Migne Reading Room

PG 46 · cols. 108–117 · Read from the page

Dialogue on the soul and resurrection which is entitled Macrinia from the edition of John Christian Wolf, collated with that which John George Krabinger gave at Landshut in the year 1840

Dialogue on the soul and resurrection which is entitled Macrinia from the edition of John Christian Wolf, collated with that which John George Krabinger gave at Landshut in the year 1840

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:108Read from the page
διάζευξις, μηδὲ τοῦτό σοι ἀπ' ἐλπίδος ἔσται. Ὄψει γὰρ τοῦτο τὸ σωματικὸν περιβόλαιον τὸν νῦν διαλυθὲν τῷ θανάτῳ ἐκ τῶν αὐτῶν πάλιν ἐξυφαινόμενον, οὐ κατὰ τὴν παχυμερῆ ταύτην καὶ βαρεῖαν κατασκευὴν, ἀλλ' ἐπὶ τὸ λεπτότερόν τε καὶ ἀερῶδες μετακλωσθέντος τοῦ νήματος, ὥστε σοι καὶ παρεῖναι τὸ ἀγαπώμενον, καὶ ἐν ἀμείνονι καὶ ἐρασμιωτέρῳ κάλλει πάλιν ἀποκαθίστασθαι. — Γ. Ἀλλ' ἔοικέ πως, εἶπον, ἐξ ἀκολουθίας ἡμῖν τὸ δόγμα τῆς ἀναστάσεως ἐπεισεληλυθέναι τῷ λόγῳ, ὅ μοι δοκεῖ ἰδεῖν ἀληθὲς μὲν καὶ πιστὸν ἐκ τῆς τῶν Γραφῶν διδασκαλίας, ἵνα μὴ ἀμφιβάλλῃ· ἐπειδὴ πῶς ἡ ἀσθένεια τῆς ἀνθρωπίνης διανοίας, τοῖς χωρητοῖς ἡμῖν λογισμοῖς, μᾶλλον πρὸς τοιαύτην πίστιν ἐπιστηρίζεται, καλῶς ἂν ἔχοι μηδὲ τοῦτο τὸ μέρος παραδραμεῖν ἀθεώρητον. Τί οὖν χρὴ λέγειν, περισκεψώμεθα.
separation, nor shall this be beyond hope for you. For you shall see this bodily wrapping, which has now been dissolved by death, woven anew out of the same elements, not according to this coarse-parted and heavy constitution, but with the thread respun towards what is finer and more aerial, so that what is loved may both be present to you and be restored again in a better and lovelier beauty. — Gregory. Yet it seems somehow, said I, that by sequence of argument the doctrine of the resurrection has entered into our discourse, a doctrine which seems to me, to view it from the teaching of the Scriptures, indeed true and trustworthy, so that it admits of no doubt; since, however, the weakness of human understanding is strengthened all the more towards such a faith by reasonings within our grasp, it would be well not to pass over this part unexamined either. Let us consider carefully, then, what ought to be said.
Μ. Καὶ ἡ διδάσκαλος, Οἱ μὲν ἔξω, φησὶ, τῆς καθ' ἡμᾶς φιλοσοφίας ἐν διαφόροις ὑπολήψεσιν, ἄλλος ἄλλως μέρει τινὶ τοῦ κατὰ τὴν ἀνάστασιν ἐφήψαντο δόγματος, οὔτε δι' ἀκριβείας τοῖς ἡμετέροις συνενεχθέντες, οὔτε πάντη τῆς τοιαύτης ἀποσφαλέντες ἐλπίδος. Τινὲς μὲν γὰρ ὑβρίζουσι τῇ κοινότητι τὸ ἀνθρώπινον, τὴν αὐτὴν ἀνὰ μέρος ἀνθρώπου τε καὶ ἀλόγου ψυχὴν διοριζόμενοι γίνεσθαι, μετενδυομένην τὰ σώματα, καὶ πρὸς τὸ ἀρέσκον ἀεὶ μεταβαίνουσαν, ἢ πτηνὸν, ἢ ἔνυδρον, ἢ χερσαῖόν τι ζῶον γινομένην μετὰ τὸν ἄνθρωπον, καὶ πάλιν ἀπὸ τούτων πρὸς τὴν ἀνθρωπίνην ἐπανιέναι φύσιν. Ἕτεροι δὲ μέχρι τῶν θάμνων τὸν τοιοῦτον λῆρον ἐκτείνουσιν, ὡς καὶ τὸν ξυλώδη βίον αὐτῇ κατάλληλόν τε καὶ οἰκεῖον νομίζειν. Τοῖς δὲ τοῦτο δοκεῖ μόνον τὸ ἐξ ἀνθρώπου ἕτερον ἄνθρωπον ἀεὶ μεταλαμβάνειν, καὶ διὰ τῶν αὐτῶν πάντοτε τὸν ἀνθρώπινον διεξάγεσθαι βίον, νῦν μὲν ἐν τούτοις, πάλιν δὲ ἐν ἑτέροις τῶν αὐτῶν ψυχῶν εἰς τὸ διηνεκὲς γινομένων. Ἡμεῖς δὲ καλῶς ἔχειν φαμὲν, ἐκ τῶν ἐκκλησιαστικῶν δογμάτων ὁρμώμενοι, τοσοῦτον παραδέξασθαι μόνον τῶν τοιαῦτα πεφιλοσοφηκότων, ὅτον συμφωνοῦντας αὐτοὺς τρόπον τινὰ δεῖξαι τῷ τῆς ἀναστάσεως δόγματι. Τὸ γὰρ λέγειν αὐτοὺς πάλιν τισὶν ἐπεισκρίνεσθαι δόγμασιν μετὰ τὴν ἀπ⟨ὸ⟩ τούτου διάλυσιν τὴν ψυχὴν, οὐ λίαν ἀπάδει τῆς ἐλπιζομένης ἡμῖν ἀναβιώσεως, ὅτι γὰρ ἡμέτερος λόγος ἐκ τῶν τοῦ κόσμου στοιχείων, νῦν τε καὶ εἰσαῦθις τὸ σῶμα ἡμῶν συνίστασθαι λέγει, καὶ τοῖς ἔξω-
Macrina. And the teacher says: Those outside our philosophy have, in diverse opinions, one in one way and another in another, touched upon some part of the doctrine concerning the resurrection, neither agreeing accurately with our teachings, nor wholly missing the mark of such a hope. For some insult human nature by this commonality, defining that the same soul becomes in turn that of a human being and of an irrational creature, clothing itself in bodies in succession, and ever passing over to whatever pleases it, becoming after the human being either a winged, or an aquatic, or some terrestrial animal, and again from these returning to human nature. And others extend such nonsense as far as shrubs, so as to account even the woody life suited and akin to it. To others, however, this alone seems good: that from one human being another human being perpetually receives it in succession, and that human life is always carried on through the same, the same souls coming to be continuously now in these men, and again in others. But we, setting out from the ecclesiastical doctrines, say that it is well to accept from those who have philosophized in such a manner only so much as shows them to be in some way in harmony with the doctrine of the resurrection. For their saying that after its dissolution from this [body] the soul enters again into certain doctrines [bodies] does not stray very far from the revival for which we hope; for our account says that both now and hereafter our body is composed out of the elements of the universe, and to those from out-
Notes, col. 108

On the reading

Printed τὸν, for τὸ.

Printed πῶς, for πως.

Printed ὅτον, for ὅσον.

PG 46:109Read from the page
θεν τὸ ἴσον δοκεῖ. Οὐ γὰρ ἄλλην τινὰ τοῦ σώματος ἐπινοήσεις φύσιν ἔξω τῆς δρομῆς τῶν στοιχείων. Διαφέρει δὲ τοσοῦτον, ὅσον παρ' ἡμῶν μὲν τὸ αὐτὸ λέγεσθαι πάλιν περὶ τὴν ψυχὴν συμπήγνυσθαι σῶμα, ἐκ τῶν αὐτῶν στοιχείων συναρμοζόμενον· ἐκείνους δὲ οἴεσθαι πρὸς ἄλλα τινὰ σώματα λογικά τε καὶ ἄλογα, καὶ ἀναίσθητα τὴν ψυχὴν καταπίπτειν· οἷς τὸ μὲν ἐκ τῶν τοῦ κόσμου μερῶν εἶναι τὴν σύστασιν ὁμολογεῖται, διαφωνεῖ δὲ τὸ μὴ ἐκ τῶν αὐτῶν οἴεσθαι τῶν κατ' ἀρχὰς ἐν τῇ διὰ σαρκὸς ζωῇ τῇ ψυχῇ προσφυέντων. Οὐκοῦν τὸ μὲν μὴ ἔξω τοῦ εἰκότος εἶναι τὸ πάλιν τὴν ψυχὴν ἐν σώματι γενέσθαι, παρὰ τῆς ἔξω φιλοσοφίας μεμαρτυρήσθω· τὸ δὲ ἀσύστατον τοῦ ἐκείνων δόγματος καιρὸς ἂν εἴη διασκορπίσασθαι, καὶ δι' αὐτῆς δὲ τῆς κατὰ τὸ εὔλογον ἀνακυπτούσης ἡμῖν ἀκολουθίας, φανερῶσαι ῥᾳδίως ἐστὶ δυνατὸν τὴν ἀλήθειαν.
side the same thing seems good. For you will not devise any other nature of the body outside the concourse of the elements. Yet there is so much difference, inasmuch as on our side the same body is said to coalesce again around the soul, fitted together out of the same elements; whereas they suppose that the soul falls down into certain other bodies, rational and irrational and insensate; among whom it is agreed that the constitution [of bodies] is out of the parts of the universe, while the disagreement lies in their not supposing it to be out of the very same elements that originally grew onto the soul during its life in the flesh. Let it therefore stand attested by outside philosophy that it is not beyond likelihood for the soul to come to be in a body again; while as for the inconsistency of their doctrine, it would now be seasonable to sift and disperse it, and through the very sequence of thought that emerges reasonably for us, it is easily possible to make manifest the truth.
