Migne Reading Room

PG 46 · cols. 84–93 · Read from the page

Dialogue on the soul and resurrection which is entitled Macrinia from the edition of John Christian Wolf, collated with that which John George Krabinger gave at Landshut in the year 1840

Dialogue on the soul and resurrection which is entitled Macrinia from the edition of John Christian Wolf, collated with that which John George Krabinger gave at Landshut in the year 1840

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:84Read from the page
τοῦ βελτίονος ἀνεπίσκεπτος, οὗτοι ὑπὸ λαιμαργίαν ἐν τῷ σαρκίνῳ βίῳ τὴν χρειωστουμένην τῇ φύσει τοῦ ἀγαθοῦ μοῖραν προαναλίσκουσιν, οὐδὲν τῷ μετὰ ταῦτα βίῳ ταμιευόμενοι· οἱ δὲ λογισμῷ διακριτικῷ τε καὶ σώφρονι τὴν ἑαυτῶν οἰκονομοῦντες ζωὴν, ἐν τῷ βραχεῖ τούτῳ βίῳ, διὰ τῶν τὴν αἴσθησιν λυπούντων ἀνιαθέντες, τῷ ἐφεξῆς αἰῶνι τὸ ἀγαθὸν ταμιεύονται, ὥστε αὐτοῖς τῇ ἀϊδίῳ ζωῇ τὴν κρείττω λῆξιν συμπαρατείνεσθαι.
has not examined what is better, squander beforehand out of gluttony during their fleshly life the portion of good owed to their nature, laying up nothing in store for the life hereafter; whereas those who govern their own life with discerning and temperate reason, being distressed in this brief life by things that grieve sense-perception, store up the good for the age that follows, so that for them the better lot extends alongside everlasting life.
Τοῦτο οὖν ἐστιν, ὥς γε ὁ ἐμὸς λόγος, τὸ χάσμα, ὃ οὐχὶ γῆς διασχούσης γίνεται, ἀλλ' ἡ παρὰ τὸν βίον κρίσις πρὸς τὰς ἐναντίας προαιρέσεις διασχισθεῖσα ποιεῖ. Ὁ γὰρ ἅπαξ τὸ ἡδὺ κατὰ τὸν βίον τοῦτον ἑλκόμενος, καὶ μὴ θεραπεύσας ἐκ μεταμελείας τὴν ἀβουλίαν, ἄβατον ἑαυτῷ μετὰ ταῦτα τὴν τῶν ἀγαθῶν χώραν ἐργάζεται, τὴν ἀδιάβατον ταύτην ἀνάγκην, καθάπερ τι βάραθρον ἀχανές τε καὶ ἀπαρόδευτον καθ' ἑαυτοῦ διορύξας. Διό μοι δοκεῖ καὶ τὴν ἀγαθὴν τῆς ψυχῆς κατάστασιν, ἐν ᾗ τὸν τῆς ὑπομονῆς ἀθλητὴν ἀναπαύει ὁ λόγος, κόλπον τοῦ Ἀβραὰμ ὀνομάσαι. Πρῶτος γὰρ οὗτος ὁ πατριάρχης τῶν πώποτε γεγονότων ἱστόρηται τὴν ἐλπίδα τῶν μελλόντων τῆς ἀπολαύσεως τῶν παρόντων ἀνταλλαξάμενος, ὅς γε πάντων γυμνωθεὶς, ἐν οἷς ἦν αὐτῷ καταρχὰς ἡ ζωὴ, ἐν ἀλλοτρίοις εἶχε τὴν δίαιταν, διὰ τῆς παρούσης κακοπαθείας, τὴν ἐλπιζομένην εὐκληρίαν ἐμπορευόμενος. Ὥσπερ οὖν τὴν ποιὰν τοῦ πελάγους περιγραφὴν ἐκ καταχρήσεώς τινος ὀνομάζομεν κόλπον, οὕτω δοκεῖ τῶν ἀμετρήτων ἐκείνων ἀγαθῶν τὴν ἔνδειξιν ὁ λόγος τῷ τοῦ κόλπου διασημαίνειν ὀνόματι, ᾧ πάντες οἱ δι' ἀρετῆς τὸν παρόντα διαπλέοντες βίον, ὅταν ἐντεῦθεν ἀπαίρωσιν, ὥσπερ ἐν ἀκατακλύστῳ λιμένι τῷ ἀγαθῷ κόλπῳ τὰς ψυχὰς ἐνορμίζονται, τοῖς δὲ λοιποῖς ἡ τῶν φαινομένων αὐτοῖς ἀγαθῶν στέρησις φλὸξ γίνεται τὴν ψυχὴν διασμύχουσα, ῥανίδος τινὸς ἐκ τοῦ πελάγους τῶν τοὺς ὁσίους περικλυζόντων ἀγαθῶν εἰς παραμυθίαν προσδεομένη, καὶ οὐ τυγχάνουσα. Γλῶσσαν δὲ καὶ ὀφθαλμὸν, καὶ δάκτυλον, καὶ τὰ λοιπὰ τῶν σωματικῶν ὀνομάτων ἐν τῷ διαλόγῳ τῶν ἀσωμάτων βλέπων, τὸν καταστοχασμὸν, ἡμῖν ἤδη νοηθέντι περὶ ψυχῆς λόγῳ συμφώνως ἔχειν ὁμολογήσεις, ἐπισκεψάμενος τῶν ῥητῶν τὴν διάνοιαν. Ὥσπερ γὰρ ὅλου τοῦ σώματος ἡ τῶν στοιχείων συνδρομὴ ποιεῖ τὴν οὐσίαν, οὕτως εἰκὸς καὶ τῶν ἐν τῷ σώματι μερῶν ἐκ τῆς αὐτῆς
