Migne Reading Room

PG 46 · cols. 365–376 · Read from the page

On virginity, Exhortatory epistle to a frugal life

On virginity, Exhortatory epistle to a frugal life

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:365Read from the page
ποντας, πρὸς τὴν ὑπεροψίαν τῶν τοιούτων ὁδηγηθῆναι.
things, to be guided towards disdain for such objects.
Οὐκοῦν αὕτη ἂν γένοιτο ἡμῖν ὁδὸς εἰς τὴν τοῦ καλοῦ εὕρεσιν ἄγουσα, τὸ πάντα τὰ ἄλλα, ὅσα τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐφέλκεται, καλὰ εἶναι νομιζόμενα, καὶ διὰ τοῦτο σπουδῆς τινος καὶ ἀποδοχῆς ἀξιούμενα, ταῦτα ὑπερβαίνοντας ὡς ταπεινά τε καὶ πρόσκαιρα, μηδενὶ τούτων προσαναλίσκειν τὴν ἐπιθυμητικὴν ἡμῶν δύναμιν, μήτε μὴν ἀργὴν καὶ ἀκίνητον ἐν ἑαυτοῖς κατακλείσαντας ἔχειν, ἀλλ' ἐκκαθάραντας αὐτὴν ἀπὸ τῆς τῶν ταπεινῶν προσπαθείας, ἐκεῖ ἀνάγειν, ὅπου οὐκ ἐφικνεῖται ἡ αἴσθησις· ὡς μήτε οὐρανοῦ [ἀνθρώπου] κάλλος θαυμάσαι, μήτε φωστῆρος αὐγὰς, μήτε ἄλλο τι τῶν φαινομένων καλῶν· ἀλλὰ διὰ τοῦ πᾶσι τούτοις ἐπιθεωρουμένου κάλλους χειραγωγεῖσθαι πρὸς τὴν ἐκείνου τοῦ κάλλους ἐπιθυμίαν, ἧς καὶ οἱ οὐρανοὶ διηγοῦνται τὴν δόξαν, καὶ στερέωμα, καὶ πᾶσα ἡ κτίσις ἀναγγέλλει τὴν γνῶσιν. Οὕτω γὰρ ἀνιοῦσα ἡ ψυχὴ, καὶ πᾶν τὸ καταλαμβανόμενον ὡς μικρότερον τοῦ ζητουμένου καταλιμπάνουσα, γένοετο ἂν ἐν περινοίᾳ τῆς μεγαλοπρεπείας ἐκείνης, τῆς ὑπεράνω τῶν οὐρανῶν ἐπηρμένης. Ἀλλὰ πῶς ἄν τις τῶν ὑψηλῶν ἐφίκοιτο, περὶ τὰ ταπεινὰ τὴν σπουδὴν ἔχων; πῶς δ' ἄν τις πρὸς τὸν οὐρανὸν ἀναπτείη, μὴ πτερωθεὶς τῷ οὐρανίῳ πτερῷ, καὶ ἀνωφερὴς καὶ μετέωρος διὰ τῆς ὑψηλῆς πολιτείας γενόμενος; Τίς δὲ οὕτως ἔξω τῶν εὐαγγελικῶν μυστηρίων ἐστὶν, ὡς ἀγνοεῖν ὅτι ἓν ὄχημα τῇ ἀνθρωπίνῃ ψυχῇ τῆς ἐπὶ τοὺς οὐρανοὺς πορείας ἐστὶ, τὸ τῷ εἴδει τῆς καταπτάσης περιστερᾶς ἑαυτὸν ὁμοιῶσαι, ἧς τὰς πτέρυγας γενέσθαι αὐτῷ καὶ Δαβὶδ ὁ προφήτης ἐπόθησεν; Οὕτω γὰρ ἐν αἰνίγματι τὴν τοῦ Πνεύματος δύναμιν τῇ Γραφῇ σύνηθες ὀνομάζειν· εἴτε διότι χολῆς ἐστιν ἄμοιρον τοῦτο τὸ ὄρνεον, ἢ ὅτι δυσωδίας ἐχθρὸν, καθώς φασιν οἱ τὰ τοιαῦτα παρατηρήσαντες. Οὐκοῦν ὁ πάσης πικρίας καὶ σαρκικῆς δυσωδίας ἑαυτὸν ἀποστήσας, καὶ πάντων τῶν ταπεινῶν τε καὶ χαμαεζήλων ὑπεραρθεὶς, μᾶλλον δὲ παντὸς τοῦ κόσμου γεγονὼς ὑψηλότερος ἐν τῷ προειρημένῳ πτερῷ, ἐκεῖνος εὑρήσει τὸν μόνον ἐπιθυμίας ἄξιον, καὶ γενήσεται καὶ αὐτὸς καλὸς, τῷ καλῷ προσπελάσας· καὶ ἐν αὐτῷ γεγονὼς, λαμπρός τε καὶ φωτοειδὴς ἐν τῇ μετουσίᾳ τοῦ ἀληθινοῦ φωτὸς καταστήσεται. Ὥσπερ γὰρ ἐν νυκτὶ τὰς ἀθρόας τοῦ ἀέρος ἐκλάμψεις, οὕς τινες διᾴττοντας καλοῦσιν ἀστέρας, οὐδὲν ἄλλο φασὶν οἱ ταῦτα φιλοσοφήσαντες, ἢ ἀέρα εἶναι ὑπὸ βίας πνευμάτων τινῶν εἰς τὸν αἰθέριον τόπον ὑπερχεόμενον· λέγουσι γὰρ τὸν πυροειδῆ τοῦτον ὁλκὸν, ἐκφλογωθέντος ἐν τῷ αἰθέρι τοῦ πνεύματος, τῷ οὐρανῷ ἐγχαράσσεσθαι· ὥσπερ οὖν ὁ ἐπίγειος οὗτος ἀὴρ ἀνωσθεὶς ὑπὸ τῆς βίας τοῦ πνεύματος, φωτοειδὴς γίνεται, τῷ καθαρῷ τοῦ αἰθέρος ἐναλλοιούμενος· ταύτῃ τε δὴ καὶ ὁ νοῦς ὁ ἀνθρώπινος, καταλιπὼν τὸν θολερὸν τοῦ-
Accordingly, this would be a way for us leading to the discovery of the good: that, passing over all other things—whatever draws the desires of men, being supposed fair and on that account deemed worthy of some earnestness and welcome—as lowly and fleeting, we should neither lavish our desiring faculty upon any of these, nor yet keep it shut up within ourselves idle and unmoved, but, having cleansed it from attachment to lowly things, lead it up thither where sense-perception does not reach; so as neither to admire the beauty of heaven [of man], nor the rays of a luminary, nor any other of visible fair things; but through the beauty contemplated upon all these to be led by the hand towards the desire for that beauty whereof both the heavens declare the glory, and the firmament and the whole creation proclaim the knowledge. For by ascending in this way, and leaving behind everything grasped as smaller than what is sought, the soul might come to a conception of that majesty which is exalted above the heavens. Yet how could anyone