Μᾶλλον δὲ τί χρὴ μικρολόγως τοῦ τοιούτου βίου τὴν ἀτοπίαν ἐλέγχειν, ἐν μόναις μοιχείαις, καὶ διαστάσεσι, καὶ ἐπιβουλαῖς περιορίζοντας τὴν τῶν συμφορῶν ἀρίθμησιν; δοκεῖ γάρ μοι τῷ ὑψηλοτέρῳ καὶ ἀληθεστέρῳ λόγῳ, πᾶσα ἡ τοῦ βίου κακία, ἡ πᾶσι πράγμασι καὶ ἐπιτηδεύμασιν ἐνθεωρουμένη, μηδεμίαν εὑρίσκειν ἀρχὴν κατὰ τῆς τοῦ ἀνθρώπου ζωῆς, εἴ τις ἑαυτὸν μὴ ὑπαγάγοι τῇ ἀνάγκῃ τοῦ βίου τούτου. Οὕτω δὲ ἡμῖν ἡ ἀλήθεια τοῦ λόγου φανερωθήσεται. Ὁ τὴν τοῦ βίου τούτου ἀπάτην κατανοήσας καθαρῷ τῷ τῆς ψυχῆς ὀφθαλμῷ, καὶ ὑψηλότερος τῶν ἐνταῦθα σπουδαζομένων γενόμενος· καὶ, καθώς φησιν ὁ Ἀπόστολος, καθάπερ τινὰ δυσώδη σκύβαλα πάντα περιορῶν, καὶ τρόπον τινὰ τοῦ βίου παντὸς διὰ τῆς τοῦ γάμου ἀναχωρήσεως ἑαυτὸν ἐξοικίσας, οὐδεμίαν ἔχει κοινωνίαν πρὸς τὰ κακὰ τὰ ἀνθρώπινα· πλεονεξίαν λέγω καὶ φθόνον, ὀργήν τε καὶ μῖσος, καὶ κενῆς δόξης ἐπιθυμίαν, καὶ τὰ ἄλλα ὅσα τοιούτου γένους ἐστίν. Πάντων δὲ τῶν τοιούτων τὴν ἀτέλειαν ἔχων, καὶ διὰ πάντων ἐλευθεριάζων καὶ εἰρηνεύων τῷ βίῳ, οὐκ ἔστιν ἐφ' ᾧτε φιλονεικήσει τοῖς γειτνιῶσι τὸν φθόνον, οὐδενὸς τῶν τοιούτων ἁπτόμενος, οἷς ὁ φθόνος ἐν τῇ ζωῇ περιφύεται· παντὸς γὰρ τοῦ κόσμου τὴν ἑαυτοῦ ζωὴν ὑπεράρας, καὶ μόνον τίμιον ἑαυτῷ κτῆμα νομίζων τὴν ἀρετὴν, ἄλυπόν τινα καὶ εἰρηνικὸν καὶ ἄμαχον βιοτεύσει βίον. Τῆς γὰρ ἀρετῆς ἡ κτῆσις, κἂν πάντες μετέχωσιν αὐτῆς ἄνθρωποι, κατὰ τὴν ἑαυτοῦ δύναμιν ἕκαστος, ἀεὶ πλήρης τοῖς ἐπιθυμοῦσίν ἐστιν· οὐ κατὰ τὴν ἐπὶ γῆς κτῆσιν, ἣν διαιροῦντες εἰς τμήματα, ὅσον ἂν προσθῶσι τῇ μιᾷ μερίδι, τοσοῦτον ὑφείλοντο τῆς ἑτέρας, καὶ πλεονασμὸς τοῦ ἑνὸς, ἐλάττωσίς ἐστι τοῦ συμμετέχοντος. Ὅθεν καὶ αἱ περὶ τοῦ πλείονος μάχαι, διὰ τὸ πρὸς τὸ ἐλαττοῦσθαι μῖσος τοῖς ἀνθρώποις συνίστανται· ἐκείνου δὲ ἀνεπίφθονός ἐστιν ἡ πλεονεξία τοῦ κτήματος, καὶ ὁ τὸ πλεῖον ἁρπάσας, οὐδεμίαν ἤνεγκε ζημίαν τῷ μετασχεῖν ἀξιοῦντι τῶν ἴσων· ἀλλ' ὅσον ἐστί τις χωρητικὸς, αὐτός τε πληροῦται τῆς ἀγαθῆς ἐπιθυμίας, καὶ ὁ πλοῦτος τῶν ἀρετῶν ἐν τοῖς προλαβοῦσιν οὐ καταναλίσκεται. Ὁ τοίνυν πρὸς τοῦτον ἀποβλέπων τὸν βίον, καὶ τὴν ἀρετὴν ἑαυτῷ θησαυρίζων, ἣν οὐδεὶς ὅρος ἀνθρώπινος περιγράφει, ἆρα καταδέξεταί ποτε πρός τι τῶν ταπεινῶν καὶ πεπατημένων τὴν ἑαυτοῦ ψυχὴν ἐπικλῖναι; ἆρα θαυμάσεται τὸν γήϊνον πλοῦτον, ἢ δυναστείαν ἀνθρωπίνην, ἢ ἄλλο τι τῶν ὑπ' ἀνοίας σπουδαζομένων; Εἰ μὲν γάρ τις ἔτι περὶ ταῦτα διάκειται ταπεινῶς, ἔξω τοῦ τοιούτου ἂν εἴη χοροῦ, καὶ οὐδὲν πρὸς τὸν ἡμέτερον ἕξει λόγον· εἰ δὲ τὰ ἄνω φρονεῖ, καὶ συμμετεωροπορεῖ τῷ θεῷ, ὑψηλότερος πάντως τῶν τοιούτων ἐστὶν, οὐκ ἔχων τὴν κοινὴν ἀφορμὴν τῆς περὶ ταῦτα πλάνης, τὸν γάμον λέγω· τοῦ γὰρ ὑπὲρ τοὺς ἄλλους θέλειν εἶναι, τὸ χαλεπὸν τοῦτο πάθος, ἡ ὑπερηφανία, ὃ δὴ μάλιστα σπέρμα
