Migne Reading Room

PG 46 · cols. 1152–1161 · Read from the page

On the Meeting of the Lord, on the Virgin Mother of God and on the just Joseph

On the Meeting of the Lord, on the Virgin Mother of God and on the just Joseph

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:1152Read from the page
ΤΟΥ ΑΥΤΟΥ
OF THE SAME
ΕΙΣ ΤΗΝ ΥΠΑΠΑΝΤΗΝ ΤΟΥ ΚΥΡΙΟΥ,
ON THE MEETING OF THE LORD,
ΚΑΙ ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ, ΚΑΙ ΕΙΣ ΤΟΝ ΔΙΚΑΙΟΝ ΣΥΜΕΩΝΑ.
AND ON THE THEOTOKOS, AND ON THE RIGHTEOUS SYMEON.
Ὁ τῇ φρονήσει τῶν οὐρανίων μετέωρος, ὁ τῇ καταφρονήσει τῶν ἐπιγείων μετάρσιος, Παῦλος ὁ θεόληπτος νοῦς, ἡ Χριστοκίνητος γλῶττα, ὁ τοῦ ὀξυγράφου γραμματέως ὡραιότατος κάλαμος, ὁ καλλιγραφήσας τῇ Ἐκκλησίᾳ τῆς ἀληθείας τὰ δόγματα, τὸ ἐν τῇ χειρὶ τοῦ δυνατοῦ θεοχάλκευτον βέλος, τὸ ἐν τῇ καρδίᾳ τοῦ κοσμοκράτορος τοῦ σκότους καιρίαν ἐμπῆξαν πληγὴν, ἡ ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ, μᾶλλον δὲ μέχρι τῶν περάτων τῆς γῆς φάνασα ἀστραπὴ, ἡ τῆς θείας βροντῆς ἐν τῷ μυστικῷ τροχῷ τοῦ Εὐαγγελίου, τῷ κατὰ πάσης κυλισθέντι τῆς οἰκουμένης, ἡ διειδεστάτη καὶ μεγαλόθρους φωνή· οὗτος ὡς ἐξ αὐτῶν τῶν τοῦ παραδείσου ἀδύτων φθεγγόμενος, ἔνθα τῶν ἀῤῥήτων ῥημάτων αὐτήκοος γέγονε· μᾶλλον δὲ ὡς ἐξ αὐτοῦ τοῦ θρόνου τοῦ ὑψηλοῦ τε καὶ ἐπηρμένου τῆς δόξης ἔνθα παρίσταται· προπομπὴν ἔντιμον τῇ παρούσῃ ἁγίᾳ καὶ Δεσποτικῇ ἑτοιμαζόμενος ἑορτῇ, πρὸς ὑποδοχὴν τοῦ βασιλέως τῆς δόξης· καθάπερ τινὰ μυστικωτάτην σύγκλητον, τὸν τῆς Ἐκκλησίας λαὸν, τὸ βασίλειον ἱεράτευμα στιχηδὸν, ὡς ἄν τις εἴποι, παρασκευάζει τῆς εὐσχήμονος πολιτείας τὴν τάξιν, ῥυθμίαν τε καὶ εὐαρμοστίαν διαταττόμενός φησιν, Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε· ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. Οὕτω γὰρ τῷ παντελείῳ καὶ αἰωνίῳ Θεῷ, ᾧ τὴν πανήγυριν ἄγομεν σήμερον, τῷ δι' ἡμᾶς κατὰ σάρκα ἐπ' ἐσχάτων νηπιάσαντι· ἐξ οὗ πᾶν δώρημα καὶ τελειωτικόν· τῷ τὴν κατὰ φύσιν ὑπερφυῶς τῆς ἀρετῆς τελειότητα καὶ ἐν τῷ ἀνθρωπίνῳ ἑαυτοῦ καταστήματι ἐπιδείξαντι σύσσωμοί τε καὶ συμμέτοχοι γενησόμεθα, καὶ πρὸς τιμὴν αὐτοῦ καὶ δόξαν ἡ Ἐκκλησίας ἔσται συνέλευσις. Οὕτω γὰρ τὴν ἀρτιγενῆ αὐτοῦ σωματικῶς θεοφάνειαν ὁ προφητικὸς αἰνιττόμενος λόγος, τοῖς χαρακτῆρσι τῆς θεοπρεποῦς αὐτοῦ ὑπογράφει τελειότητος. Διότι· πρὶν ἢ γνῶναι, φησὶ, τὸ παιδίον καλὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, ἐκλέξεται τὸ ἀγαθὸν, ὅπερ ἄκρας καὶ
He who is sublime in his understanding of heavenly things, who is exalted in his disdain for earthly things, Paul the God-inspired mind, the Christ-moved tongue, the most comely reed-pen of the swift-writing scribe, who fairly inscribed for the Church the doctrines of truth, the God-forged shaft in the hand of the Mighty One, which drove a mortal wound into the heart of the world-ruler of darkness, the lightning-flash that shone forth from Jerusalem and round about as far as Illyricum—nay rather, unto the ends of the earth—the clearest and most resonant voice of the divine thunder in the mystic wheel of the Gospel rolled across the whole inhabited world: this man, uttering speech as though from the very inmost shrines of paradise, where he became an earwitness of ineffable words—or rather, as though from the very throne of glory, high and lifted up, where he stands beside it—preparing an honourable processional escort for the present holy and Dominical feast to welcome the King of glory, arrays the people of the Church, the royal priesthood, like some most mystic senate in ordered ranks, as one might say, and enjoining the good order, cadence, and harmony of a seemly way of life, says: Brethren, do not become children in your minds, but in malice be babes; yet in your minds become perfect. For thus we shall become fellow-members of one body and fellow-partakers with the all-perfect and eternal God, for Whom we keep the festival assembly today, Who for our sakes in the last times became a babe according to the flesh—from Whom comes every gift and perfecting grace—and Who supernaturally displayed the natural perfection of virtue even in His human condition; and the gathering of the Church shall be unto His honour and glory. For thus the prophetic word, hinting darkly at His newborn bodily theophany, delineates Him by the marks of His God-befitting perfection: Because, it says, before the Child knows good or evil, He disobeys wickedness, He will choose the good—which is the mark of supreme and
