀγέλαις ἐφεστήκει, πανταχοῦ τῆς ἐρημίας ὤρυσσε φρέατα, ἅπερ ἐνέφραττον καὶ κατεχώννυον οἱ ἀλλόφυλοι· εἰς τύπον τῶν εἰς ὕστερον ἀσεβῶν, ὅσοι τὴν τοῦ βαπτίσματος χάριν ἐκώλυον καὶ ἀνεστόμουν, ζυγομαχοῦντες πρὸς τὴν ἀλήθειαν. Ἀλλ' ὅμως οἱ μάρτυρες καὶ οἱ ιερεῖς φρεωρυχοῦντες ἐνίκησαν, καὶ πᾶσαν τὴν
of captivity, when you had endured being among the enemies, and were enslaved and suffering hardship, and groaning after the ancient freedom which you once held; and suddenly three acquaintances and fellow-citizens, coming into the land of your masters and tyrants, set you free from the pressing necessity, giving ransom equally and dividing the outlay of money in equal shares among themselves: having obtained that grace, would you not look upon the three alike as benefactors, and render the return for the ransom in equal shares, since both the zeal and the outlay on your behalf had been common, if indeed you be a just judge of the benefaction? And so much by way of examples; for it is not now our aim to guide straight the doctrine of the faith. Let us rather run back to the present season and the subject set before us. For I find that not only did the Gospels after the cross proclaim the grace of baptism, but even before the incarnation of the Lord the Old Scripture everywhere prefigured the image of our regeneration, not manifesting its form brightly, but shadowing forth beforehand in enigmas the loving-kindness of God towards man. And just as the Lamb was proclaimed beforehand and the cross was prophesied, so too was baptism signified in deed and in word. Let us remind the lovers of what is noble of the types; for the season of the feast demands the remembrance as necessary. Hagar the maidservant of Abram, whom Paul also treats allegorically when discoursing to the Galatians, having been sent out from her master's house because of the wrath of Sarah (for a bondmaid suspected in relation to the master is a grievous thing to lawful wives), was borne along desolate towards a desert land, having at the breast the infant Ishmael. And when she came into want of necessities, she herself drew near to death, and even before her the child (for the water that was in the skin was spent, since neither was it possible for the Synagogue, while hitherto living amid the types of the ever-flowing fountain, to possess self-sufficiency of life); marvellously an angel appears, and shows her a well of living water; and drawing from thence, she saves Ishmael. Behold, therefore, a mystic type: how straightway from the beginning salvation comes to him who is perishing through living water—water that was not there before, but was given by grace through an angel. And in later times again Isaac, on whose account Ishmael too was driven with his mother from the paternal hearth, had to be joined in marriage. And the servant of Abraham, sent forth as suitor-envoy to win a bride for his master, finds Rebekah at the well; and the marriage that was to produce the lineage of Christ took its beginning and first covenant at the water. Moreover, Isaac himself also, when he was set over the flocks, everywhere in the wilderness dug wells, which the Philistines stopped up and choked with earth, for a type of the ungodly in later times, all those who hindered and blocked up the grace of baptism, wrangling against the truth. Yet nevertheless the martyrs and the priests, digging wells, prevailed, and flooded the whole
Notes, col. 588

On the reading

Printed εισέφερες, for εἰσέφερες.

Printed τὴν, for τὸν.

Printed ιερεῖς, for ἱερεῖς.