Τίς οὖν ὁ περὶ τούτων λόγος; Οἱ πρὸς διαφόρους φύσεις τὴν ψυχὴν μετοικίζοντες, συσχεῖν μοι δοκοῦσι τὰς τῆς φύσεως ἰδιότητας· καὶ πάντα χρὴ καταμιγνύειν τε καὶ ἀναφύρειν πρὸς ἄλληλα, τὸ ἄλογον, τὸ λογικὸν, τὸ αἰσθητικὸν, τὸ ἀναίσθητον· εἴπερ ἐν ἀλλήλοις ταῦτα γένοιτο, μηδέ τινι φύσεως εἱρμῷ κατὰ τὸ ἀμετάπτωτον ἀπ' ἀλλήλων διαστοιχιζόμενα. Τὸ γὰρ τὴν αὐτὴν ψυχὴν λέγειν, νῦν μὲν λογικήν τε καὶ διανοητικὴν, διὰ τῆς τοιᾶσδε τοῦ σώματος περιβολῆς γίνεσθαι· πάλιν δὲ μετὰ τῶν ἑρπετῶν φωλεύειν, ἢ τοῖς ὀρνέοις συναγελάζεσθαι, ἢ ἀχθοφορεῖν, ἢ σαρκοβορεῖν, ἢ ὑποβρύχιον εἶναι, ἢ καὶ πρὸς τὸ ἀναίσθητον μεταπίπτειν, ῥιζουμένην τε καὶ ἀποδενδρουμένην, καὶ κλάδων ἐκφύσεις ἀναβλαστάνουσαν, καὶ ἐν τούτοις ἢ ἄνθος, ἢ ἀκάνθην, ἢ τρόφιμόν τι φυομένην, ἢ δηλητήριον, οὐδὲν ἕτερόν ἐστιν, ἢ ταὐτὸν ἡγεῖσθαι τὰ πάντα, καὶ μίαν ἐν τοῖς οὖσιν εἶναι τὴν φύσιν ἐν συγκεχυμένῃ τινὶ καὶ ἀδιακρίτῳ κοινωνίᾳ πεφυρμένην, μηδεμιᾶς ἰδιότητος τὸ ἕτερον τοῦ ἑτέρου ἀποκρινούσης. Ὁ γὰρ λέγων τὸ αὐτὸ ἐν παντὶ γίνεσθαι, οὐδὲν ἕτερον, ἢ ἓν εἶναι τὰ πάντα βούλεται, τῆς ἐμφαινομένης διαφορᾶς τοῖς οὖσιν οὐδὲν πρὸς ἐπιμιξίαν τῶν ἀκοινωνήτων ἐμποδιζούσης· ὡς ἀνάγκην εἶναι, κἄν τι τῶν ἰοβόλων, καὶ σαρκοβόρων θεάσηται, ὁμόφυ-
What, then, is the account to be given concerning these matters? Those who transplant the soul into diverse natures seem to me to constrain together [confound] the properties of nature; and one must mix up and jumble all things together with one another—the irrational, the rational, the sentient, the insensate—if indeed these come to pass within one another, ranged apart from one another unchangeably by no continuous order of nature. For to say that the same soul now becomes rational and intellectual through such an investiture of the body, and again lurks in dens with creeping things, or flocks together with birds, or bears burdens, or devours flesh, or lives submerged beneath the water, or even lapses into what is insensate, striking root and turning into a tree, and putting forth outgrowths of branches, and among these growing either into a flower, or a thorn, or something nutritious, or something poisonous, is nothing else than to deem all things identical, and to hold that there is a single nature among beings kneaded together in a certain confused and indiscriminate communion, with no distinct property separating the one from the other. For he who says that the same thing comes to be in everything wishes nothing else than that all things be one, the difference manifest among beings offering no hindrance towards the intermingling of things that have no fellowship; so that it is necessary, even if he beholds some venomous and carnivorous creature, of the same kin-
PG 46:112Read from the page
λον νομίζειν ἑαυτῷ καὶ συγγενὲς τὸ φαινόμενον, οὐδὲ τὸ κώνειον ὁ τοιοῦτος ὡς ἀλλότριον τῆς ἰδίας ὄψεται φύσεως· εἴπερ βλέπει καὶ ἐν φυτοῖς τὸ ἀνθρώπινον· ἀλλ' οὐδὲ πρὸς αὐτὸν ἀνυπόπτως ἕξει τὸν βότρυν τὸν ἐπὶ τῇ χρειᾳ τῆς ζωῆς γεωργούμενον. Καὶ γὰρ καὶ αὐτὸς τῶν φυομένων ἐστίν· φυτὰ δὲ ἡμῖν καὶ τὰ τῶν ἀσταχύων γεννήματα, δι' ὧν τρεφόμεθα.
dred to account what appears to him, and akin; nor will such a man regard even hemlock as alien to his own nature, if indeed he sees the human element in plants as well; nay, neither will he stand free of suspicion towards the very cluster of grapes cultivated for the needs of life. For it too belongs to the things that grow; and plants for us are likewise the produce of the ears of corn through which we are nourished.
