Migne Reading Room

PG 46 · cols. 96–105 · Read from the page

Dialogue on the soul and resurrection which is entitled Macrinia from the edition of John Christian Wolf, collated with that which John George Krabinger gave at Landshut in the year 1840

Dialogue on the soul and resurrection which is entitled Macrinia from the edition of John Christian Wolf, collated with that which John George Krabinger gave at Landshut in the year 1840

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:96Read from the page
τοῦτο γινομένη διὰ τῆς τοῦ ἀγαθοῦ ὁμοιότητος, ὅπερ ἡ τοῦ μετεχομένου φύσις ἐστὶν, ἐπιθυμίας ἐν ἐκείνῳ μὴ οὔσης διὰ τὸ μηδέ τινος τῶν ἀγαθῶν ἔνδειαν ἐν αὐτῷ εἶναι, ἀκόλουθον ἂν εἴη καὶ τὴν ψυχὴν ἐν τῷ ἀνενδεεῖ γινομένην ἐκβάλλειν ἀφ' ἑαυτῆς καὶ τὴν ἐπιθυμητικὴν κίνησίν τε καὶ διάθεσιν, ἣ τότε γίνεται μόνον, ὅταν μὴ παρῇ τὸ ποθούμενον.
becoming through the likeness of the good that very thing which the nature of what is participated in is, since there is no desire in that good because there is no lack of any good things within it, it would follow that the soul also, upon coming to be in that state free of need, casts out from itself both the appetitive movement and disposition, which arises then alone whenever the object longed for is not present.
Τοῦ δὲ τοῦ τοιούτου δόγματος καὶ ὁ θεῖος Ἀπόστολος ἡμῖν καθηγήσατο, πάντων τῶν νῦν ἐν ἡμῖν καὶ ἐπὶ τῷ κρείττονι σπουδαζομένων παῦλάν τινα καὶ καταστολὴν προαγγείλας, μόνης δὲ τῆς ἀγάπης οὐχ εὑρὼν τὸν ὅρον. Προφητεῖαι γὰρ, φησὶ, καταργηθήσονται, καὶ γνώσεις παύσονται· ἡ δὲ ἀγάπη οὐδέ ποτε πίπτει· ὅπερ ἴσον ἐστὶ τῷ ἀεὶ ὡσαύτως ἔχειν· ἀλλὰ καὶ πίστιν καὶ ἐλπίδα συμπαραμεμενηκέναι τῇ ἀγάπῃ λέγων, πάλιν καὶ τούτων αὐτὴν ὑπερτίθησιν εἰκότως. Ἡ γὰρ ἐλπὶς μέχρι ἐκείνου κινεῖται, ἕως ἂν μὴ παρείη τῶν ἐλπιζομένων ἀπόλαυσις, καὶ ἡ πίστις ὡσαύτως ἔρεισμα τῆς τῶν ἐλπιζομένων ἀδηλίας γίνεται. Οὕτω γὰρ αὐτὴν καὶ ὡρίσατο λέγων· Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις. Ἐπειδὰν δὲ ἔλθῃ τὸ ἐλπιζόμενον, τῶν ἄλλων εὐτηρεμόντων πάντων, ἡ κατὰ τὴν ἀγάπην ἐνέργεια μένει, τὸ διαδεχόμενον αὐτὴν οὐχ εὑρίσκουσαν. Διὸ καὶ προτερεύει τῶν τε κατ' ἀρετὴν κατορθουμένων ἁπάντων, καὶ τῶν τοῦ νόμου παραγγελμάτων. Εἰ οὖν ἐπὶ τοῦτό ποτε τὸ τέλος φθάσειεν ἡ ψυχὴ, ἀνενδεῶς ἕξει τῶν ἄλλων, ἅτε δὴ τοῦ πληρώματος περιδεδραγμένη τῶν ὄντων, καὶ δοκεῖ μόνη πως αὐτῆς τῆς θείας μακαριότητος ἐν αὐτῇ σῴζειν τὸν χαρακτῆρα. Ἥ τε γὰρ ζωὴ τῆς ἄνω φύσεως ἀγάπη ἐστὶν, ἐπειδὴ τὸ καλὸν ἀγαπητὸν πάντως ἐστὶ τοῖς γινώσκουσι· γινώσκει δὲ αὐτὸ τὸ Θεῖον· ἡ δὲ γνῶσις ἀγάπη γίνεται. Διὸ τὸ καλόν ἐστι τῇ φύσει τὸ γινωσκόμενον, τοῦ δὲ ἀληθῶς καλοῦ ὁ ὑβριστὴς οὐ προσάπτεται κόρος· κόρου δὲ τὴν ἀγαπητικὴν πρὸς τὸ καλὸν σχέσιν οὐ διακόπτοντος, ἀεὶ ἡ θεία ζωὴ δι' ἀγάπης ἐνεργηθήσεται, ἣ καλή τε κατὰ φύ-
And of just such a doctrine the divine Apostle too has led the way for us, foretelling a certain cessation and subsiding of all the things now earnestly pursued among us even towards the better good, yet finding no limit for love alone. For prophecies, he says, shall be abolished, and forms of knowledge shall cease; yet love never falls—which is equivalent to remaining ever the same; and moreover, though saying that faith and hope have abided alongside love, he again reasonably sets it above these as well. For hope is set in motion up to that point, so long as the enjoyment of the things hoped for is not present, and faith likewise becomes a stay against the uncertainty of the things hoped for. For thus also he defined it, saying: Now faith is the assurance of things hoped for. But whenever that which is hoped for has come, while all the rest abide in stillness, the activity according to love remains, finding nothing to succeed it. Wherefore it also holds first place among all virtuous achievements and the precepts of the law. If, therefore, the soul should ever reach this end, it will stand in no need of the others, inasmuch as it has laid hold of the fullness of beings, and it seems somehow alone to preserve within itself the stamp of divine blessedness itself. For both the life of the nature above is love, since the good is altogether lovable to those who know it; and the Divine knows it, and that knowledge becomes love. Wherefore that which is known is good by nature, and insolent satiety does not touch the truly good; and since satiety does not sever the loving relation towards the good, the divine life will ever be actuated through love, which is both beautiful according to
Notes, col. 96

