Migne Reading Room

PG 46 · cols. 341–352 · Read from the page

On virginity, Exhortatory epistle to a frugal life

On virginity, Exhortatory epistle to a frugal life

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:341Read from the page
γὰρ ὁ ἐπεσκεμμένος τὰ θεῖα καλῶς, ὅτι οὐ τὰ ἀνθρώπινα μόνον οὐκ ἔχει τὸ πάγιον, ἀλλ' ὡς οὐδὲ τοῦ κόσμου παντὸς εἰς τὸ διηνεκὲς ἠρεμήσοντος, διὰ τοῦτο ὡς ἀλλοτρίας καὶ προσκαίρου ταύτης ὑπερορᾷ τῆς ζωῆς· ἐπειδὴ ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, καὶ πάντα τὴν μεταστοιχείωσιν ἀναγκαίως ἐκδέχεται. Διὰ τοῦτο, ἕως ἐστὶν ἐν τῷ σκήνει, καθώς φησιν ὁ Ἀπόστολος, τὸ πρόςκαιρον ἐνδεικνύμενος, βαρούμενος τὴν παροῦσαν ζωὴν, τῷ μακρύνεσθαι αὐτῷ τὴν παροικίαν ταύτην ὀδύρεται, ὥσπερ καὶ ὁ Ψαλμῳδὸς ἐν ᾠδαῖς θείαις λέγων πεποίηται. Ὄντως γὰρ ἐν σκότει βιοτεύουσιν οἱ μετὰ τῶν σκηνωμάτων τούτων τῇ ζωῇ παροικοῦντες. Οὗ χάριν στενάξας ὁ Προφήτης πρὸς τὴν παράτασιν τῆς παροικίας, «Οἴμοι,» φησὶν, «ὅτι ἡ παροικία μου ἐμακρύνθη!» Σκότει δὲ τὴν αἰτίαν τῆς κατηφείας ταύτης ἀνέθηκε. Τὸ γὰρ σκότος τῇ Ἐβραΐδι φωνῇ κηδὰρ ὀνομάζεσθαι μεμαθήκαμεν· ἦ γὰρ ὡς ἀληθῶς, καθάπερ ἀορασίᾳ τινὶ νυκτερινῇ κεκρατημένοι οἱ ἄνθρωποι, οὕτω πρὸς τὴν τῆς ἀπάτης ἐπίγνωσιν ἀμβλυωποῦσιν· οὐκ εἰδότες ὅτι πάντα ὅσα τίμια ἐν τῇ ζωῇ ταύτῃ νενόμισται, ἢ καὶ ὅσα πρὸς τὸ ἐναντίον ὑπείληπται, ἐν μόνῃ τῇ ὑπολήψει τῶν ἀνοήτων ὑφέστηκεν· αὐτὰ δὲ ἐφ' ἑαυτῶν ἐστιν οὐδαμῇ οὐδέν· οὐ δυσγένειά τις, οὐκ εὐδοκίμησις γένους, οὐ δόξα, οὐ περιφάνεια, οὐ τὰ παλαιὰ διηγήματα, οὐχ ὁ ἐπὶ τοῖς ἐνεστῶσι τῦφος, οὐ τὸ κρατεῖν ἑτέρων, οὐ τὸ ὑποχείριον εἶναι· πλοῦτοί τε καὶ τρυφαὶ, καὶ πενίαι καὶ ἀπορίαι, καὶ πᾶσαι αἱ τοῦ βίου ἀνωμαλίαι, τοῖς μὲν ἀπαιδεύτοις πάμπολυ διαφέρειν δοκοῦσιν, ὅταν ἡδονὴν ποιῶνται τῶν τοιούτων κριτήριον.
for he who has reflected well upon divine things, because not only do human affairs possess nothing fixed, save that not even the whole universe will abide at rest forever, on this account looks down upon this life as foreign and transitory; since heaven and earth shall pass away, according to the voice of the Saviour, and all things of necessity await the refashioning of their elements. On this account, so long as he is in the tabernacle, even as the Apostle says, pointing out its transitoriness, being burdened in the present life, he laments that this sojourn is prolonged for him, just as the Psalmist too has done when speaking in divine odes. For truly they pass their life in darkness who sojourn in life with these tabernacles. Wherefore, groaning at the prolongation of his sojourn, the Prophet says, «Woe is me,» says he, «that my sojourn has been prolonged!» And to darkness he ascribed the cause of this dejection. For we have learned that in the Hebrew tongue darkness is named Kedar; truly indeed, just as men held fast by some night-blindness, so are men dim-sighted towards the recognition of deceit; not knowing that all things whatsoever accounted precious in this life, or whatsoever are taken in the opposite way, subsist solely in the supposition of the foolish; whereas in and of themselves they are nowhere anything at all: neither any base birth, nor renown of lineage, nor glory, nor splendour, nor ancient tales, nor arrogance over things present, nor ruling over others, nor being subject; riches and luxuries, and poverties and straits, and all the inequalities of life, to the uninstructed indeed seem to differ vastly, whenever they make pleasure the criterion of such things.
Τῷ δὲ ὑψηλῷ τὴν διάνοιαν πάντα ὁμότιμα φαίνεται, καὶ οὐδὲν προτιμότερον τοῦ ἑτέρου τὸ ἕτερον, τῷ ὁμοίως διὰ τῶν ἐναντίων τὸν τῆς ζωῆς δρόμον ἀνύεσθαι, καὶ ἴσην ἐν ἑκατέρᾳ τῶν λήξεων τὴν πρὸς τὸ εὖ ἢ κακῶς ζῇν δύναμιν ἐνυπάρχειν, διὰ τῶν δεξιῶν ὅπλων καὶ ἀριστερῶν, φησὶν ὁ Ἀπόστολος, διὰ δόξης καὶ ἀτιμίας· δι' ὧν ὁ μὲν κεκαθαρμένος τὸν νοῦν καὶ ἐπεσκεμμένος τὴν τῶν ὄντων ἀλήθειαν, ὀρθῶς ὁδεύσει τὴν πορείαν, ἀπὸ γενέσεως μέχρι τῆς ἐξόδου τὸν τεταγμένον αὐτῷ χρόνον διεξερχόμενος· ἀλλὰ κατὰ τὴν τῶν ὁδοιπόρων συνήθειαν τοῦ πρόσω ἐχόμενος, ὀλίγον ποιεῖται τῶν προφαινομένων τὸν λόγον. Σύνηθες γὰρ τοῖς ὁδοιποροῦσιν ἐπὶ τὸ τῆς ὁδοῦ πέρας ὁμοίως ἐπείγεσθαι, ἄν τε διὰ λειμώνων καὶ συμφύτων χωρίων, ἄν τε δι' ἐρημοτέρων καὶ τραχυτέρων τόπων διέρχωνται, καὶ οὔτε τὸ ἡδὺ παρακατέσχεν, οὔτε τὸ ἀηδὲς ἐνεπόδισεν. Οὕτω καὶ αὐτὸς ἀμεταστρεπτὶ πρὸς τὸν προκείμενον σκοπὸν ἑαυτῷ ἐπειχθήσεται, πρὸς οὐδὲν τῶν παροδίων ἐπιστρεφόμενος· ἀλλὰ πρὸς μόνον οὐρανὸν βλέπων διαπεράσει τὸν
Whereas to him who is lofty in mind all things appear of equal honour, and the one no more preferable than the other, because the course of life is accomplished alike through opposites, and in each of the two lots equal power towards living well or ill resides within, through the weapons on the right hand and on the left, says the Apostle, through glory and dishonour; by means of which he who has purified his mind and examined the truth of the things that exist will travel his journey aright, passing right through the time appointed for him from birth unto departure; yet according to the custom of wayfarers holding fast to what lies ahead, he makes small account of the things showing themselves beforehand. For it is customary for wayfarers to hasten alike towards the end of the road, whether they pass through meadows and wooded places, or through more desert and rougher regions, and neither does what is pleasant detain them, nor does what is unpleasant hinder them. Even so will he too hasten without turning back towards the goal set before himself, turning aside towards none of the things along the wayside; rather, looking towards heaven alone, he will pass right across the
Notes, col. 341