This, therefore, at least as my account holds, is the chasm, which comes about not through the splitting open of earth, but which judgement during life produces when cloven apart towards opposite choices. For he who once has been drawn towards pleasure during this life, and has not healed his ill counsel through repentance, renders the land of good things untrodden for himself hereafter, having dug out against himself this impassable necessity like some yawning and untraversable pit. Wherefore it seems to me that the account also named the good state of the soul, in which it gives rest to the athlete of endurance, the bosom of Abraham. For first of all men who have ever lived, this patriarch is recorded to have exchanged the enjoyment of present things for the hope of things to come; stripped of all the possessions in which his life originally consisted, he had his dwelling among strangers, trafficking through present affliction for the prosperity hoped for. Just as, therefore, by a certain figurative usage we call a particular contour of the sea a bay or bosom, so the account seems to signify by the name of bosom the indication of those immeasurable good things, wherein all who sail across the present life through virtue, when they depart hence, moor their souls in the good bosom as in an unflooded harbour; whereas for the rest, the privation of what seem to them good things becomes a flame smouldering through the soul, standing in need besides of some drop from the sea of the good things surging round the saints for consolation, and failing to obtain it. And when you see tongue and eye, and finger, and the rest of the bodily names in the dialogue of bodiless beings, you will agree, once you have examined the meaning of the expressions, that this conjectural estimate accords harmoniously with the account concerning the soul already conceived by us. For just as the concourse of the elements constitutes the essence of the whole body, so too it is reasonable that the nature of the parts within the body out of the same
PG 46:85Read from the page
αἰτίας συμπληροῦσθαι τὴν φύσιν. Εἰ οὖν πάρεστιν ἡ ψυχὴ τοῖς ἐκ τοῦ σώματος στοιχείοις πρὸς τὸ πᾶν ἀναμιχθεῖσιν, οὐ μόνον τὸ πλήρωμα τῶν εἰς ὅλον τὸ σύγκριμα συνδεδραμηκότων γνωρίσει, καὶ ἐν αὐτοῖς ἔσται· ἀλλ' οὐ τὴν ἰδιάζουσαν ἑκάστου τῶν μερῶν σύστασιν ἀγνοήσει, διὰ ποίων τῶν ἐν τοῖς στοιχείοις μορίων ἀποτελεσθῇ τὰ ἐν ἡμῖν μέλη.
cause is brought to completion. If, therefore, the soul is present to the elements from the body once they have been mingled back into the universe, not only will it recognize the full complement of those that ran together to form the whole compound, and abide among them; it will not even be ignorant of the peculiar constitution of each of the parts, namely through what sort of particles among the elements the members within us were brought to completion.
