ἀπὸ τῆς σωματικῆς λατρείας, ἐν ἐπιγνώσει γενέσθαι τῆς οἰκείας ἑαυτῇ καὶ κατὰ φύσιν ἐνεργείας· ἡ δὲ ἐλευθερία ἐστὶ, καθὼς καὶ παρὰ τοῦ Ἀποστόλου ἐμάθομεν, τὸ μὴ ζυγῷ δουλείας ἐνέχεσθαι, μηδὲ καθάπερ δραπέτην ἢ κακοῦργον γενόμενον, πεδηθῆναι τῷ τοῦ γάμου δεσμῷ. Ἀλλά μοι πάλιν ὁ λόγος ἐπὶ τὴν αὐτὴν ἀρχὴν ἀνατρέχει, ὅτι οὐκ ἐν τούτῳ μόνῳ τὸ τέλειον τῆς ἐλευθερίας ἐστὶν, ἐν τῷ ἀποστῆναι τοῦ γάμου (μή τις οὕτω μικρόν τε καὶ εὔωνον τὸ τῆς παρθενίας οἰέσθω, ὥστε ἐν ὀλίγῳ παρατηρήματι σαρκὸς κατορθοῦν νομίζειν τὸ τοσοῦτον πρᾶγμα)· ἀλλ' ἐπειδὴ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος τῆς ἁμαρτίας ἐστὶν, ἡ ἐν παντὶ πράγματι καὶ ἐπιτηδεύματι πρὸς κακίαν παρατροπὴ, δουλοῦται τὸν ἄνθρωπον καὶ στιγματίαν ποιεῖ, μώλωπας αὐτῷ καὶ ἐκκαύματα διὰ τῶν τῆς ἁμαρτίας πληγῶν ἐμποιοῦσα· ὥστε τὸν τοῦ μεγάλου σκοποῦ τοῦ κατὰ τὴν παρθενίαν ἁψάμενον, ἐν πᾶσι προσήκειν ἑαυτῷ εἶναι ὅμοιον, καὶ πάσῃ τῇ ζωῇ συνεμφαίνειν τὴν καθαρότητα. Εἰ δὲ χρὴ καὶ διά τινος τῶν θεοπνεύστων συνηγορῆσαι τῷ λόγῳ, ἀρκεῖ πρὸς τὴν τῆς ἀληθείας βεβαίωσιν αὐτὴ ἡ ἀλήθεια, διὰ παραβολῆς καὶ αἰνίγματος ἐν τῷ Εὐαγγελίῳ τὸ τοιοῦτον ἡμῖν δογματίσασα· τοὺς γὰρ χρηστοὺς καὶ ἐδωδίμους τῶν ἰχθύων ἀπὸ τῶν πονηρῶν τε καὶ δηλητηρίων ἡ ἁλιειτικὴ τέχνη ἀποχωρίζει, ὡς ἂν μή τινος τῶν ἐναντίων συνεισπεσόντος τοῖς ἀγγείοις, καὶ ἡ τῶν χρησίμων ἀπόλαυσις ἀχρειωθείη. Τοῦτο καὶ τῆς ἀληθινῆς σωφροσύνης ἔργον ἐστὶ, τὸ ἐκ πάντων τῶν ἐπιτηδευμάτων τὸ καθαρόν τε καὶ ὠφέλιμον ἐκλεγομένην, ἐν παντὶ τὸ ἀπεμφαῖνον ἀποποιεῖσθαι ὡς ἄχρηστον, καὶ ἐναφιέναι τοῦτο τῷ κοινῷ καὶ κοσμικῷ βίῳ, θαλάσσῃ τροπικῶς ὑπὸ τῆς παραβολῆς ὠνομασμένῳ· ἐπεὶ καὶ ὁ Ψαλμῳδὸς διδάσκαλον ἐξομολογήσεως ἔν τινι τῶν ψαλμῶν ἡμῖν ὑφηγούμενος, τὸν ἄστατον τοῦτον καὶ ἐμπαθῆ καὶ ταραχώδη βίον, ὕδατα ψυχῆς ἁπτόμενα, καὶ βάθη θαλάσσης καὶ καταιγίδα καλεῖ· ἐν ᾗ πᾶσα μὲν ἀποστατικὴ διάνοια, καθ' ὁμοιότητα τῶν Αἰγυπτίων, ὡς λίθος εἰς τὸν βυθὸν καταδύεται. Ὅσον δὲ Θεῷ φίλον καὶ διορατικὸν τῆς ἀληθείας ἐστὶν, ὅπερ Ἰσραὴλ παρὰ τῆς ἱστορίας ὠνόμασται, τοῦτο μόνον ὡς ξηρὰν αὐτὴν διεξέρχεται, οὐδαμοῦ τῆς πικρίας καὶ τῆς ἅλμης τῶν βιωτικῶν κυμάτων συνεφαπτόμενον· οὕτω τυπικῶς ὑπὸ καθηγεμόνι τῷ νόμῳ· τύπος δὲ ἦν ὁ Μωσῆς τοῦ νόμου· καὶ ὁ Ἰσραὴλ τὴν θάλασσαν διεπέρασεν ἄβροχος, καὶ τούτῳ συνδιαπερῶν ὁ Αἰγύπτιος ὑποβρύχιος ἦν, ἑκάτερος ὑπὸ τῆς συμπαρούσης αὐτῷ διαθέσεως, ὁ μὲν κούφως διεξιὼν, ὁ δὲ εἰς βυθὸν καθελκόμενος· κοῦφον μὲν γάρ τι καὶ ἀνωφερὲς πρᾶγμα ἡ ἀρετή. Πάντες γὰρ οἱ κατ' αὐτὴν ζῶντες ὡς νεφέλαι πέτονται, κατὰ τὸν Ἠσαΐαν, καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς· βαρὺ δὲ ἡ ἁμαρτία, καθώς φησί τις τῶν προφητῶν, ἐπὶ τάλαντον μολίβδου καθεζομένη. Εἰ δέ τινι βεβιασμένη καὶ ἀπροσκόλλητος ἡ τοιαύτη τῆς ἱστορίας ἐκδοχὴ φαίνεται, καὶ οὐ δέχεται πρὸς ὠφέλειαν ἡμῶν τὴν διὰ τῆς θαλάττης θαυματοποιίαν ἀναγεγρά-