On the reading

Printed εὐτηρεμόντων, for ἀτρεμούντων.

PG 46:97Read from the page
σιν ἐστὶ, καὶ ἀγαπητικῶς πρὸς τὸ καλὸν ἐκ φύσεως ἔχει, καὶ ὅρον τῆς κατὰ την ἀγάπην ἐνεργείας οὐκ ἔχει, ἐπειδὴ οὐδὲ τοῦ καλοῦ τι πέρας καταλαμβάνεται, ὡς συναπολήγειν τῷ πέρατι τοῦ καλοῦ τὴν ἀγάπην· μόνῳ γὰρ τῷ ἐναντίῳ τὸ καλὸν περατιοῦται· οὗ δὲ ἡ φύσις ἀνεπίδεκτός ἐστι τοῦ χείρονος, πρὸς τὸ ἀπέραντόν τε καὶ ἀόριστον τὸ ἀγαθὸν προελεύσεται.
nature, and by nature is lovingly disposed towards the good, and has no limit to its activity according to love, since neither is any bound of the good apprehended, so that love might cease together with the bound of the good; for only by its opposite is the good bounded; and that whose nature is incapable of admitting the worse will advance in goodness unto the boundless and indefinite.
Ἐπεὶ οὖν ἑλκτικὴ τῶν οἰκείων πᾶσα φύσις ἐστὶν, οἰκεῖον δέ πως τῷ Θεῷ τὸ ἀνθρώπινον, ἅτε δὴ φέρον ἐν ἑαυτῷ τοῦ ἀρχετύπου μιμήματα, ἕλκεται κατὰ πᾶσαν ἀνάγκην πρὸς τὸ θεῖόν τε καὶ συγγενὲς ἡ ψυχή. Δεῖ γὰρ πάντη καὶ πάντως τῷ Θεῷ ἀποσωθῆναι τὸ ἴδιον· ἀλλ' εἰ μὲν κούφη καὶ ἀπέριττος τύχῃ, μηδεμιᾶς σωματικῆς ἀχθηδόνος αὐτὴν πιεζούσης, ἡδεῖα καὶ εὔκολος αὐτῇ ἡ πρὸς τὸν ἐπισπώμενον προσχώρησις γίνεται. Εἰ δὲ τοῖς τῆς προσπαθείας ἥλοις εἰς τὴν πρὸς τὰ ὑλώδη σχέσιν καταπαρῇ, οἷόν τινα πάσχειν εἰκὸς ἐν τοῖς συμπτώμασι τῶν σεισμῶν, τὰ ἐμπιεσθέντα τοῖς χώμασι σώματα· προκείσθω δὲ καθ' ὑπόθεσιν τὸ μὴ βεβαρῆσθαι μόνον αὐτὰ τοῖς συμπτώμασιν, ἀλλὰ καὶ διαπεπερονῆσθαί τισιν ὀβελοῖς ἢ ξύλοις τοῖς ἐνευρεθεῖσι τῷ χώματι· ὅπερ οὖν εἰκὸς ὑπομεῖναι τὰ οὕτω διακείμενα σώματα, παρὰ τῶν οἰκείων τῆς συμπτώσεως ὁσίας ἕνεκεν ἐξελκόμενα· ξανθήσεται γὰρ πάντως, καὶ σπαραχθήσεται, καὶ πᾶν ὁτιοῦν τῶν χαλεπωτάτων πείσεται, τοῦ χώματος αὐτὰ καὶ τῶν ἥλων διὰ τὴν τῶν ἐφελκομένων βίαν καταξαινόντων· τοιοῦτόν τί μοι δοκεῖ καὶ περὶ τὴν ψυχὴν γίνεσθαι πάθος, ὅταν ἡ θεία δύναμις ὑπὸ φιλανθρωπίας ἐκ τῶν ἀλόγων τε καὶ ὑλικῶν συμπτωμάτων ἐφέλκηται τὸ ἴδιον. Οὐ γὰρ μισῶν οὐδ' ἀμυνόμενος ἐπὶ τῇ κακῇ ζωῇ, κατά γε τὸν ἐμὸν λόγον, ἐπάγει τοῖς ἐξημαρτηκόσι τὰς ὀδυνηρὰς διαθέσεις ὁ Θεὸς, ὁ ἀντιποιούμενός τε καὶ πρὸς ἑαυτὸν ἕλκων πᾶν ὅτιπερ αὐτοῦ χάριν ἦλθεν εἰς γένεσιν· ἀλλ' ὁ μὲν ἐπὶ τῷ κρείττονι σκοπῷ πρὸς ἑαυτὸν, ὅς ἐστι πηγὴ πάσης μακαριότητος, ἐπισπᾶται τὴν ψυχήν· ἐπισυμβαίνει δὲ κατ' ἀνάγκην ἡ ἀλγεινὴ διάθεσις τῷ ἑλκομένῳ.
Since, therefore, every nature is attractive of what is akin to it, and humanity is somehow akin to God, inasmuch as it bears within itself likenesses of the Archetype, the soul is drawn by every necessity towards that which is divine and kindred. For what belongs to God must wholly and altogether be preserved for Him; and if indeed it happens to be light and unencumbered, with no bodily burden weighing it down, its approach towards Him Who draws it becomes sweet and easy. But if by the nails of passionate attachment it has been transfixed into a relation towards material things—just such things as bodies crushed beneath mounds are likely to suffer in the collapses caused by earthquakes; and let it be supposed by way of hypothesis that they are not merely weighed down by the ruins, but have also been pierced right through with certain spits or timbers found in the mound—whatsoever, then, bodies so situated are likely to endure when dragged out of the wreckage by their kinsfolk for the sake of burial rites (for they will altogether be mangled and torn apart, and will suffer every most grievous thing whatever, as the mound and the nails lacerate them owing to the force of those dragging them), some such suffering seems to me to take place concerning the soul as well, whenever the divine power out of love for humanity draws what is its own out of irrational and material ruins. For it is not out of hatred or in vengeance for an evil life, at least by my account, that God brings painful conditions upon those who have sinned—He Who lays claim to and draws to Himself everything whatsoever that came into being for His sake; rather, for a nobler purpose He draws the soul to Himself, Who is the fountain of all blessedness, while the painful condition supervenes of necessity upon the one being drawn.
Notes, col. 97