PG 46:1153Read from the page
τελειοτάτης διακρίσεώς τε καὶ ὄντως φρονήσεως γνώρισμα. Πρὸς οὗπερ ἡμᾶς ὁμοιότητα διασκευάζων ὁ μέγας ἀπόστολος, τὸ προτεθὲν αὐτοῦ θεόπνευστον λόγιον ἔφησεν· ὡς ἐν τούτῳ τῆς κατ' εἰκόνα τε καὶ ὁμοίωσιν θεοτευξίας ἐμφερῶς ἐν ἡμῖν γνωριζομένης, καὶ τῆς τοῦ πρωτοτύπου κάλλους ὑπεραγιότητος γινωσκομένης.
most perfect discernment and true prudence. Fashioning us towards His likeness, the great Apostle uttered his aforecited God-inspired oracle: inasmuch as hereby the divine framing according to the image and likeness is expressly recognized in us, and the surpassing holiness of the Archetype's beauty comes to be known.
Καθάπερ γὰρ βασιλεῖ τῶν ὑπ' αὐτοῦ στρατευμάτων προπεμπτήριον ἑτοιμαζομένων μεγαλαυχίαν, χρυσορόφους τε καὶ ἐξειλεγμένους εἶναι τοὺς πρὸς δορυφορίαν αὐτοῦ συνειλεγμένους προσῆκε, καὶ τῆς ἐκείνου θέας τὸ ἐκτύπωμα εὐσημότατα προβεβλῆσθαι· οὕτως ἡμᾶς ἀναγκαῖον μεταμορφουμένους τῇ ἀνακαινίσει τοῦ νοὸς ἡμῶν, καὶ τὸν παλαιὸν ἄνθρωπον ἀποθεμένους, καὶ τῆς θείας εἰκόνος τὴν ὁμοίωσιν, κατὰ τὸ ἐφικτὸν ἀνθρώποις, ἐν ἑαυτοῖς περιφέροντας, οὕτως ἐν ταῖς σωτηρίοις καὶ πνευματικαῖς ἀπαντᾷν ἑορταῖς, ἵνα ἔσωνται ἡμῖν, κατὰ τὸν τοῦ προφήτου λόγον, νηστεία ἡ τετάρτη, καὶ νηστεία ἡ πέμπτη, καὶ νηστεία ἡ ἑβδόμη, καὶ νηστεία ἡ δεκάτη εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθάς. Τῆς νηστείας ἀναγωγικῶς δηλαδὴ νοουμένης, ἐν τῷ τῆς ἀποχῆς τε καὶ ἐγκρατείας παντὸς μολυσμοῦ, καὶ σαρκός τε καὶ πνεύματος τρόπῳ. Διὰ γὰρ τετράδος τε καὶ πέμπτης, καὶ μὴν ἑβδόμης τε καὶ δεκάτης πᾶσα σαρκική τε καὶ τῷ εὐεξαπατήτῳ τῶν αἰσθήσεων προσφυὴς, καὶ τῷ παρόντι βίῳ συγκλειομένη σημαίνεται ἔμφασις. Τὴν γὰρ σωματικωτέραν τε καὶ φιλόσαρκον διαγωγὴν διὰ τῆς τετράδος μανθάνομεν, ὡς ἐκ τεσσάρων στοιχείων τῶν σωμάτων συγκεκραμένων· τὸ δὲ διὰ τῶν αἰσθήσεων εὐόλισθον (ὡς πέντε καθεστωσῶν), τὸ τῆς πέμπτης ὄνομα ὑπαινίσσεται. Ἡ ἑβδόμη δὲ, καὶ κατὰ τὸν Σολομῶντα τὸν εἰς ἑαυτὸν ἑβδοματικῶς ἀνακυκλούμενον τῆς κάτω λήξεως αἰῶνα ἐμφαίνειν ἐπίσταται. Ἥ γε μὴν δεκάτη τοῦ ἐντὸς ἀνθρώπου τὴν τῶν αἰσθήσεων κάθαρσιν πρὸς τὰ ἔξωθεν ἀνηγμένου ὑποδείκνυσιν· ὥστε τὸν τοῦ νοῦ ὀφθαλμὸν ἁπλοῦν τε καὶ διαυγῆ ὑπάρχειν, ἵνα ὅλον τὸ σῶμα φωτεινὸν ἔσται, ὥς φησι τὸ ἅγιον Εὐαγγέλιον· ἥ τε τῆς ψυχῆς ἀκοὴ τῆς θείας πληροῦται ἀγαλλιάσεώς τε καὶ εὐφροσύνης, ἣν ἀκουτισθῆναι καὶ Δαβὶδ ὁ μέγας ἐπεύχεται· τὴν δὲ γευστικὴν αὐτῆς δύναμιν ἐν τῇ τοῦ Κυρίου ἐγγεγυμνᾶσθαι χρηστότητι, ὡς ὁ ψάλλων ἐν προφήταις ἀναφθέγγεται, καὶ ἐν ἀντιλήψει τῆς τοῦ Χριστοῦ εὐωδίας, ἣν ὁ θεῖος Παῦλος ἀπέπνεε, τὴν ὀσφραντικὴν ἕξιν καθίστασθαι· καὶ ταῖς ἔσω τῆς διακρίσεως χερσὶ ψηλαφᾷν τὸν λόγον τῆς ζωῆς, ὡς ὁ τῆς βροντῆς υἱὸς διηγόρευσεν. Ἡ γὰρ ἐν τούτοις τῶν νοητῶν αἰσθήσεων γυμνασία, ἐν τῇ τῶν ἐναντίων τούτοις ἀποχῇ τε καὶ ἀλλοτριώσει τὴν ἐπαινουμένην παρὰ Θεοῦ νηστείαν ἀπεργάζεσθαι πέφυκεν· οὕτω τε κατορθοῦν ἡμᾶς περιγίνεται τὸ τῇ
For just as when a king's armies under him prepare the splendour of a processional escort, it befits those gathered for his bodyguard to be gold-arrayed and chosen men, and to display most conspicuously the imprinted likeness of his countenance, so it is necessary for us, being transformed by the renewal of our mind, and putting off the old man, and bearing about in ourselves, so far as is attainable for men, the likeness of the divine image, thus to go forth to meet Him in the saving and spiritual feasts, so that there may be for us, according to the word of the prophet, the fast of the fourth, and the fast of the fifth, and the fast of the seventh, and the fast of the tenth unto gladness and good feasts—fasting being understood, plainly, in an