Πῶς οὖν ἐπάξει τὴν δρεπάνην ἀσταχύων τομῇ; πῶς δὲ ἀποθλίψει τὸν βότρυν, ἢ ἀνορύξει τῆς ἀρούρας τὴν ἄκανθαν, ἢ τὸ ἄνθος δρέψει, ἢ θηρεύσει τοὺς ὄρνιθας, ἢ ἀπὸ ξύλων ἀνακαύσει πυρὰν, ἄδηλον ὂν εἰ μὴ κατὰ συγγενῶν, ἢ προγόνων, ἢ ὁμοφύλων, ἡ χεὶρ φέρεται, καὶ διὰ τοῦ σώματος αὐτῶν ἢ τὸ πῦρ ἀνάπτεται, ἢ ὁ κρατὴρ κιρνᾶται, ἢ ἡ τροφὴ παρασκευάζεται; Τὸ γὰρ οἴεσθαι δι' ἑκάστου τούτων τὴν ψυχὴν τοῦ ἀνθρώπου γίνεσθαι φυτὸν ἢ ζῶον, σημεῖα δὲ μὴ ἐπικεῖσθαι, ποῖον μὲν τὸ ἐξ ἀνθρώπου φυτὸν ἢ ζῶον, ποῖον δὲ τὸ ἑτέρως γινόμενον, πρὸς πάντα κατὰ τὸ ἴσον ὁ τῇ τοιαύτῃ προειλημμένος ὑπολήψει διατεθήσεται, ὡς κατ' ἀνάγκην, ἢ καὶ κατ' αὐτῶν τῶν ἐν τῇ φύσει ζώντων ἀνθρώπων ἀπηνῶς ἔχειν, ἢ εἴπερ ἐπὶ τῶν ὁμοφύλων πρὸς φιλανθρωπίαν ἐκ φύσεως ῥέποι, ὁμοίως αὐτὸν διακεῖσθαι πρὸς πᾶν ἔμψυχον, κἂν ἐν ἑρπετοῖς, κἂν ἐν θηρίοις τύχοι· ἀλλὰ κἂν ἐν ὕλῃ δένδρον γίνεται, ὁ τὸ δόγμα τοῦτο παραδεξάμενος, δῆμον ἀνθρώπων τὰ δένδρα οἰήσεται. Τίς οὖν ὁ τοιοῦτος βίος ἢ πρὸς πάντα εὐλαβῶς διὰ τὸ ὁμόφυλον, ἢ καὶ πρὸς τοὺς ἀνθρώπους ἀπηνῶς διὰ τὴν ἐπὶ τῶν ἄλλων ἀδιαφορίαν ἔχοντος; Οὐκοῦν ἀπόβλητος ἐκ τῶν εἰρημένων ὁ τοιοῦτος ἂν εἴη λόγος, πολλῶν καὶ ἄλλων τῆς τοιαύτης ἡμᾶς ὑπολήψεως κατὰ τὸ εὔλογον ἀπαγόντων. Ἤκουσα γὰρ τῶν τοιαῦτα δογματιζόντων, ὅτι ἔθνη τινὰ τῶν ψυχῶν ἀποτίθεται ἐν ἰδιαζούσῃ τινὶ πολιτείᾳ πρὸς τὴν ἐν σώματι ζωὴν βιοτεύοντα, ἐν τῷ λεπτῷ τε καὶ εὐκινήτῳ τῆς φύσεως ἑαυτῶν τῇ τοῦ παντὸς συμπεριπολοῦντος δινήσει, ῥοπῇ δέ τινι τῇ πρὸς κακίαν πτεροῤῥοούσας τὰς ψυχὰς ἐν σώματι γίνεσθαι· πρῶτον μὲν ἀνθρώποις, εἶθ' οὕτως διὰ τῆς πρὸς τὰ ἄλογα τῶν παθῶν ὁμιλίας, μετὰ τοῦ ἀνθρωπίνου βίου ἐγχώρησιν ἀποκτηνοῦσθαι, κἀκεῖθεν μέχρι τῆς φυσικῆς ταύτης καὶ ἀναισθήτου καταπί-
How, then, shall he put the sickle to the cutting of ears of corn? And how shall he press out the cluster of grapes, or dig up the thorn from the ploughland, or pluck the flower, or hunt the birds, or kindle a pyre from logs of wood, when it is uncertain whether his hand is not being raised against kinsfolk, or ancestors, or members of the same tribe, and whether through their body either the fire is kindled, or the mixing-bowl is tempered, or the food is prepared? For supposing that through each of these the soul of a human being becomes a plant or an animal, while no signs are set upon them to show what sort of plant or animal comes from a human being and what sort comes to be otherwise, he who is preoccupied with such an opinion will be disposed equally towards all things, so that of necessity either he will behave harshly even towards the very human beings living in nature, or, if in the case of his own kind he inclines by nature towards humanity, he will be similarly disposed towards every animate creature, whether it happen to be among creeping things or among wild beasts; nay, even if in a wood a tree comes to be [or: if he comes among wood and trees], he who has accepted this doctrine will suppose the trees to be a populace of men. What sort of life, then, is that of a man who either stands in scrupulous awe before all things because of kinship, or behaves harshly even towards human beings because of his indifference in regard to the rest? Therefore, from what has been said, such a theory ought to be rejected, with many