On the reading

Printed την, for τὴν.

Printed περατιοῦται, for περατοῦται.

PG 46:100Read from the page
Καὶ ὥσπερ τὴν ἐμμιχθεῖσαν τῷ χρυσίῳ ὕλην οἱ διὰ πυρὸς ἐκκαθαροῦντες οὐ μόνον τὸ νόθον τῷ πυρὶ τήκουσιν, ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην καὶ τὸ καθαρὸν τῷ κιβδήλῳ συγκατατήκεται, κἀκείνου δὲ δαπανωμένου τοῦτο μένει· οὕτω καὶ τῆς κακίας τῷ ἀκοιμήτῳ πυρὶ δαπανωμένης, ἀνάγκη πᾶσα καὶ τὴν ἑνωθεῖσαν αὐτῇ ψυχὴν ἐν τῷ πυρὶ εἶναι, ὡς ἂν τὸ κατεσπαρμένον νόθον καὶ ὑλῶδες, καὶ κίβδηλον ἀπαναλωθῇ τῷ αἰωνίῳ πυρὶ δαπανώμενον. Καὶ καθάπερ εἴ τινι σχοινίῳ πηλὸς τῶν κολλωδεστέρων διὰ βάθους περιπλασθείη, εἶτα διά τινος λεπτοῦ χωρήματος ἡ ἀρχὴ διεξαχθείη τῆς σχοίνου, καὶ βιαίως τις ἐπὶ τὰ ἐντὸς ἐκ τοῦ ἄκρου τὴν σχοῖνον ἐφέλκοιτο, ἀνάγκη πᾶσα τὴν μὲν ἕπεσθαι τῷ ἐπισπωμένῳ, τὸν δὲ παραπλασθέντα πηλὸν ἐκ τῆς βιαίας ὁλκῆς ἔξω τῆς τρυμαλιᾶς μένειν τῆς σχοίνου ἀποξυόμενον, καὶ αἴτιον αὐτῇ γίνεσθαι τοῦ μὴ εὐοδοῦσθαι κατὰ τὴν πάροδον, ἀλλὰ βιαίαν ὑπομένειν ἐκ τοῦ ἐφελκομένου τὴν τάσιν· τοιοῦτόν τί μοι δοκεῖ καὶ τὸ περὶ τὴν ψυχὴν ἐννοεῖν ταῖς ὑλικαῖς τε καὶ γεώδεσι προσπαθείαις ἐνειληθεῖσαν, κάμνειν καὶ διατείνεσθαι, τοῦ μὲν Θεοῦ τὸ ἴδιον πρὸς ἑαυτὸν ἕλκοντος· τοῦ δ' ἀλλοτρίου, διὰ τὸ συμφυῆναί πως αὐτῇ, βιαίως ἀποξυρομένου, καὶ τὰς δριμείας αὐτῇ καὶ ἀνυποστάτους ἀλγηδόνας ἐπάγοντος. — Γ. Οὐκοῦν, εἶπον, οὐχ ἡ θεία κρίσις, ὡς ἔοικε, κατὰ τὸ προηγούμενον, τοῖς ἐξημαρτηκόσιν ἐπάγει τὴν κόλασιν, ἀλλὰ τὸ μὲν ὡς ὁ λόγος ἀπέδειξεν, ἀγαθὸν ἐνεργεῖ μόνον τοῦ κακοῦ ἀποκρίνουσα, καὶ πρὸς τὴν τῆς μακαριότητος κοινωνίαν ἐπισπωμένη· ὁ δὲ τῆς συμφυΐας διασπασμὸς ὀδύνη τῷ ἑλκομένῳ γίνεται. — Μ. Οὕτω, φησὶν ἡ διδάσκαλος, καὶ ὁ ἐμός ἐστι λόγος, καὶ ὅτι μέτρον τῆς ἀλγηδόνος ἡ τῆς κακίας ἐν ἑκάστῳ ποσότης ἐστίν. Οὐ γὰρ εἰκὸς ἐκ τοῦ ἴσου τὸν εἰς τοσοῦτον ἐν ἀπηγορευμένοις γεγονότα κακοῖς, καὶ τὸν μετρίοις συνενεχθέντα πλημμελήμασιν, ἐν τῇ κρίσει τῆς μοχθηρᾶς ἕξεως ἀνιάθῆναι. Ἀλλὰ παρὰ τὸ ποσὸν τῆς ὕλης, ἢ πλεῖον ἢ ἔλαττον ἡ ὀδυνηρὰ ἐκείνη φλὸξ ἐξαφθήσεται, ὡς ἂν τὸ ὑποτρέφον ᾖ. ᾯ τοίνυν πολὺς ὁ ὑλώδης ἔπεστι φόρτος, πολλήν ἀνάγκη καὶ διαρκεστέραν ἐπ' αὐτῷ γίνεσθαι τὴν ἀναλίσκουσαν φλόγα· ᾧ δὲ ἐπ' ἔλαττον ἡ τοῦ πυρὸς δαπάνη ἐγκαταμέμικται, τοσοῦτον ὑποκαταβαίνει τῆς σφοδροτέρας τε καὶ δριμυτέρας ἐνεργείας
