φάναι, πάντα ὅσα ἐστὶν ὁ Κύριος κατὰ τὴν διαφορὰν τῶν ἐν αὐτῷ θεωρουμένων νοούμενός τε καὶ ὀνομαζόμενος, πρὸς πάντα τὰ ἐν κακίᾳ κατὰ τὸ ἐναντίον νοούμενα. Εἰ οὖν ἀμήχανος τῶν τῇ φύσει ἀμίκτων ἡ κοινωνία, ἀλλοτρία πάντως καὶ ἀνεπίδεκτος τῆς τοῦ ἀγαθοῦ συνοικήσεως ἡ ὑπὸ κακίας τινὸς κατειλημμένη ψυχή. Τί οὖν ἐκ τούτων μανθάνομεν; Τὸ δεῖν τὴν σώφρονα καὶ λελογισμένην παρθένον παντὸς πάθους κατὰ πάντα τρόπον τῆς ψυχῆς ἁπτομένου χωρίζεσθαι, καὶ φυλάσσειν ἑαυτὴν ἁγνὴν τῷ ἁρμοσαμένῳ αὐτὴν νυμφίῳ, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων.
in brief, all things that the Lord is—being both conceived and named according to the distinction of the attributes beheld in Him—with all things in vice that are conceived by way of the opposite. If, then, fellowship of things unmixable by nature is impossible, the soul laid hold of by any vice is altogether alien from and incapable of dwelling together with the good. What, then, do we learn from these things? That the chaste and thoughtful virgin must separate herself in every way from every passion that touches the soul, and keep herself pure for the Bridegroom Who has betrothed her to Himself, having no spot or wrinkle or any such thing.
Μία γάρ ἐστιν ὁδὸς εὐθεῖα, στενή τε ὡς ἀληθῶς καὶ τεθλιμμένη, καὶ τὰς ἐφ' ἑκάτερα παρατροπὰς οὐκ ἐπιδεχομένη, καὶ τὸ ὁπωσοῦν ἔξω ταύτης γενέσθαι ἴσον ἔχει τὸν τῆς ἀποπτώσεως κίνδυνον. Εἰ δὴ ταῦτα οὕτως ἔχει, διορθωτέον ὡς οἷόν τε τῶν πολλῶν τὴν συνήθειαν, ὅσοι πρὸς μὲν τὰς αἰσχροτέρας τῶν ἡδονῶν ἰσχυρῶς ἀπομάχονται, ἄλλως δὲ τὴν ἡδονὴν ἐν τιμαῖς καὶ φιλαρχίαις θηρεύουσι· παραπλήσιον ποιοῦντες, ὥσπερ ἂν εἴ τις οἰκέτης ἐλευθερίας ἐπιθυμῶν, μὴ ὅπως τῆς δουλείας ἔξω γενήσεται σπεύδοι, ἀλλ' ἐναμείβοι τοὺς κεκτημένους, τὴν ἐναλλαγὴν τῶν κεκτημένων ἐλευθερίαν οἰόμενος. Δοῦλοι γάρ εἰσιν ἐπίσης πάντες, κἂν μὴ ὑπὸ τῶν αὐτῶν κυριεύωνται, ἕως ἂν ὅλως ἐπικρατῇ τις αὐτῶν μετὰ δυναστείας ἀρχή. Εισὶ δὲ πάλιν οἳ τῇ πολλῇ πρὸς τὰς ἡδονὰς μάχῃ, εὐκαταγώνιστοί πως τῷ ἀντικειμένῳ πάθει γεγόνασι, καὶ ἐν τῇ ἐπιτεταμένῃ τῆς ζωῆς ἀκριβείᾳ, λύπαις, καὶ παροξυσμοῖς, καὶ μνησικακίαις, καὶ τοῖς λοιποῖς πᾶσιν, ὅσα πρὸς τὸ ἐναντίον τοῦ κατὰ τὴν ἡδονὴν πάθους ἀντικαθέστηκεν, εὐκόλως τε ἁλίσκονται, καὶ δυσχερῶς διεκδύνουσι· τοῦτο δὲ γίνεται, ὅταν μὴ ὁ λόγος ὁ κατ' ἀρετὴν, ἀλλά τι πάθος τῆς κατὰ τὸν βίον πορείας ἡγεμονεύῃ. Ἡ μὲν γὰρ ἐντολὴ τοῦ Κυρίου σφόδρα τηλαυγὴς, ὡς καὶ νηπίων ὀφθαλμοὺς φωτίσαι, μόνῳ τῷ Θεῷ προσκολλᾶσθαι ἀγαθὸν εἶναι λέγουσα· ὁ δὲ Θεὸς οὔτε λύπη ἐστὶν, οὔτε ἡδονὴ, οὔτε δειλία, ἢ θράσος, ἢ φόβος, ἢ ὀργὴ, ἢ ἄλλο τι τοιοῦτον πάθος, ὃ τῆς ἀπαιδεύτου κυριεύει ψυχῆς· ἀλλ' ὥς φησιν ὁ Ἀπόστολος, αὐτοσοφία καὶ ἁγιασμὸς, ἀλήθειά τε καὶ χαρὰ, καὶ εἰρήνη, καὶ ὅσα τοιαῦτα. Πῶς οὖν ἔστι τῷ ταῦτα ὄντι προσκολληθῆναι τὸν ὑπὸ τῶν ἐναντίων κρατούμενον; Ἢ πῶς οὐκ ἄλογον τὸν τῷ ἑνί τινι τῶν παθῶν ὅπως μὴ ὑπαχθείη σπουδάζοντα, ἀρετὴν νομίζειν τὸ ἀντικείμενον; Οἷον, ἡδονὴν μὲν φυγόντα, λύπῃ κατέχεσθαι· τὸ δὲ θρασὺ καὶ προπετὲς διακλίνοντα, δειλίᾳ ταπεινοῦν τὴν ψυχήν· ἢ θυμοῖς ἀνάλωτον μένειν ἐσπουδακότα, κατεπτηχέναι τῷ φόβῳ. Τί γὰρ διαφέρει οὕτως ἢ ἄλλως τῆς ἀρετῆς ἐκπεσεῖν,
For there is one straight way, narrow indeed in very truth and hemmed in, and admitting the turnings aside to neither hand, and to come outside it in any way whatsoever holds the same danger of falling away. If, then, these things stand thus, we must correct as far as possible the habit of the many, who fight off vigorously the baser of pleasures, yet otherwise hunt after pleasure in honours and ambitions for rule—doing much the same as if some household slave, desiring freedom, were not eager as to how he might come outside slavery, but kept exchanging his owners, supposing the exchange of owners to be freedom. For all are equally slaves, even if they are not lorded over by the same masters, so long as any rule at all prevails over them with dominion. And again there are others who, through their great battle against pleasures, have somehow become easily overmastered by the opposing passion, and in the strained strictness of their life are both easily captured by griefs, and irritations, and grudges, and all the rest that stand arrayed on the side opposite to the passion of pleasure, and with difficulty slip free of them; and this comes to pass whenever not reason according to virtue, but some passion leads the march through life. For the commandment of the Lord is exceedingly radiant, so as to enlighten even the eyes of babes, declaring that to cleave to God alone is good; whereas God is neither grief, nor pleasure, nor cowardice, or rashness, or fear, or anger, or any other such passion as lords it over the untutored soul; rather, as the Apostle says, He is wisdom itself and sanctification, truth also and joy, and peace, and all such things. How, then, is it possible for one held fast by the opposites to cleave to Him Who is these things? Or how is it not unreasonable for one who is eager lest he be brought under any single one of the passions, to suppose its opposite to be virtue? For instance, having fled pleasure, to be held down by grief; or turning aside from the rash and headlong, to abase the soul by cowardice; or having striven to remain unconquered by fits of rage, to cower in fear. For what difference does it make to fall away from virtue in this manner or in another,