Rather, why should one expose the absurdity of such a life in petty detail, confining the enumeration of its calamities solely to adulteries, separations, and plots? For to the loftier and truer reasoning it seems to me that all the wickedness of life, which is observed within all affairs and pursuits, finds no beginning against human life unless a man subjects himself to the necessity of this way of life. And in this way the truth of our statement will be made manifest to us. He who has perceived the deceit of this life with the pure eye of the soul, and has risen higher than the things eagerly pursued here below; and, even as the Apostle says, overlooks all things as though they were foul-smelling refuse, and in a manner has banished himself from the whole of worldly life through withdrawal from marriage, has no fellowship with human evils: covetousness, I mean, and envy, wrath and hatred, and desire for empty glory, and all other things of such a kind. Possessing immunity from all such things, and throughout all things living in freedom and at peace with life, there is nothing over which he will contend in rivalry to stir up envy among his neighbours, since he touches none of those things unto which envy clings in life; for having lifted his own life above the whole world, and accounting virtue alone a precious possession for himself, he will lead a life free from sorrow and peaceful and uncontentious. For the possession of virtue, even if all human beings partake of it, each according to his own capacity, is ever full for those who desire it; unlike possession upon earth, which when men divide into portions, by so much as they add to the one share, by so much they take away from the other, and the abundance of the one is the diminution of his partner. Whence also battles over the larger share arise among men through hatred of being diminished; whereas covetousness of that other possession is free from envy, and he who has seized the larger share brings no loss upon him who claims to partake of equal things; rather, in proportion as anyone is capacious, both he himself is filled with his good desire, and the wealth of the virtues is not used up among those who came before. He, therefore, who looks steadfastly towards this life, and treasures up virtue for himself, which no human boundary circumscribes, will he ever stoop to incline his own soul towards anything lowly and trodden underfoot? will he marvel at earthly wealth, or human dominion, or anything else pursued out of folly? For if indeed anyone is still low-minded about these things, he would stand outside such a choir, and will have nothing to do with our discourse; whereas if he sets his mind upon the things above, and walks aloft together with God, he is altogether higher than such things, lacking the common starting-point of error concerning them, marriage I mean; for of wishing to stand above others, that grievous passion, pride, which indeed is chiefly the seed