attain to lofty things while keeping his earnestness busy around lowly things? And how could anyone fly up towards heaven without being winged with the heavenly wing, and becoming upward-borne and elevated through a lofty way of life? And who is so far outside the mysteries of the Gospel as to be ignorant that there is one vehicle for the human soul's journey to the heavens: to liken oneself to the form of the descending dove, whose wings David the prophet also longed might become his own? For thus in a riddle it is customary for Scripture to name the power of the Spirit—whether because this bird is without share of gall, or because it is hostile to foul stench, as those who have observed such matters say. Therefore he who has removed himself from all bitterness and fleshly foul stench, and has been lifted above all things lowly and earth-loving—nay rather, has become loftier than the whole world upon the aforesaid wing—he shall find Him Who alone is worthy of desire, and shall himself also become fair by drawing near to the Fair; and having come to be in Him, he shall be rendered bright and luminous in participation in the true light. For just as the sudden flashes of the air at night, which some call shooting stars, those who have inquired philosophically into these matters say are nothing else than air overflowing by the force of certain winds into the aetherial region—for they say that this firy trail, when the wind catches fire in the aether, is engraved upon the sky—just as, then, this terrestrial air, thrust upward by the force of the wind, becomes luminous through being transformed in the purity of the aether, in this very way the human mind also, leaving behind this turbid
Notes, col. 365

On the reading

Printed γένοετο, for γένοιτο.

Printed χαμαεζήλων, for χαμαιζήλων.

PG 46:368Read from the page
τον καὶ ἰλυώδη βίον, ἐπειδὰν καθαρὸς γενόμενος ἐν τῇ δυνάμει τοῦ πνεύματος, φωτοειδὴς γένηται καὶ ἐμμιχθείη τῇ ἀληθινῇ καὶ ὑψηλῇ καθαρότητι, διαφαίνεταί πως καὶ αὐτὸς ἐν ἐκείνῃ, καὶ ἀκτίνων ἐμπίπλαται, καὶ φῶς γίνεται, κατὰ τὴν τοῦ Κυρίου ὑπόσχεσιν, ὃς τοὺς δικαίους λάμψειν καθ' ὁμοιότητα τοῦ ἡλίου κατεπηγγείλατο. Τοῦτο καὶ ἐπὶ τῆς γῆς ὁρῶμεν γινόμενον ἐπὶ κατόπτρου, ἢ ὕδατος, ἢ ἄλλου τινὸς τῶν ἀποστίλβειν διὰ λειότητα δυναμένων. Ὅταν γάρ τι τούτων δέξηται τὴν τοῦ ἡλίου ἀκτῖνα, καὶ ἄλλην ἀφ' ἑαυτῶν ἀκτῖνα ποιεῖ· οὐκ ἂν ποιήσαντα, εἰ ῥύπῳ τινὶ τὸ καθαρόν τε καὶ στιλπνὸν τῆς ἐπιφανείας ἀχρειωθείη. Εἴτε οὖν ἡμεῖς ἄνω γενοίμεθα, καταλιπόντες τὸ περίγειον σκότος, ἐκεῖ φωτοειδεῖς γενησόμεθα, τῷ ἀληθινῷ φωτὶ τοῦ Χριστού ἐμπελάσαντες· εἴτε τὸ φῶς τὸ ἀληθινὸν τὸ καὶ ἐν τῇ σκοτίᾳ λάμπον καὶ μέχρις ἡμῶν καταβαίη, καὶ ἡμεῖς φῶς ἐσόμεθα, καθώς φησί που τοῖς μαθηταῖς ὁ Κύριος· Εἰ μή τις κακίας ῥύπος τῇ καρδίᾳ προσπεπλασμένος τὴν χάριν τοῦ ἡμετέρου φωτὸς ἀμαυρώσειε.
and muddy life, whenever, having become pure in the power of the spirit, it becomes luminous and is mingled with the true and lofty purity, shines through in a way itself also in that purity, and is filled with rays, and becomes light, according to the promise of the Lord, Who promised that the righteous shall shine alike to the sun. This we see happening upon earth also in the case of a mirror, or water, or any other of the things able to gleam on account of smoothness. For whenever any of these receives the sun's ray, it also produces another ray from themselves—which they would not have produced if the pure and glistening quality of the surface were spoiled by some filth. Whether, then, we come to be above, leaving behind the terrestrial darkness, we shall there become luminous by drawing near to the true light of Christ; or whether the true light, which shines even in the darkness, should also come down as far as us, we too shall be light, just as the Lord says somewhere to the disciples—unless some filth of wickedness plastered upon the heart should dim the grace of our light.