other considerations also reasonably drawing us away from such a supposition. For I have heard from those who maintain such doctrines that certain nations of souls are set apart, living in a distinct commonwealth of their own prior to [towards] life in a body, revolving along with the whirling motion of the universe in the fineness and mobility of their own nature, and that through a certain downward inclination towards vice the souls shed their wings and come to be in a body: first indeed in human beings, and then in this way, through commerce with what is irrational in the passions, after yielding up human life, they are reduced to beasts, and from there sink down as far as this vegetative and insensate-
PG 46:113Read from the page
πτειν ζωῆς, ὡς τὸ τῇ φύσει λεπτὸν καὶ εὐκίνητον, ὅπερ ἐστὶν ἡ ψυχὴ, πρῶτον μὲν ἐμβριθές τε καὶ κατωφερὲς γίνεσθαι τοῖς ἀνθρωπίνοις σώμασι διὰ κακίας εἰσοικιζόμενον· εἶτα τῆς λογικῆς δυνάμεως ἀποσβεσθείσης τοῖς ἀλόγοις ἐμβιοτεύειν· ἐκεῖθεν δὲ καὶ τῆς τοιαύτης τῶν αἰσθήσεων χάριτος ἀφαιρεθείσης, τὴν ἀναίσθητον ταύτην ζωὴν τὴν ἐν φυτοῖς μεταλαμβάνειν· ἀπὸ τούτου δὲ πάλιν διὰ τῶν αὐτῶν ἀνιέναι βαθμῶν, καὶ πρὸς οὐράνιον χῶρον ἀποκαθίστασθαι.
fall down into [this] life, so that what is by nature fine and mobile, namely the soul, first becomes heavy and downward-tending when settled through vice into human bodies; next, once the rational faculty has been extinguished, lives inside irrational creatures; and from there, stripped even of such a gift of the senses, takes on in turn this insensate life found in plants; and from this state ascends once more through the same steps, and is restored to a heavenly place.
Τὸ δὲ τοιοῦτον δόγμα τοῖς καὶ μετρίως κρίνειν ἐπεσκεμμένοις αὐτόθεν ἐλέγχεται, μηδεμίαν ἔχειν ἐν ἑαυτοῖς στάσιν. Εἰ γὰρ ἀπὸ τῆς οὐρανίας ζωῆς διὰ κακίας ἐπὶ τὸν ξυλώδη βίον ἡ ψυχὴ κατασύρεται, ἀπὸ τούτου δὲ πάλιν δι' ἀρετῆς ἐπὶ τὸν οὐράνιον ἀνατρέχει, εὑρίσκεται ὁ λόγος αὐτῶν ἀπορῶν, ὅ τι προτιμότερον οἴεται, εἴτε τὴν ξυλίνην, εἴτε τὴν οὐρανίαν ζωήν. Κύκλος γάρ τίς ἐστι διὰ τῶν ὁμοίων περιχωρῶν, ἀεὶ τῆς ψυχῆς, ἐν ᾧπερ ἂν ᾖ, ἀστατούσης. Εἰ γὰρ ἐκ τῆς ἀσωμάτου ζωῆς πρὸς τὴν σωματικὴν ἀναπίπτει, καὶ ἐκ ταύτης πρὸς τὴν ἀναίσθητον· ἐκεῖθεν δὲ πάλιν πρὸς τὴν ἀσώματον ἀνατρέχει, οὐδὲν ἕτερον ἢ ἀδιάκριτος κακῶν τε καὶ ἀγαθῶν σύγχυσις παρὰ τοῖς ταῦτα δογματίζουσιν ὑπονοεῖται. Οὔτε γὰρ ἡ οὐρανία διαγωγὴ ἐν τῷ μακαρισμῷ διαμένει, εἴπερ κακία τῶν ἐκεῖ ζώντων καθάπτεται· οὔτε τὰ ξύλα τῆς ἀρετῆς ἀμοιρήσει, εἴπερ ἐντεῦθεν μὲν ἐπὶ τὸ ἀγαθὸν παλινδρομεῖν οἴονται τὴν ψυχὴν, ἐκεῖθεν δὲ τοῦ κατὰ κακίαν ἀνάρχεσθαι. Εἰ γὰρ ἐν τῷ οὐρανῷ ἡ ψυχὴ συμπεριπολοῦσα τῇ κακίᾳ συμπλέκεται, καὶ διὰ ταύτης ἐπὶ τὸν ὑλώδη καθελκυσθεῖσα βίον, ἀνωθεῖται πάλιν ἐντεῦθεν ἐπὶ τὴν ἐν ὕψει διαγωγήν· ἄρα τὸ ἔμπαλιν παρ' ἐκείνων κατασκευάζεται, τὸ τὴν μὲν ὑλικὴν ζωὴν κακίας εἶναι κάθαρσιν, τὴν δὲ ἀπλανῆ περιφορὰν κακῶν ἀρχηγὸν καὶ αἰτίαν ταῖς ψυχαῖς γίνεσθαι, εἴπερ ἐντεῦθεν δι' ἀρετῆς πτεροφυήσασαι μετεωροποροῦσιν, ἐκεῖθεν δὲ διὰ κακίας τῶν πτερῶν ἐκπιπτόντων χαμαιπετεῖς πρόσγειοι γίνονται, τῇ παχύτητι τῆς ὑλικῆς καταμιγνύμεναι φύσεως. Καὶ οὐ μέχρι τούτων ἵσταται τῶν τοιούτων δογμάτων ἡ ἀτοπία, τῷ ἀντεστράφθαι πρὸς τοὐναντίον τὰς ὑπολήψεις. Ἀλλ' οὐδὲ