And just as those who purify by fire the matter mixed in with gold melt down in the fire not only what is spurious, but by every necessity the pure gold too is melted down together with the base, and when that is consumed this remains; so too, when wickedness is being consumed by the unsleeping fire, there is every necessity that the soul united with it should also be in the fire, until what is spurious and material and base scattered throughout it has been utterly spent, consumed by the eternal fire. And just as if clay of the stickier sort were plastered deep around some cord, and then the end of the cord were threaded through some narrow aperture, and someone forcibly pulled the cord inwards from the tip, there is every necessity that the cord itself follow him who draws it, while the clay plastered around it remains outside the hole owing to the violent pull, being scraped off the cord, and becomes for it the cause of its not passing easily along the way, but undergoing a violent tension from him who pulls it; some such thing, it seems to me, one ought also to conceive concerning the soul: wrapped up in material and earthly attachments, it labours and is stretched taut while God draws what is His own to Himself, whereas what is alien, because it has somehow grown fused with it, is forcibly scraped away and inflicts keen and unendurable pains upon it. — G. Then, said I, it is not by primary intent, as it seems, that the divine judgement inflicts punishment upon those who have sinned; rather, as the argument has shown, it works only the good, separating it from evil and drawing it towards communion in blessedness, while the tearing apart of what had grown fused becomes pain for the one being drawn. — M. Such, says the teacher, is my account as well, and also that the quantity of wickedness in each person is the measure of the pain. For it is not likely that one who has gone so far in forbidden evils and one who has been caught up in moderate transgressions should be distressed equally in the judgement of their vicious habit. Rather, in proportion to the quantity of the matter, that painful flame will be kindled either more or less, so long as there is fuel to feed it. Upon whomsoever, therefore, a heavy material burden rests, the consuming flame must of necessity become great and more enduring upon him; whereas for him in whom the fuel of the fire has been intermingled to a lesser extent, by so much does it abate from its more vehement and fiercer activity
Notes, col. 100

On the reading

Printed ἀνιάθῆναι, for ἀνιαθῆναι.