Τάχα τοίνυν ἡμᾶς ἠρέμα διὰ τῶν ὑποδειγμάτων ὁ λόγος προσήγαγε τῇ ἐπινοίᾳ τῆς πρὸς τὸ κρεῖττον ἡμῶν ἀλλοιώσεως· καὶ ἐδείχθη μὴ δυνατὸν ἑτέρως εἶναι συναφθῆναι τὴν ψυχὴν τῷ ἀφθάρτῳ Θεῷ, μὴ καὶ αὐτὴν ὡς οἷόν τε καθαρὰν γενομένην διὰ τῆς ἀφθαρσίας· ὡς ἂν διὰ τοῦ ὁμοίου καταλάβῃ τὸ ὅμοιον, οἱονεὶ κάτοπτρον τῇ καθαρότητι τοῦ Θεοῦ ἑαυτὴν ὑποθεῖσαν· ὥστε κατὰ μετοχὴν καὶ ἐμφάνειαν τοῦ πρωτοτύπου κάλλους καὶ τὸ ἐν αὐτῇ μορφωθῆναι. Εἰ δέ τις τοιοῦτός ἐστιν, οἷος ἤδη πάντα καταλιπεῖν τὰ ἀνθρώπινα, εἴτε σώματα, εἴτε χρήματα, εἴτε τὰ ἐν ἐπιστήμαις ἢ τέχναις ἐπιτηδεύματα, ἢ καὶ ὅσα ἐν ἔθεσι καὶ νόμοις δεξιὰ θεωρεῖται (περὶ τὰ τοιαῦτα γὰρ ἡ πλάνη τῆς τοῦ καλοῦ κατανοήσεως, ἐν οἷς ἡ αἴσθησις κριτήριον γίνεται), ὁ τοιοῦτος πρὸς ἐκεῖνο μόνον ἐρωτικῶς τε καὶ ἐπιθυμητικῶς ἕξει, ὃ οὐχ ἑτέρωθεν ἔχει τὸ καλὸν εἶναι, οὐδὲ ποτὲ, ἢ πρός τι τοιοῦτόν ἐστιν· ἀλλὰ ἐξ ἑαυτοῦ καὶ δι' ἑαυτοῦ καλὸν, καὶ ἐν ἑαυτῷ τοιοῦτον καλὸν ὂν, καὶ οὐδὲ ποτὲ καλὸν γενόμενον, ἢ ποτὲ οὐκ ἐσόμενον, ἀλλὰ πάντοτε ὡσαύτως ἔχον, προσθήκης τε καὶ αὐξήσεως ὑπεράνω, καὶ ἀνεπίδεκτον πάσης τροπῆς τε καὶ ἀλλοιώσεως. Τῷ τοίνυν πάσας ἑαυτοῦ τὰς τῆς ψυχῆς δυνάμεις ἐκ παντὸς εἴδους κακίας ἀποκαθάραντι, τολμῶ καὶ λέγω, ὅτι ἐμφανὲς γίνεται τὸ μόνον τῇ φύσει καλὸν, ὅπερ ἐστὶ τὸ παντὸς καλοῦ τε καὶ ἀγαθοῦ αἴτιον. Καθάπερ γὰρ ὀφθαλμῷ τὴν λήμην ἀπορυψαμένῳ τὰ ἐν τῷ οὐρανῷ τηλαυγῶς καθορᾶται· οὕτως καὶ τῇ ψυχῇ διὰ τῆς ἀφθαρσίας παραγίνεται ἡ δύναμις τῆς τοῦ φωτὸς ἐκείνου κατανοήσεως, καὶ ἡ ἀληθινὴ παρθενία, καὶ ἡ περὶ τὴν ἀφθαρσίαν σπουδὴ εἰς τοῦτον τὸν σκοπὸν καταλήγει, τὸ δι' αὐτῆς δυνηθῆναι τὸν Θεὸν ἰδεῖν. Ὅτι γὰρ τὸ κυρίως καὶ πρώτως καὶ μόνως καλόν τε
Perhaps, then, our discourse has gently led us on through these examples to the conception of our transformation for the better; and it has been shown that it is not otherwise possible for the soul to be conjoined with the incorruptible God unless she herself also becomes as pure as possible through incorruption—so that through the like she may apprehend the like, having placed herself beneath the purity of God like a mirror, that by participation in and manifestation of the archetypal beauty what is in her also may be formed. And if anyone is such as already to leave behind all human things, whether bodies, or wealth, or pursuits in sciences or arts, or whatever else is contemplated as clever in customs and laws (for error in apprehending the good concerns such things, wherein sense-perception becomes the criterion), such a man will be lovingly and desirously disposed towards that alone which does not possess its being fair from another source, nor is such at one time or in relation to something, but is fair of itself and through itself, and is such a fair thing in itself, neither having once become fair nor ever about not to be so, but abiding always in the same state, above addition and increase, and incapable of any turning or alteration. To him, therefore, who has cleansed all the faculties of his own soul from every form of wickedness, I dare to say that what alone is fair by nature becomes manifest—which is the cause of every fair and good thing. For just as to an eye that has washed away its rheum the things in heaven are seen far-shining, so too to the soul through incorruption comes the power of apprehending that light; and true virginity and earnestness concerning incorruption end in this aim: to be able through her to see God. For that what is properly and primarily and solely fair and
Notes, col. 368

On the reading

Printed Χριστού, for Χριστοῦ.

PG 46:369Read from the page
καὶ ἀγαθὸν καὶ καθαρὸν ὁ τῶν ὅλων ἐστὶ Θεὸς, οὐδεὶς οὕτω τυφλὸς τὴν διάνοιαν, ὡς μὴ ἀφ' ἑαυτοῦ συνιδεῖν. Ἀλλὰ τοῦτο μὲν ἴσως οὐδεὶς ἀγνοεῖ· ἐπιζητεῖν δὲ εἰκός τινας, εἰ δυνατόν ἐστιν οἷόν τινα μέθοδον καὶ ἀγωγὴν τὴν πρὸς τοῦτο χειραγωγοῦσαν ἡμᾶς ἐξευρεῖν. Μεσταὶ μὲν οὖν αι θεῖαι Βίβλοι τῆς τοιαύτης εἰσὶν ὑφηγήσεως· πολλοὶ δὲ τῶν ἁγίων καθάπερ τινὰ λύχνον τὸν ἑαυτῶν βίον τοῖς κατὰ Θεὸν πορευομένοις προφαίνουσιν. Ἀλλὰ τὰς μὲν ἐκ τῆς θεοπνεύστου Γραφῆς εἰς τὸν προκείμενον σκοπὸν ὑποθήκας ἔξεστιν ἑκάστῳ πλουσίως ἐξ ἀμφοτέρων τῶν Διαθηκῶν ἀναλέξασθαι· πολλὰ μὲν γὰρ ἐν προφήταις καὶ νόμῳ, πολλὰ δὲ ἐν εὐαγγελικαῖς τε καὶ ἀποστολικαῖς παραδόσεσι πάρεστιν ἀφθόνως λαβεῖν. Ὅσα δ' ἂν καὶ ἡμεῖς ὑπονοήσαιμεν, ταῖς θείαις ἀκολουθοῦντες φωναῖς, ταῦτ' ἐστίν.
good and pure is the God of all things, no one is so blind in thought as not to perceive of himself. Yet this indeed perhaps no one fails to know; whereas it is likely that some inquire further whether it is possible to find out some kind of method and training that guides us by the hand towards this. Now the divine Books are full of such guidance, and many of the saints shine forth their own life like a lamp for those who walk according to God. Yet the counsels from divinely inspired Scripture towards the aim set before us it is lawful for each person richly to cull from both the Testaments; for many things are at hand to take ungrudgingly in the Prophets and the Law, and many things also in evangelical and apostolic traditions. Whatever we too might surmise, following the divine voices, is as follows.
