Migne Reading Room

PG 46 · cols. 288–297 · Read from the page

On the Christian institute

On the Christian institute

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:288Read from the page
Εἴ τις σμικρὸν ἀποστήσας τοῦ σώματος τὴν διάνοιαν, καὶ τῆς τῶν παθῶν δουλείας τε καὶ ἀφροσύνης ἔξω γενόμενος, εὐδήλῳ καὶ εἰλικρινεῖ λογισμῷ τὴν αὐτὸς ἑαυτοῦ κατίδοι ψυχήν· ὄψεται καθαρῶς ἐν τῇ ταύτης φύσει τοῦ Θεοῦ τήν τε περὶ ἡμᾶς ἀγάπην καὶ τὸ βούλημα τῆς ἐκείνου δημιουργίας. Εὑρήσει γὰρ, τοῦτον τὸν τρόπον ἐπισκοπῶν, συνουσιουμένην τε καὶ συμπεφυκυῖαν τῷ ἀνθρώπῳ τὴν ἐπὶ τὸ καλόν τε καὶ ἄριστον τῆς ἐπιθυμίας ὁρμήν· καὶ τῆς νοητῆς ἐκείνης καὶ μακαρίας εἰκόνος. ἧς ὁ ἄνθρωπος μίμημα, τὸν ἀπαθῆ καὶ μακάριον ἔρωτα συνημμένον τῇ φύσει. Ἀλλὰ πλάνη τις τῶν ὁρατῶν τούτων καὶ ῥεόντων ἀεὶ διὰ πάθους ἀλόγου καὶ πικρᾶς ἡδονῆς τὴν ἀμελῆ καὶ ἀφύλακτον ὑπὸ ῥᾳθυμίας ψυχὴν ἀπατῶσα καὶ γοητεύουσα, πρὸς κακίαν ἕλκει δεινὴν, γεννωμένην τε ἐκ τῶν ἡδονῶν τοῦ βίου, καὶ γεννῶσαν θάνατον τοῖς ἑαυτῆς ἐρασταῖς. Διὰ τοῦτο τὴν γνῶσιν τῆς ἀληθείας, τὸ σωτήριον ταῖς ψυχαῖς φάρμακον, ἡ τοῦ Σωτῆρος ἡμῶν τοῖς πόθῳ δεχομένοις ἐδωρήσατο χάρις· ὑφ' ἧς λύεται μὲν ἡ ἀπάτη ἡ τὸν ἄνθρωπον γοητεύουσα· τὸ δὲ τῆς σαρκὸς ἄτιμον κατασβέννυται φρόνημα, τῷ τῆς ἀληθείας φωτὶ πρὸς τὸ Θεῖόν τε καὶ τὴν ἑαυτῆς σωτηρίαν ὁδηγουμένης τῆς ψυχῆς, ᾗ τὴν ἕνωσιν ἐδέξατο. Δεῖ τοίνυν τὸν μέλλοντα ψυχὴν καὶ σῶμα κατὰ τὸν τῆς εὐσεβείας νόμον προσάγειν Θεῷ, καὶ τὴν ἀναίμακτον αὐτῷ καὶ καθαρὰν ἀποδιδόναι λατρείαν, ἡγεμόνα τε τοῦ βίου τὴν εὐσεβῆ πίστιν ποιούμενον, ἣν αἱ τῶν ἁγίων φωναὶ διὰ πάσης ἡμῖν βοῶσι Γραφῆς, οὕτως εὐπειθῆ καὶ εὐήνιον τὴν ψυχὴν τοῖς τῆς ἀρετῆς ἐπιδιδόναι δρόμοις· λύοντα μὲν ἑαυτὸν τῶν τοῦ βίου δεσμῶν, ὅλον δὲ τῇ πίστει καὶ τῷ βίῳ τοῦ Θεοῦ μόνον γινόμενον, εἰδότα σαφῶς, ὡς ἐν ᾧ πίστις εὐσεβείας καὶ βίος ἄμεμπτος, ἐκεῖ καὶ Χριστοῦ πάρεστι δύναμις· ἐν ᾧ δὲ Χριστοῦ δύναμις, ἐκεῖ κακίας ἀποφυγή.
If anyone, having withdrawn his mind a little from the body, and having come to be outside the slavery and folly of the passions, should by clear and sincere reasoning behold his own soul, he will see clearly within its nature both the love of God towards us and the purpose of His creation. For, examining in this manner, he will find both substantially united and congenitally grown together with man the impulse of desire towards what is noble and best, and—of that intelligible and blessed Image whereof man is an imitation—the passionless and blessed love conjoined with his nature. Yet a certain delusion of these visible and ever-flowing things, deceiving and bewitching through irrational passion and bitter pleasure the soul that is careless and unguarded out of sloth, drags it towards dreadful wickedness, both begotten out of the pleasures of life and begetting death for its own lovers. On this account the grace of our Saviour has bestowed upon those who receive it with longing the knowledge of the truth, the saving medicine for souls; whereby the deceit that bewitches man is dissolved, and the dishonourable mindset of the flesh is quenched, as the soul is guided by the light of the truth towards both the Divine and its own salvation, wherewith it received union. He, therefore, who intends to bring soul and body unto God according to the law of piety, and to render unto Him bloodless and pure worship, making pious faith the leader of his life—which the voices of the saints cry aloud to us throughout all Scripture—must thus give over his soul obedient and tractable unto the courses of virtue: loosing himself on the one hand from the bonds of life, and becoming wholly God's alone in faith and in life, knowing clearly that wherein there is faith of piety and a blameless life, there too the power of Christ is present; and wherein the power of Christ is, there is escape from wickedness.