PG 46:101Read from the page
ἡ κόλασις, ὅσον ἠλάττωται τῷ τῆς κακίας μέτρῳ τὸ ὑποκείμενον. Χρὴ γὰρ πάντη καὶ πάντως ἐξαιρεθῆναί ποτε τὸ κακὸν ἐκ τοῦ ὄντος, καὶ ὅπερ ἐν τοῖς φθάσασιν εἴρηται, τὸ ὄντως μὴ ὂν, μηδ' εἶναι ὅλως. Ἐπειδὴ γὰρ ἔξω τῆς προαιρέσεως ἡ κακία εἶναι φύσιν οὐκ ἔχει, ὅταν πᾶσα προαίρεσις ἐν τῷ Θεῷ γένηται, εἰς παντελῆ ἀφανισμὸν ἡ κακία μὴ χωρήσει, τῷ μηδὲν αὐτῆς ὑπολειφθῆναι δοχεῖον.
the punishment, in proportion as the subject has been diminished in the measure of its wickedness. For evil must wholly and altogether at some time be removed from that which is, and—as has been said in what went before—that which really is not must not exist at all. For since wickedness does not have a nature to exist outside free choice, whenever every free choice comes to be in God, shall not wickedness pass into utter disappearance, because no receptacle is left behind for it?
Γ. Ἀλλὰ τί κέρδος τῆς χρηστῆς ἐλπίδος, εἶπον ἐγὼ, τῷ λογιζομένῳ ὅσον ἐστὶ κακὸν καὶ ἐνιαυσιαίαν μόνην ὑποσχεῖν ἀλγηδόνα, εἰ δ' εἰς αἰώνιόν τι διάστημα ἡ ἄσχετος ἐκείνη ὀδύνη παραταθείη, τίς ἐκ τῆς ὕστερον ἐλπίδος ὑπολέλειπται παραμυθία, ᾧ πρὸς ὅλον αἰῶνα συνδιαμετρεῖται ἡ κόλασις; — Μ. Ὥστε προνοητέον ἢ καθόλου τῶν τῆς κακίας μολυσμάτων φυλάξαι τὴν ψυχήν ἀμιγῆ τε καὶ ἀκοινώνητον· ἢ εἰ τοῦτο πάντη ἀμήχανον διὰ τὸ ἔμπαθες τῆς φύσεως ἡμῶν, ὡς ὅτι μάλιστα ἐν μετρίοις τισὶ καὶ εὐθεραπεύτοις εἶναι τὰ τῆς ἀρετῆς ἀποτεύγματα. Οἶδε γὰρ ἡ εὐαγγελικὴ διδασκαλία καὶ μυρίων ὀφειλέτην τινὰ ταλάντων, καὶ πεντακοσίων δηναρίων, καὶ πεντήκοντα, καὶ κοδράντου τινὸς, ὅπερ τὸ ἔσχατόν ἐστιν ἐν νομίσμασι· τὴν δὲ τοῦ Θεοῦ δικαίαν κρίσιν διὰ πάντων διεξιέναι, καὶ τῷ βάρει τοῦ ὀφλήματος συνεπιτείνουσαν τὴν ἀνάγκην τῆς ἀπαιτήσεως, καὶ οὐδὲ τῶν σμικροτάτων ὑπερορῶσαν. Τὴν δὲ ἀπόδοσιν τῶν ὀφλημάτων τὸ Εὐαγγέλιον εἶπεν οὐκ ἐκ χρημάτων διαλύσεως γίνεσθαι, ἀλλὰ παραδίδοσθαι τοῖς βασανισταῖς τὸν ὑπόχρεων, ἕως ἂν, φησὶν, ἀποδῷ πᾶν τὸ ὀφειλόμενον· ὅπερ οὐδὲν ἕτερόν ἐστιν, ἢ διὰ τῆς βασάνου τὴν ἀναγκαίαν ὀφειλὴν ἀποτίσαι, τὸ ὄφλημα τῆς τῶν λυπηρῶν μετουσίας, ὧν παρὰ τὸν βίον ὑπόχρεως ἐγένετο, ἀμιγῆ τε καὶ ἄκρατον τοῦ ἐναντίου τὴν ἡδονὴν ὑπὸ ἀβουλίας ἑλόμενος, καὶ οὕτως, ὅταν ἀποθέμενος τὸ ἀλλότριον ἑαυτοῦ, ὅπερ ἐστὶν ἡ ἁμαρτία, καὶ τὴν ἐκ τῶν ὀφλημάτων αισχύνην ἀποδυσάμενος, ἐν ἐλευθερίᾳ τε καὶ παῤῥησίᾳ γένηται. Ἡ δ' ἐλευθερία ἐστὶν ἡ πρὸς τὸ ἀδέσποτόν τε καὶ αὐτοκρατὲς ἐξομοίωσις, ἡ κατ' ἀρχάς μὲν ἡμῖν παρὰ Θεοῦ δεδωρημένη, συγκαλυφθεῖσα τῇ τῶν ὀφλημάτων αἰσχύνῃ. Πᾶσα δ' ἐλευθερία μία τίς ἐστι τῇ φύσει καὶ πρὸς ἑαυτὴν οικείως ἔχει. Ἀκολούθως οὖν πᾶν τὸ ἐλεύθερον τῷ ὁμοίῳ συναρμοσθήσεται· ἀρετὴ δὲ ἀδέσπο-