ΚΕΦΑΛ. ΙΒʹ.
Chapter XII.
Ὅτι οὐδ' ἐξ ἀρχῆς, οὐδὲ κατὰ φύσιν συνουσιωμένον, ἀλλ' αὐτεξούσιον ἔχει ὁ ἄνθρωπος τὸ παθητικόν.
That neither from the beginning, nor as coessential by nature, but of his own free choice, does man possess passibility.
Τὸ λογικὸν τοῦτο καὶ διανοητικὸν ζῶον, ὁ ἄνθρωπος, τῆς θείας τε καὶ ἀκηράτου φύσεως ἔργον καὶ μίμημα γεγονώς· οὕτω γὰρ ἐν τῇ Κοσμογενείᾳ περὶ αὐτοῦ ἀναγέγραπται, ὅτι «Κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν·» τοῦτο οὖν τὸ ζῶον, ὁ ἄνθρωπος, οὐ κατὰ φύσιν οὐδὲ συνουσιωμένον ἔσχεν ἐν ἑαυτῷ παρὰ τὴν πρώτην γένεσιν τὸ παθητικόν τε καὶ ἐπίκηρον. Οὐδὲ γὰρ ἦν δυνατὸν τὸν τῆς εἰκόνος διασωθῆναι λόγον, εἰ ὑπεναντίως εἶχε τὸ ἀπεικονισμένον κάλλος πρὸς τὸ ἀρχέτυπον. Ἀλλ' ὕστερον ἐπεισήχθη τὸ πάθος αὐτῷ μετὰ τὴν πρώτην κατασκευήν· ἐπεισήχθη δὲ οὕτως· Εἰκὼν ἦν καὶ ὁμοίωμα, καθὼς εἴρηται, τῆς πάντων τῶν ὄντων βασιλευούσης δυνάμεως· καὶ διὰ τοῦτο καὶ ἐν τῷ αὐτεξουσίῳ τῆς πρὸς τὸν ἐξουσιάζοντα πάντων εἶχε τὴν ὁμοιότητα, οὐδεμιᾷ τινι τῶν ἔξωθεν ἀνάγκῃ δεδουλωμένος· ἀλλὰ τῇ γνώμῃ τῇ ἰδίᾳ πρὸς τὸ δοκοῦν διοικούμενος, καὶ τὸ ἀρέσκον αὐτῷ κατ' ἐξουσίαν αἱρούμενος, τὴν συμφορὰν ταύτην, ᾗ νῦν κεκράτηται τὸ ἀνθρώπινον, αὐτὸς ἐθελοντὴς ἀπάτῃ παρενεχθεὶς ἐπεσπάσατο, αὐτὸς τῆς κακίας εὑρέτης γενόμενος, οὐχὶ παρὰ Θεοῦ γενομένην εὑρών· Θεὸς γὰρ θάνατον οὐκ ἐποίησεν, ἀλλὰ τρόπον τινὰ κτίστης καὶ δημιουργὸς τοῦ κακοῦ κατέστη ὁ ἄνθρωπος. Καθάπερ γὰρ τοῦ ἡλιακοῦ φωτὸς κοινὴ μὲν πρόκειται πᾶσιν ἡ μετουσία, οἷς ἡ τοῦ ὁρᾷν δύναμις πάρεστι· δύναται δέ τις, εἰ βουληθείη, μύσας τὸν ὀφθαλμὸν, ἔξω γενέσθαι τῆς τοῦ φωτὸς ἀντιλήψεως, οὐ τοῦ ἡλίου ἀποχωροῦντος ἑτέρωθι, καὶ οὕτως ἐκεῖνο τὸ σκότος ἐπάγοντος, ἀλλὰ τοῦ ἀνθρώπου διὰ τῆς ἐπιμύσεως τῶν βλεφάρων τὸν ὀφθαλμὸν ἐκ τῆς ἀκτῖνος διατειχίσαντος· τῆς γὰρ ὁρατικῆς δυνάμεως ἐν τῇ ἐπιμύσει τῶν ὀμμάτων ἀργεῖν ἀδυνατούσης, ἀνάγκη πᾶσα τὴν ἐνέργειαν τῆς ὁράσεως, σκότους ἐνέργειαν γίνεσθαι, ἑκουσίως ἐν τῷ ἀνθρώπῳ διὰ τῆς ἀορασίας
This rational and intellectual living being, man, having come into being as a work and imitation of the divine and undefiled nature—for thus in the Genesis of the World it stands written concerning him: «In the image of God He made him»—this living being, then, man, did not by nature nor as coessential possess within himself at his first generation what is passible and perishable. For it would not have been possible for the principle of the image to be preserved safe if the depicted beauty stood in opposition to the archetype. Rather, passion was brought into him afterwards, subsequent to his first framing; and it was brought in thus: He was an image and likeness, as has been said, of the Power that reigns over all beings; and on this account in free self-determination also he possessed likeness to Him Who holds authority over all things, enslaved to no necessity whatever from without; but, being governed by his own judgement according to what seemed good, and choosing at his own discretion what pleased him, he of his own will, carried away by deceit, drew down upon himself this calamity whereby humankind is now held fast, becoming himself the inventor of wickedness, not finding it brought into being from God; for God did not make death, but in a manner man was set up as creator and artificer of evil. For just as participation in the sun's light lies open in common to all in whom the power of seeing is present, yet anyone can, if he should wish, by shutting his eye, place himself outside the apprehension of the light—not because the sun withdraws elsewhere and thus brings on that darkness, but because man through the closing of his eyelids walls off his eye from the ray; for since the visual faculty is unable to remain idle in the closing of the eyes, there is every necessity that the activity of vision becomes an activity of darkness, willingly in man through sightlessness
Notes, col. 369

On the reading

Printed αι, for αἱ.