Τὴν οὖν ἐν παντὶ οὖσαν τῷ τῶν στοιχείων πληρώματι, καὶ ἐν τοῖς καθ' ἕκαστον εἶναι, οὐδὲν ἔξω τοῦ εἰκότος ἐστίν· καὶ οὕτω πρὸς τὰ στοιχεῖά τις βλέπων, οἷς ἐνυπάρχει τῇ δυνάμει τὰ καθ' ἕκαστον μέλη τοῦ σώματος, δάκτυλόν τε περὶ αὐτὴν εἶναι καὶ ὀφθαλμὸν καὶ γλῶσσαν, καὶ τὰ ἄλλα πάντα μετὰ τὴν διάλυσιν τοῦ συγκρίματος τὴν Γραφὴν λέγειν ὑπονοῶν, τοῦ εἰκότος οὐχ ἁμαρτήσεται. Εἰ οὖν τὰ καθ' ἕκαστον ἀπάγει τὸν νοῦν τῆς σωματικῆς περὶ τοῦ διηγήματος ὑπολήψεως, εἰκὸς δήπου καὶ τὸν μνημονευθέντα νῦν ᾅδην μὴ τόπον τινὰ οὕτως ὀνομαζόμενον οἴεσθαι, ἀλλά τινα κατάστασιν ζωῆς ἀειδῆ καὶ ἀσώματον, ᾗ τὴν ψυχὴν ἐμβιοτεύειν παρὰ τῆς Γραφῆς ἐκδιδασκόμεθα. Ἀλλὰ καὶ ἕτερον ἐν τῷ κατὰ τὸν πλούσιον καὶ πτωχὸν διηγήματι δόγμα μανθάνομεν, ὃ πολλὴν ἔχει πρὸς τὰ ἐξητασμένα τὴν οἰκειότητα. Ἐποίησεν ἐκεῖνον τὸν ἐμπαθῆ καὶ φιλόσαρκον, ἐπειδὴ τὸ ἄφυκτον εἶδε τῆς παρ' ἑαυτοῦ συμφορᾶς, φροντίδα τῶν ὑπὲρ γῆς αὐτῷ κατὰ τὸ γένος προσεκτῶν ἔχειν, καὶ τοῦ Ἀβραὰμ εἰπόντος μὴ ἀπρονόητον εἶναι τῶν ἐν σαρκὶ ζώντων βίον, ἀλλὰ κατ' ἐξουσίαν προκεῖσθαι αὐτοῖς τὴν ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν χειραγωγίαν· ἔτι παραμένειν προσλιπαροῦντα τὸν δίκαιον, ὅπως ἂν ἐκ τοῦ παραδόξου πιθανὸν αὐτοῖς τὸ κήρυγμα γένοιτο, ὑπό τινος ἐκ τῶν νεκρῶν ἀναβεβιωκότος καταγγελλόμενον.
That the soul, being in the entire complement of the elements, is also in the particular parts is in no way outside likelihood; and thus anyone who looks to the elements, in which the individual members of the body are potentially inherent, and supposes Scripture to say that there is a finger around the soul, and an eye and a tongue, and all the rest after the dissolution of the compound, will not miss what is probable. If, therefore, each particular detail leads the mind away from a bodily conception of the narrative, it is surely reasonable to suppose that the Hades just mentioned is likewise not a certain place so called, but an unseen and bodiless state of life wherein we are thoroughly taught by Scripture that the soul lives on. Moreover, in the narrative concerning the rich man and the poor man we learn yet another doctrine, which bears a close affinity to the points already examined. He represented that passionate and flesh-loving man, once he saw the inescapability of the calamity brought upon him from himself, as taking thought for those upon earth attentive to him by kinship; and when Abraham said that the life of those living in the flesh is not left unprovided for, but that the guidance from the law and the prophets lies freely before them, the righteous man still persists in entreating earnestly, so that through a marvel the proclamation might become credible to them if announced by someone restored to life from the dead.
