δεῖ πόνων περὶ τὴν κτῆσιν, οὐ πρὸς ἔνδειξιν ἀνθρώπων γινομένων, ἀλλ' εἰς τὸ ἀρέσαι Θεῷ τῷ τὰ κρυπτὰ εἰδότι. Τοῖς δὲ ἀγαπῶσι τὸν Θεὸν εὔκολος καὶ ἡδὺς ὁ πόνος τῶν ἐντολῶν, ἐλαφρὸν καὶ ἐπέραστον ἡμῖν τὸν ἀγῶνα τῆς πρὸς ἐκεῖνον ἀγάπης ποιούσης. Διὸ καὶ ὁ Πονηρὸς πάντα ἀγωνίζεται τρόπον ἐκβαλεῖν τὸν τοῦ Κυρίου φόβον ἐκ τῶν ψυχῶν ἡμῶν, καὶ διαλῦσαι τὴν πρὸς ἐκεῖνον ἀγάπην ἡδοναῖς παρανόμοις. Δεινὴς γάρ ἐστιν, εἰ ῥᾳθυμοῦντας εὕροι τοὺς φύλακας, κλέψαι καιρὸν, καὶ ἐπεισελθεῖν τοῖς τῆς ἀρετῆς πόνοις, καὶ κατασπεῖραι τῷ σίτῳ τὰ αὐτοῦ ζιζάνια· λοιδορίαν, λέγω, τῦφον, κενοδοξίαν, τιμῆς ἐπιθυμίαν, καὶ τὰ λοιπὰ τῆς κακίας δημιουργήματα. Δεῖ οὖν ἐγρηγορέναι, καὶ τηρεῖν πάντοθεν τὸν Ἐχθρὸν, ὅπως κἂν προσβάλῃ τινὰ μηχανὴν ὑπ' ἀναισχυντίας, πρὶν ἅψασθαι τῆς ψυχῆς ἀποκρουσθῆναι. Μνημονεύετε δέ μοι συνεχῶς καὶ τούτου, ὅτι Ἄβελ μὲν προσέφερε τῷ Κυρίῳ θυσίαν ἀπὸ τῶν πρωτοτόκων προβάτων καὶ ἀπὸ στεάτων· Κάϊν δὲ ἀπὸ μὲν τῶν καρπῶν τῆς γῆς, ἀλλ' οὐκ ἀπὸ τῶν προβάτων· « Καὶ ἐπεῖδε, » φησὶν, « ὁ Θεὸς ἐπὶ ταῖς θυσίαις τοῦ Ἄβελ· ἐπὶ δὲ τοῖς δώροις τοῦ Κάϊν οὐ προσέσχεν. » Ἔστι τοίνυν μαθεῖν ἐκ τῆς ἱστορίας, ὡς εὐάρεστον τῷ Κυρίῳ πᾶν τὸ μετὰ φόβου καὶ πίστεως, οὐ τὸ πολυτελῶς ἄνευ ἀγάπης γινόμενον. Οὐδὲ γὰρ Ἀβραὰμ ἄλλως ἐδέξατο τὴν εὐλογίαν παρὰ τοῦ Μελχισεδὲκ, ἀλλ' ἢ τὰς ἀπαρχὰς καὶ τὰ καίρια προσήνεγκε τῷ ἱερεῖ τοῦ Θεοῦ. Καίρια δὲ λέγει καὶ ἀκροθίνια τῶν ὑπαρχόντων, αὐτὴν τὴν ψυχὴν καὶ τὸν νοῦν, κελεύων ἡμῖν μὴ μικροπρεπῶς θύειν τῷ Θεῷ τὰς αἰνέσεις καὶ τὰς εὐχὰς, μηδὲ τὰ τυχόντα τῷ Δεσπότῃ προσάγειν, ἀλλ' εἴ τι καίριον τῆς ψυχῆς, μᾶλλον δὲ αὐτὴν τὴν ὅλην ἀνατιθέναι Θεῷ. Περὶ μέντοι τῶν τῆς ἀρετῆς μερῶν, ποῖον κρεῖττον ἡγεῖσθαι, καὶ πρὸ τῶν ἄλλων ἐπιτηδεύειν, καὶ ποῖον τούτου δεύτερον, καὶ τὰ λοιπὰ ἐφεξῆς, οὐκ ἔστιν εἰπεῖν. Ἀλλήλων γὰρ ὁμοίως ἔχονται, καὶ δι' ἀλλήλων ἐπὶ τὴν κορυφὴν τοὺς χρωμένους ἀνάγουσιν. Ἡ μὲν γὰρ ἁπλότης τῇ ὑπακοῇ παραδίδωσιν· ἡ δὲ ὑπακοὴ, τῇ πίστει· αὕτη δὲ τῇ ἐλπίδι· καὶ ἡ ἐλπὶς, τῇ δικαιοσύνῃ· κἀκείνη, τῇ διακονίᾳ· καὶ αὕτη, τῇ ταπεινότητι· παρὰ δὲ ταύτης ἡ πραότης παραλαμβάνεται· ἡ δὲ, τῇ χαρᾷ προσάγει· ἡ δὲ χαρὰ, τῇ ἀγάπῃ· ἐκείνη, τῇ εὐχῇ· καὶ οὕτως ἀλλήλων ἐξηρτημέναι, καὶ ἐξαρτήσασαι τὸν ἐχόμενον, ἐπ' αὐτὴν ἀνάγουσι τοῦ ποθουμένου τὴν κορυφὴν, καθάπερ ἀπεναντίας ἡ πονηρία τοὺς ἑαυτῆς φίλους, διὰ τῶν οἰκείων αὐτῆς μερῶν, ἐπὶ τὴν ἐσχάτην κατάγει κακίαν. Δεῖ δὲ ἡμᾶς τῇ εὐχῇ πλέον προσκαρτερεῖν· οἷον γὰρ κορυφαῖός τις τοῦ χοροῦ τῶν ἀρετῶν αὕτη τυγχάνει, καὶ συνάπτει δι' ἁγιότητος μυστικῆς καὶ πνευματικῆς ἐνεργείας καὶ διαθέσεως ἀῤῥήτου Θεῷ τὸν τῇ εὐχῇ προσκαρτεροῦντα· ὃς ζέων τῷ πόθῳ, κόρον τῆς εὐχῆς οὐχ εὑρίσκει· ἀεὶ δὲ τῷ πόθῳ τοῦ ἀγαθοῦ εὑρίσκεται, κατὰ τὸ εἰρημένον· « Οἱ τρώγοντές με, ἔτι πεινάσουσι· καὶ οἱ πίνοντές με, ἔτι διψήσουσι. » Καὶ ἀλλαχοῦ· « Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. » Καὶ ὁ Κύριος· « Ἡ βασιλεία τῶν οὐ-