PG 46:372Read from the page
συνισταμένην· ἢ ὥσπερ εἴ τις οἰκίαν ἑαυτῷ κατασκευάζων, μηδεμίαν ἐντέμοι τῷ φωτὶ τὴν ἐπὶ τὰ ἔσω πάροδον, ἀναγκαίως ἐν σκότῳ βιώσεται, ἑκὼν ἀποκλείσας ταῖς ἀκτῖσι τὴν εἴσοδον· οὕτω καὶ ὁ πρῶτος ὁ ἐκ γῆς ἄνθρωπος, μᾶλλον δὲ ὁ τὴν κακίαν ἐν τῷ ἀνθρώπῳ γεννήσας, ἐν μὲν τῇ φύσει τὸ καλόν τε καὶ ἀγαθὸν κατ' ἐξουσίαν ἔσχεν πανταχόθεν προκείμενον· ἐθελοντὴς δὲ παρ' ἑαυτοῦ τὰ παρὰ φύσιν ἐκαινοτόμησε, τὴν τοῦ κακοῦ πεῖραν ἐν τῇ ἀποστροφῇ τῆς ἀρετῆς τῇ ἰδίᾳ προαιρέσει δημιουργήσας. Κακὸν γὰρ ἔξω προαιρέσεως κείμενον, καὶ κατ' ἰδίαν ὑπόστασιν θεωρούμενον, ἐν τῇ φύσει τῶν ὄντων ἐστὶν οὐδέν. Πᾶν γὰρ κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον, καὶ πάντα ὅσα ἐποίησεν ὁ Θεὸς καλὰ λίαν· ἀλλ' ἐπειδὴ κατὰ τὸν ῥηθέντα τρόπον εἰσεφθάρη τῇ ζωῇ τῶν ἀνθρώπων ἡ τοῦ ἁμαρτάνειν ἀκολουθία, καὶ ἐκ μικρᾶς ἀφορμῆς εἰς ἄπειρον τῆς κακίας ἐν τῷ ἀνθρώπῳ χυθείσης, καὶ τὸ θεοειδὲς ἐκεῖνο τῆς ψυχῆς κάλλος τὸ κατὰ μίμησιν τοῦ πρωτοτύπου γενόμενον, οἷόν τις σίδηρος κατεμελάνθη τῷ τῆς κακίας ἰῷ· οὐκέτι τηνικαῦτα τῆς οἰκείας αὐτῷ κατὰ φύσιν εἰκόνος τὴν χάριν διέσωζεν, ἀλλὰ πρὸς τὸ αἶσχος τῆς ἁμαρτίας μετεμορφώθη. Ὅθεν τὸ μέγα καὶ τίμιον τοῦτο, ὁ ἄνθρωπος, ὡς ὑπὸ τῆς Γραφῆς ὠνομάσθη, ἐκπεσὼν τῆς οἰκείας ἀξίας, οἷον πάσχουσιν οἱ ἐξ ὀλισθήματος ἐγκατενεχθέντες βορβόρῳ, καὶ τῷ πηλῷ τὴν μορφὴν ἑαυτῶν ἐξαλείψαντες, ἀνεπίγνωστοι καὶ τοῖς συνήθεσι γίνονται· οὕτως κἀκεῖνος ἐμπεσὼν τῷ βορβόρῳ τῆς ἁμαρτίας, ἀπώλεσε μὲν τὸ εἰκὼν εἶναι τοῦ ἀφθάρτου Θεοῦ, τὴν δὲ φθαρτὴν καὶ πηλίνην εἰκόνα διὰ τῆς ἁμαρτίας μετημφιάσατο· ἣν ἀποθέσθαι συμβουλεύει ὁ λόγος, οἷόν τινι ὕδατι τῷ καθαρῷ τῆς πολιτείας ἀποκλυσάμενον· ὡς ἂν περιαιρεθέντος τοῦ γηῖνου καλύμματος, πάλιν τῆς ψυχῆς φανερωθῇ τὸ κάλλος. Ἀπόθεσις δὲ τοῦ ἀλλοτρίου ἐστὶν ἡ εἰς τὸ οἰκεῖον ἑαυτῷ καὶ κατὰ φύσιν ἐπάνοδος· οὗ τυχεῖν ἄλλως οὐκ ἔστι, μὴ οἷος ἐξ ἀρχῆς ἐκτίσθη, τοιοῦτον πάλιν γενόμενον. Οὐ γὰρ ἡμέτερον ἔργον, οὐδὲ δυνάμεως ἀνθρωπίνης ἐστὶ κατόρθωμα ἡ πρὸς τὸ Θεῖον ὁμοίωσις· ἀλλὰ τοῦτο μὲν τῆς τοῦ Θεοῦ μεγαλοδωρεᾶς ἐστιν, εὐθὺς ἅμα τῇ πρώτῃ γενέσει χαρισαμένου τῇ φύσει τὴν πρὸς αὐτὸν ὁμοιότητα.
constituted; or just as if someone, in building a house for himself, should cut open no passageway to the interior for the light, he will of necessity live in darkness, having willingly shut off the entrance to the rays; so too the first man from earth—or rather he who begat wickedness in man—possessed in his nature what is fair and good lying open before him on every side at his disposal, yet of his own will innovated from himself things contrary to nature, fashioning by his own free choice the experience of evil in turning away from virtue. For no evil lying outside free choice, and contemplated in its own subsistence, exists in the nature of beings. For every creature of God is good, and nothing is to be rejected, and all things that God made are very good; but since in the manner stated the sequence of sinning crept destructively into the life of men, and from a small starting-point wickedness was poured forth boundlessly within man, that godlike beauty of the soul which came into being in imitation of the archetype was blackened, like some iron, by the rust of wickedness; it no longer then preserved safe the grace of the image proper to him by nature, but was transformed towards the ugliness of sin. Whence this great and precious thing, man, as he has been named by Scripture, having fallen from his own dignity—just as happens to those who from a slip have been plunged down into mire, and, having blotted out their own form with mud, become unrecognizable even to their acquaintances—so he too, having fallen into the mire of sin, lost his being an image of the incorruptible God, and through sin clothed himself instead with a corruptible and muddy image; which reason counsels him to put off, washing himself clean in the pure water, as it were, of his way of life, so that when the earthly veil is stripped away, the beauty of the soul may once again be made manifest. Now the putting off of what is alien is the return to what is proper to oneself and according to nature; which it is impossible to attain otherwise than by becoming once again such as one was created from the beginning. For likening to the Divine is not our work, nor an achievement of human power; rather, this belongs to the munificence of God, Who straightway together with its first generation graciously bestowed upon our nature likeness to Himself.