Γ. Τί οὖν, εἶπον, ἐν τούτοις ἐστὶ τὸ δόγμα; — Μ. Ἐπειδὴ, φησὶ, τοῦ μὲν Λαζάρου πρὸς τοῖς παροῦσιν ἄσχολός ἐστιν ἡ ψυχὴ, καὶ πρὸς οὐδὲν τῶν καταλειφθέντων ἑαυτὴν ἐπιστρέφει, ὁ δὲ πλούσιος οἱονεὶ ἰξῷ τινι τῇ σαρκίνῃ ζωῇ καὶ μετὰ θάνατον ἔτι προσίσχεται, ἣν οὐδὲ παυσάμενος τοῦ ζῆν καθαρῶς ἀπεδύσατο, ἀλλ' ἔτι αὐτῷ διὰ φροντίδος ἐστὶν ἡ σὰρξ καὶ τὸ αἷμα (δι' ὧν γὰρ τοὺς κοινωνοῦντας αὐτῷ τοῦ γένους ἐξαιρεθῆναι τῶν κακῶν δεῖται, δῆλός ἐστι μήπω τῆς σαρκικῆς ἐκλυθεὶς προσπα-
3. What then, I said, is the doctrine in these words? — M. Since, she says, the soul of Lazarus is wholly occupied with present realities and turns itself back towards none of the things left behind, whereas the rich man still clings even after death, as though by some birdlime, to the fleshly life—which he did not strip off purely even when he ceased to live, flesh and blood remaining a matter of concern to him (for in begging that those who share kinship with him be rescued from evils, he clearly shows that he is not yet freed from fleshly attach-
PG 46:88Read from the page
θείας), ἐκ τούτων, φησὶ, τῶν διηγημάτων οἰόμεθα τοῦτο δογματίζειν τὸν Κύριον, τὸ δεῖν ὅτι μάλιστα τοὺς ἐν σαρκὶ βιοτεύοντας, διὰ τῆς κατὰ ἀρετὴν ζωῆς, χωρίζεσθαί πως καὶ ἀπολύεσθαι τῆς πρὸς αὐτὴν σχέσεως, ἵνα μετὰ τὸν θάνατον μὴ πάλιν ἄλλου θανάτου δεώμεθα, τὰ λείψανα τῆς σαρκώδους κόλλης ἀποκαθαίροντος· ἀλλὰ καθάπερ δεσμῶν τὴν ψυχὴν περιρραγέντων, κοῦφος αὐτῇ καὶ ἄνετος ὁ πρὸς τὸ ἀγαθὸν γένηται δρόμος, οὐδεμιᾶς αὐτὸν σωματικῆς ἀλγηδόνος πρὸς ἑαυτὴν ἀφελκούσης. Ὡς εἴ τις ὅλος δι' ὅλων ἀποσαρκωθείη τῇ διανοίᾳ, πᾶσαν ψυχῆς κίνησίν τε καὶ ἐνέργειαν ἐν τοῖς θελήμασι τῆς σαρκὸς ἀσχολῶν, ὁ τοιοῦτος οὐδὲ τῆς σαρκὸς ἔξω γενόμενος τῶν κατ' αὐτὴν παθημάτων χωρίζεται, καθάπερ οἱ ἐπὶ πλέον ἐνδιατρίψαντες τοῖς δυσωδεστέροις τῶν τόπων, οὐδὲ εἰ πρὸς τὸν εὔπνουν ἀέρα μετέλθοιεν καθαρεύουσι τῆς ἀηδείας, ἣν διὰ τῆς χρονιωτέρας ἐν αὐτῇ διαγωγῆς ἀναμίξαντο· οὕτως οὐδὲ πρὸς τὸν ἀηδῆ καὶ ἄβλεπτον βίον τῆς μεταβολῆς γενομένης, δυνατὸν ἂν εἴη τοὺς φιλοσάρκους μὴ ἀφέλκεσθαί τι πάντως τῆς σαρκικῆς δυσωδίας, δι' ὧν πλέον αὐτοῖς ἡ ὀδύνη βαρύνεται, ὑλωδεστέρας ἐκ τοιαύτης περιστάσεως τῆς ψυχῆς γινομένης. Δοκεῖ δέ πως πρὸς τοιαύτην ὑπόληψιν συνᾴδειν ὃ παρά τινων λέγεται, πολλάκις ὁρᾶσθαι τὰς περὶ τῶν σωμάτων θέσεις, σκιοειδῆ τινα τῶν κατοιχομένων φαντάσματα. Εἰ γὰρ τοῖόν τι γίνεται, οὕτως ἐλέγχεται τῆς ψυχῆς ἡ πέρα τοῦ δέοντος γινομένη νῦν πρὸς τὸν σαρκώδη βίον προσπάθεια, ὡς μηδὲ ἐξωσθεῖσαν τῆς σαρκὸς καθαρῶς αὐτὴν ἐθέλειν ἀφίπτασθαι, μηδὲ συγχωρεῖν τὴν παντελῆ γίνεσθαι πρὸς τὸ ἀειδὲς τοῦ σχήματος μεταποίησιν, ἀλλὰ παραμένειν ἔτι τῷ εἴδει μετά τὸ λυθῆναι τὸ εἶδος, καὶ ἔξω γενομένην ἤδη τούτου πόθῳ τοῖς τῆς ὕλης ἐπιπλανᾶσθαι τόποις, καὶ περὶ αὐτοὺς ἀναστρέφεσθαι.