PG 46:289Read from the page
Μέγα δὴ, μέγα πρὸς κτῆσιν τῶν νοητῶν τοῖς φόβῳ δεχομένοις τὸ ἅγιον βάπτισμα. Τὸ γὰρ πλούσιον καὶ ἄφθονον Πνεῦμα τὸ ῥέον ἀεὶ τοῖς δεχομένοις τὴν χάριν, ἧς οἱ ἅγιοι πληρωθέντες ἀπόστολοι, ταῖς τοῦ Χριστοῦ Ἐκκλησίαις τοὺς καρποὺς ἐπεδείξαντο τοῦ πληρώματος, τοῦτο, τοῖς τὴν δωρεὰν εἰλικρινῶς δεξαμένοις κατὰ τὸ μέτρον τῆς ἑκάστου τῶν μετειληφότων πίστεως, συνεργὸν καὶ σύνοικον παραμένει, οἰκοδομοῦν ἐν ἑκάστῳ τὸ ἀγαθὸν πρὸς τὴν τῆς ψυχῆς ἐν τοῖς τῆς πίστεως ἔργοις σπουδήν. Χρὴ οὖν ἕκαστον ἡμῶν δι' ἀρετῆς προκόπτοντα ἀεὶ προσάγειν ἑαυτὸν εἰς ἄνδρα τέλειον, κατὰ τὸν Ἀπόστολον, « Μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. » Ἡ μὲν τοῦ σώματος πρὸς τὸ ἀνελθεῖν ἐπίδοσις, οὐδὲν ἐφ' ἡμῖν. Οὐ γὰρ τῇ τοῦ ἀνθρώπου γνώμῃ καὶ ἡδονῇ μετρεῖ τὸ μέγεθος ἡ φύσις, ἀλλὰ τῇ αὐτῆς ὁρμῇ καὶ ἀνάγκῃ. Τὸ δὲ τῆς ψυχῆς ἐν τῇ τῆς γεννήσεως ἀνανεώσει μέτρον καὶ κάλλος, ἅπερ δίδωσι διὰ τῆς τοῦ δεχομένου σπουδῆς ἡ τοῦ Πνεύματος χάρις, τῆς ἡμετέρας ἤρτηται γνώμης· ὅσον γὰρ ἐκτείνεις τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, τοσοῦτον καὶ τὸ τῆς ψυχῆς συνεκτείνεται μέγεθος. Καὶ τὴν μὲν ἀΐδιον ζωὴν, καὶ τὴν ἄῤῥητον ἐν οὐρανοῖς εὐφροσύνην, ἡ τοῦ Πνεύματος δίδωσι χάρις· τὴν δὲ ἀξίαν τοῦ δέξασθαι τὰ δῶρα, καὶ ἀπολαῦσαι τῆς χάριτος, ὁ διὰ τῆς πίστεως παρὰ τοὺς πόνους ἔρως ἔχει.
Great indeed, great towards the acquisition of intelligible things for those who receive it with fear, is holy baptism. For the rich and ungrudging Spirit, ever flowing unto those who receive grace—filled wherewith the holy apostles displayed unto the Churches of Christ the fruits of fulness—remains beside those who have sincerely received the gift, according to the measure of faith of each of those who have partaken, as a fellow-worker and indweller, building up in each one the good towards the zeal of the soul in the works of faith. Each of us, therefore, advancing continually through virtue, must bring himself unto a perfect man, according to the Apostle: "Until we all attain unto the unity of the faith and of the full knowledge of the Son of God, unto a perfect man, unto the measure of the stature of the fulness of Christ." The growth of the body towards rising in height is in no way within our power. For nature measures stature not by the resolve and pleasure of man, but by its own impulse and necessity. Yet the measure and beauty of the soul in the renewal of birth, which the grace of the Spirit bestows through the zeal of him who receives it, hangs upon our own resolve; for by as much as you stretch out your struggles on behalf of piety, by so much is the greatness of the soul stretched out together with them. And eternal life and ineffable gladness in heaven the grace of the Spirit bestows; whereas the worthiness to receive the gifts and to enjoy the grace belongs to the love that through faith endures amid labours.