Τῆς δὲ ἀνθρωπίνης σπουδῆς τοσοῦτον ἂν εἴη, ὅσον ἐκκαθᾶραι μόνον τὸν ἐπιγενόμενον ἀπὸ κακίας ῥύπον αὐτῷ, καὶ τὸ κεκαλυμμένον ἐν τῇ ψυχῇ κάλλος διαφωτίσαι. Τὸ δὲ τοιοῦτον δόγμα καὶ ἐν τῷ Εὐαγγελίῳ διδάσκειν οἶμαι τὸν Κύριον, λέγοντα τοῖς ἀκούειν δυναμένοις τῆς ἐν μυστηρίῳ λαλουμένης σοφίας, ὅτι «Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν·» ἐνδείκνυται γὰρ, οἶμαι, ὁ λόγος αὐτῷ, ὅτι τὸ τοῦ Θεοῦ ἀγαθὸν οὐ διώρισται τῆς φύσεως ἡμῶν, οὐδὲ πόῤῥωθέν που τῶν ζητεῖν αὐτὸ προαιρουμένων ἀπῴκισται· ἀλλὰ ἐν ἑκάστῳ ἐστὶν, ἀγνοούμενον μὲν καὶ λανθάνον, ὅταν ὑπὸ τῶν μεριμνῶν τε καὶ ἡδονῶν τοῦ βίου συμπνίγηται· εὑρισκόμενον δὲ πάλιν, ὅταν εἰς ἐκεῖνο τὴν διάνοιαν
Of human earnestness, however, so much would be the task: only to cleanse away the filth that has subsequently grown upon him from wickedness, and to illuminate the beauty veiled within the soul. And such a doctrine methinks the Lord also teaches in the Gospel, saying to those able to hear the wisdom spoken in a mystery: «The kingdom of God is within you»; for the saying, methinks, points out thereby that the good of God is not sundered from our nature, nor banished far away somewhere from those who choose to seek it; but it is in each person, unknown indeed and hidden whenever it is choked by the cares and pleasures of life, yet found once again whenever towards that object we turn the thought
PG 46:373Read from the page
ἡμῶν ἐπιστρέψωμεν· εἰ δὲ χρὴ καὶ δι' ἑτέρων τὸν λόγον πιστώσασθαι, τοῦτο καὶ ἐν τῇ ἀναζητήσει τῆς ἀπολλυμένης δραχμῆς ἡμῖν ὑποτίθεσθαι οἶμαι τὸν Κύριον, ὡς οὐδὲν ὄφελος ἐκ τῶν λοιπῶν ἀρετῶν, ἃς δραχμὰς ὁ λόγος ὠνόμασε, κἂν πᾶσαι παροῦσαι τύχωσι, τῆς μιᾶς ἐκείνης ἀπούσης τῇ χηρευούσῃ ψυχῇ. Διὰ τοῦτο πρῶτον μὲν ἅπτειν λύχνον ἐλαίου κελεύει, τὸν λόγον τάχα σημαίνων τὸν τὰ κεκρυμμένα φωτίζοντα· εἶτα ἐν τῇ ἰδίᾳ οἰκίᾳ, τουτέστιν, ἐν ἑαυτῷ, ζητεῖν τὴν ἀπολλυμένην δραχμήν. Διὰ δὲ τῆς ζητουμένης δραχμῆς τὴν εἰκόνα πάντως τοῦ βασιλέως αἰνίσσεται, τὴν οὐχὶ παντελῶς ἀπολλυμένην, ἀλλὰ ὑποκεκρυμμένην τῇ κόπρῳ. Κόπρον δὲ χρὴ νοεῖν, ὡς οἶμαι, τὴν τῆς σαρκὸς ῥυπαρίαν· ἧς ἀποσαρωθείσης καὶ ἀνακαθαρθείσης διὰ τῆς ἐπιμελείας τοῦ βίου, ἔκδηλον τὸ ζητούμενον γίνεσθαι, ἐφ' ᾧ εἰκότως αὐτήν τε τὴν εὑροῦσαν χαίρειν ψυχὴν, καὶ εἰς κοινωνίαν τῆς εὐφροσύνης συμπαραλαμβάνειν τὰς γείτονας. Τῷ ὄντι γὰρ πᾶσαι αἱ σύνοικοι τῆς ψυχῆς δυνάμεις, ἃς γείτονας νῦν προσηγόρευσεν, ἐπειδὰν ἀνακαλυφθῇ καὶ ἐκλάμψῃ αὕτη ἡ τοῦ μεγάλου βασιλέως εἰκὼν, ἣν ἐξ ἀρχῆς ἐνεσημήνατο ἡμῶν τῇ δραχμῇ ὁ πλάσας κατὰ μόνας τὰς καρδίας ἡμῶν, τότε ἐπὶ τὴν θείαν ἐκείνην χαράν τε καὶ εὐφροσύνην ἐπιστραφήσονται, τῷ ἀφράστῳ κάλλει τοῦ εὑρεθέντος ἐνατενίζουσαι. «Συγχάρητε» γάρ «μοι,» φησὶν, «ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.» Αἱ δὲ γείτονες, ἤτοι σύνοικοι τῆς ψυχῆς δυνάμεις ἐπὶ τῇ εὑρέσει τῆς θείας δραχμῆς εὐφραινόμεναι, ἡ λογική τε καὶ ἐπιθυμητική, καὶ ἡ κατὰ λύπην τε καὶ ὀργὴν ἐγγινομένη διάθεσις, καὶ εἴ τινες ἄλλαι δυνάμεις εἰσὶ περὶ τὴν ψυχὴν θεωρούμεναι, εἰκότως ἂν καὶ φίλαι εἶναι νομίζονται, ἃς πάσας τότε χαίρειν ἐν Κυρίῳ εἰκὸς, ὅταν αἱ πᾶσαι πρὸς τὸ καλόν τε καὶ ἀγαθὸν βλέπωσι, καὶ πάντα εἰς δόξαν Θεοῦ ἐνεργῶσι, μηκέτι τῆς ἁμαρτίας ὅπλα γινόμεναι.