anagogical sense, by way of abstinence and self-control from every defilement, both of flesh and of spirit. For through the fourth and the fifth, and indeed the seventh and the tenth, is signified every carnal appearance congenial to the easily deceived nature of the senses and enclosed within the present life. For we learn the more bodily and flesh-loving way of life through the fourth, inasmuch as bodies are compounded out of four elements; while the slipperiness that comes through the senses (since they are established as five) is hinted at by the name of the fifth. And the seventh, according to Solomon also, knows how to indicate the age of the lower lot revolving back upon itself in cycles of seven. Yet the tenth sets forth the purification of the senses of the inner man raised above outward things: so that the eye of the mind may be single and pellucid, that the whole body may be full of light, as the holy Gospel says; and the hearing of the soul is filled with divine exultation and gladness, which the great David also prays may be made heard to him; and that its faculty of taste be trained in the goodness of the Lord, as the Psalmist among the prophets proclaims aloud; and that in apprehending the sweet savour of Christ, which the divine Paul breathed forth, its habit of smell be established; and with the inner hands of discernment to handle the Word of life, as the son of thunder declared. For the training of the intelligible senses in these things, through abstinence and estrangement from their opposites, is by nature wont to work out the fast praised by God; and as we thus succeed, it comes to pass for us to
PG 46:1156Read from the page
κακίᾳ μὲν νηπιάζειν, τῆς κατὰ Θεὸν δὲ φρονήσεως ἐν τελειότητι γίνεσθαι.
be babes in malice, yet to come to be in the perfection of the prudence that is according to God.
Οὕτως ἡμᾶς ἄρδουσα ἡ τῶν ἀποστολικῶν τε καὶ προφητικῶν διδαγμάτων ἐκ τῶν κρουνῶν τοῦ Πνεύματος συῤῥέουσα μεγαλόνοια, καὶ τὸν τοῦ Θεοῦ ποταμὸν τῶν μυστικῶν ὑδάτων πληρώσασα, τὴν ἐπουράνιον πόλιν τοῦ Θεοῦ, τὴν ταῖς ὑπερκοσμίοις συγκροτουμένην δυνάμεσι, τοῖς τοῦ ποταμοῦ τούτου ὁρμήμασιν εὐφραίνειν ἐπίσταται, ὡς τῆς ψαλμῳδίας βοώσης ἠκούσαμεν. Καὶ γὰρ ἡ τῶν ἄνω πνευμάτων ἁγία ὁμήγυρις τῇ τῶν ἀνθρώπων σωτηρίᾳ λίαν ἐφήδεται. Οὕτω γὰρ κοινῇ πανηγυρίζειν σὺν τοῖς ἐπιγείοις τὰ οὐράνια εἴωθεν, τὴν ἀγγελοπρεπῆ πολιτείαν τῶν ἐπὶ γῆς ἀσπαζομένων. Ὅ τε γὰρ ὁ Θεὸς ἡμῶν οὗτος, ὃν προδεικτικῶς ὁ προφήτης διήγγειλεν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, καὶ τὴν ἄνω μακαριότητα ἐπὶ γῆς φυτευομένην ἐθεάσαντο ἄγγελοι, Δόξα ἐν ὑψίστοις Θεῷ, ἀνεφθέγγοντο, καὶ ἐπὶ γῆς εἰρήνην εὐηγγελίζοντο (θείας εὐδοκίας ἐν ἀνθρώποις γεγενημένης)· οὕτω τε τῆς θείας λειτουργίας ἐξαίρετον καὶ ὄντως καθαρόν τε καὶ μονότροπον αὐχοῦντες οἱ τῶν ἁγίων ἀγγέλων μακάριοι θίασοι, τῆς ἀληθοῦς ἁγιότητος ἐν ἡμῖν ὁρῶντες τοὺς χαρακτῆρας, οὐκ ἀποβλήτους ποιήσονται κοινωνοὺς τῆς ἀκηράτου εὐφροσύνης συμπαραλήψεσθαι· καθάπερ τὸν ῥυπώσῃ ἐστολισμένον ἐσθῆτι ἀπόκριτον τοῦ θείου γάμου ὁ τῆς εὐαγγελικῆς παραβολῆς ἐποιήσατο λόγος. Καὶ γὰρ ὅτε κατὰ τὸν ἀρχέτυπον καιρὸν (ὡς ἄν τις εἴποι) τῆς παρούσης ἑορτῆς ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ μορφὴν δούλου ἑλόμενος, ὁ μεσίτης Θεοῦ καὶ ἀνθρώπων γενόμενος, τὴν νομικὴν πληρῶν διαγόρευσιν τεσσαράκοντα ἡμερῶν ὑπάρχων βρέφος, ὁ ἀΐδιος Λόγος ἐπὶ τὸν ναὸν ἐχώρει σὺν τῇ τεκούσῃ, καὶ τῇ καταλλήλῳ τῆς διατεταγμένης θυσίας διαγωγῇ, αἱ τῶν ἀσωμάτων ταξιαρχίαι δουλικῶς τὸν αὐχένα ὑποκλίνουσαι, ἐκ τοῦ ἀοράτου θεοπρεπῆ τὴν προπομπὴν ἡτοιμάζοντο, καὶ τὸ τῆς ἀῤῥήτου σοφίας ἐξεθείαζον πέλαγος· καὶ τὴν περαίωσιν τῆς προχειροτέρας τοῦ νομικοῦ γράμματος διατάξεως, φανέρωσιν τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι ἐξεδέχοντο· οὗ τινος ἡμεῖς τὴν ἀνάμνησιν ἑορτάζοντες σήμερον, πνευματικαῖς θεωρίαις κατὰ τοὺς ἀσωμάτους νόας τρυφήσωμεν, καὶ τῶν θείων θαυμασίων τὸ μεγαλεῖον δοξάζοντες, κοινωνοὶ τῆς ἐκείνων ἀξίας ἐσόμεθα· οὐ τῇ νομικῇ σκιᾷ τὸ ὄμμα τῆς ψυχῆς ἀμαυρούμενοι, ἀλλὰ τὸ δὴ λεγόμενον τῷ σοφωτάτῳ Παύλῳ, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι. Τοῦ γὰρ Νόμου λέγοντος, πᾶν ἀρσενικὸν διανοῖγον μήτραν ἁγιάζεσθαι, δεῖν δὲ τὴν ἀρτιτόκον γυναῖκα ἄρσενος παιδὸς γενομένην μητέρα, τεσσαράκοντα ἡμερῶν μετὰ τὸ τεκεῖν καθηραμένην διαστή-