labours are needed for its acquisition—not labours undertaken for display before men, but in order to please God Who knows hidden things. Yet for those who love God the labour of the commandments is easy and sweet, since love towards Him makes the contest light and delightful for us. Therefore the Evil One also strives in every way to cast the fear of the Lord out of our souls, and to dissolve our love towards Him through unlawful pleasures. For he is clever, if he should find the guards growing slothful, at stealing an opportunity, slipping in among the labours of virtue, and sowing his own tares among the wheat—reviling, I mean, pride, vainglory, desire for honour, and the remaining contrivances of malice. One must therefore keep awake and watch the Enemy on every side, so that even if out of shamelessness he brings to bear some device, it may be beaten back before touching the soul. Keep continually in mind for me this also: that Abel offered to the Lord a sacrifice from the firstborn of his sheep and from their fat portions, whereas Cain offered from the fruits of the earth, yet not from the sheep; "And God looked," it says, "upon the sacrifices of Abel; but to the gifts of Cain He paid no heed." One may therefore learn from the narrative how pleasing to the Lord is everything done with fear and faith, not what is done lavishly without love. For neither did Abraham otherwise receive the blessing from Melchizedek than by bringing the firstfruits and the chief portions to the priest of God. Now by the chief portions and choice spoils of one's possessions it means the very soul and mind, bidding us not offer praises and prayers to God in a paltry manner, nor bring whatever comes to hand to the Master, but dedicate to God whatever is chief in the soul, or rather the whole of it itself. As for the parts of virtue, however—which one ought to deem superior and cultivate before the others, and which second to this, and the rest in order—it is impossible to say. For they cling alike to one another, and through one another lead up to the summit those who practise them. For simplicity hands one over to obedience; obedience, to faith; this, to hope; and hope, to righteousness; and that, to service; and this, to humility; from this, meekness is received; and she leads one to joy; and joy, to love; and she, to prayer; and thus, hanging upon one another and drawing upward him who clings to them, they lead him up to the very summit of what is desired, just as, on the contrary, wickedness leads its own friends down through its own parts to the uttermost malice. Yet we must persevere all the more in prayer; for she is, as it were, a chorus-leader of the choir of the virtues, and through mystical holiness, spiritual energy, and ineffable disposition unites to God him who perseveres in prayer—who, fervent with longing, finds no satiety of prayer, but is ever found in longing for the good, according to what is spoken: "Those who eat me shall hunger still; and those who drink me shall thirst still." And elsewhere: "Thou hast put gladness into my heart." And the Lord: "The kingdom of hea-