Ἡ τὴν ἐκείνου τοιγαροῦν γλῶτταν κινήσασα τότε πρὸς θεολογίαν τοῦ Πνεύματος δύναμις, καὶ ἡμῖν διδότω λόγον νῦν ἐν ἀνοίξει τοῦ στόματος. Νῦν ἀπολύεις, φησὶ, τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ. Ἐξότε γὰρ Χριστὸς ἐνηνθρώπησε, καὶ τὴν πολεμοποιὸν ἁμαρτίαν ἐξηφάνισεν, καὶ τῷ Πατρὶ ἡμᾶς κατήλλαξεν, ἐν εἰρήνῃ ἡ τῶν ἁγίων μετάστασις γίνεται. Τοῦτο γὰρ προφητικῶς καὶ ὁ μέγας Δαβὶδ προενδεικνύμενος ἔλεγεν· Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω· τὸ μὴ παρὸν, ἀλλὰ μέλλον κατὰ τὴν τοῦ Χριστοῦ παρουσίαν αἰνιττόμενος. Καὶ ὡς μονοτρόπως τῆς τοιαύτης ἐλπίδος (τῆς εἰρηναίας φημὶ ἐν Χριστῷ κοιμήσεως), τοῖς ἁγίοις εισοικισθείσης διὰ τοῦ Πνεύματος, φησίν· Ὅτι σὺ, Κύριε, καταμόνας ἐπ' ἐλπίδι κατῴκισάς με. Ὁ δὲ μακάριος πρεσβύτης Συμεὼν, ἤδη παρόντα τὸν καιρὸν θεασάμενος, φησὶ, Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· τὸ ἐνεστηκὸς τῆς θείας δεικνύων ἐπαγγελίας. Ὅτι εἶδον, φησὶν, οἱ ὀφθαλμοί μου τὸ Σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· τουτέστι τὴν διὰ Χριστοῦ γενομένην παντὶ τῷ κόσμῳ σωτηρίαν, καὶ οὐ μόνῳ τῷ Ἰσραήλ. Πῶς οὖν ἀνωτέρω μεμαρτύρηται τὴν τοῦ Ἰσραὴλ προσδέχεσθαι παράκλησιν, νῦν δὲ ὤφθη τὸ τοῦ Θεοῦ σωτήριον ἐνώπιον πάντων τῶν λαῶν ἀναφθεγγόμενος ; Ἐπειδὴ τότε τὴν τοῦ Ἰσραὴλ ἔσεσθαι παράκλησιν ἔγνω τῷ Πνεύματι, ὅτε καὶ πᾶσι τοῖς λαοῖς ἡτοίμασται τὸ σωτήριον. Ὅρα δὲ τὸ ἀκριβὲς τῆς θείας ἐμπνεύσεως. Φῶς γὰρ, φησὶν, εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ· ὁμόλογα τῷ μεγάλῳ Παύλῳ ἐν τῇ τοῦ Ἰσραὴλ ὑπαριθμήσει φθεγγόμενος. Ὅτε γὰρ, φησὶ, τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται. Οὐκοῦν καὶ αὐτὸς προτάξας τὴν κλῆσιν τῶν ἐθνῶν, τελευταῖον κατὰ τὴν προφητείαν τὴν τοῦ παντὸς Ἰσραὴλ ἐταμιεύσατο ἐπιστροφήν· κἂν ὅτι ἤδη τὸ κατάλειμμα σέσωσται διὰ τῶν ἤδη ἐξ Ἰουδαίων προσδραμόντων τῇ χάριτι. Θέα δέ μοι καὶ τὸ τῶν ὑψηλῶν νοημάτων κυριόλεκτον. Φῶς γὰρ εἰς ἀποκάλυψιν ἐθνῶν ειρηκὼς, τὴν τοῦ θείου σωτηρίου ἀποκάλυψιν νοεῖν ἡμῖν δίδωσιν, ὡς ἐν σκότῳ παντελεῖ καὶ τελείᾳ ζοφώσει μηδένα αὐγασμὸν θεογνωσίας ἔχοντα. Πρὸ γὰρ τῆς Χριστοῦ παρουσίας καθειστήκει τὰ ἔθνη, καθὼς καὶ ὁ μακάριος Ἠσαΐας τὸν ἐν σκότει λαὸν καθήμενον εὐαγγελιζόμενος, τὸ μέγα φῶς αὐτοὺς ἰδεῖν διηγόρευσεν. Ἐπειδὴ δὲ ὁ Ἰσραὴλ, εἰ καὶ μετρίως, ὅμως γοῦν τῷ τυπικῷ ἐφωτίζετο νόμῳ, φῶς μὲν ἐπ' ἐκείνῳ οὐκ εἴρηκεν· δόξαν δὲ αὐτὸν κληρώσασθαι προεφήτευσε, παλαιᾶς ἱστορίας ἀναμιμνήσκων· ὅτι καθάπερ πάλαι ὁ θαυμάσιος Μωϋσῆς, τοῦ Θεοῦ συνόμιλος γεγονὼς, δεδοξασμένον ἔσχε τὸ πρόσωπον· οὕτω καὶ αὐτοὶ, τῷ θείῳ τῆς ἐνανθρωπήσεως διὰ πίστεως προσομιλήσαντες φωτὶ, καὶ τῇ τοῦ Πνεύματος καταλαμφθέντες δυνάμει, ἐν δόξῃ φανήσονται, τὸ παλαιὸν ἀποθέμενοι κάλυμμα, καὶ τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι, ἀπὸ δόξης εἰς δόξαν, ὥς φησιν ὁ Ἀπόστολος, καθάπερ ἀπὸ Κυρίου Πνεύ-