Now such a doctrine is immediately convicted, by those who have practised judging even moderately, of having no stability within them [itself]. For if the soul is dragged down through vice from the heavenly life to the woody life, and from this again runs back up through virtue to the heavenly, their theory is found at a loss as to which it accounts preferable, whether the wooden life or the heavenly. For there is a kind of circle coming round through like stages, while the soul remains perpetually unstable in whichever state it may be. For if from the bodiless life it lapses into the bodily, and from this into the insensate, and from there runs back up once more into the bodiless, nothing else than an indiscriminate confusion of evils and goods is implied among those who propound these doctrines. For neither does the heavenly way of life abide in blessedness, if indeed vice lays hold of those who live there; nor will trees lack a share in virtue, if indeed they suppose that from here the soul runs back to the good, whereas from there it makes a fresh beginning of a life in vice. For if the soul, as it revolves in heaven, becomes entangled with vice, and having been dragged down through it into a material [woody] life, is thrust upward again from here to the way of life on high, then the very reverse is established by them: namely, that the material life is a purification from vice, while the inerrant revolution becomes for souls the author and cause of evils, if indeed from here they grow wings through virtue and traverse the heights, whereas from there, as their wings fall away through vice, they become grovelling and earthbound, mingled with the grossness of material nature. Nor does the absurdity of such doctrines stop even here, with their suppositions inverted into the exact opposite. Nay, not even
PG 46:116Read from the page
αὐτὴ παγία διαμένει μέχρι πάντων αὐτοῖς ἡ ὑπόνοια. Εἰ γὰρ ἄτρεπτον τὴν οὐράνιον λέγουσι φύσιν, πῶς χώραν ἔχει ἐν τῷ ἀτρέπτῳ τὸ πάθος; Καὶ εἰ ἐμπαθὴς ἡ κάτω φύσις, πῶς ἐν τῷ παθητῷ κατορθοῦται ἡ ἀπάθεια; Ἀλλὰ φυροῦσι τὰ ἄμικτα, καὶ ἑνοῦσι τὰ ἀκοινώνητα, ἐν πάθει τὸ ἄτρεπτον, καὶ ἐν τῷ τρεπτῷ πάλιν καθορῶντες τὴν ἀπάθειαν. Καὶ οὐδὲ τούτοις εἰσαεὶ διαμένουσιν· ἀλλ' ὅθεν τὴν ψυχὴν διὰ κακίας ἀπῴκησαν, ἐκεῖσε πάλιν αὐτὴν ὡς ἀσφαλῆ καὶ ἀκήρατον ζωὴν ἐκ τῆς ὑλικῆς ἀνοικίζουσιν, ὥσπερ ἐπιλαθόμενοι τὸ ἐκεῖθεν αὐτὴν ἡ κακία βρύσασα, τῇ κάτω καταμιχθῆναι φύσει.
this very supposition remains firm for them to the end. For if they say that the heavenly nature is unchangeable, how does passion find room in what is unchangeable? And if the lower nature is subject to passion, how is impassibility achieved in what is passible? Rather, they confound things that cannot be mixed, and unite things that have no fellowship, descrying unchangeableness within passion, and again impassibility within what is changeable. Nor do they abide for ever even in these positions; rather, to the very place from which they banished the soul on account of vice, thither again they remove it from the material realm as to a safe and undefiled life, as though forgetting that it was from there that vice, teeming forth [weighing it down], caused it to be mingled with the lower nature.