G. Yet what profit is there in that good hope, said I, for one who reckons how great an evil it is to undergo pain even for a single year; and if that unendurable pang should be prolonged for some age-long interval, what consolation is left from the hope that comes afterwards for one whose punishment is measured out across an entire age? — M. Wherefore forethought must be taken either to keep the soul wholly unmixed and without share in the defilements of wickedness; or, if this is altogether impossible owing to the passibility of our nature, that our failures in virtue should as far as possible consist in moderate and easily curable faults. For the teaching of the Gospel knows both a debtor of ten thousand talents, and of five hundred denarii, and of fifty, and of some farthing, which is the smallest of coins; and that the righteous judgement of God reaches through all things, tightening the necessity of exaction in proportion to the weight of the debt, and overlooking not even the smallest items. And the Gospel said that the repayment of debts takes place not by a settlement in money, but that the debtor is handed over to the tormentors until, it says, he pays back all that is owed; which is nothing other than to pay off through torment the necessary obligation—the debt of sharing in painful things which he incurred during his lifetime when through want of counsel he chose pleasure unmixed and untempered with its opposite—and thus, once he has put off what is alien to himself, which is sin, and has stripped off the shame arising from his debts, to come into freedom and boldness of speech. Now freedom is assimilation to that which is masterless and sovereign, granted to us at the beginning by God, yet covered over by the shame of our debts. And all freedom is somehow one by nature and has an affinity towards itself. Consequently, therefore, everything that is free will be fitted together with its like; and virtue is master-
Notes, col. 101