ment), out of these narratives, she says, we suppose the Lord to lay down this doctrine: that those living in the flesh ought as far as possible, through a life of virtue, to be separated in some measure and set free from attachment to it, lest after death we should stand in need of another death all over again to cleanse away the remnants of the fleshly glue; rather, as when bonds have been burst from around the soul, its course towards the good may become light and unhindered for it, with no bodily pain drawing that course back towards itself. For if anyone should become wholly carnalized throughout in mind, occupying every movement and activity of the soul with the desires of the flesh, such a person is not separated from its passions even when outside the flesh—just as those who have lingered long in foul-smelling places are not pure of the unpleasantness they absorbed through their prolonged stay therein, even if they pass into sweet-breathing air; so too, when the transition takes place to the unpleasant and unseen life, it would not be possible even then for lovers of the flesh not to draw away with them altogether something of the carnal stench, whereby their pain is weighed down all the more as the soul becomes more material from such a state. And what is reported by certain people seems somehow to accord with such a supposition—namely, that around the resting-places of bodies shadowy apparitions of the departed are often seen. For if some such thing occurs, the soul's excessive attachment formed now beyond measure towards the fleshly life is thereby exposed, so that even when thrust out of the flesh she is unwilling to fly cleanly away, nor does she suffer a complete transformation of her shape into the unseen to take place, but lingers still beside her form after the form has been dissolved, and though already outside it, wanders out of longing around the haunts of matter and hovers about them.
Γ. Ἐγὼ δὲ μικρὸν ἐπισχὼν καὶ ἀναλαβὼν τὴν τῶν εἰρημένων διάνοιαν, Δοκεῖ μοι, εἶπον, τοῖς περὶ παθῶν προεξητασμένοις ἀνακύπτειν ἐκ τῶν εἰρημένων τις ἐναντίωσις. Εἰ γὰρ ἐκ τῆς πρὸς τὰ ἄλογα συγγενείας ἐνομίσθη τὰ τοιαῦτα τῆς ψυχῆς ἐν ἡμῖν ἐνεργεῖσθαι κινήματα, ὅσα προσλαβὼν ὁ λόγος ἀπηριθμήσατο, θυμόν τε καὶ φόβον, καὶ ἡδονὴν καὶ
3. Pausing a little and reviewing the meaning of what had been said, There seems to me, I said, to emerge from what has just been stated a certain contradiction with the points previously examined concerning the passions. For if it was held that out of kinship with non-rational creatures such movements of the soul operate within us—as many as our discussion took up and enumerated, namely anger and fear, and pleasure and
Notes, col. 88

On the reading

Printed μετά τὸ, for μετὰ τὸ.