On the reading

Printed Ἐβραΐδι, for Ἑβραΐδι.

Printed φησὶν ὁ, for φησιν ὁ.

PG 46:344Read from the page
βίον, καθάπερ τις κυβερνήτης ἀγαθὸς πρὸς τὸν ἄνω σκοπὸν διευθύνων τὸ σκάφος. Ὁ δὲ παχὺς τὴν διάνοιαν, καὶ κάτω βλέπων, καὶ συγκεκυφὼς τῇ ψυχῇ πρὸς τὰ ἡδέα τοῦ σώματος, καθάπερ πρὸς τὴν νομὴν τὰ βοσκήματα, μόνῃ τῇ γαστρὶ καὶ τοῖς μετὰ γαστέρα ζῶν, ἀπηλλοτριωμένος τοῦ Θεοῦ τῆς ζωῆς, καὶ ξένος τῶν διαθηκῶν τῆς ἐπαγγελίας, οὐδὲν ἕτερον ἀγαθὸν εἶναι νομίζων, ἢ τὸ ἡσθῆναι διὰ τοῦ σώματος, οὗτός ἐστιν, καὶ πᾶς ὁ τοιοῦτος, ὁ ἐν σκότει διαπορευόμενος, καθώς φησιν ἡ Γραφή, ὁ τῶν ἐν τῷ βίῳ τούτῳ κακῶν εὑρέτης· ἐν τούτοις γὰρ καὶ πλεονεξία, καὶ παθῶν ἀκολασία, καὶ ἡ πρὸς τὰς ἡδονὰς ἀμετρία, φιλαρχία τε πᾶσα, καὶ κενῆς δόξης ἐπιθυμία, καὶ ὁ λοιπὸς ὅμιλος τῶν συνοικούντων παθῶν τοῖς ἀνθρώποις. Ἔχεται γάρ πως ἐν τοῖς κακοῖς τοῦ ἑτέρου τὸ ἕτερον, καὶ ᾧπερ ἂν τὸ ἓν παραγένηται, καὶ τὰ λοιπὰ καθάπερ ὑπό τινος φυσικῆς ἀνάγκης ἑλκόμενα, συνεισέρχεται πάντως. Οἷον ἐν ἁλύσει γίνεται, τῆς ἀρχῆς ἐπισπασθείσης, οὐδὲ τὰς λοιπὰς ἠρεμεῖν τῆς ἁλύσεως ἀγκύλας δυνατόν ἐστιν, ἀλλ' ἡ κατὰ τὸ ἕτερον πέρας τῆς ἁλύσεως ἀγκύλη συνεκινήθη τῇ πρώτῃ, κατὰ τὸ ἀκόλουθον ἀεὶ καὶ προσεχὲς ἀπὸ τοῦ πρώτου διὰ τῶν παρακειμένων τῆς κινήσεως προϊούσης· οὕτως ἐμπέπλεκται καὶ συμπέφυκεν ἀλλήλοις τὰ ἀνθρώπινα πάθη, καὶ δι' ἑνὸς τοῦ ἐπικρατήσαντος, καὶ ὁ λοιπὸς τῶν κακῶν ὁλκὸς συνεισέρχεται τῇ ψυχῇ. Καὶ εἰ χρή σοι διαγράφειν τὴν πονηρὰν ταύτην ἅλυσιν, ὑπόθου τινὰ διά τινος ἡδονῆς τοῦ κατὰ τὴν κενοδοξίαν ἡττηθῆναι πάθους· ἀλλὰ τῇ κενοδοξίᾳ καὶ ἡ τοῦ πλείονος ἔφεσις συνηκολούθησεν· οὐ γὰρ ἔστι πλεονέκτην γενέσθαι, μὴ ἐκείνης ἐπὶ τὸ πάθος χειραγωγούσης. Εἶτα ἡ τοῦ πλεονεκτεῖν καὶ προέχειν ἐπιθυμία, ἢ ὀργὴν ἐξάπτει πρὸς τὸ ὁμόφυλον, ἢ πρὸς τὸ ὑποχείριον τὴν ὑπερηφανίαν, ἢ πρὸς τὸ ὑπερέχον τὸν φθόνον· φθόνου δὲ ἀκόλουθος ἡ ὑπόκρισις γίνεται· ἐκείνης ἡ πικρία, ταύτης ἡ μισανθρωπία· τούτων ἁπάντων τὸ τέλος κατάκρισις, εἰς γέενναν καὶ σκότος καὶ πῦρ καταλήγουσα.
life, just as a good helmsman steers his vessel towards the mark above. Yet the man thick in understanding, looking downwards, and bowed down in his soul towards the pleasant things of the body, just like cattle towards their pasture, living solely for the belly and the things below the belly, estranged from the life of God, and a stranger to the covenants of the promise, supposing nothing else to be good than to take pleasure through the body—this man it is, and every such man, who walks about in darkness, as Scripture says, the discoverer of the evils in this life; for among these are covetousness, and licentiousness of passions, and lack of measure towards pleasures, every love of rule, and desire for empty glory, and the remaining throng of passions that dwell together with men. For in evils one thing somehow clings to another, and to whomsoever the one comes, the rest also, as though drawn along by some natural necessity, enter in altogether with it. Just as happens in a chain, when its beginning is pulled, neither is it possible for the remaining links of the chain to stay at rest, but the link at the other extremity of the chain is moved together with the first, as the motion proceeds always in sequence and contiguously from the first through the adjoining links; so are human passions intertwined and grown together with one another, and through one that gains the mastery, the remaining train of evils also enters in together into the soul. And if I must delineate this wicked chain for you, suppose someone through a certain pleasure to have been defeated by the passion of vainglory; yet upon vainglory the craving for more also followed along; for it is not possible to become covetous unless that leads one by the hand to the passion. Then the desire of having more and excelling either kindles wrath towards those of like rank, or arrogance towards subordinates, or envy towards superiors; and attendant upon envy comes hypocrisy; from that comes bitterness, from this hatred of mankind; the end of all these is condemnation, terminating in Gehenna and darkness and fire.
Ὁρᾷς τὸν ὁλκὸν τῶν κακῶν, ὅπως ἑνὸς τὰ πάντα τοῦ κατὰ τὴν ἡδονὴν ἐξέρχεται πάθους; Ἐπειδὴ οὖν ἅπαξ εἰσῆλθεν εἰς τὸν βίον ἡ ἀκολουθία τῶν τοιούτων παθῶν, μίαν ὁρῶμεν ἐκ τῆς τῶν θεοπνεύστων Γραφῶν συμβουλῆς τὴν διέξοδον τούτων, τὸ χωρισθῆναι τοῦ τοιούτου βίου, τοῦ συνημμένην ἔχοντος ἐν ἑαυτῷ τὴν τῶν ἀνιαρῶν ἀκολούθησιν· οὐκ ἔστι γὰρ, ἐν Σοδόμοις φιλοχωρήσαντα, διαφυγεῖν τὴν τοῦ πυρὸς ἐπομβρίαν· οὐδὲ τὸν ἔξω Σοδόμων γενόμενον, εἶτα πάλιν ἐπιστραφέντα πρὸς τὴν ἐρήμωσιν ταύτης, μὴ παγῆναι στήλην ἁλός· ἀλλ' οὐδὲ τῆς Αἰγυπτίων δουλείας ἀπαλλαγήσεται, ὁ μὴ καταλιπὼν τὴν Αἴγυ-
Do you see the train of evils, how all of them issue forth from the one passion for pleasure? Since, therefore, the sequence of such passions has once entered into life, from the counsel of the Divinely inspired Scriptures we see one way out from them: to be separated from such a life, which holds conjoined within itself the train of grievous things; for it is not possible for one who is fond of dwelling in Sodom to escape the downpour of fire; nor for one who has gotten outside Sodom, and then turns back again towards its desolation, not to be stiffened into a pillar of salt; nor yet shall he be freed from the slavery of the Egyptians who does not leave Egypt
PG 46:345Read from the page
πτον, τὴν ὑποβρύχιον λέγω ταύτην ζωήν, καὶ διαβὰς οὐχὶ τὴν Ἐρυθρὰν ἐκείνην, ἀλλὰ τὴν μέλαιναν ταύτην καὶ ζοφώδη τοῦ βίου θάλασσαν· εἰ δὲ, καθώς φησιν ὁ Κύριος, ἐὰν μὴ ἐλευθερώσῃ ἡμᾶς ἡ ἀλήθεια, τῷ κακῷ τῆς δουλείας ἐναπομένομεν, πῶς ἔστιν ἐν τῇ ἀληθείᾳ γενέσθαι τὸν ζητοῦντα ψεῦδος, καὶ ἐν τῇ πλάνῃ τοῦ βίου ἀναστρεφόμενον; πῶς δέ τις τὴν δουλείαν ἀποδράσει, ὁ ταῖς ἀνάγκαις τῆς φύσεως ὑποχείριον δοὺς τὴν ἰδίαν ζωήν; Γνωριμώτερος δ' ἂν γένοιτο ἡμῖν διά τινος παραδείγματος ὁ περὶ τούτων λόγος. Ὥσπερ τις ποταμὸς χειμέριος ῥεύματι τραχυνόμενος, καὶ κατὰ τὴν ἑαυτοῦ φερόμενος φύσιν, ξύλα τε καὶ λίθους, καὶ πᾶν τὸ παρατυχὸν ὑπολαμβάνων τῷ ῥείθρῳ, μόνοις τοῖς κατ' αὐτὸν γινομένοις σφαλερὸς καὶ κινδυνώδης ἐστὶ, τοῖς δὲ πόῤῥωθεν αὐτὸν φυλασσομένοις εἰκῆ ῥεῖ· οὕτω καὶ τὴν τοῦ βίου ταραχὴν ὁ κατ' αὐτὴν γεγονὼς μόνος ὑφίσταται, καὶ μόνος ἀναδέχεται καθ' ἑαυτοῦ τὰ πάθη, ἅπερ ἂν ἡ φύσις ἀκολούθως ἑαυτῇ ῥέουσα τοῖς δι' αὐτῆς πορευομένοις ἀναγκαίως ἐπάγεται, διὰ τῶν τοῦ βίου κακῶν ἐπικλύζουσα. Εἰ δέ τις καταλίποι τὸν χείμαῤῥον τοῦτον, ὥς φησιν ἡ Γραφὴ, καὶ τὸ ὕδωρ τὸ ἀνυπόστατον, ἔξω πάντως ἔσται, κατὰ τὴν τῆς ᾠδῆς ἀκολουθίαν, τῆς θήρας τῶν ὀδόντων τοῦ βίου, καθάπερ στρουθίον τῷ τῆς ἀρετῆς πτερῷ διαπτὰς τὴν παγίδα. Ἐπειδὴ γὰρ, κατὰ τὸ ῥηθὲν ἡμῖν ἐπὶ τοῦ χειμάῤῥου ὑπόδειγμα, παντοίαις ταραχαῖς καὶ ἀνωμαλίαις πλημμύρων ὁ ἀνθρώπινος βίος ἀεὶ φέρεται, κατὰ τοῦ πρανοῦς τῆς φύσεως προχεόμενος, καὶ οὐδὲν ἕστηκε τῶν ἐν αὐτῷ σπουδαζομένων, οὐδὲ ἀναμένει τὴν πλησμονὴν τῶν ἐπιθυμούντων αὐτῶν· πάντα δὲ τὰ προσπίπτοντα ὁμοῦ τε προσήγγισε, καὶ θίγοντα παρέδραμε, καὶ τὸ ἀεὶ παρὸν τῷ σφοδρῷ τῆς παρόδου διαφεύγει τὴν αἴσθησιν, ὑπὸ τῆς κατόπιν ἐπιῤῥοῆς τῶν ὀφθαλμῶν ἁρπαζομένων· διὰ τοῦτο λυσιτελὲς ἂν εἴη πόῤῥω τοῦ τοιούτου ῥεύματος ἑαυτοὺς ἀνέχειν, ὡς ἂν μὴ τῶν ἀστάτων περιεχόμενοι, τῶν ἀεὶ ἑστώτων ὀλιγωρήσαιμεν. Πῶς γὰρ ἔστι τὸν προσπαθοῦντά τινι τῶν ἐν τῷ βίῳ τούτῳ, διὰ τέλους ἔχειν τὸ ποθούμενον; Τί τῶν μάλιστα σπουδαζομένων εἰσαεὶ παραμένει τοιοῦτον; ποία νεότητος ἀκμή; τίς δυνάμεως ἢ μορφῆς εὐμοιρία; τίς πλοῦτος; ποία δόξα; τίς δυναστεία; Οὐ πάντα τὰ τοιαῦτα μικρὸν ἀνθήσαντα χρόνον, πάλιν ἀτεῤῥύη, καὶ πρὸς τὴν ἐναντίαν ἐπωνυμίαν μετέπεσε; Τίς ἐνεβίω διαπαντὸς τῇ νεότητι; τίνι διήρκεσε διατέλους ἡ δύναμις; Τὸ δὲ τοῦ κάλλους ἄνθος ἆρ' οὐχὶ καὶ αὐτῶν τῶν κατὰ τὸ ἔαρ προφαινομένων ὠκυμορώτερον ἡ φύσις ἐποίησε; Τὰ μὲν γὰρ τῆς ὥρας ἐπιλαβούσης ἐβλάστησε, καὶ μικρὸν ἀπανθήσαντα χρόνον, πάλιν ἀνέζησε· καὶ πάλιν ἀπεῤῥύη, καὶ πάλιν ἐκόμασε, καὶ τὸ νῦν κάλλος καὶ εἰς νεότητα ἔδειξε. Τὸ δὲ ἀνθρώπινον ἄνθος ἅπαξ ἡ φύσις κατὰ τὸ ἔαρ τῆς νεότητος δείξασα, εἶτα ἀπέσβεσε, τῷ χειμῶνι τοῦ γήρως ἐναφανίσασα· ὡσαύτως καὶ τὰ ἄλλα πάντα πρὸς καιρὸν τὴν τῆς σαρκὸς αἴσθησιν ἀπατήσαντα, εἶτα παρέδραμε καὶ συνεκαλύφθη τῇ λήθῃ. Ἐπεὶ οὖν αἱ τοιαῦται μεταβολαὶ κατά τινα τῆς