On the reading

Printed ἔμπαθες, for ἐμπαθὲς.

Printed αισχύνην, for αἰσχύνην.

Printed οικείως, for οἰκείως.

PG 46:104Read from the page
τον. Οὐκοῦν ἐν ταύτῃ γενήσεται πᾶν τὸ ἐλεύθερον, ἀδέσποτον γὰρ τὸ ἐλεύθερον.
less. Therefore everything that is free will come to be in this, for what is free is masterless.
Ἀλλὰ μὴν ἡ θεία φύσις ἡ πηγὴ πάσης ἐστὶ τῆς ἀρετῆς. Ἐν ταύτῃ ἄρα οἱ τῆς κακίας ἀπηλλαγμένοι γενήσονται, ἵνα, καθώς φησιν ὁ Ἀπόστολος, ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Αὕτη γὰρ ἡ φωνὴ σαφῶς μοι δοκεῖ βεβαιοῦν τὴν προεξητασμένην διάνοιαν, ἡ λέγουσα, καὶ εἰς πάντα γενέσθαι τὸν Θεὸν, καὶ ἐν πᾶσι. Τῆς γὰρ ἐν τῷ παρόντι ζωῆς ποικίλως τε καὶ πολυειδῶς ἡμῖν ἐνεργουμένης, πολλὰ μέν ἐστιν ὧν μετέχομεν, οἷον χρόνου καὶ ἀέρος καὶ τόπου, βρώσεώς τε καὶ πόσεως, καὶ σκεπασμάτων, καὶ ἡλίου, καὶ λύχνου, καὶ ἄλλων πρὸς τὴν χρείαν τοῦ βίου πολλῶν, ὧν οὐδέν ἐστιν ὁ Θεός· ἡ δὲ προσδοκωμένη μακαριότης μὲν οὐδενός ἐστιν ἐπιδεὴς, πάντα δὲ ἡμῖν καὶ ἀντὶ πάντων ἡ θεία γενήσεται φύσις, πρὸς πᾶσαν χρείαν τῆς ζωῆς ἐκείνης ἑαυτὴν ἁρμοδίως ἐπιμερίζουσα. Καὶ τοῦτο δῆλόν ἐστιν ἐκ τῶν θείων λόγων, ὅτι καὶ τόπος γίνεται ὁ Θεὸς τοῖς ἀξίοις, καὶ οἶκος, καὶ ἔνδυμα, καὶ τροφὴ, καὶ πόσις, καὶ φῶς, καὶ πλοῦτος, καὶ βασιλεία, καὶ πᾶν νόημά τε καὶ ὄνομα τῶν πρὸς τὴν ἀγαθὴν ἡμῖν συντελούντων ζωήν. Ὁ δὲ πάντα γινόμενος καὶ ἐν πᾶσι γίνεται. Ἐν τούτῳ δέ μοι δοκεῖ την παντελῆ τῆς κακίας ἀφανισμὸν δογματίζειν ὁ λόγος. Εἰ γὰρ ἐν πᾶσι τοῖς οὖσιν ὁ Θεὸς ἔσται, ἡ κακία δηλαδὴ ἐν τοῖς οὖσιν οὐκ ἔσται. Εἰ γάρ τις ὑπόθοιτο κἀκείνην εἶναι, πῶς σωθήσεται τὸ ἐν πᾶσι τὸν θεὸν εἶναι; Ἡ γὰρ ὑπεξαίρεσις ἐκείνης, ἐλλιπῆ τῶν πάντων ποιεῖ
Moreover, the divine nature is the fountain of all virtue. In it, then, those who have been freed from wickedness will come to be, so that, just as the Apostle says, God may be all in all. For this utterance seems to me clearly to confirm the meaning examined beforehand, declaring that God comes to be both in place of all things and in all. For while the life we lead at present operates for us in varied and manifold ways, there are indeed many things in which we partake—such as time and air and place, food and drink, and coverings, and sun, and lamp, and many other things serving the needs of life, none of which is God; whereas the blessedness that is awaited stands in need of none of these things, but the divine nature will become all things and in place of all things for us, fittingly apportioning itself to every need of that life. And this is plain from the divine oracles: that God becomes for the worthy both place, and home, and garment, and nourishment, and drink, and light, and wealth, and kingdom, and every thought and name among the things that contribute to the good life for us. And He Who becomes all things also comes to be in all. Herein Scripture seems to me to teach as dogma the utter disappearance of wickedness. For if God shall be in all things that exist, wickedness manifestly shall not be among the things that exist. For should someone suppose that it too exists, how will it be maintained that God is in all? For the exception of that makes incomplete of all things
Notes, col. 104

On the reading

Printed την, for τὴν.