Thus watering us, the loftiness of mind of the apostolic and prophetic teachings, flowing together from the springs of the Spirit and filling the river of God with mystic waters, knows how to make glad by the rushing streams of this river the heavenly city of God, banded together of supramundane powers, as we heard psalmody crying aloud. For indeed the holy assembly of the spirits above delights exceedingly in the salvation of men. For thus the heavenly powers are wont to keep festival in common with those on earth, when men on earth embrace the way of life that befits angels. For both when this our God, Whom the prophet announced beforehand by foreshadowing, was seen upon the earth and conversed among men, and angels beheld the blessedness above planted upon the earth, they cried aloud, Glory to God in the highest, and proclaimed the good news of peace on earth (divine good pleasure having come to pass among men); and so the blessed choirs of the holy angels, glorying in an excellent and truly pure and single-minded form of the divine liturgy, when they see in us the marks of true holiness, will not deem us castaways unworthy to be received along with them as partakers of undefiled gladness—even as the word of the evangelical parable made him who was clothed in a soiled garment an outcast from the divine marriage. For indeed when at the archetypal season (as one might say) of the present feast He Who subsists in the form of God, and chose the form of a servant, having become the Mediator of God and men, fulfilling the ordinance of the Law while a babe of forty days, the eternal Word proceeded to the temple with her who bore Him and with the corresponding presentation of the appointed sacrifice, the brigades of bodiless powers, bowing their necks in servile wise, prepared from the unseen a God-befitting processional escort, and marvelled as divine at the ocean of ineffable wisdom; and they received the accomplishment of the more obvious ordinance of the legal letter as the manifestation of the mystery hidden in God Who created all things: celebrating the remembrance whereof today, let us delight in spiritual contemplations after the manner of the bodiless minds, and glorifying the majesty of the divine wonders, we shall be partakers of their dignity—not having the eye of our soul dimmed by the shadow of the Law, but, in the saying of the most wise Paul, with unveiled face beholding as in a mirror the glory of the Lord. For since the Law says that every male that opens the womb is made holy, and that the newly delivered woman who has become the mother of a male child must, after childbirth, be purified by an inter-
PG 46:1157Read from the page
ματι, οὕτω μετά τινος εὐκρινῶς διωρισμένης θυσίας ἐπὶ τὸ τοῦ Θεοῦ πορεύεσθαι τέμενος· οἱ μὲν τὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης τῇ καρδίᾳ αὐτῶν περιφέροντες, ταῖς αὐταῖς κατ' ἐνιαυτὸν θυσίαις, ἵν' οὕτως εἴπω (αἳ οὐδέποτε δύνανται τοὺς προσερχομένους τελειῶσαι), νηπιοφρόνως τὴν τοιαύτην νομοθεσίαν νομιζέτωσαν πληροῦν. Ἡμῖν δὲ, οἷς ἐν τῇ πρὸς Θεὸν ἐπιστροφῇ τὸ τοιοῦτον περιήρηται κάλυμμα, ἅπαξ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανερῶσθαι τὸ μέγα τῆς εὐσεβείας πεπιστευκόσι μυστήριον, ἐπαξίως τοῦ θείου τῆς ἀληθείας φωτὸς, τῇ δᾳδουχίᾳ τοῦ Πνεύματος τὸ τῆς παρούσης πανηγύρεως θεωρητέον μυστήριον, μικρὸν ἄνωθεν προσβαλοῦσι τῷ θεωρήματι, κἀκεῖνό γε μὴν εὐκαίρως προσημηναμένοις· ὅτι κατὰ τὸ τῆς ἐξετάσεως ἀκόλουθον τὸ προτεθὲν τοῦ Νόμου θέσπισμα ἐπὶ μόνῳ τῷ σαρκωθέντι Θεῷ ὡρισμένως τε καὶ ἀνεπισυμβάτως ἑτέρῳ ὁρᾶται πληρούμενον. Μόνος γὰρ αὐτὸς ἀῤῥήτως συλληφθεὶς, καὶ ἀφράστως κυηθεὶς, μὴ προδιηνοιγμένην τῷ γάμῳ τὴγ παρθενικὴν μήτραν ἀνέῳξεν, τὰ σήμαντρα τῆς παρθενίας ἀπαράτρωτα καὶ μετὰ τὴν παράδοξον πρόοδον φυλαξάμενος, καὶ μόνος ἄῤῥην πνευματικῶς εἶναι πεπίστευται, μηδὲν τῆς θηλυπρεποῦς ἁμαρτίας ἐπαγόμενος, ὅθεν καὶ ὄντως ἅγιος ἐπαξίως κέκληται· ὥσπερ καὶ Γαβριὴλ τὰ τοῦ ζωοποιοῦ τόκου τῇ Θεοτόκῳ φέρων εὐαγγέλια, οἱονεὶ τὴν περὶ τούτου προδιωρισμένην τε καὶ εἰς αὐτὸν μόνον ὁρῶσαν νομοθεσίαν ἐν ἀναμνήσει ποιούμενος· Διὸ καὶ τὸ γεννώμενον ἅγιον, ἔλεγε, κληθήσεται Υἱὸς Θεοῦ· ὡς κυρίως τῆς τοῦ ἁγίου ἁρμοζούσης ἐπωνυμίας τῷ τὴν παρθένον μήτραν τῇ θείᾳ διανοίξαντι θαυματουργίᾳ. Καὶ ἐπὶ μὲν τῶν ἄλλων πρωτοτόκων, ἅγια ταῦτα κληθήσεσθαι, βεβασανισμένως τῷ βάθει τοῦ Νόμου ἐγκύψασα ἡ εὐαγγελικὴ ἀκρίβεια, διηγόρευσεν, ὡς τῇ τοῦ Θεοῦ ἀφιερώσει τὸ οὕτω καλεῖσθαι κληρωσαμένων· ἐπὶ δὲ τοῦ πρωτοτόκου πάσης κτίσεως, Ἅγιον τὸν γεννώμενον ὁ ἄγγελος εἴρηκεν, ὡς τοῦτο κυρίως ὑπάρχων, καὶ τὴν ὄντως ἁγιότητα ἐν τῇ ἀποπομπῇ τῆς κακίας, καὶ τῇ τοῦ ἀγαθοῦ ἐκλογῇ, ἅμα τῷ γεννηθῆναι, ὥς φησιν ὁ προφήτης, ἐπιδειξάμενος.
val of forty days, and thus proceed with a certain clearly determined sacrifice to the sanctuary of God: let those, on the one hand, who bear about the veil upon their heart at the reading of the Old Testament, childish-mindedly suppose that they fulfil such lawgiving by the same yearly sacrifices, so to speak (which can never make perfect those who draw near). But for us, on the other hand, from whom in turning to God such a veil is taken away, and who have believed that the great mystery of godliness has been manifested once for all at the consummation of the age for the putting away of sin through His sacrifice, the mystery of the present festival assembly must be contemplated in a manner worthy of the divine light of truth, by the torch-bearing guidance of the Spirit, approaching the contemplation from a little higher up, and seasonably noting this point also beforehand: that according to the sequence of inquiry, the aforecited ordinance of the Law is seen to be fulfilled in the incarnate God alone, in a determinate way inapplicable to any other. For He alone, having been ineffably conceived and unutterably borne in the womb, opened the virginal womb not previously opened by marriage, preserving the seals of virginity unimpaired even after His marvellous coming forth, and He alone is believed to be spiritually male, bringing in upon Himself nothing of effeminate sin, whence also He has worthily been called truly holy; even as Gabriel also, bringing to the Theotokos the good news of her life-giving childbirth, as though calling to remembrance the lawgiving foreordained concerning this and looking to Him alone, said: Wherefore also the holy thing that is born shall be called the Son of God—inasmuch as the surname of holy properly befits Him Who opened the virgin womb by divine wonder-working. And in the case of the other firstborn, evangelical exactness, having searchingly peered into the depth of the Law, declared that these shall be called holy, as having obtained by lot to be so called through their consecration to God; whereas in the case of the Firstborn of all creation, the angel called Him Who is born Holy, as being properly this, and having displayed true holiness in the rejection of evil and the choosing of good as soon as He was born, as the prophet says.
Ἀλλ' ἐπανακτέον ἐπὶ τὴν θάλασσαν τῆς θεωρίας, ὡς ἡ θεία προστάσσει τῷ νομοθέτῃ φωνὴ, τοῦ Πνεύματος χάριτος, ὡς ἐν στύλῳ πυρὸς καὶ νεφέλης, τῇ τῶν Γραφῶν λαμπρότητι τοῦ ἐνθέου τῆς Ἐκκλησίας στρατοπέδου προηγουμένης, ἵνα τῇ ῥάβδῳ τῆς δυνάμεως τῇ ἀποστελλομένῃ ἐκ τῆς ἄνω Σιὼν, ὡς Ψάλλων φησὶν, δι' ἧς οἱ ἐχθροὶ κυριεύονται, τὸ τοῦ γράμμα-
Yet we must lead back towards the sea of contemplation, as the divine voice commands the lawgiver, while the grace of the Spirit, as in a pillar of fire and cloud, goes before the God-inspired camp of the Church in the brilliance of the Scriptures, so that by the rod of power sent forth out of Sion above, as the Psalmist says, whereby the enemies are brought under dominion, that of the let-
Notes, col. 1157