behind—this submerged life, I mean—and crossing over, not that Red Sea of old, but this black and murky sea of life; and if, as the Lord says, unless the truth sets us free, we remain in the evil of slavery, how is it possible for one who seeks falsehood, and goes up and down in the error of life, to come to be in the truth? And how shall anyone run away from slavery who has given his own life into subjection to the necessities of nature? Yet our discourse concerning these things might become clearer to us through a certain illustration. Just as a winter river roughened by its current, and borne along according to its own nature, catching up timbers and stones and whatever comes in its way into its stream, is slippery and perilous only to those who come near it, whereas to those who guard against it from afar it flows in vain; so too he alone who has placed himself within the tumult of life undergoes it, and he alone receives against himself the passions which nature, flowing in accordance with herself, necessarily brings upon those who journey through her, overwhelming them through the evils of life. Yet if anyone should leave behind this torrent, as Scripture says, and the unsubstantial water, he will altogether be outside, according to the sequence of the ode, the prey of the teeth of life, having flown through the snare like a sparrow on the wing of virtue. For since, according to the illustration spoken by us concerning the torrent, human life, swelling in flood with all manner of tumults and inequalities, is ever borne along, pouring forth down the steep slope of nature, and none of the things eagerly pursued in it stands still, nor awaits the satiety of those who desire them; rather, all things that fall in our way at once draw near, and upon touching rush past, and what is ever present escapes perception through the vehemence of its passage, as our eyes are snatched away by the onrush from behind; therefore it would be profitable to hold ourselves far back from such a stream, lest, being encompassed by unstable things, we should make light of the things that stand fast for ever. For how is it possible for one passionately attached to any of the things in this life to hold what is desired to the end? Which of the things most eagerly pursued abides such for ever? What bloom of youth? What good fortune of strength or comeliness? What wealth? What glory? What dominion? Did not all such things, after blossoming for a brief time, flow away again, and fall round into the opposite appellation? Who lived through in youth perpetually? For whom did strength endure to the end? And as for the flower of beauty, did not nature make it even more short-lived than the very things that appear in spring? For those indeed, when the season lays hold of them, sprout forth, and after shedding their blossoms for a brief time, come to life again; and again they flow away, and again put forth foliage, and display their present beauty into newness as well. Yet the human flower nature displays once in the spring of youth, and then quenches, blotting it out in the winter of old age; likewise all other things also, after deceiving the sense of the flesh for a season, then rush past and are covered over together in oblivion. Since, therefore, such changes by a certain
Notes, col. 345