Προελθοῦσαι δὲ εἰς ταὐτὸν δικαιοσύνη ἔργων καὶ Πνεύματος χάρις, εἰς ἣν συνῆλθον ψυχὴν, ταύτην ζωῆς μακαρίας μετ' ἀλλήλων ἐνέπλησαν· διαζυγεῖσαι δὲ ἀπ' ἀλλήλων οὐδὲν τῇ ψυχῇ κέρδος παρέχουσιν. Ἥ τε γὰρ τοῦ Θεοῦ χάρις ψυχαῖς φευγούσαις τὴν σωτηρίαν οὐκ ἔχει ἐπιφοιτᾷν, ἥ τε τῆς τοῦ ἀνθρώπου ἀρετῆς δύναμις, οὐκ ἐξαρκεῖ καθ' ἑαυτὴν πρὸς τὸ τῆς ζωῆς εἶδος ἀναβιβάσαι ψυχὰς ἀμοιρούσας τῆς χάριτος. « Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, καὶ φυλάξῃ πόλιν, εἰς μάτην οἱ περὶ ταῦτα πονοῦσι. » Κἀντεῦθεν διδασκόμεθα, μὴ δεῖν φρονεῖν ταῖς ἀνθρωπίναις σπουδαῖς ὅλον κεῖσθαι τὸν στέφανον· ἀλλ' ἀναφέρειν ἐπὶ τὸ τοῦ Θεοῦ θέλημα τὰς περὶ τοῦ τέλους ἐλπίδας. Ἔστι δὲ θέλημα Θεοῦ τὸ καθᾶραι διὰ τῆς χάριτος τὴν ψυχὴν, καθαρὰν αὐτὴν προσαγαγεῖν τῷ Θεῷ. Τοὺς γὰρ τοιούτους ὁ Κύριος μακαρίζει, λέγων· « Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. » Ὁρᾷς τὸ βραβεῖον τῆς καθαρότητος ; Τί κρεῖττον τοῦ ἰδεῖν τὸν Θεὸν, καθὼς ἡμῖν ἐγχωρεῖ ; Διὸ καὶ ὁ Δαβὶδ αἰτεῖ τοῦτο, λέγων· « Γενέσθω ἡ καρδία μου ἄμωμος τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. » Φοβεῖσθαι κελεύει τὴν αἰσχύνην· καὶ ἀποθέσθαι κελεύει ταύτην, ὡς ἐσθῆτα ῥυπῶσαν. Πάλιν δέ φησι· « Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. » Ἐν γὰρ τῷ πληρώματι τῶν ἐντολῶν τίθεται τὸ Πνεῦμα τὴν παῤῥησίαν. Καὶ πάλιν· « Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός· » καὶ, « Πνεύματι ἡγεμονικῷ στήριξόν με. » Ἀλλαχοῦ
And when righteousness of works and grace of the Spirit advance unto the same point, together with one another they fill with blessed life that soul wherein they have come together; whereas, when sundered from one another, they afford no gain unto the soul. For neither is the grace of God able to visit souls that flee salvation, nor is the power of human virtue sufficient by itself to raise up unto the form of life souls destitute of grace. "Unless the Lord build the house and guard the city, in vain do those labour who are busied therewith." And hence we are taught that we must not suppose the whole crown to lie in human efforts, but refer unto the will of God our hopes concerning the end. And the will of God is to cleanse the soul through grace, so as to present it pure unto God. For the Lord pronounces such persons blessed, saying: "Blessed are the pure in heart, for they shall see God." Do you see the prize of purity? What is better than to behold God, so far as is possible for us? Wherefore David too asks for this, saying: "Let my heart become blameless in Thy statutes, that I may not be put to shame." He bids us fear shame; and he bids us put it off like a filthy garment. And again he says: "Then shall I not be put to shame, when I look upon all Thy commandments." For in the fulfilment of the commandments the Spirit places boldness of speech. And again: "Create a clean heart in me, O God;" and, "Establish me with a guiding Spirit." Elsewhere
PG 46:292Read from the page
δὲ ἐρωτᾷ· « Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου ; » εἶτα ἀποκρίνεται· « Ἀθῶος χερσὶ, καὶ καθαρὸς τῇ καρδίᾳ. » Δεῖ οὖν τὸν ἐπιθυμοῦντα οἰκειωθῆναί τινι, τὸν ἐκείνου τρόπον μιμεῖσθαι. Οὐκοῦν ἀνάγκη καὶ τὴν Χριστοῦ ποθοῦσαν γενέσθαι νύμφην ψυχὴν, τῷ τοῦ Χριστοῦ ὁμοιωθῆναι κάλλει τὸ κατὰ δύναμιν. Δεῖ τὴν μέλλουσαν ἀνίπτασθαι πρὸς τὸ Θεῖον ψυχὴν, καὶ κολλᾶσθαι Χριστῷ, πᾶσαν ἐξελαύνειν ἁμαρτίαν ἀφ' ἑαυτῆς, κλοπὴν λέγω, καὶ ἁρπαγὴν καὶ μοιχείαν, καὶ πλεονεξίαν, καὶ πορνείαν καὶ γλώσσης νόσον, καὶ πᾶν ὅσον ἐμφανὲς ἁμαρτημάτων γένος, καὶ ὅσον λαθραῖον, τοῦτό ἐστι φθόνος, ἀπιστία, κακοήθεια, δόλος, καὶ ὅσον ὕπουλον τῆς κακίας σμῆνος, ὅπερ ἐξ ἴσου τῷ φανερῷ γένει τῶν ἁμαρτημάτων ἡ Γραφὴ μισεῖ καὶ βδελύσσεται. Τίνος ἐσκόρπισεν ὀστᾶ ὁ Κύριος ; οὐ τῶν ἀνθρωπαρέσκων ; Τίνα βδελύσσεται ὁ Κύριος, ὡς τὸν ἐναγῆ καὶ μιαιφόνον ; οὐ τὸν ὕπουλον ἄνδρα καὶ δόλιον ; « Ἄνδρα » γὰρ « αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. » Οὐ φανερῶς ὁ Δαβὶδ τοῖς λαλοῦσιν εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν, καταρᾶται ; Διὰ τοῦτο καὶ παραγγελλόμεθα, μήτε τὰς παρὰ ἀνθρώπων εὐφημίας διώκειν, μήτε τὰς παρ' αὐτῶν ἀτιμίας αἰσχύνεσθαι· τοὺς γὰρ ἐπιδεικτικῶς οἵαν τινὰ ἀρετὴν ποιοῦντας, ἀποστερεῖ τῶν ἐν οὐρανοῖς μισθῶν ἡ Γραφὴ, ὡς ἐνταῦθα τὸν τῶν ἀνθρώπων ἀπολαμβάνοντας ἔπαινον.
moreover he asks: "Who shall ascend into the mountain of the Lord?" Then he answers: "He who is innocent in hands and pure in heart." He, therefore, who desires to be made akin to someone must imitate his manner. Consequently it is necessary that the soul also which longs to become the bride of Christ be assimilated to the beauty of Christ so far as lies in its power. The soul that is about to fly up towards the Divine and cleave unto Christ must drive out all sin from itself—theft, I mean, and robbery, and adultery, and covetousness, and fornication, and disease of the tongue, and every manifest kind of sins, and every secret kind, that is, envy, unbelief, malice, guile, and the whole festering swarm of wickedness, which Scripture hates and abhors equally with the manifest kind of sins. Whose bones did the Lord scatter? Was it not those of men-pleasers? Whom does the Lord abhor like the polluted and blood-stained man? Is it not the underhand and deceitful man? For "a man of blood and deceitful the Lord abhors." Does not David openly call down curses upon those who speak peace with their neighbours, while evils are in their hearts? On this account we are also charged neither to pursue praises from men nor to be ashamed of dishonours from them; for those who practise any virtue whatsoever for display Scripture deprives of the rewards in heaven, as receiving here the praise of men.