Ἥ τε οὖν διαβολὴ τοῦ τῇδε βίου, καὶ ὁ τῶν οὐρανίων ἔπαινος ἐν ἀλλήλοις συγχέονται, καὶ ἀνωφεροῦνται, τοῦ μὲν διαβεβλημένου κατὰ τὴν ἐκείνων δόξαν πρὸς τὸ καλὸν καθηγουμένου· τοῦ δὲ πρὸς κρείττονος ὑπειλημμένου τὴν ἀφορμὴν ἐνδιδόντος τῇ ψυχῇ τῆς πρὸς τὸ χεῖρον ῥοπῆς. Οὐκοῦν ἐκβλητέα τῶν τῆς ἀληθείας δογμάτων πᾶσα πεπλανημένη τε καὶ ἀστατοῦσα περὶ τῶν τοιούτων ὑπόληψις· μήθ' ὅσοι καταβαίνειν ἐκ γυναικείων σωμάτων πρὸς τὴν ἀνδρώδη ζωὴν τὰς ψυχὰς δοκείη τὸ ἔμπαλιν ἐν γυναιξὶ γίνεσθαι τὰς τῶν ἀνδρικῶν σωμάτων χωρισθείσας ψυχὰς, ἢ καὶ πρὸς ἄνδρας ἐξ ἀνδρῶν μεταβαίνειν, καὶ γυναῖκας ἐκ γυναικῶν γίνεσθαι λέγουσιν, ὡς τῆς ἀληθείας ἐστοχασμένους ἀκολουθήσωμεν. Ὁ μὲν γὰρ πρότερος οὐ μόνον τῷ ἄστατος καὶ ἀπατηλὸς εἶναι ἀπεδοκιμάσθη ὁ λόγος, αὐτὸς ἐν ἑαυτῷ πρὸς τὰς ἐναντίας ὑπολήψεις περιτρεπόμενος, ἀλλ' ὅτι καὶ ἀσεβῶς ἔχει, μηδὲν τῶν ὄντων εἰς γένεσιν ἄγεσθαι δογματίζων, καὶ κακίας τῇ ἑκάστου φύσει τὴν ἀρχὴν ἐνδιδούσης. Εἰ γὰρ οὔτε ἄνθρωποι, οὔτε φυτὰ, οὔτε βοσκήματα, μὴ ψυχῆς ἄνωθεν ἐπὶ ταῦτα ἐμπεσούσης φύονται· ἡ δὲ πτῶσις διὰ κακίας γίνεται, ἄρα κατάρχειν οἴονται τὴν κακίαν τῆς τῶν ὄντων συστάσεως. Καί πως συμβαίνει κατὰ τὸν αὐτὸν χρόνον ἀμφότερα, καὶ ἄνθρωπον ἐκ γάμου φύεσθαι, καὶ τῆς ψυχῆς τὴν κατάπτωσιν τῇ τοῦ γά-
Thus both the disparagement of this present life and the praise of heavenly things are confounded in one another and carried upward [confused], since what is disparaged leads the way, in their opinion, towards the good, whereas what is assumed on the side of the better furnishes the soul with the occasion for its inclination towards the worse. Every erring and unstable supposition concerning such matters must therefore be cast out from the doctrines of truth; nor let us follow, as men who have aimed well at the truth, those who say that souls come down out of female bodies to a manly life, or—as might seem the converse—that souls separated from male bodies come to be in women, or else pass over from men into men and become women from women. For the former theory was rejected not only for being unstable and deceitful, turning round within itself into contrary suppositions, but also because it is impious, laying down the dogma that nothing among beings is brought into existence [unless] with vice too supplying the origin for each thing's nature. For if neither human beings, nor plants, nor cattle come into being unless a soul falls down from above upon them, and that fall comes to pass through vice, then they suppose that vice presides over the origin of the constitution of beings. And somehow both things happen at the same time: both that a human being is born from marriage, and that the downfall of the soul coincides with the pursuit of mar-
PG 46:117Read from the page
μου συμβαίνειν σπουδῇ. Καὶ τὸ ἔτι τούτου παραλογώτερον, εἰ ἔαρι τὰ πολλὰ τῆς ἀλόγου φύσεως συνδυάζεται. Ἆρ' οὖν ἔστιν εἰπεῖν ὅτι καὶ τῇ ἄνω περιφορᾷ τὸ ἔαρ ἐμφύεσθαι, τὴν κακίαν ποιεῖ, ὥστε συμβαίνει ὁμοῦ τε τοῦ κακοῦ τὰς ψυχὰς πληρουμένας πίπτειν, καὶ τὰς γαστέρας τῶν ἀλόγων κυΐσκεσθαι; Τί δ' ἂν εἴπῃ τις περὶ τοῦ γεωπόνου τοῦ καταπηγνύοντος τῇ γῇ τὰς τῶν φυτῶν ἀποσπάδας; Πῶς ἡ τούτου χεὶρ συγκατέχωσε τῷ φυτῷ τὴν ἀνθρωπίνην ψυχὴν, συντρεχούσης πτεροῤῥυήσεως τῇ τοῦ ἀνθρώπου πρὸς τὴν φυτείαν ὁρμῇ; Τὸ αὐτὸ τοίνυν ἄτοπον καὶ ἐπὶ τοῦ ἑτέρου τῶν λόγων, ἐπὶ τὸ οἴεσθαι τὴν ψυχὴν τὰς συνόδους ἐν συζυγίᾳ ζώντων περιεργάσασθαι, ἢ τὰς λοχείας ἐπιτηρεῖν, ἵνα τοῖς φυομένοις σώμασιν ἐπεισκριθῶσιν. Εἰ δὲ ἀπείποι ὁ ἀνὴρ τὸν γάμον, ἡ δὲ γυνὴ ἑαυτὴν τῆς τῶν ὀδυνῶν ἀνάγκης ἐλευθερώσειεν· ἆρ' οὐ βαρήσει τὴν ψυχὴν ἡ κακία; Οὐκοῦν ὁ γάμος τῇ ἄνω κακίᾳ τὸ κατὰ τῶν ψυχῶν ἐνδώσιμον δίδωσιν, ἢ καὶ δίχα τούτου καθάπτεται τῆς ψυχῆς ἡ πρὸς τὸ ἐναντίον σχέσις. Οὐκοῦν ἄοικος ἐν τῷ μέσῳ καὶ ἀλῆτις ἡ ψυχὴ πεπλανήσεται, τῶν μὲν οὐρανίων ἀποῤῥυεῖσα· σώματος δὲ ἂν οὕτω τύχοι πρὸς ὑποδοχὴν ἀμοιρήσασα. Εἶτα καὶ πῶς διὰ τούτων