On the reading

Printed ἀτεῤῥύη, for ἀπεῤῥύη.

PG 46:348Read from the page
φύσεως ἀνάγκην συμβαίνουσαι, λυποῦσι πάντως τὸν ἐν προσπαθείᾳ γενόμενον, μία τῶν τοιούτων κακῶν ἐστιν ἀποφυγή, τὸ μηδενὶ τῶν μεταβαλλομένων τῇ ψυχῇ προστεθῆναι, ἀλλ' ὡς ἔστι δυνατὸν, χωρισθῆναι τῆς πρὸς πάντα τὸν βίον τὸν ἐμπαθῆ τε καὶ σάρκινον ὁμιλίας· μᾶλλον δὲ καὶ τῆς πρὸς τὸ σῶμα τὸ ἑαυτοῦ συμπαθείας ἔξω γενέσθαι, ὡς ἂν μὴ κατὰ σάρκα βιοὺς, ὑπεύθυνος γένηται ταῖς ἐκ τῆς σαρκὸς συμφοραῖς· τοῦτο δέ ἐστι τὸ μόνῃ τῇ ψυχῇ ζῆν, καὶ μιμεῖσθαι κατὰ τὸ δυνατὸν τὴν τῶν ἀσωμάτων δυνάμεων πολιτείαν· ἐν ᾗ οὔτε γαμοῦσιν οὔτε γαμίσκονται· ἀλλ' ἔργον αὐτοῖς καὶ κατόρθωμα τὸ θεωρεῖν τὸν Πατέρα τῆς ἀφθαρσίας ἐστὶ, καὶ πρὸς τὸ ἀρχέτυπον κάλλος τὴν ἰδίαν καλλωπίζειν μορφὴν διὰ τῆς ἐνδεχομένης μιμήσεως.
necessity of nature altogether grieve him who has come to be in passionate attachment, there is one escape from such evils: to attach the soul to none of the things that undergo change, but so far as is possible to be separated from communion with all passionate and fleshly life; rather, even to get outside sympathy towards one's own body, lest by living according to the flesh one become liable to the calamities that come from the flesh; and this is to live for the soul alone, and to imitate according to one's power the polity of the bodiless powers, in which they neither marry nor are given in marriage; but their work and right achievement is to contemplate the Father of incorruption, and to beautify their own form towards the archetypal beauty through such imitation as is possible.
ΚΕΦΑΛ. Εʹ.
Chapter V.
Ὅτι προηγεῖσθαι χρὴ τὴν τῆς ψυχῆς ἀπάθειαν τῆς ἐν σώματι καθαρότητος.
That the dispassion of the soul must precede purity in the body.
Ταύτης οὖν τῆς διανοίας καὶ τῆς ὑψηλῆς ἐπιθυμίας συνεργὸν, καθὼς τῇ Γραφῇ δοκεῖ, καὶ βοηθὸν τῷ ἀνθρώπῳ τὴν παρθενίαν εἶναί φαμεν. Καὶ ὥσπερ τῶν λοιπῶν ἐπιτηδευμάτων τέχναι τινὲς πρὸς τὴν ἑκάστου τῶν σπουδαζομένων ἐπεργασίαν ἐπενοήθησαν· οὕτω μοι δοκεῖ καὶ τὸ τῆς παρθενίας ἐπιτήδευμα τέχνη τις εἶναι καὶ δύναμις τῆς θειοτέρας ζωῆς, πρὸς τὴν ἀσώματον φύσιν τοὺς ἐν σαρκὶ ζῶντας ὁμοιοῦσθαι παρασκευάζουσα. Πᾶσα γάρ ἐστι σπουδὴ τοῦ τοιούτου βίου, ὅπως μὴ τὸ ὑψηλὸν τῆς ψυχῆς διὰ τῆς ἐπαναστάσεως τῶν ἡδονῶν ταπεινωθῇ, καὶ ἀντὶ τοῦ μετεωροπορεῖν, καὶ εἰς τὰ ἄνω βλέπειν τὴν διάνοιαν ἡμῶν, πρὸς τα σαρκὸς καὶ αἵματος κατενεχθεῖσαν πάθη πεσεῖν. Πῶς γὰρ ἔτι δύναται πρὸς τὸ συγγενές τε καὶ νοητὸν φῶς ἐλευθέρῳ ἀναβλέπειν τῷ ὄμματι ἡ προσηλωθεῖσα κάτω τῇ ἡδονῇ τῆς σαρκὸς, καὶ τὴν ἐπιθυμίαν πρὸς τὰ ἀνθρώπινα πάθη ἀπασχολήσασα, ὅταν πρὸς τὰ ὑλώδη σχῇ τὴν ῥοπὴν ἐκ μοχθηρᾶς τινος καὶ ἀπαιδεύτου προσλήψεως; Καθάπερ γὰρ οἱ τῶν συῶν ὀφθαλμοὶ εἰς τὸ κάτω παρὰ τῆς φύσεως ἐστραμμένοι τῶν οὐρανίων θαυμάτων ἀπείρως ἔχουσιν, οὕτως ἡ τῷ σώματι συγκατασπασθεῖσα ψυχὴ οὐκέτι πρὸς τὸν οὐρανὸν καὶ τὰ ἄνω κάλλη βλέπειν δυνήσεται, πρὸς τὸ ταπεινὸν καὶ κτηνῶδες τῆς φύσεως ἐπικύπτουσα. Ὡς ἂν οὖν μάλιστα ἡμῖν ἐλευθέρα καὶ ἄνετος ἡ ψυχὴ πρὸς τὴν θείαν τε καὶ μακαρίαν ἡδονὴν ἀναβλέποι, πρὸς οὐδὲν τῶν γηΐνων ἑαυτὴν ἐπιστρέψῃ, οὐδὲ τῶν νενομισμένων κατὰ τὴν τοῦ κοινοῦ βίου συγχώρησιν ἡδονῶν μεταλήψεται, ἀλλὰ μεταθήσει τὴν ἐρωτικὴν δύναμιν ἀπὸ τῶν σωματικῶν ἐπὶ τὴν νοητήν τε καὶ ἄϋλον τοῦ καλοῦ θεωρίαν, πρὸς τὴν τοιαύτην τῆς ψυχῆς διάθεσιν ἡ παρθενία τοῦ σώματος ἡμῖν ἐπενοήθη· ὡς ἂν μάλιστα λήθην καὶ ἀμνηστίαν ἐμποιήσειε τῇ ψυχῇ τῶν ἐμπαθῶν τῆς φύσεως κινημάτων, μηδεμίαν ἀνάγκην ἐπάγουσα πρὸς τὰ ταπεινὰ τῆς σαρκὸς ὀφλήματα καταγίνεσθαι.
As a fellow-worker, therefore, of this understanding and of this lofty desire, as seems good to Scripture, and as a helper for man, we affirm virginity to exist. And just as for the remaining pursuits certain arts were devised towards the accomplishment of each of the things eagerly pursued; so also does the pursuit of virginity seem to me to be a certain art and faculty of the more divine life, preparing those who live in the flesh to become like unto the bodiless nature. For the whole zeal of such a life is that the height of the soul may not be humbled through the uprising of pleasures, nor our understanding, instead of walking on high and looking upon the things above, be dragged down and fall towards the passions of flesh and blood. For how can the soul that has been nailed down below to the pleasure of the flesh, and has occupied its desire towards human passions, still look up with a free eye towards the kindred and intelligible light, when it holds its inclination towards material things out of some wretched and untrained preconception? For just as the eyes of swine, turned downwards by nature, are unacquainted with the heavenly wonders, so the soul dragged down together with the body will no longer be able to look towards heaven and the beauties above, stooping over what is lowly and beastly in nature. To the end, therefore, that for us the soul, most free and unfettered, might look up towards the divine and blessed pleasure, it will turn itself towards none of the earthly things, nor partake even of the pleasures sanctioned according to the concession of the common life, but will transfer its amatory power from bodily things to the intelligible and immaterial contemplation of the good; for such a disposition of the soul was virginity of the body devised for us, so that it might above all implant in the soul oblivion and forgetfulness of the passionate motions of nature, bringing in no necessity to be busied with the lowly debts of the flesh.
Notes, col. 348