Ἀλλά φασι· Καὶ πῶς λέγει ὁ Κύριος, « Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς ; » Λέγομεν οὖν σοι, ὅτι κελεύει ὁ λόγος τὸν ἑπόμενον ταῖς ἐντολαῖς τοῦ Θεοῦ, πᾶν ὅπερ ἂν ποιῇ, πρὸς ἐκεῖνον βλέποντα ποιεῖν, καὶ τούτῳ μόνῳ ἀρέσκειν, μηδεμίαν παρὰ τῶν ἀνθρώπων δόξαν θηρώμενον· ἀλλὰ φεύγειν μὲν τοὺς παρὰ τούτων ἐπαίνους, καὶ τὴν ἐπίδειξιν, διὰ δὲ τοῦ βίου καὶ τῶν ἔργων γνωρίζεσθαι πᾶς· ὅπως θεαταὶ τούτων γενόμενοι, οὐκ εἶπε, Θαυμάσωσι τὸν ἐπιδεικνύμενον, ἀλλὰ, « Δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. » Ἐκεῖ γὰρ κελεύει πᾶσαν ἀναφέρεσθαι δόξαν, καὶ πρὸς τὸ ἐκείνου θέλημα πρᾶξιν ἀπαρτίζεσθαι πᾶσαν, παρ' ᾧ καὶ μισθὸς ἀπόκειται τῶν τῆς ἀρετῆς ἔργων. Ὀρέγου τῶν ἄνω ἐπαίνων, τὸ τοῦ Δαβὶδ λέγων· « Παρὰ σοὶ ὁ ἔπαινός μου. » Καὶ, « Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. » Τὸν τῆς ἐνταῦθα τιμῆς ἐφιέμενον τοῖς ἀπίστοις ἐγκαταλέγει ὁ Κύριος. « Πῶς » γὰρ « δύνασθε, » φησὶν, « ὑμεῖς πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες· καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες ; » Τῶν ἀφανῶν ἐστι καὶ τὸ μῖσος ἁμαρτημάτων. Καὶ ἄκουσον τοῦ Κυρίου λέγοντος· « Ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστί. Καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αιώνιον. » Ἐκβάλλου οὖν τῆς ζωῆς τὸν μισοῦντα τὸν ἀδελφὸν, ὥσπερ τὸν ἀνδροφόνον. Ὅτι δὲ οὐδεμία διαφορὰ τῶν ἔνδον κεκρυμμένων κακῶν πρὸς τὰ ἐμφανῆ, ἄκουσον τοῦ Ἀποστόλου· « Καθὼς οὐκ ἐδοκί-
Yet they say: And how does the Lord say, "Let your light shine before men, that they may see your good works and glorify your Father Who is in heaven"? We say to you, therefore, that the word bids him who follows the commandments of God, in everything whatsoever he may do, to do it looking towards Him and to please Him alone, hunting after no glory from men; rather, on the one hand to flee praises from them and ostentation, and on the other hand as a whole to be made known through his life and works, so that those who become beholders of these things—He did not say, "may admire him who displays himself," but, "may glorify your Father Who is in heaven." For thither He bids all glory be referred, and every action be brought to completion according to His will, with Whom also the reward of the works of virtue is laid up. Reach out after the praises above, saying the word of David: "With Thee is my praise." And, "In the Lord shall my soul be praised." Him who longs for honour here the Lord numbers among unbelievers. For "How can you," He says, "believe, receiving glory from men, and not seeking the glory that is from the only God?" Hatred too belongs to the unseen sins. And hear the Lord saying: "He who hates his brother is a manslayer. And you know that every manslayer has not eternal life." He casts out from life, therefore, him who hates his brother, just like the murderer. And that there is no difference between the evils hidden within and those that are manifest, hear the Apostle: "Just as they did not
Notes, col. 292

On the reading

Printed πᾶς, for πάντως.

Printed αιώνιον, for αἰώνιον.