On the reading

Printed τὴγ, for τὴν.

PG 46:1160Read from the page
τος περάσαντες πέλαγος, ἔνθα καὶ ἔνθα διῃρημένον ἐν τῇ εὐκρινεῖ διαβάσει τῶν νοημάτων, τὸ Αἰγύπτιον τῶν ἀπειθούντων τῇ χάριτι διαδράσωμεν φρόνημα, συγκλυσθέντων αὐτῶν τῆς ἀληθείας τῷ ῥείθρῳ· οἷς διὰ σπουδῆς ἐστιν, ἐμποδίζειν ἡμῖν τὴν ἐπὶ πνευματικὴν γῆν τῆς ἐπαγγελίας τοῦ Εὐαγγελίου ὁδὸν, ἐθέλειν τε ἐν τῇ σιδηρᾷ καμίνῳ τοῦ γράμματος (ὅπερ ἡ Αἴγυπτος ὠνόμασται) προσμένειν ἡμᾶς, τῷ πηλῷ καὶ τῇ πλινθείᾳ δουλεύοντας, τουτέστι ταῖς σωματικαῖς τοῦ Νόμου παρατηρήσεσιν. Ἔφη τοίνυν τῷ Μωϋσῇ ἐν Αἰγύπτῳ ὁ τῶν ὅλων Θεὸς ἤδη τὴν κατὰ τῶν πρωτοτόκων Αἰγύπτου διορισάμενος, πληγήν· Ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενὲς διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ἰσραὴλ, ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἧς τινος θείας νομοθεσίας τὸ συνεπτυγμένον ὥσπερ ἐξαπλώσας ὁ μακάριος Μωϋσῆς ἐν τῇ πρὸς τὸν λαὸν διαλέξει ἀποφαίνεται· Καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσέ σοι καὶ τοῖς πατράσι σου· Καὶ δώσω σοι αὐτὴν, ἀφοριεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀῤῥενικὰ τῷ Κυρίῳ· καὶ πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων, ἢ ἐν τοῖς κτήνεσί σου, ὅσα ἂν γένηταί σοι, τὰ ἀῤῥενικὰ τῷ Κυρίῳ· πᾶν δὲ διανοῖγον μήτραν ὄνου, ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτὸ, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν σου λυτρώσῃ, τουτέστιν, λύτρα δώσεις ὑπὲρ αὐτοῦ. Οὕτω γὰρ ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν ὁ θεῖος σαφηνίζει χρησμὸς, τῷ τῆς ἀρχιερωσύνης ἐπειλημμένῳ διαλεγόμενος· Καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκὸς ἃ προσφέρουσι τῷ Κυρίῳ, ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται· ἀλλ' ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ· Καὶ ἡ λύτρωσις αὐτοῦ· Ἀπὸ μηνιαίου λυτρώσῃ, ἡ συντίμησις ἀργυρίου πέντε σίκλων, κατὰ τὸν σίκλον τὸν ἅγιον. Πλὴν τὰ πρωτότοκα τῶν μόσχων, καὶ τὰ πρωτότοκα τῶν προβάτων, καὶ τῶν αἰγῶν οὐ λυτρώσῃ· ἅγια γάρ ἐστι· καὶ τὸ αἷμα αὐτῶν προσέχεις πρὸς τὸ θυσιαστήριον. Ἤδη μὲν οὖν τοῖς ἀκαθάρτοις τῶν κτηνῶν συμπαρέζευξέ τε καὶ συγκατέλεξε τοῦ Ἰσραὴλ τὰ πρωτότοκα ἡ θεία φωνή· ὡς τὸ ὄντως κεκαθαρμένον καὶ ἅγιον ἐν τῇ κατὰ Νόμον λατρείᾳ οὐκ ἔχοντα, ει καὶ ἁγιάζεσθαι αὐτὰ τῇ ἀποκληρώσει τῆς νομοθεσίας ἐνομίζετο. Ὁμοίως γὰρ εἰς θυσίαν Θεοῦ ἀποβλήτοις, λύτρα δίδοσθαι ἀντὶ τῶν ἀνθρώπων παρ' αὐτοῖς ἐτεθέσπιστο· ὡς τῆς παρὰ Ἰουδσίοις ἀλογωτέρας καταστάσεως ἀναξίας ὑπαρχούσης τὴν λογικὴν ἀναφέρειν λατρείαν, καὶ τῷ τῆς Καινῆς Διαθήκης μυστικωτάτῳ εἰς πνευματικὴν ὁλοκάρπωσιν προσάγεσθαι θυσιαστηρίῳ. Λύτρα δὲ, ὥσπερ ἑαυτῇ κατάλληλα ειθισμένῃ προσάγειν τὰς κατὰ Νόμον δι' αἱμάτων θυσίας (ἃς ὁ προφήτης Ἠσαΐας, ὡς ἐκ προσώπου τοῦ Θεοῦ, μηδὲ ἐζητηκέναι παρὰ τῶν χειρῶν αὐτῶν διορίζεται), ὡς πνευματικὴν δηλαδὴ τελείωσιν τοῦ σκοποῦ νομοθέτου ὁρῶντος. Τὰ δὲ εἰς θυσίαν προσαγόμενα, ὧν τὸ αἷμα