PG 46:89Read from the page
ἐπιθυμίαν, καὶ τὰ τοιαῦτα· εἴρηται δὲ τὴν μὲν ἀγαθὴν τῶν τοιούτων χρῆσιν ἀρετὴν εἶναι, διὰ δὲ τῆς ἐσφαλμένης τὴν κακίαν γίνεσθαι· προσέθηκε δὲ ὁ λόγος ἑκάστου τε τῶν ἄλλων τὴν πρὸς τὸν κατ' ἀρετὴν βίον συνεισφορὰν, ὅτι δι' ἐπιθυμίαν πρὸς τὸν Θεὸν ἀναγόμεθα, οἷόν τινα σειρὰν κάτωθεν πρὸς αὐτὸν ἀνελκόμενοι, δοκεῖ πως, ἔφην, ἐναντιοῦσθαι πρὸς τὸν σκοπὸν ὁ λόγος. — Μ. Πῶς τοῦτον λέγεις; φησίν. — Γ. Ὅτι τοι, εἶπον, τῆς ἀλόγου πάσης κινήσεως μετὰ τὴν κάθαρσιν ἐν ἡμῖν ἀποσβεσθείσης, οὐδὲ τὸ ἐπιθυμητικὸν πάντως ἔσται· τούτου δὲ μὴ ὄντος οὐδ' ἂν ἡ τοῦ κρείττονος ἔφεσις εἴη, μηδενὸς ὑπολειφθέντος τῇ ψυχῇ τοιούτου κινήματος, τοῦ πρὸς τὴν ὄρεξιν τῶν ἀγαθῶν ἐπεγείροντος. — Μ. Ἀλλὰ πρὸς τοῦτο, φησὶν, ἐκεῖνό φαμεν, ὅτι τὸ θεωρητικόν τε καὶ διακριτικὸν ἴδιόν ἐστι τοῦ θεοειδοῦς τῆς ψυχῆς, ἐπεὶ καὶ τὸ Θεῖον ἐν τούτοις καταλαμβάνομεν. Εἰ τοίνυν εἴτε ἐκ τῆς νῦν ἐπιμελείας, εἴτε ἐκ τῆς μετὰ ταῦτα καθάρσεως ἐλευθέρα γένοιτο ἡμῖν ἡ ψυχὴ τῆς πρὸς τὰ ἄλογα τῶν παθῶν συμφυῗας, οὐδὲν πρὸς τὴν τοῦ καλοῦ θεωρίαν ἐναποδισθήσεται. Τὸ γὰρ καλὸν ἑλκτικόν πως κατὰ τὴν ἑαυτοῦ φύσιν παντὸς τοῦ πρὸς ἐκεῖνο βλέποντος. Εἰ οὖν πάσης κακίας ἡ ψυχὴ καθαρεύσειεν, ἐν τῷ καλῷ πάντως ἔσται. Καλὸν δὲ τῇ ἑαυτοῦ φύσει τὸ Θεῖον πρὸς ὃ διὰ τῆς καθαρότητος τὴν συνάφειαν ἕξει τῷ οἰκείῳ συναπτομένη.
desire, and the like; and it has been stated that the good use of such impulses is virtue, whereas vice arises through their mistaken use; and our discussion further added the contribution of each of the others towards the virtuous life, namely that through desire we are led upwards to God, drawn up from below towards Him as though by a kind of chain—our argument seems somehow, said I, to run counter to its own aim. — M. How do you mean this? she says. — G. Because indeed, I said, once every non-rational movement in us has been extinguished after purification, the desiderative faculty too will certainly exist no longer; and when this does not exist, neither could there be any yearning for the better, since no such impulse would be left behind in the soul to stir it up towards an appetite for good things. — M. Yet in reply to this, she says, we state the following: that the contemplative and discerning faculty belongs properly to the Godlike part of the soul, inasmuch as by these powers we also apprehend the Divine. If, then, whether through diligence in the present life or through purification hereafter, our soul should become free from its congenital union with non-rational passions, it will in no way be hindered from the contemplation of the beautiful and good. For the good is by its own nature somehow attractive of everything that looks towards it. If, therefore, the soul should be pure from every vice, it will assuredly abide in the good. And the Divine is good by Its own nature, with Which the soul will attain union through purity, being joined to what is akin to itself.