PG 46:293Read from the page
μασαν, » φησὶ, « τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· ψιθυριστὰς, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρέτας κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας. Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράττοντες ἄξιοι θανάτου εἰσίν. » Ὁρᾷς ὅπως τὴν κακοήθειαν καὶ τὴν ὑπερηφανίαν καὶ τὸν δόλον καὶ τὰ λοιπὰ τῶν κρυπτῶν, τῷ φόνῳ καὶ τῇ πλεονεξίᾳ καὶ τοῖς τοιούτοις πᾶσι συνέταξεν. Οὕτω δέ ἐστι πονηρὰ καὶ δυσίατα τὰ ταῖς ψυχαῖς ἐγκεκρυμμένα κακὰ, ὥστε μὴ δυνατὸν εἶναι διὰ μόνης τῆς ἀνθρωπίνης σπουδῆς καὶ ἀρετῆς ἐκτρῖψαι καὶ ἀνελεῖν, εἰ μή τις τὴν τοῦ Πνεύματος δύναμιν σύμμαχον προσλάβῃ. Διὸ καὶ ὁ Δαβίδ φησιν· « Ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπ' ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου. » Ἐκ δύο γὰρ ὁ εἷς ἄνθρωπος ἥρμοσται, ψυχῆς τε καὶ σώματος. Καὶ τὸ μὲν, αὐτοῦ ἔξωθέν ἐστιν· ἡ δὲ, ἔνδον παρὰ τὸν βίον μένει. Χρὴ οὖν τὸν ἄνθρωπον τὸ μὲν ἔξωθεν παραγρυπνεῖν, τηροῦντα μή τι τῶν σφαλερῶν ἁμαρτημάτων προσπεσὸν, κατασείσῃ καὶ διαφθείρῃ. Περὶ οὗ καὶ ὁ Ἀπόστολος ἀπειλεῖ λέγων· « Τὸν φθείροντα τὸν ναὸν τοῦ Θεοῦ, φθερεῖ ὁ Θεός. » Τὴν δὲ ἔνδον διὰ πάσης φρουρεῖν φυλακῆς, μή τις λόγος κακίας ἐκ βάθους ποθὲν ἀνακύψας, καὶ τὸν τῆς εὐσεβείας λογισμὸν διαφθείρας, δουλώσηται τὴν ψυχὴν, πληρώσας τῶν διελκόντων αὐτὴν λάθρα παθῶν. « Οὐ ζεύξεις, » φησὶν ὁ μακάριος Μωϋσῆς, « ἐν τῇ ἅλωνί σου ζῶα ἀλλογενῆ ἐπὶ τὸ αὐτό· οἷον, βοῦν καὶ ὄνον. Οὐδὲ συνυφανεῖς ἐν ἱματίῳ ἔριον λίνῳ. Οὐ γεωργήσεις ἐν τῇ χώρᾳ τῆς γῆς σου δύο καρποὺς ἐπὶ τὸ αὐτό. Οὐδὲ δεύτερον τοῦ ἐνιαυτοῦ. » Οὐκ ἐπιβαλεῖς ἑτερογενὲς ζῶον ἐπὶ ἕτερον εἰς γονήν.
approve," he says, "to have God in full knowledge, He gave them over unto a reprobate mind, to do the things that are not fitting, being filled with all unrighteousness, fornication, wickedness, covetousness, malice; full of envy, murder, strife, guile, malignity; whisperers, backbiters, haters of God, insolent, haughty, boastful, inventors of evil things, disobedient to parents, without understanding, covenant-breakers, without natural affection, implacable, unmerciful; who, having recognized the ordinance of God, that those who practise such things are worthy of death." Do you see how he ranked malignity and haughtiness and guile and the rest of the hidden sins together with murder and covetousness and all such things? And so wicked and hard to heal are the evils hidden within souls that it is impossible through human zeal and virtue alone to rub them out and destroy them, unless someone take to himself the power of the Spirit as an ally. Wherefore David also says: "Cleanse Thou me from my hidden things, and from alien sins spare Thy servant." For out of two things has the one man been fitted together, both soul and body. And the one is outside him, while the other abides within throughout life. Man, therefore, must keep watch outwardly on the one hand, guarding lest some perilous sin fall upon it and shake and corrupt it—concerning which the Apostle too threatens, saying: "If anyone corrupts the temple of God, God will corrupt him"—and on the other hand guard the soul within with all vigilance, lest some thought of wickedness, popping up from the deep somewhere and corrupting the reasoning of piety, enslave the soul, filling it with the passions that secretly tear it apart. "You shall not yoke," says the blessed Moses, "upon your threshing-floor animals of different kinds together, such as an ox and an ass. Nor shall you weave wool together with linen in a garment. You shall not cultivate in the field of your land two crops together; nor a second time in the year." You shall not put an animal of a different kind upon another for breeding.
Τί ταῦτα βούλεται τὰ αἰνίγματα ; τὸ μὴ δεῖν ἐν τῇ αὐτῇ ψυχῇ κακίαν καὶ ἀρετὴν συμφυτεύειν ἀλλήλαις. Ποία φιλία σωφροσύνης πρὸς ἀκρασίαν ; ποία δικαιοσύνης πρὸς ἀδικίαν ὁμόνοια ; ἀεὶ τὸ ἕτερον ὑπεξίσταται τῷ ἑτέρῳ. Δεῖ οὖν τὸν σοφὸν γεωργὸν, καθάπερ ἐκ τῆς πηγῆς ποτίμου καὶ ἀγαθῆς, καθαρὰ παραπέμπειν τοῦ βίου τὰ νάματα· μόνα τὰ τοῦ Θεοῦ γεώργια εἰδότα, καὶ τούτοις πονοῦντα διὰ βίου, καὶ παραμένοντα· ὅπως κἂν ὑποφύηταί τις ξένος λογισμὸς ἐν τῷ κρυφίῳ τῆς ἀρετῆς, τοὺς σοὺς ἰδὼν πόνους ὁ πάντα ὁρῶν, ταχέως τῇ ἑαυτοῦ δυνάμει τὴν ὕπουλον ῥίζαν τῶν λογισμῶν πρὸ τῆς βλάστης ἐκτεμεῖν. Οὐδὲ γὰρ ἔστιν ἁμαρτεῖν τῆς ἐλπίδος, οὐδὲ ἀνεκδίκητον μεῖναι τὸν ἀεὶ παρεδρεύοντα τῷ Θεῷ. Εἰ δὲ τὴν ἐν τῷ Εὐαγγελίῳ χήραν, ἣ προσῆγε μὲν οὐ φιλανθρώπῳ κριτῇ τὸ τῆς ἀδικίας μέγεθος, ἡ δὲ πολλὴ περὶ τὴν δέησιν σχολὴ καὶ καρτερία νικήσασα τοῦ δικαστοῦ τὸν τρόπον, ἐκκαλεῖ πρὸς τὴν τοῦ ἀδικήσαντος τιμωρίαν· μὴ τοίνυν μηδὲ σὺ προσευχόμενος ἀπείπῃς. Εἰ γὰρ