On the reading

Printed τα, for τὰ.

PG 46:349Read from the page
Ἐλευθερωθεῖσα γὰρ ἅπαξ τῶν τοιούτων χρεῶν, οὐκέτι κινδυνεύει μὴ τῷ κστ' ὀλίγον προσεθισμῷ περὶ τὰ δοκοῦντα νόμῳ τινὶ φύσεως συγκεχωρῆσθαι, ἐν ἀποστροφῇ καὶ ἀγνοίᾳ τῆς θείας τε καὶ ἀκηράτου γένηται ἡδονῆς, ἣν μόνη ἡ καρδίας καθαρότης, τοῦ ἐν ἡμῖν ἡγεμονικοῦ, θηρεύειν πέφυκεν.
For once freed from such debts, it no longer runs the risk lest, through habituation little by little to the things that seem to have been conceded by a certain law of nature, it should come to be in aversion from and ignorance of the divine and undefiled pleasure, which purity of heart alone, of the ruling faculty within us, is by nature fitted to hunt after.
ΚΕΦΑΛ. Ϛʹ.
Chapter VI.
Ὅτι Ἠλίας καὶ Ἰωάννης τῆς ἀκριβείας τοῦ βίου τούτου ἐπεμελήθησαν.
That Elijah and John cared for the strictness of this life.
Διὰ τοῦτό μοι δοκεῖ καὶ ὁ μέγας ἐν προφήταις Ἠλίας, καὶ ὁ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου μετ' ἐκεῖνον ἐπιδημήσας τῷ βίῳ, οὗ μείζων οὐδεὶς ἐν γεννητοῖς γυναικῶν. Εἴπερ τι καὶ ἕτερον ἡ κατ' αὐτοὺς ἱστορία παραδηλοῖ δι' αἰνίγματος, τοῦτο μάλιστα τῷ ἰδίῳ δογματίζειν βίῳ, τὸ χωρισθῆναι τῆς τοῦ ἀνθρωπίνου βίου ἀκολουθίας τὸν τῇ θεωρίᾳ τῶν ἀοράτων σχολάζοντα· ὡς ἂν μὴ ταῖς τοιαύταις ἀπάταις ταῖς διὰ τῶν αἰσθήσεων γινομέναις προσεθισθεὶς, σύγχυσίν τινα καὶ πλάνην πάθοι περὶ τὴν τοῦ ὄντως ἀγαθοῦ κρίσιν. Ἀμφότεροι γὰρ εὐθὺς ἐκ νέων ἀπεξενώθησαν τῆς ἀνθρωπίνης ζωῆς, καὶ οἷον ἔξω τῆς φύσεως ἑαυτοὺς ἔστησαν τῇ περὶ τὴν βρῶσιν καὶ πόσιν ὑπεροψίᾳ τῆς συνήθους καὶ νενομισμένης τροφῆς, καὶ τῇ κατὰ τὴν ἔρημον διαγωγῇ, ὡς καὶ τὴν ἀκοὴν ἀπεριήχητον, καὶ ἀπλάνητον αὐτοῖς φυλαχθῆναι τὴν ὄψιν, καὶ τὴν γεῦσιν ἁπλῆν τε καὶ ἀπραγμάτευτον διαμεῖναι, ἐκ τοῦ προστυχόντος ἑκατέροις πληρουμένης τῆς χρείας.
On this account it seems to me that both the great one among the prophets, Elijah, and he who after him sojourned in life in the spirit and power of Elijah, than whom none is greater among those born of women—if indeed the history concerning them indicates sideways anything else as well through an enigma—teach above all this doctrine by their own life: that one who devotes his leisure to the contemplation of unseen things must be separated from the train of human life, lest, having grown habituated to such deceits as come to pass through the senses, he suffer some confusion and error concerning the judgement of the truly good. For both of them straightway from youth were estranged from human life, and as it were stationed themselves outside nature by their disdain, in regard to eating and drinking, of customary and sanctioned nourishment, and by their way of life in the wilderness, so that for them both hearing was kept unringing with noise, and sight unwandering, and taste remained simple and unelaborate, their need being fulfilled for each of them from whatever chanced to come to hand.