of ours; and if one must also confirm the argument through other passages, methinks the Lord suggests this very thing to us also in the search for the lost drachma: that there is no profit from the remaining virtues, which the account has named drachmas, even should they all chance to be present, when that single one is absent from the widowed soul. On this account He first bids her light a lamp of oil—perhaps signifying reason, which illuminates hidden things—and then in her own house, that is, within oneself, to seek the lost drachma. And by the drachma sought He assuredly hints at the image of the King, not altogether lost, but hidden beneath dung. And by dung one must understand, methinks, the filthiness of the flesh; when this has been swept away and cleansed off through care of one's life, what is sought becomes manifest, whereat reasonably both the soul herself who has found it rejoices and takes into fellowship of gladness her female neighbours. For in very truth all the indwelling faculties of the soul, which He has now addressed as female neighbours, whenever this image of the great King—which He Who fashioned our hearts alone stamped from the beginning upon our drachma—is unveiled and shines forth, shall then turn round towards that divine joy and gladness, gazing intently upon the unspeakable beauty of what has been found. «Rejoice with me,» she says, «for I have found the drachma which I lost.» And the female neighbours—that is, the indwelling faculties of the soul rejoicing at the finding of the divine drachma: the rational and the desiring faculty, and the disposition that arises in connection with grief and anger, and whatever other faculties are contemplated around the soul—are reasonably supposed to be female friends also, all of whom it is fitting then rejoice in the Lord, whenever they all look towards what is fair and good, and work all things to the glory of God, no longer becoming weapons of sin.
Εἰ οὖν αὕτη ἐστὶν ἡ ἐπίνοια τῆς τοῦ ζητουμένου εὑρήσεως, ἡ τῆς θείας εἰκόνος εἰς τὸ ἀρχαῖον ἀποκατάστασις, τῆς νῦν ἐν τῷ τῆς σαρκὸς ῥύπῳ κεκαλυμμένης, ἐκεῖνο γενώμεθα ὃ ἦν παρὰ τὴν πρώτην ἑαυτοῦ ζωὴν ὁ πρωτόπλαστος. Τί οὖν ἐκεῖνος ἦν; Γυμνὸς μὲν τῆς τῶν νεκρῶν δερμάτων ἐπιβολῆς, ἐν παῤῥησίᾳ δὲ τὸ τοῦ Θεοῦ πρόσωπον βλέπων, οὔπω δὲ διὰ γεύσεως καὶ ὁράσεως τὸ καλὸν κρίνων, ἀλλὰ μόνον τοῦ Κυρίου κατατρυφῶν, καὶ τῇ δοθείσῃ βοηθῷ πρὸς τοῦτο συγχρώμενος, καθὼς ἐπισημαίνεται ἡ θεία Γραφὴ, ὅτι οὐ πρότερον αὐτὴν ἔγνω, πρὶν ἐξορισθῆναι τοῦ παραδείσου, καὶ πρὶν ἐκείνην ἀντὶ τῆς ἁμαρτίας ἣν ἀπατηθεῖσα ἐξήμαρτε, τῇ τῶν ὠδίνων τιμωρίᾳ κατακριθῆναι. Δι' ἧς τοίνυν ἀκολουθίας ἔξω τοῦ παραδείσου γεγόναμεν, τῷ προπάτορι συνεκβληθέντες, καὶ νῦν διὰ τῆς αὐτῆς ἔξεστιν ἡμῖν παλινδρομήσασιν ἐπανελθεῖν ἐπὶ τὴν ἀρχαίαν μακαριότητα. Τίς οὖν ἡ ἀκολουθία; Ἡδονὴ τότε δι' ἀπάτης ἐγγενομένη τῆς ἐκπτώσεως ἤρξατο. Εἶτα αἰσχύνη καὶ φόβος τῷ πάθει τῆς ἡδονῆς ἐπηκολούθησε, καὶ τὸ, μηκέτι λοιπὸν ἐν
If, then, this is the conception of finding what is sought—namely, the restoration to its ancient state of the divine image now veiled in the filth of the flesh—let us become that which the first-formed man was during his first life. What, then, was he? Naked of the covering of dead skins, gazing with boldness upon the face of God, not yet judging what is fair through taste and sight, but delighting in the Lord alone, and using the helper given to him jointly towards this end, just as divine Scripture points out that he did not know her before being banished from paradise, and before she, in requital for the sin which she sinned through being deceived, had been condemned to the punishment of birth-pangs. By whatever sequence, therefore, we came to be outside paradise, cast out together with our forefather, now too by that very same sequence it is lawful for us, by running back the course, to return to the ancient blessedness. What, then, is the sequence? Pleasure, engendered at that time through deceit, began the fall. Next, shame and fear followed closely upon the passion of pleasure, and the fact of no longer henceforth in
PG 46:376Read from the page