What do these riddles mean? That one must not plant wickedness and virtue together with one another in the same soul. What friendship has temperance towards incontinence? What concord has righteousness towards unrighteousness? Always the one gives way before the other. The wise husbandman, therefore, just as from a drinkable and good spring, must send forth pure the streams of life, knowing the tilled fields of God alone, and labouring upon them throughout life, and abiding beside them; so that even if some strange thought should sprout up secretly in the hidden place of virtue, He Who sees all things, beholding your labours, may swiftly by His own power cut out the festering root of the thoughts before it shoots forth. For neither is it possible for him who ever sits beside God to miss his hope, nor to remain unavenged. And if in the case of the widow in the Gospel, who brought the greatness of her wrong before an inhumane judge, her great persistence and endurance in petition overcame the character of the judge and called him forth to punish him who had wronged her, do not you either, then, grow weary when praying. For if
PG 46:296Read from the page
τὸ ἐκείνης περὶ τὴν δέησιν ἀναιδὲς, ἄρχοντος ἀνηλεοῦς ἔκλινε γνώμην, πῶς ἡμᾶς χρὴ τῆς περὶ τὸν Θεὸν ἀπογνῶναι σπουδῆς; Οὗ τὸ ἔλεος φθάνειν οἶδας πολλάκις τοὺς αἰτοῦντας. « Ζηλοῦτε, » φησὶν ὁ Ἀπόστολος, « τὰ πνευματικὰ χαρίσματα· καὶ ἔτι καθ' ὑπερβολὴν, ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον. » Τί δὲ τὸ κέρδος τῆς ἀγάπης, ἐντεῦθεν δηλοῖ· « Ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν, οὐ χαίρει τῇ ἀδικίᾳ· συγχαίρει τῇ ἀληθείᾳ, πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. » Τί τοῦτό ἐστιν; Εἰ καὶ τῶν ἄλλων τις τύχοι χαρισμάτων, ὧν τὸ Πνεῦμα παρέχει (γλώσσας λέγω γενῶν, καὶ προφητείαν, καὶ γνῶσιν, καὶ χαρίσματα ἰαμάτων), μηδέπω δὲ λυτρωθῇ καθαρῶς ἀπὸ τῶν ἔνδον ἐνοχλούντων παθῶν τῇ τοῦ Πνεύματος βοηθείᾳ, μηδὲ τὸ τέλειον τῆς σωτηρίας ἐν τῇ ψυχῇ δέξηται φάρμακον· ἐν φόβῳ καθέστηκεν ἔτι τῆς πτώσεως, τὴν στηρίζουσαν καὶ βεβαιοῦσαν ἐν τῇ τῆς ἀρετῆς στάσει μὴ ἔχων ἀγάπην. Ὅταν οὖν ἔλθῃ πρὸς σὲ τῆς δεήσεως ἐκείνης ὁ πλοῦτος, τότε γίνου τῷ φρονήματι πένης, ὑποπίπτων ἀεὶ, καὶ τὸ τῆς ἀγάπης καλὸν, ὥσπερ τινὰ κρηπῖδα τοῦ τῆς χάριτος θησαυροῦ, προσδοκῶν τῇ ψυχῇ, καὶ πρὸς πᾶν ἀγωνιζόμενος πάθος, μέχρι τοῦ ἐφικέσθαι τοῦ τῆς εὐσεβείας σκοποῦ. Πάλιν φησὶν ὁ Ἀπόστολος· « Εἶ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθε. » Καινὴν δὲ κτίσιν ἐκάλεσε τὴν ἐν καθαρᾷ καὶ ἀμώμῳ καρδίᾳ, καὶ πάσης ἀπηλλαγμένῃ κακίας καὶ πονηρίας καὶ αἰσχύνης, ἐνοίκησιν τοῦ ἁγίου Πνεύματος. Ὅταν γὰρ μισήσῃ μὲν ἡ ψυχὴ τὸ ἁμαρτάνειν, οἰκειώσῃ δὲ αὐτὴν κατά δύναμιν τῇ τῆς ἀρετῆς πολιτείᾳ, καὶ δέξηται μεταποιηθεῖσα τῷ βίῳ τὴν τοῦ Πνεύματος εἰς ἑαυτὴν χάριν, καινὴ γέγονεν ὅλη, καὶ ἀνεκτίσθη. Ἀλλὰ καὶ τὸ, « Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα· » καὶ τὸ, « Ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας, » τοῖς περὶ τῆς καινῆς κτίσεως εἰρημένοις συμφωνεῖ. Πολλοὺς μὲν γὰρ ἵστησιν ὁ πειρατὴς τῇ ψυχῇ βρόχους· ἐλάττων δὲ καθ' ἑαυτὴν ἡ ἀνθρωπίνη φύσις τῆς κατ' ἐκείνου νίκης. Διὸ καὶ ὁπλίζειν ἡμᾶς ὁ Ἀπόστολος κελεύει τὰ μέλη τοῖς οὐρανίοις ὅπλοις, τὸν θώρακα τῆς δικαιοσύνης, λέγων· « Ἐνδύσασθε, καὶ ὑποδύσασθε ἐν ἑτοιμασίᾳ τῆς εἰρήνης, καὶ περιζώσασθε τὴν ὀσφὺν ἐν ἀληθείᾳ. Ἐπὶ πᾶσι δὲ τὸν θυρεὸν τῆς πίστεως ἀναλαβόντες, δυνήσεσθε πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι· » ταῦτα δέ ἐστι τὰ ἀκόλαστα πάθη. Καὶ τὴν περικεφαλαίαν δέξασθαι τοῦ σωτηρίου παρεγγυᾷ, καὶ τὴν ἁγίαν μάχαιραν τοῦ Πνεύματος. Ταύτην δὲ λέγει τὸν ἐν δυνάμει Θεοῦ Λόγον, ᾧ χρὴ τὴν δεξιὰν τῆς ψυχῆς ὁπλίσαντα τὰς τοῦ Ἐχθροῦ μηχανὰς ἀποκρούεσθαι. Ὁρᾷς πόσους ὑπέδειξέ σοι τῆς σωτηρίας τρόπους ὁ Ἀπόστολος, εἰς μίαν τείνοντας ὁδὸν, καὶ σκοπὸν ἕνα; ἐν οἷς καὶ πλη-