Ἐντεῦθεν εἰς πολλὴν εὐδίαν καὶ γαλήνην ἀπὸ τῶν ἔξωθεν θορύβων κατέστησαν, καὶ διὰ τοῦτο εἰς τοσοῦτον μέγεθος τῶν θείων χαρισμάτων ἐπήρθησαν, ὅσον περὶ ἑκατέρου τούτων μνημονεύει ὁ λόγος. Ἠλίας μὲν γὰρ καθάπερ ταμίας τις τῶν τοῦ Θεοῦ δωρεῶν καταστὰς, τὰς ἐκ τοῦ οὐρανοῦ χρείας κατ' ἐξουσίαν καὶ ἀποκλείειν τοῖς ἁμαρτάνουσι, καὶ ἀνιέναι τοῖς μετανοοῦσι κύριος ἦν. Τὸν δὲ Ἰωάννην τοιοῦτον μέντοι θαυματοποιῆσαι οὐδέν φησιν ἡ θεία Ἱστορία· περισσότερον δὲ ἢ κατὰ πάντα προφήτην τὸ ἐν αὐτῷ χάρισμα παρὰ τοῦ τὰ κρυπτὰ βλέποντος μεμαρτύρηται· τάχα ὅτι καθαράν τε καὶ ἀμιγῆ πάσης ὑλικῆς προσπαθείας τὴν ἑαυτῶν ἐπιθυμίαν ἀπ' ἀρχῆς εἰς τέλος τῷ Κυρίῳ ἀνέθηκαν, οὔτε εἰς τέκνων στοργὴν, οὔτε εἰς γυναικὸς φροντίδα, οὔτε εἰς ἄλλο τι τῶν ἀνθρωπίνων ἀσχολήσαντες· οἵ γε μηδὲ τῆς καθ' ἡμέραν ἀναγκαίας τροφῆς πρέπειν ἑαυτοῖς ὑπολαβόντες τὴν μέριμναν, τῆς τε τῶν ἐνδυμάτων σεμνότητος κρείττους ἐπιδειχθέντες, ἐκ τῶν ἐπιτυχόντων ἑαυτοῖς τὰς χρείας ἀπεσχεδίαζον, ὁ μὲν δέρμασιν αἰγείοις, ὁ δὲ καμήλου θριξὶ σκεπαζόμενος· οὐκ ἂν εἰς ἐκεῖνο τὸ μέγεθος, ὡς οἶμαι, φθάσαντες, εἰ ταῖς τοῦ σώματος ἡδυπαθείαις ὑπὸ τοῦ γάμου κατεμαλάχθησαν. Ταῦτα δὲ οὐχ ἁπλῶς, ἀλλὰ, καθώς φησιν ὁ Ἀπόστολος, εἰς νουθεσίαν ἡμῶν ἀναγέγραπται, ἵνα πρὸς τὸν ἐκείνων βίον καὶ τὸν ἑαυτῶν κατευθύνωμεν. Τί οὖν ἐκ τούτων μανθάνομεν; Τὸ καθ' ὁμοιότητα τῶν ἁγίων ἀνδρῶν, μηδενὶ τῶν βιωτικῶν πραγμάτων προσασχολεῖν τὴν διάνοιαν τὸν ἐπιθυμοῦντα τῷ Θεῷ συναφθῆ-
Thence they were established in great calm and tranquillity away from outward tumults, and on this account were lifted up to so great a magnitude of divine gifts as the word records concerning each of them. For Elijah, appointed just like some steward of the gifts of God, was master by authority both to shut off the supplies from heaven to those who sinned, and to let them forth to those who repented. Yet John divine History says worked no such wonder; nonetheless the gift within him is attested by Him Who sees hidden things as more abundant than in every prophet; perhaps because from beginning to end they dedicated their desire unto the Lord pure and unmixed with every material attachment, occupying themselves neither with affection for children, nor with care for a wife, nor with anything else of human affairs; seeing that, supposing not even anxiety for daily necessary nourishment to befit themselves, and shown superior to the dignity of garments, they improvised their needs for themselves out of whatever came their way, the one covered with goatskins, the other with camel's hair; whereas they would not, as I think, have attained to that magnitude if they had been softened down by marriage in the luxuries of the body. Now these things have been written down not simply, but, as the Apostle says, for our admonition, that towards their life we too may direct our own. What, then, do we learn from these things? That after the likeness of those holy men, one must busy his understanding upon none of the affairs of this life, if he desires to be
Notes, col. 349

On the reading

Printed κστ', for κατ'.