PG 46:105Read from the page
τὴν περίληψιν. Ἀλλ' ὁ ἐν τοῖς πᾶσιν ἐσόμενος, ἐν τοῖς μὴ οὖσιν οὐκ ἔσται. — Γ. Τί οὖν χρὴ λέγειν, εἶπον, πρὸς τοὺς μικροψύχως ταῖς συμβολαῖς διακειμένους; — Μ. Εἴπωμεν πρὸς αὐτοὺς, φησὶν ἡ διδάσκαλος, ὅτι Μάτην, ὦ οὗτοι, δυσανασχετεῖτε καὶ δυσχεραίνετε τῷ εἱρμῷ τῆς ἀναγκαίας πραγμάτων ἀκολουθίας, ἀγνοοῦντες πρὸς ὅντινα σκοπὸν τὰ καθ' ἕκαστον ἐν τῷ παντὶ οἰκονομούμενα φέρεται, ὅτι πάντα χρὴ τάξει τινὶ καὶ ἀκολουθίᾳ κατὰ τὴν τεχνικὴν τοῦ καθηγεμόνος σοφίαν τῇ θείᾳ προσοικειωθῆναι φύσει. Τούτου γὰρ ἕνεκεν ἡ λογικὴ φύσις ἦλθεν εἰς γένεσιν, ὡς τὸν πλοῦτον τῶν θείων ἀγαθῶν μὴ ἀργὸν εἶναι· ἀλλ' οἷον ἀγγεῖά τινα προαιρετικὰ τῶν ψυχῶν δοχεῖα, παρὰ τῆς τὸ πᾶν συστησαμένης σοφίας κατεσκάσθη, ἐφ' ᾧτε εἶναί τι χώρημα δεκτικὸν ἀγαθῶν, τὸ ἀεὶ τῇ προσθήκῃ τοῦ εἰσχεομένου μεῖζον γινόμενον.
the comprehension. Rather, He Who shall be in all things shall not be in the things that do not exist. — G. What then must one say, said I, to those who are faint-heartedly disposed towards misfortunes? — M. Let us say to them, says the teacher: In vain, O men, are you vexed and displeased at the chain of the necessary sequence of events, not knowing towards what goal each thing administered in the universe is borne—namely, that all things must in a certain order and sequence, according to the skilful wisdom of the Guide, be brought into affinity with the divine nature. For it was for this sake that rational nature came into being, so that the wealth of divine goods might not lie idle; rather, as certain vessels endowed with free choice, receptacles of souls were fashioned by the wisdom that constituted the universe, to the end that there might be some capacity receptive of good things, ever growing larger by the addition of what is poured into it.
Τοιαύτη γὰρ ἡ τοῦ θείου ἀγαθοῦ μετουσία, ὥστε μείζονα καὶ δεκτικώτερον ποιεῖν τὸν ἐν ᾧ γίνεται, ἐκ δυνάμεως καὶ μεγέθους προσθήκην ἀναλαμβανομένη τῷ δεχομένῳ, ὡς ἂν αὔξεσθαι τὸν τρεφόμενον, καὶ μὴ λήγειν ποτὲ τῆς αὐξήσεως. Τῆς γὰρ πηγῆς τῶν ἀγαθῶν ἀνέκλειπτα πηγαζούσης, ἡ τοῦ μετέχοντος φύσις, διὰ τὸ μηδὲν τοῦ λαμβανομένου περιττωματικόν τε εἶναι καὶ ἄχρηστον, ὅλον τὸ εἰσρέον προσθήκην τοῦ ἰδίου ποιουμένου μεγέθους, ἑλκτικωτέρα τε ἅμα τοῦ κρείττονος, καὶ πολυχωρητοτέρα γίνεται, ἀμφοτέρων ἀλλήλοις συνεπιδιδόντων, τῆς τε τρεφομένης δυνάμεως ἐν τῇ τῶν ἀγαθῶν ἀφθονίᾳ πρὸς τὸ μεῖζον ἐπιδιδούσης, καὶ τῆς τρεφούσης χορηγίας, τῇ τῶν αὐξανομένων ἐπιδόσει συμπλημμυρούσης. Ἔστιν οὖν εἰκὸς εἰς τοιοῦτον ἀναβήσεσθαι μέγεθος, ἐφ' ὃν ὅρος οὐδεὶς ἐπικόπτει τὴν αὔξησιν. Εἶτα τοιούτων ἡμῖν προκειμένων, χαλεπαίνετε διὰ τῆς τεταγμένης ἡμῖν ὁδοῦ πρὸς τὸν ἴδιον σκοπὸν προϊούσης τῆς φύσεως; Οὐ γὰρ ἔστιν ἄλλως ἐπέκεινα γενέσθαι τὸν δρόμον ἡμῖν, μὴ τοῦ βαροῦντος ἡμᾶς, τοῦ ἐμβριθοῦς λέγω τούτου καὶ γεώδους φορτίου, τῆς ψυχῆς ἡμῶν ἀποσεισθέντος, τῆς τε πρὸς αὐτὸ συμπαθείας, ἣν ἐν τῷδε τῷ βίῳ ἐσχήκαμεν, διὰ κρείττονος ἐπιμελείας ἐγκαθαρθέντας, ἐν τῷ καθαρῷ δυνηθῆναι προσοικειωθῆναι τὸ ὅμοιον. Εἰ δέ σοί τις καὶ πρὸς τὸ σῶμα τῦτο σχέσις ἐστὶ, καὶ λυπεῖ σε ἡ τοῦ ἠγαπημένου
For of such a kind is participation in the divine good as to render him in whom it comes to be larger and more capacious, taking on an addition to the receiver out of power and greatness, so that the one being nourished grows and never ceases from growth. For since the fountain of good things wells forth inexhaustibly, the nature of the participant—because nothing of what is received is superfluous or useless—making the whole influx an addition to its own magnitude, becomes at once both more attractive of the better good and more spacious to hold it, as both advance together with one another: both the power being nourished advancing towards greater stature in the abundance of good things, and the nourishing supply surging up alongside the increase of those growing. It is likely, therefore, that one will ascend to such a magnitude where no limit cuts short the growth. Then, when such prospects lie before us, are you indignant as our nature advances along the road appointed for us towards its proper goal? For it is not otherwise possible for our course to pass yonder, unless that which weighs us down—I mean this heavy and earthly burden—has been shaken off from our soul, and we, having been cleansed by a nobler care from the sympathy towards it which we have had in this life, become able in purity to bring like into affinity with like. And if you also have some attachment towards this body, and you are grieved by the separation from what you have loved
Notes, col. 105

On the reading

Printed κατεσκάσθη, for κατεσκευάσθη.

Printed τῦτο, for τοῦτο.