having crossed the sea of the letter, parted this way and that in the clear passage of spiritual meanings, let us escape the Egyptian mindset of those who disobey grace, while they themselves are overwhelmed in the stream of truth: those whose eager study it is to hinder for us the road of the Gospel towards the spiritual land of promise, and to wish that we remain behind in the iron furnace of the letter (which Egypt has been named), slaving away at clay and brickmaking, that is, at the bodily observances of the Law. Now the God of all said to Moses in Egypt, when He had already appointed the plague against the firstborn of Egypt: Sanctify to Me every firstborn, first-begotten, that opens every womb among the children of Israel, from man unto beast; and as if unfolding what was rolled up in this divine legislation, the blessed Moses in his address to the people declares: And it shall be, whenever the Lord your God brings you into the land of the Canaanites, in the manner He swore to you and to your fathers, and I give it to you, you shall set apart everything that opens the womb, the males, to the Lord; and everything that opens the womb out of the herds, or among your cattle, whatsoever shall be born to you, the males [you shall set apart] to the Lord; and everything that opens the womb of an ass, you shall exchange for a sheep; and if you do not exchange it, you shall redeem it, and every firstborn of your sons you shall redeem, that is, you shall give ransom-monies on his behalf. For thus in the book of Numbers the divine oracle makes plain, conversing with him who had received the high-priesthood: And everything that opens the womb of all flesh which they offer to the Lord, from man to beast, shall be yours; nevertheless with ransoms the firstborn of men shall be redeemed, and the firstborn of unclean cattle you shall redeem. And its redemption: from a month old you shall redeem it, the valuation of five shekels of silver, according to the sacred shekel. Yet the firstborn of calves, and the firstborn of sheep, and of goats you shall not redeem, for they are holy; and their blood you attend to before the altar. Already, then, the divine voice yoked together and reckoned the firstborn of Israel alongside the unclean among cattle, inasmuch as they did not possess what is truly purified and holy in the worship according to the Law, even though they were thought to be sanctified by the allotment of the legislation. For in like manner with things rejected from the sacrifice of God, it had been ordained among them that ransoms be given instead of men, since the more irrational condition among the Jews was unworthy to offer up rational worship, and to be brought unto the most mystical altar of the New Covenant for a spiritual whole-burnt-offering. And [it ordained] ransoms, just as [that condition] was accustomed to offer sacrifices through blood suited to itself according to the Law (which the prophet Isaiah, speaking as in the person of God, defines Him not even to have sought from their hands), since the purpose of the Lawgiver clearly looked to spiritual perfection. Whereas the things brought forward for sacrifice, whose blood
Notes, col. 1160