PG 46:352Read from the page
ναι· οὐδὲ γάρ ἐστι δυνατὸν τὸν εἰς πολλὰ τῇ διανοίᾳ διαχεόμενον, πρὸς Θεοῦ κατανόησιν καὶ ἐπιθυμίαν εὐθυπορῆσαι.
united unto God; for neither is it possible for one poured out in understanding towards many things to journey straight on towards the comprehension of and desire for God.
ΚΕΦΑΛ. Ζʹ.
Chapter VII.
Ὅτι τὸν εἰς πολλὰ μεριζόμενον τελειωθῆναι τὴν ψυχὴν ἀδύνατον.
That for one divided among many things it is impossible to be made perfect in soul.
Δοκεῖ δέ μοι δι' ὑποδείγματος ἐναργέστερον ἂν παραστῆσαι τὸ περὶ τούτων δόγμα. Ὑποθώμεθα γάρ τι ὕδωρ ἐκ πηγῆς προχεόμενον, εἰς διαφόρους ἀποῤῥοὰς κατὰ τὸ συμβὰν διασχίζεσθαι. Οὐκοῦν ἕως ἂν οὕτω φέρηται, εἰς οὐδὲν τῶν πρὸς τὴν γεωργίαν χρησίμων ἐπιτήδειον ἔσται, τῆς εἰς πολλὰ διαχύσεως ὀλίγον τὸ ἐν ἑκάστῳ, καὶ ἀδρανὲς, καὶ δυσκίνητον ὑπὸ ἀτονίας ποιούσης· εἰ δέ τις πάσας αὐτοῦ τὰς ἀτάκτους ἀποῤῥοὰς συναγάγοι, καὶ εἰς ἓν ῥεῖθρον τὸ πολλαχῆ τέως ἐσκεδασμένον ἀθροίσειεν, εἰς πολλὰ ἂν τῶν βιωφελῶν καὶ χρησίμων ἀθρόῳ καὶ συντεταγμένῳ τῷ ὕδατι χρήσαιτο. Οὕτω μοι δοκεῖ καὶ ὁ νοῦς ὁ ἀνθρώπινος, εἰ μὲν πανταχοῦ διαχέοιτο, πρὸς τὸ ἀρέσκον ἀεὶ τοῖς αἰσθητηρίοις ῥέων καὶ σκεδαννύμενος, μηδεμίαν ἀξιόλογον δύναμιν ἴσχειν πρὸς τὴν ἐπὶ τὸ ὄντως ἀγαθὸν πορείαν· εἰ δὲ πανταχόθεν ἀνακληθεὶς, καὶ περὶ ἑαυτὸν ἀθροισθεὶς, συνηγμένος καὶ ἀδιάχυτος πρὸς τὴν οἰκείαν ἑαυτῷ καὶ κατὰ φύσιν ἐνέργειαν κινοῖτο, οὐδὲν τὸ κωλύον αὐτὸν ἔσται πρὸς τὰ ἄνω φέρεσθαι, καὶ τῆς ἀληθείας τῶν ὄντων ἐφάπτεσθαι. Καθάπερ γὰρ τὸ περιεστεγασμένον διὰ σωλῆνος ὕδωρ ὄρθιον πολλάκις ὑπὸ τῆς ἀναθλιβούσης βίας ἐπὶ τὰ ἄνω φέρεται, οὐκ ἔχον ὅπη διαχυθῇ, καὶ ταῦτα, καταφεροῦς αὐτῷ τῆς κατὰ φύσιν οὔσης κινήσεως· οὕτω καὶ ὁ νοῦς ὁ ἀνθρώπινος, οἷόν τινος σωλῆνος στεγανοῦ τῆς ἐγκρατείας αὐτὸν ἁπανταχόθεν περισφιγγούσης, ἀναληφθήσεταί πως ὑπὸ τῆς τοῦ κινεῖσθαι φύσεως πρὸς τὴν τῶν ὑψηλοτέρων ἐπιθυμίαν, οὐκ ἔχων ὅπου παραῤῥυῇ. Οὔτε γὰρ στῆναί ποτε δυνατόν ἐστι τὴν ἀεικίνητον ὑπὸ τοῦ πεπυιηκότος εἰληφότα τὴν φύσιν, καὶ εἰς τὰ μάταια χρῆσθαι τῇ κινήσει κωλυόμενον, ἀμήχανον μὴ πρὸς τὴν ἀλήθειαν πάντως εὐθυπορῆσαι, τῷ πανταχόθεν ἀπὸ τῶν ἀτόπων ἀπείργεσθαι· καὶ γὰρ ἐν ταῖς πολυοδίαις οὕτω μάλιστα τοὺς ὁδοιπόρους ὁρῶμεν τῆς εὐθείας οὐχ ἁμαρτάνοντας, ὅταν τὴν ἐν ταῖς ἄλλαις ὁδοῖς πλάνην προμαθόντες, ἐκκλίνωσιν.
Now it seems to me that through an illustration one might present more clearly the doctrine concerning these things. For let us suppose some water pouring forth out of a spring to be split up by chance into different runnels. As long, then, as it is borne along thus, it will be serviceable for none of the things useful for husbandry, since its diffusion into many parts makes what is in each small, and feeble, and hard to move through slackness; whereas if someone should gather together all its disorderly runnels, and collect into one stream what had hitherto been scattered in many directions, he would make use of the collected and well-ordered water for many of the things profitable and useful for life. So too does the human mind seem to me, if on the one hand it is poured out everywhere, ever flowing and scattering towards what is pleasing to the organs of sense, to possess no noteworthy power for the journey towards the truly good; whereas if, called back from every side and collected round itself, gathered together and undiffused, it is moved towards the activity proper to itself and according to nature, there will be nothing to hinder it from being borne towards the things above, and laying hold of the truth of real beings. For just as water roofed in all round through a pipe is often borne straight upwards towards the heights by the upward-pressing force, having nowhere to pour out—and that too though its motion according to nature is downward-tending—so also the human mind, when self-mastery, like some water-tight pipe, compresses it round from every side, will somehow be lifted up by its nature of moving towards the desire of loftier things, having nowhere to slip aside. For neither is it ever possible for one who has received an ever-moving nature from Him Who made him to stand still, and when hindered from using that motion upon vain things, it is impossible for him not altogether to journey straight on towards the truth, through being hemmed off on every side from absurd things; for at cross-roads also it is thus above all that we see wayfarers not missing the straight road, when, having learned beforehand the wandering in the other roads, they turn aside from them.
Ὡς ὁ τῶν πεπλανημένων τρίβων ἐν τῷ ὁδεύειν ἀναχωρήσας, ἐπὶ τῆς εὐθείας μᾶλλον ἑαυτὸν φυλάξει· οὕτως ἡμῶν ἡ διάνοια τῇ ἀποστροφῇ τῶν ματαίων τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν ἐπιγνώσεται. Ἔοικεν οὖν ταῦτα παιδεύειν ἡμᾶς τῇ μνήμῃ τῶν μεγάλων προφητῶν ἐκείνων, τὸ μηδενὶ τῶν ἐν τῷ κόσμῳ σπουδαζομένων ἐμπλέκεσθαι· ἓν δὲ τῶν σπουδαζομένων ὁ γάμος ἐστίν· μᾶλλον δὲ ἀρχὴ καὶ ῥίζα τῆς τῶν ματαίων σπουδῆς.
As he who in journeying has withdrawn from erring paths will keep himself all the more upon the straight road; so our understanding, by turning away from vain things, will recognize the truth in real beings. These things, therefore, seem to instruct us by the memory of those great prophets: to be entangled in none of the things eagerly pursued in the world; and one of the things eagerly pursued is marriage—or rather, it is the beginning and root of zeal for vain things.
Notes, col. 352

On the reading

Printed πεπυιηκότος, for πεποιηκότος.