from bodily service, to come into recognition of the activity that is proper to itself and according to nature; and freedom is, even as we have learned from the Apostle, not to be held fast in a yoke of slavery, nor, like one who has become a runaway slave or a malefactor, to be fettered with the bond of marriage. Yet once again my discourse runs back to the same beginning, that the perfection of freedom does not consist in this alone, in abstaining from marriage (let no one deem the state of virginity a thing so slight and cheap as to suppose that he accomplishes so great a matter in a brief observance of the flesh); but since everyone who commits sin is a slave of sin, the deviation towards vice in every action and pursuit enslaves a man and makes him a branded slave, inflicting welts and burns upon him through the blows of sin; so that it befits him who has laid hold of the great aim of virginity to be like unto himself in all things, and to manifest purity together with his whole life. And if one must also advocate our argument through one of the divinely inspired writings, the Truth Itself suffices for the confirmation of the truth, having taught us such a doctrine in the Gospel through parable and enigma: for the art of fishing separates the good and edible among the fishes from the bad and venomous, lest, should one of the opposite kind slip into the vessels along with them, the enjoyment of the useful ones also be rendered useless. This too is the work of true temperance: choosing out from all pursuits what is pure and beneficial, in every matter to cast away what is unseemly as useless, and to abandon this to the common and worldly life, figuratively named a sea by the parable; since the Psalmist also, guiding us as a teacher of confession in a certain one of the psalms, calls this unstable, passion-tossed, and turbulent life waters touching the soul, and depths of the sea, and a tempest; in which every apostate mind, after the likeness of the Egyptians, sinks down like a stone into the deep. Yet all that is dear to God and perspicacious of the truth, which has been named Israel by the history, passes through it alone as though dry land, nowhere touching the bitterness and brine of the waves of life; thus figuratively under the Law as guide—and Moses was a type of the Law—both Israel crossed over the sea unwetted, and the Egyptian crossing over along with him was submerged, each according to the disposition present with him, the one passing through lightly, and the other dragged down into the deep; for virtue is something light and upward-tending. For all who live according to it fly like clouds, according to Isaiah, and like doves with nestlings; whereas sin is heavy, sitting, as one of the prophets says, upon a talent of lead. And if to anyone such an interpretation of the history appears forced and incoherent, and he does not accept that for our benefit the miracle-working through the sea has been record-