On the reading

Printed ει, for εἰ.

Printed Ἰουδσίοις, for Ἰουδαίοις.

Printed ειθισμένῃ, for εἰθισμένῃ.

PG 46:1161Read from the page
προχεῖσθαι τῷ θυσιαστηρίῳ ἐνενόμιστο, Ἅγια διεσταλμένως ὠνόμασται· κἀν τούτῳ δηλαδὴ τῆς ἀληθείας προδιαγραφομένης τῷ τύπῳ. Ὁ γὰρ ἑαυτὸν προσαγαγὼν τῷ Θεῷ καὶ Πατρὶ θυσίαν, καὶ προσφορὰν εἰς ὀσμὴν εὐωδίας, ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὗτος μόνος κυρίως καὶ ἀληθῶς ἅγιος ἔστι τε καὶ ὀνομάζεται.
it was customary to pour out at the altar, have distinctly been named Holy; in this too, plainly, the truth being sketched beforehand through the type. For He Who offered Himself to God and the Father as a sacrifice and an offering for a fragrant savour, our Lord Jesus Christ, He alone properly and truly both is and is named holy.
Ἀλλ' ἴσως ἐρεῖ ὁ ἀπειθὴς Ἰουδαῖος, ὡς τῇ κατὰ νόμον θυσίᾳ οὐ δυνάμενα προσάγεσθαι τῶν κατ' αὐτὸν ἀκαθάρτων κτηνῶν τὰ πρωτότοκα, λύτροις ἀντικαταλλάσσεσθαι εἴωθεν· ὁμοίως καὶ τῶν ἀνθρωπίνων πρωτοτόκων εἰς θυσίαν μὴ κατασφαττομένων (καὶ γὰρ ἀπεικὸς τοῦτό γε, καὶ θείας νομοθεσίας ἀλλότριον), ταῦτα τῇ τῶν λύτρων ἀμείψει καθιεροῦσθαι εἰκός. Ἀλλ' ἐπισκεψάσθω, εἴγε μὴ τῷ ἐπιπροσθοῦντι ταῖς τῆς ψυχῆς αὐτῶν ὄψεσι καλύμματι ἐμποδίζεται, ὡς ἤδη ἐν ἑτέρᾳ νομοθεσίᾳ τοὺς Λευῖτας εἰληφέναι εἰς ἀφιέρωσιν ἀντὶ τῶν πρωτοτόκων, τὸ ἱερὸν ἐδίδαξε Γράμμα, οὑτωσὶ φάσκον ἐν τοῖς Ἀριθμοῖς ἐπὶ λέξεως· Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Ἰδοὺ εἴληφα τοὺς Λευῖτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ, ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται, καὶ ἔσονταί μοι οἱ Λευῖται. Ἐμοὶ γὰρ πᾶν πρωτότοκον ἡγίασα ἐν Ἰσραὴλ, ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ. Εἶτα τὸ ἀκριβὲς τῆς ἀμείψεως διαγορεύων ὁ νόμος, Εἶπεν Κύριος, φησὶ, πρὸς Μωσῆν λέγων· Ἐπίσκεψαι πᾶν πρωτότοκον τῶν υἱῶν Ἰσραὴλ ἀπὸ μηνιαίου καὶ ἐπάνω, καὶ λαβὲ τὸν ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν. Καὶ λήψῃ τοὺς Λευῖτας ἐμοὶ ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ. Εἶτα τῆς συναριθμήσεως τῶν πρωτοτόκων πρὸς τὸν ἀριθμὸν τῶν Λευϊτῶν ἐν πλεονασμῷ εὑρημένης, φησίν· Ἐλάλησε Κύριος τῷ Μωϋσῇ λέγων· Λάβε τὰ λύτρα τῶν πλεοναζόντων παρὰ τοὺς Λευῖτας ἀπὸ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ, καὶ λήψῃ πέντε σίκλους κατὰ κεφαλὴν κατὰ τὸ δίδραχμον τὸ ἅγιον. Εἴπερ οὖν κατὰ τὸ ἱερὸν Γράμμα οἱ Λευῖται λύτρα εισὶ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ, ὡς καὶ ἡ τῆς συναριθμήσεως ἀκρίβεια δηλοῖ, ὥστε τῶν πλεοναζόντων ἐν αὐτοῖς στάθμιον ὡρισμένον τῷ νόμῳ ἀντιδοθῆναι· ποίῳ λόγῳ καθ' ἕκαστον τῶν πρωτοτόκων λύτρα δίδοσθαι ὁ νόμος διηγόρευσεν ; Ἐπὶ μὲν γὰρ τῶν ἀπροσδέκτων εἰς θυσίαν κτηνῶν, ἢ καταλλάττεσθαι, ταῦτα, ἢ λύτρα ὑπὲρ αὐτῶν δίδοσθαι ὁ νόμος φησίν· ἐπὶ δὲ τῶν ἀνθρώπων, καὶ λύτρα δίδοσθαι, καὶ ἤδη τὴν ἀντάμειψιν διὰ τῶν Λευϊτῶν γενέσθαι μανθάνομεν· ὅπερ ἀσύμφωνον καὶ αὐτῷ νομικῷ γράμματι φαίνεται, ὡς ἡ ἐν τοῖς κτήνεσι νομοθεσία δηλοῖ, καὶ αὐτὴ ἡ φύσις ὑφηγεῖται τοῦ πράγματος. Εἰ γὰρ μετὰ τὴν τῶν Λευϊτῶν πρὸς λειτουργίαν Θεοῦ ἀντὶ τῶν ποωτοτόκων
Yet perhaps the disobedient Jew will say that, since the firstborn of cattle unclean according to him could not be brought forward for the sacrifice according to the Law, it is customary for them to be exchanged for ransoms; and in like manner too, since human firstborn are not slaughtered for sacrifice (for that indeed would be unseemly, and alien to divine legislation), it is reasonable that these should be consecrated through the exchange of ransoms. Let him consider, however—if indeed he is not hindered by the veil standing before the eyes of their soul—that already in another ordinance the sacred Scripture taught that the Levites had been taken for consecration in place of the firstborn, speaking thus word for word in Numbers: And the Lord spoke to Moses, saying: Behold, I have taken the Levites from the midst of the children of Israel, in place of every firstborn that opens the womb from among the children of Israel; they shall be their ransoms, and the Levites shall be Mine. For unto Myself I sanctified every firstborn in Israel, on the day in which I struck down every firstborn in the land of Egypt. Then the Law, setting forth the exactitude of the exchange, says: The Lord spoke to Moses, saying: Inspect every firstborn of the children of Israel from a month old and upward, and take the number of them by name. And you shall take the Levites for Me in place of all the firstborn of the children of Israel. Then, when the numbering of the firstborn against the number of the Levites was found to be in excess, it says: The Lord spoke to Moses, saying: Take the ransoms of those in excess beyond the Levites from the firstborn of the children of Israel, and you shall take five shekels per head according to the sacred didrachm. If therefore according to the sacred Scripture the Levites are the ransoms of the firstborn of the children of Israel, as the exactness of the numbering also shows, so that for those in excess among them a fixed weight appointed by the Law was given in return, by what reckoning did the Law ordain that ransoms be given for each one of the firstborn individually? For in the case of cattle unacceptable for sacrifice, the Law says either that these are to be exchanged, or that ransoms are to be given on their behalf; whereas in the case of men, we learn both that ransoms are given, and that the exchange has already taken place through the Levites—which appears discordant even with the legal letter itself, as the ordinance concerning cattle shows, and as the very nature of the matter suggests. For if after the [allotment] of the Levites for the ministry of God in place of the firstborn
Notes, col. 1161

On the reading

Printed εισὶ, for εἰσὶ.

Printed ποωτοτόκων, for πρωτοτόκων.