May the power of the Spirit, therefore, Which at that time moved his tongue towards theology, grant speech to us too now in the opening of our mouth. Now Thou lettest Thy servant depart, O Master, he says, according to Thy word, in peace. For ever since Christ became man, and obliterated war-making sin, and reconciled us to the Father, the departure of the saints takes place in peace. For pointing this out beforehand prophetically, the great David also said: In peace in the same place I will both lie down and sleep—hinting at what was not present, but to come at the coming of Christ. And inasmuch as such a hope (I mean the peaceful falling asleep in Christ) was uniquely made to dwell in the saints through the Spirit, he says: For Thou, O Lord, hast singularly made me dwell in hope. And the blessed elder Simeon, beholding the season already at hand, says: Now Thou lettest Thy servant depart, O Master, according to Thy word, in peace—showing that the divine promise now stood present. For mine eyes have seen Thy Salvation, he says, which Thou hast prepared before the face of all peoples; that is, the salvation wrought through Christ for the whole world, and not for Israel alone. How then has he been attested above to be awaiting the consolation of Israel, whereas now he was seen proclaiming aloud the salvation of God in the sight of all peoples? Because he knew by the Spirit that the consolation of Israel would come to pass at the time when salvation has also been prepared for all peoples. And behold the exactness of the divine inspiration. For A light, he says, for revelation of the Gentiles, and the glory of Thy people Israel—uttering things in harmony with the great Paul in his subsequent reckoning of Israel. For when, says he, the fullness of the Gentiles comes in, then all Israel too shall be saved. Therefore he too, having placed first the calling of the Gentiles, reserved last according to prophecy the conversion of all Israel—even though already the remnant has been saved through those from among the Jews who have already run unto grace. And contemplate for me also the exact propriety of the lofty thoughts. For in having said A light for revelation of the Gentiles, he gives us to understand the revelation of the divine salvation, inasmuch as in utter darkness and complete gloom they possessed no gleam of the knowledge of God. For before the coming of Christ the nations stood thus, even as the blessed Isaiah also, proclaiming good news to the people sitting in darkness, declared that they had seen a great light. Whereas since Israel, even if moderately, was nevertheless illumined at any rate by the typical Law, he did not speak of light in his case, but prophesied that he would inherit glory, calling to mind ancient history: that just as of old the wondrous Moses, having become a conversational companion of God, had his face glorified, so they too, having conversed through faith with the divine light of the Incarnation, and having been shone upon by the power of the Spirit, shall appear in glory, having laid aside the old veil, and being transformed into the same image, from glory to glory, as the Apostle says, even as from the Lord the Spir-