shamelessness of hers in supplication bent the mind of a merciless ruler, how ought we to despair of zeal towards God, Whose mercy you know often anticipates those who ask? "Be zealous," says the Apostle, "for the spiritual gifts; and yet still more surpassingly I show you a way. If I speak with the tongues of men and of angels, but have not love, I have become sounding brass, or a clanging cymbal." And what the profit of love is, he declares from this: "Love does not envy, does not vaunt itself, is not puffed up, does not behave unseemly, does not seek its own things, is not provoked, does not reckon evil, does not rejoice at iniquity, but rejoices with the truth; it bears all things, believes all things, hopes all things, endures all things; love never falls away." What does this mean? Even should someone obtain the other gifts which the Spirit supplies (I mean kinds of tongues, and prophecy, and knowledge, and gifts of healings), yet not yet be purely redeemed by the help of the Spirit from the passions that trouble within, nor receive in the soul the perfect medicine of salvation, he still stands in fear of falling, since he does not possess the love that establishes and confirms him in the steadfastness of virtue. Whenever, therefore, the wealth of that supplication comes to you, then become poor in mindset, ever humbling yourself, and awaiting in your soul the beauty of love like a foundation for the treasure of grace, and contending against every passion until you attain the goal of godliness. Again the Apostle says: "If anyone is in Christ, he is a new creation; the old things have passed away." Now by a new creation he meant the indwelling of the Holy Spirit in a pure and blameless heart freed from all malice, wickedness, and shame. For whenever the soul on the one hand hates sinning, and on the other hand unites itself according to its strength with the way of life of virtue, and being transformed in its life receives into itself the grace of the Spirit, it has become wholly new and been created anew. Moreover, both the saying, "Purge out the old leaven, that you may be a new lump," and the saying, "Let us keep the feast, not with old leaven, but with the unleavened bread of sincerity and truth," harmonize with what has been spoken concerning the new creation. For the tempter sets many snares for the soul, whereas human nature of itself falls short of victory over him. Therefore the Apostle also bids us arm our members with heavenly weapons, namely the breastplate of righteousness, saying: "Put on, and shoe yourselves with the readiness of peace, and gird your loin with truth. And above all, taking up the shield of faith, you will be able to quench all the fiery darts of the Evil One"—and these are the unbridled passions. And he exhorts us to receive the helmet of salvation, and the holy sword of the Spirit. By this he means the Word of God in power, wherewith one must arm the right hand of the soul and beat back the devices of the Enemy. Do you see how many ways of salvation the Apostle has shown you, tending towards one road and one goal? In which also is ful-
Notes, col. 296

On the reading

Printed Εἶ τις, for Εἴ τις.

Printed κατά δύναμιν, for κατὰ δύναμιν.

PG 46:297Read from the page
ροῦται ῥᾳδίως ὁ πρὸς τὸ ἄκρον τῶν ἐντολῶν τοῦ βίου δρόμος.
filled easily the course of life towards the summit of the commandments.
Ὁ μὲν οὖν σκοπὸς τῆς εὐσεβείας τοιοῦτος. Δεῖ δὲ τοὺς φιλοσοφεῖν ἐγνωκότας, ἀκριβῶς εἰδέναι αὐτὸν, ὅπως ῥίψωσι μὲν πάντες τὴν αὐθάδειαν, καὶ τὸ μέγα φρονεῖν ἐπὶ τοῖς κατορθώμασι· τήν τε ἑαυτῶν ψυχὴν μετὰ τοῦ βίου ἀρνησάμενοι, πρὸς ἕνα βλέπωσι πλοῦτον· ὃν τῆς εἰς Χριστὸν ἀγάπης ἆθλον τοῖς ἀγαπῶσιν ἔδωκεν ὁ Θεὸς, καθώς φησιν ὁ αὐτὸς Ἀπόστολος· « Δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν. » Μὴ οὖν τοῖς τοῦ Πνεύματος δωρήμασιν ἐπαιρώμεθα, καὶ τῷ κατορθῶσαί τι δι' ἀρετὴν, ἀφορμὴν λάβωμεν εἰς τὸ φρονεῖν καὶ σεμνύνεσθαι, πρὶν ἐλθεῖν εἰς τέλος τῶν ἐλπιζομένων· ἵνα μὴ ἐκπέσωμεν τῆς ὁρμῆς, ἀχρεῖον ἑαυτοῖς τὸν προλαβόντα πόνον τῇ αὐθαδείᾳ ποιήσαντες, καὶ ἀνάξιοι φανέντες τῆς τελειότητος, εἰς ἣν ἡ τοῦ Πνεύματος ἡμᾶς εἷλκε χάρις. Τοῦτό ἐστι κατόρθωμα μέγα φιλοσοφίας τὸ μέγαν ὄντα .... τοῖς γὰρ ..... σθαι τῇ καρδίᾳ, καὶ καταγινώσκειν τοῦ βίου, μὴ ἔχειν ἐν τῷ συνειδότι ἄξιον ἑαυτὸν πεποιηκέναι Θεῷ.