ἐπιστατεῖν τὸ Θεῖον τῶν ὄντων ὑπονοήσουσι, τῇ τυχαίᾳ ταύτῃ καὶ ἀλόγῳ τῶν ψυχῶν καταπτώσει τὰς ἀρχὰς τῆς ἀνθρωπίνης ἀνατιθέντες ζωῆς; Ἀνάγκη γὰρ πᾶσα τῇ ἀρχῇ καὶ τὰ μετὰ ταύτην συμφώνως ἔχειν. Εἰ γὰρ ἐκ συντυχίας αὐτομάτου τινὸς ὁ βίος ἤρξατο, τυχέα πάντως καὶ ἡ κατ' αὐτῶν διέξοδος γίνεται. Καὶ μάτην τῆς θείας δυνάμεως οἱ τοιοῦτοι τὰ ὄντα ἐξάπτουσιν, οἱ μὴ βουλήματι θείῳ τὰ ἐν τῷ κόσμῳ φύεσθαι λέγοντες, ἀλλ' εἰς πονηράν τινων συντυχίαν τὰς ἀρχὰς τῶν γινομένων ἀνάγοντες, ὡς οὐκ ἂν συστάσης τῆς ὀνθρωπίνης ζωῆς μὴ τοῦ κακοῦ δόντος τῇ ζωῇ τὸ ἐνδόσιμον. Εἰ οὖν ἡ ἀρχὴ τοῦ βίου τοιαύτη, δηλαδὴ καὶ τὰ ἐφεξῆς κατὰ τὴν ἀρχὴν κινηθήσεται. Οὐ γὰρ ἄν τις ἐκ κακοῦ καλὸν, οὐδὲ ἐξ ἀγαθοῦ τὸ ἐναντίον φύεσθαι λέγοι. Ἀλλὰ κατὰ τὴν τοῦ σπέρματος φύσιν, καὶ τοὺς καρποὺς ἀναμένομεν. Οὐκοῦν πάσης τῆς ζωῆς ἡ αὐτόματος αὕτη καὶ συντυχικὴ κίνησις ἡγεμονεύει, μηδεμιᾶς προνοίας διὰ τῶν ὄντων οἰχούσης.
riage. And what is still more irrational than this is seen if in springtime the greater part of irrational nature mates. Can one then say that springtime causes vice to spring up even in the revolution on high, so that it comes to pass simultaneously both that souls filled with evil fall down, and that the wombs of irrational creatures conceive? And what might someone say concerning the husbandman who plants torn-off shoots of plants into the earth? How did this man's hand bury the human soul together with the plant, with a shedding of wings running concurrently with the man's impulse towards planting? The very same absurdity holds good also in the case of the other of the two accounts, in supposing that the soul pryed curiously into the unions of those living in wedlock, or keeps watch over childbirths, so that souls may slip into the bodies coming into existence. Yet if the husband should renounce marriage, and the wife free herself from the necessity of birth-pangs, will vice not weigh down the soul? Either, therefore, marriage gives to vice on high its cue against souls, or even apart from marriage an inclination towards the opposite lays hold of the soul. Consequently the soul will roam about homeless and vagrant in between, having fallen away from heavenly things while—should it so happen—lacking a body to receive it. And furthermore, how through such notions will they suppose that the Divine presides over beings, when they assign the origins of human life to this fortuitous and irrational downfall of souls? For there is every necessity that what follows after the beginning should also accord with it. For if life began out of some spontaneous coincidence, then its course in their case turns out altogether fortuitous as well. And in vain do such men make beings depend upon divine power, when they say that things in the universe do not come into existence by divine counsel, but refer the beginnings of things that come into being to a wicked coincidence of certain factors, as though human life could never have been constituted unless evil had given life its cue. If, then, the beginning of life is of such a kind, plainly everything that follows will also be set in motion in keeping with that beginning. For no one would say that good springs from evil, nor the opposite from good; rather, in keeping with the nature of the seed we look for the fruits as well. Consequently this spontaneous and fortuitous motion governs the whole of life, with no providence passing through existing things.
Ἄχρηστος δὲ παντάπασι καὶ ἡ τῶν λογισμῶν ἔσται προμήθεια· τῆς δὲ ἀρετῆς κέρδος οὐδὲν, καὶ πρὸς τὸ κακὸν ἀλλοτρίως ἔχειν ἀντ' οὐδενὸς ἂν εἴη.
Utterly useless, moreover, will be the forethought of reasonings as well; from virtue there will be no profit, and to keep oneself estranged from evil would count for nothing.
Notes, col. 117

On the reading

Printed τυχέα, for τυχαία.

Printed ὀνθρωπίνης, for ἀνθρωπίνης.