ὀφθαλμοῖς τολμᾷν εἶναι τοῦ κτίσαντος, ἀλλὰ φύλλοις καὶ σκιαῖς ὑποκρύπτεσθαι· δέρμασι νεκροῖς μετὰ ταῦτα περικαλύπτονται. Καὶ οὕτως εἰς τὸ νοσῶδες τοῦτο καὶ ἐπίπονον χωρίον ἄποικοι πέμπονται, ἐν ᾧ ὁ γάμος παραμυθία τοῦ ἀποθνήσκειν ἐπενοήθη. Εἰ οὖν μέλλομεν ἀναλύειν ἐντεῦθεν, καὶ σὺν Χριστῷ γίνεσθαι, πάλιν ἐκ τοῦ τελευταίου προσήκει τῆς ἀναλύσεως ἄρξασθαι· ὥσπερ οἱ τῶν οἰκείων ἀποξενωθέντες, ἐπειδὰν ἐπιστρέφωσιν ὅθεν ὡρμήθησαν, πρῶτον ἐκεῖνον καταλείπουσι τὸν τόπον, ᾧ τελευταῖον προϊόντες ἐνέτυχον. Ἐπεὶ οὖν τοῦ χωρισμοῦ τῆς ἐν τῷ παραδείσῳ [διατριβῆς] ζωῆς τὸ τελευταῖον ὁ γάμος ἐστὶ, τοῦτον πρῶτον καταλιπεῖν, ὥσπερ τινὰ σταθμὸν ἔσχατον, τοῖς πρὸς τὸν Χριστὸν ἀναλύουσιν ὑφηγεῖται ὁ λόγος· εἶτα τῆς περὶ τὴν γῆν ταλαιπωρίας ἀναχωρῆσαι, ᾗ ἐνιδρύνθη μετὰ τὴν ἁμαρτίαν ὁ ἄνθρωπος· ἐπὶ τούτῳ ἔξω τῶν τῆς σαρκὸς προκαλυμμάτων γενέσθαι, τοὺς δερματίνους χιτῶνας, τουτέστι, τὸ φρόνημα τῆς σαρκὸς ἀπεκδυσαμένους· καὶ πάντα ἀπειπαμένους τὰ κρυπτὰ τῆς αἰσχύνης, μηκέτι τῇ συκῇ τοῦ πικροῦ βίου ὑποσκιάζεσθαι, ἀλλ' ἀπορρίψαντας τὰ ἐκ τῶν προσκαίρων τούτων φύλλων τῆς ζωῆς προκαλύμματα, ἐν ὀφθαλμοῖς γίνεσθαι πάλιν τοῦ κτίσαντος, τήν τε κατὰ γεῦσιν καὶ ὄψιν ἀπάτην ἀπώσασθαι, σύμβουλον οὐκέτι τὸν ἰοβόλον ὄφιν, ἀλλὰ τὴν ἐντολὴν τοῦ Θεοῦ μόνην ἔχειν. Αὕτη δέ ἐστι, τὸ μόνου τοῦ καλοῦ ἅπτεσθαι· τὴν δὲ τῶν πονηρῶν γεῦσιν ἀπώσασθαι· ὡς ἐκεῖθεν ἡμῖν τῆς τῶν κακῶν ἀκολουθίας ἀρχὴν λαβούσης, ἐκ τοῦ μὴ θελῆσαι τὸ κακὸν ἀγνοῆσαι. Διὸ καὶ ἀπερρήθη τοῖς πρωτοπλάστοις τὸ μὴ μετὰ τοῦ καλοῦ καὶ τὴν τῶν ἐναντίων γνῶσιν λαβεῖν· ἀλλ' ἀποσχέσθαι μὲν τοῦ γνωστοῦ καλοῦ τε καὶ πονηροῦ, καθαρὸν δὲ καὶ ἀμιγὲς καὶ ἀμέτοχον τοῦ κακοῦ τὸ ἀγαθὸν καρποῦσθαι. Ὅπερ οὐδὲν ἄλλο ἐστὶν, ὥς γε ὁ ἐμὸς λόγος, ἢ μετὰ τοῦ Θεοῦ εἶναι μόνον, καὶ ταύτην ἄπαυστον ἔχειν καὶ διηνεκῆ τὴν τρυφὴν, καὶ μηκέτι συγκαταμιγνύειν τῇ ἀπολαύσει ταύτῃ τὰ πρὸς τὸ ἐναντίον ἀφέλκοντα. Καὶ εἰ χρὴ τολμήσαντας εἰπεῖν, τάχα οὕτως ἄν τις ἀπὸ τοῦ κόσμου, ὃς ἐν τῷ πονηρῷ κεῖται, ἁρπαγείη πάλιν εἰς τὸν παράδεισον, ἐν ᾧ καὶ Παῦλος γενόμενος, ἤκουσέ τε καὶ ἶδε τὰ ἄρρητα καὶ ἀθέατα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
dare to be before the eyes of the Creator, but hide themselves beneath leaves and shadows; after these things they are wrapped round with dead skins. And thus they are sent out as colonists into this diseased and toilsome region, wherein marriage was devised as a solace for dying. If, then, we are about to depart hence and to come to be with Christ, it is fitting once again to begin the departure from the last point; just as those who have gone abroad far from their own kin, whenever they return whence they set out, leave that place first upon which they came last as they went forward. Since, then, marriage is the last stage of the separation from the life [sojourn] in paradise, reason guides those departing towards Christ to leave this behind first, as it were some final post; next, to withdraw from the hardship upon the earth, wherein man was settled after sin; upon this, to come outside the coverings of the flesh, stripping off the tunics of skin, that is to say, the mindset of the flesh; and, having renounced all the hidden things of shame, no longer to lie shadowed beneath the fig-tree of this bitter life, but, having cast away the coverings of life made from these fleeting leaves, to come once more before the eyes of the Creator, and to thrust away the deceit that works through taste and sight, holding no longer the venomous serpent as counsellor, but the commandment of God alone. And this is to touch the good alone, and to thrust away the taste of evil things; since it was thence that the train of evils took its beginning for us, from our not willing to remain ignorant of evil. Wherefore also it was forbidden to the first-formed pair to take together with the good the knowledge of its opposites as well, rather than abstaining from that which is alike knowable as noble and as base, while reaping the good pure and unmixed and having no part in evil. Which is nothing else, at least as my account holds, than to be with God alone, and to possess this delight unceasing and continual, and no longer to mingle with this enjoyment the things that drag one off towards the contrary. And, if one must make bold to speak, perhaps in this way a man might be caught up again out of the world, which lies in the evil one, into paradise, wherein Paul also came to be, and both heard and saw the things unutterable and unseeable, which it is not lawful for a man to utter.
ΚΕΦΑΛ. ΙΓʹ.
Chapter XIII.
Ὅτι ἡ παρθενία κρείττων τῆς τοῦ θανάτου δυναστείας ἐστίν.
That virginity is stronger than the dominion of death.
Ἀλλ' ἐπειδὴ ὁ παράδεισος ζώντων ἐστὶν οἰκητήριον, τοὺς διὰ τῆς ἁμαρτίας νεκρωθέντας οὐ προσδεχόμενος· ἡμεῖς δὲ σάρκινοι ὄντες καὶ θνητοὶ, πεπραμένοι ὑπὸ τῆς ἁμαρτίας· πῶς ἔστιν ἐν τῇ χώρᾳ τῶν ζώντων γενέσθαι τὸν τῇ δυναστείᾳ τοῦ θανάτου κρατούμενον; Ποῖον τρόπον καὶ ποίαν ἐπίνοιαν ἐξεύροι τις ἂν, ὅπως τῆς ἐξουσίας ταύτης ἔξω γενήσεται; Ἀλλ' ἀρκεῖ πάντως καὶ πρὸς τοῦτο ἡ τοῦ Εὐαγγελίου ὑφήγησις. Οὐκοῦν ἠκούσαμεν τοῦ Κυρίου πρὸς τὸν Νικόδημον
Yet since paradise is a dwelling-place of the living, which does not receive those deadened through sin, whereas we are fleshly and mortal, sold under sin, how is it possible for one held fast by the dominion of death to come to be in the land of the living? What manner and what device might anyone find out, whereby he shall come outside this authority? Yet the guidance of the Gospel is assuredly sufficient for this as well. Accordingly, we have heard the Lord speaking to Nicodemus