Such, therefore, is the goal of godliness. And those who have resolved to pursue true philosophy must know it accurately, so that all may cast away self-will and high-mindedness over right achievements, and having denied their own soul together with their life, may look towards one wealth alone, which God has given as the prize of love towards Christ to those who love Him, just as the same Apostle says: "Through endurance let us run the race set before us, looking unto Jesus, the author and perfecter of faith." Let us not, therefore, be lifted up by the gifts of the Spirit, nor from having rightly achieved something through virtue take occasion for pride and boasting before coming to the end of the things hoped for; lest we fall away from our impulse, having rendered our former labour useless to ourselves through self-will, and appearing unworthy of the perfection towards which the grace of the Spirit was drawing us. This is a great achievement of philosophy: that one who is great ... for to the ... in heart, and condemn one's life, not holding in one's conscience that one has made oneself worthy before God.
Τὰ μὲν δὴ κατὰ τὴν ἐλπίδα τοῦ σκοποῦ τοῖς φιλοσόφως ζῆν αἱρουμένοις ἱκανῶς εἰρῆσθαι νομίζομεν. Δεῖ δὲ λοιπὸν προσθεῖναι τοῖς εἰρημένοις, ὅπως μὲν χρὴ συνεῖναι τοὺς τοιούτους ἀλλήλοις· ὅπως δὲ τρέχειν μετ' ἀλλήλων, ἕως ἂν ἐπὶ τὴν ἄνω πόλιν ἀφίκωνται. Χρὴ τοίνυν τὸν τὰ τοῦ βίου τούτου σεμνὰ καθαρῶς ἀτιμάζοντα, καὶ ἀρνούμενον πᾶσαν τὴν κάτω δόξαν, ἀρνήσασθαι μετὰ τοῦ βίου καὶ τὴν οἰκείαν ψυχήν. Ἄρνησις δὲ ψυχῆς, τὸ μηδαμοῦ ζητεῖν τὸ ἑαυτοῦ θέλημα, ἀλλὰ τὸ θέλημα τοῦ Θεοῦ· καὶ τούτῳ κεχρῆσθαι καθάπερ ἀγαθῷ κυβερνήτῃ, τῷ τὸ κοινὸν πλήρωμα τῆς ἀδελφότητος μεθ' ὁμονοίας ἐπὶ τὸν λιμένα τοῦ θείου θελήματος ἀπευθύνοντι· κεκτῆσθαι δὲ οὐδὲν παρὰ τὸ κοινὸν, πλὴν τοῦ τὸ σῶμα καλύπτοντος ἱματίου. Οὕτω γὰρ ἑτοιμότερον ἔσται, τὸ παρὰ τῶν προεστώτων ἐπιτασσόμενον μεθ' ἡδονῆς καὶ ἐλπίδος προθύμως μὲν τελεῖν, ὡς δοῦλον Χριστοῦ καὶ ἠγορασμένον εἰς τὴν κοινὴν τῶν ἀδελφῶν χρείαν. Τοῦτο γὰρ καὶ ὁ Κύριος βούλεται, λέγων· « Ὁ θέλων ἐν ὑμῖν πρῶτος καὶ μέγας, ἔστω πάντων ἔσχατος, καὶ πάντων δοῦλος. » Χρὴ δὲ τὴν τοιαύτην δουλείαν παρὰ τοῖς ἀνθρώποις ἄμισθον εἶναι, καὶ ὀφείλει ὁ τοιοῦτος ὑποτετάχθαι πᾶσι, καὶ καθάπερ δανείου χρεώστης θεραπεύει τοὺς ἀδελφούς. Χρὴ δὲ καὶ τοὺς προεστῶτας τοῦ πνευματικοῦ τούτου χοροῦ, τότε μέγεθος τῆς αὐτῶν σκοποῦντας φροντίδος, καὶ τῆς ἐφεδρευούσης τὴν πίστιν κακίας λογιζομένης τὰς τέχνας ἀξίως τῆς ἐπιστασίας ἀγωνίζεσθαι, καὶ μὴ πρὸς τὴν ἐξουσίαν αἴρειν τὸ φρόνημα. Δεῖ γὰρ ἐν τῇ ἐπιστασίᾳ μείζονα μὲν τῶν ἄλλων τοὺς προεστῶτας πονεῖν, ταπεινοτέρως δὲ τῶν ἀρχομένων φρονεῖν, καὶ τύπον δούλου τὸν ἑαυτῶν βίον παρέχειν
What pertains, then, to the hope of the goal for those who choose to live philosophically we deem to have been sufficiently stated. It remains to add to what has been said how such persons ought to live together with one another, and how to run together with one another until they arrive at the city above. One who purely despises the prestigious things of this life and renounces all earthly glory must therefore renounce his own soul as well together with his life. Now the renunciation of the soul consists in nowhere seeking one's own will, but the will of God, and employing this just like a good helmsman who directs the common crew of the brotherhood in concord towards the harbour of the divine will; and in possessing nothing beyond what is held in common, save the garment that covers the body. For thus it will be readier eagerly to accomplish with pleasure and hope what is enjoined by the superiors, as a servant of Christ bought for the common need of the brethren. For this the Lord also wills, saying: "Whoever wishes among you to be first and great, let him be last of all, and servant of all." Moreover, such servitude must go unrewarded among men, and such a person ought to be subject to all, and just like a debtor for a loan he serves the brethren. And those also who preside over this spiritual choir, looking both to the magnitude of their own care and to the malice that lies in wait against faith and devises its wiles, must contend worthily of their oversight, and not exalt their mindset on account of their authority. For in their oversight the superiors must on the one hand labour more than the others, and on the other hand think more humbly than those under their rule, and present their own life as the pattern of a servant
Notes, col. 297

On the reading

Printed τότε μέγεθος, for τό τε μέγεθος.