τευσε χάριν. Ταῦτα μὲν οὖν ἐνεργὰ καὶ πρακτικὰ μηνύματα τῆς διὰ τοῦ λουτροῦ παλιγγενεσίας. Κατίδωμεν δὲ λοιπὸν τὰς διὰ λόγων καὶ φωνῶν προφητείας. Ὁ μὲν οὖν Ἠσαῖας κέκραγε, λέγων· Λούσασθε, καθαροὶ γένεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. Ὁ δὲ Δαβίδ· Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Ἰεζεκιὴλ δὲ τῶν δύο σαφέστερον καὶ λευκότερον γράφων, ὑπισχνεῖται τὴν καλὴν ἐπαγγελίαν· Καὶ ῥανῶ ἐφ' ὑμᾶς καθαρὸν ὕδωρ, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ ἀπὸ πάντων τῶν ειδώλων ὑμῶν καθαριῶ ὑμᾶς, καὶ δώσω ὑμῖν καρδίαν καινὴν, καὶ πνεῦμα καινὸν δώσω ὑμῖν· καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην· καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν. Ἐναργέστατα δὲ καὶ ὁ Ζαχαρίας τόν τε Ἰησοῦν προφητεύει τὸν ἐνδεδυμένον τὸ ῥυπαρὸν ἱμάτιον, τὴν δουλικὴν καὶ ἡμετέραν σάρκα, ἐκδύων δὲ αὐτὸν τῆς σκυθρωπῆς ἐσθῆτος, κοσμεῖ τῇ καθαρᾷ καὶ λαμπούσῃ στολῇ· διδάσκων ἡμᾶς διὰ τοῦ εικονικοῦ ὑποδείγματος, ὅτι δὴ ἐν τῷ βαπτίσματι τοῦ Ἰησοῦ πάντες ἡμεῖς ἐκδυόμενοι τὰς ἁμαρτίας ὡς χιτῶνα πτωχικόν τε καὶ πολυκόλλητον, τὸν ἱερὸν καὶ κάλλιστον τὸν τῆς παλιγγενεσίας μετενδυόμεθα. Ποῦ δὲ θήσομεν κἀκεῖνο τοῦ Ἠσαΐου τὸ λόγιον, πρὸς τὴν ἔρημον κράζον· Εὐφράνθητι, ἔρημος διψῶσα· ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. Πρόδηλον γὰρ ὡς οὐ τόποις ἀψύχοις καὶ ἀναισθήτοις τὴν εὐφροσύνην εὐαγγελίζεται· ἀλλὰ τροπολογεῖ διὰ τῆς ἐρήμου τὴν αὐχμώδη ψυχὴν καὶ ἀκόσμητον. Ὥσπερ δὴ καὶ ὁ Δαβὶδ, ὅταν λέγῃ· Ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Καὶ πάλιν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν ισχυρὸν τὸν ζῶντα. Καὶ αὖθις ἐν Εὐαγγελίοις ὁ Κύριος· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Καὶ πρὸς τὴν Σαμαρεῖτιν· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εις τὸν αἰῶνα. Καὶ ἡ τιμὴ δὲ τοῦ Καρμήλου δίδοται τῇ ψυχῇ τῇ ἐχούσῃ τὴν ὁμοίωσιν πρὸς τὴν ἔρημον· τουτέστιν, ἡ διὰ τοῦ Πνεύματος χάρις. Ἐπειδὴ γὰρ Ἠλίας μὲν ᾤκει τὸν Κάρμηλον (ὀνομαστὸν δὲ τὸ ὄρος ἐγένετο διὰ τὴν τοῦ ἐποικοῦντος ἀρετὴν καὶ ἀοίδιμον), ὁ δέ γε Ἰωάννης ὁ Βαπτιστὴς ἐν τῷ πνεύματι Ἠλίου διαλάμπων, τὸν Ἰορδάνην ἡγίαζε· διὰ τοῦτο ὁ Προφήτης ἐθέσπιζε, τὴν τιμὴν τοῦ Καρμήλου τῷ ποταμῷ δοθήσεσθαι. Καὶ τὴν δόξαν δὲ τοῦ Λιβάνου, ἐκ τῆς παραβολῆς τῶν ὑψηλῶν δένδρων, ἐπὶ τὸν ποταμὸν μετήνεγκεν. Ὡς γὰρ ἐκεῖνος ὁ Λίβανος ἱκανὴν ἔχει θαύματος ἀφορμὴν, αὐτὰ τὰ δένδρα ἃ φύει καὶ τρέφει· οὕτως ὁ Ἰορδάνης δοξάζεται, ἀνθρώπους ἀναγεννῶν καὶ φυτεύων ἐν τῷ τοῦ Θεοῦ παραδείσῳ· ὧν, κατὰ τὴν ψαλμικὴν φωνὴν, ἀνθούντων ἀεὶ καὶ ταῖς ἀρεταῖς κομώντων, τὸ μὲν φύλλον οὐκ ἀποῤῥυήσεται, τὸν δὲ καρπὸν
led the grace of baptism to the whole world. Now these are the effectual and practical tokens of the regeneration through the laver. Let us for the rest behold the prophecies delivered through words and utterances. Isaiah, then, has cried aloud, saying: Wash yourselves, become clean; take away the wickednesses from your souls. And David: Draw near unto Him, and be enlightened, and your faces shall by no means be put to shame. And Ezekiel, writing more clearly and more lucidly than the two, promises the fair promise: And I will sprinkle clean water upon you, and you shall be cleansed from all your uncleannesses, and from all your idols will I cleanse you; and I will give you a new heart, and a new spirit will I give you; and I will take away the heart of stone out of your flesh, and I will give you a heart of flesh; and My Spirit will I put within you. And most vividly does Zechariah also prophesy Joshua clothed in the filthy garment—namely, our servile flesh—and stripping him of the grim raiment, he adorns him with the pure and shining robe, teaching us through the figurative example that indeed in the baptism of Jesus all we, putting off our sins like a beggarly and many-patched tunic, put on in exchange the sacred and most fair tunic of regeneration. And where shall we place that oracle also of Isaiah, crying unto the wilderness: Be glad, O thirsty wilderness; let the wilderness exult, and let it blossom as a lily, and the desert places of the Jordan shall burst into bloom and exult? For it is manifest that he does not proclaim gladness as good news to inanimate and insensate places, but figuratively signifies through the wilderness the parched and unadorned soul. Even as David also does, when he says: My soul is unto Thee as a waterless land. And again: My soul thirsted for God, the mighty, the living. And once more the Lord in the Gospels: If anyone thirst, let him come unto Me, and drink. And to the Samaritan woman: Everyone who drinks of this water shall thirst again; but whosoever drinks of the water that I shall give him shall by no means thirst for ever. And the honour of Carmel also is given to the soul that bears likeness to the wilderness—that is, the grace through the Spirit. For since Elijah dwelt upon Carmel (and the mountain became renowned and celebrated in song because of the virtue of him who dwelt upon it), while John the Baptist, shining forth in the spirit of Elijah, sanctified the Jordan, on this account the Prophet foretold that the honour of Carmel would be given to the river. And the glory of Lebanon, too, from the similitude of its lofty trees, he transferred to the river. For just as that Lebanon has a sufficient occasion for wonder in the very trees which it brings forth and nourishes, so is the Jordan glorified in regenerating men and planting them in the paradise of God; of whom, according to the psalmic utterance, flourishing always and luxuriant with virtues, the leaf indeed shall not fall off, while their fruit