Εἰ οὖν τοῦτο γένοιτο, οὐκέτι ἔσται χρεία τῆς κατ' ἐπιθυμίαν κινήσεως, ἣ πρὸς τὸ καλὸν ἡγεμονεύσει. Ὁ γὰρ ἐν σκότει τὴν διαγωγὴν ἔχων, οὗτος ἐν ἐπιθυμίᾳ τοῦ φωτὸς ἔσται· εἰ δὲ ἐν τῷ φωτὶ γένοιτο, τὴν ἐπιθυμίαν ἐκδέξεται ἡ ἀπόλαυσις, ἡ δὲ ἐξουσία τῆς ἀπολαύσεως ἀργὴν καὶ ἕωλον τὴν ἐπιθυμίαν ἐργάζεται. Οὐκοῦν οὐδεμία τις ἔσται διὰ τούτων ζημία πρὸς τὴν τοῦ ἀγαθοῦ μετουσίαν, ει τοιούτων ἡ ψυχὴ κινημάτων ἐλευθέρα γένοιτο, πρὸς ἑαυτὴν πάλιν ἐπανελθοῦσα, καὶ ἑαυτὴν ἀκριβῶς εἰδοῦσα, οἵα τῇ φύσει ἐστὶ, καὶ οἷον ἐν κατόπτρῳ καὶ εικόνι διὰ τοῦ οἰκείου κάλλους πρὸς τὸ ἀρχέτυπον βλέπουσα. Ἀληθῶς γὰρ ἐν τούτῳ ἔστιν ειπεῖν τὴν ἀκριβῆ πρὸς τὸ Θεῖον εἶναι ὁμοίωσιν, ἐν τῷ μιμεῖ-
If, therefore, this should come to pass, there will no longer be any need of the impulse of desire to guide us towards the good. For he who passes his life in darkness will remain in desire of the light; whereas if he should come to be within the light, enjoyment will succeed desire, and the possession of enjoyment renders desire idle and obsolete. Consequently there will be no loss whatsoever through this with respect to participation in the good, if the soul should become free from such impulses, returning once more to herself, seeing herself accurately as she is by nature, and gazing through her own beauty, as in a mirror and an image, towards the Archetype. For truly in this one may say that exact likeness to the Divine consists—namely, in imita-
Notes, col. 89

On the reading

Printed ει τοιούτων, for εἰ τοιούτων.

Printed εικόνι, for εἰκόνι.

Printed ειπεῖν, for εἰπεῖν.

PG 46:92Read from the page
σθαί πως τὴν ἡμετέραν ζωὴν τὴν ὑπερκειμένην οὐσίαν. Ἡ γὰρ ὑπεράνω παντὸς νοήματος φύσις πόῤῥω τῶν ἐν ἡμῖν θεωρουμένων ἀφιδρυμένη, ἄλλῳ τινὶ τρόπῳ τὴν ἰδίαν ἐξοδεύει ζωὴν, καὶ οὐ καθὼς ἡμεῖς νῦν ἐν τῷ ζῆν ἐσμεν. Ἄνθρωποι μὲν γὰρ, διὰ τὸ ἀεὶ πάντως ἐν κινήσει τὴν φύσιν εἶναι, καθάπερ ἂν ἡ ὁρμὴ τῆς προαιρέσεως γένηται, κατ' ἐκεῖνο φερόμεθα, οὐχ ὁμοίως τῆς ψυχῆς κατὰ τὸ ἔμπροσθεν αὐτῆς, ὡς ἂν εἴποι τις, καὶ τὸ ὀπίσω διακειμένης. Ἐλπὶς μὲν γὰρ καθηγεῖται τῆς ἐπὶ τὸ πρόσω κινήσεως, μνήμη δὲ δέχεται πρὸς τὴν ἐλπίδα προϊοῦσαν τὴν κίνησιν· ἀλλ' εἰ μὲν πρὸς τὸ φύσει καλὸν ἡ ἐλπὶς τὴν ψυχὴν ἄγοι, φαιδρὸν ἐνσημαίνεται τῇ μνήμῃ τὸ ἴχνος ἡ τῆς προαιρέσεως κίνησις· εἰ δὲ διαψευσθείη τοῦ κρείττονος, εἰδώλῳ τινὶ καλοῦ, παρασοφισαμένης τὴν ψυχὴν τῆς ἐλπίδος, ἡ ἐπακολουθοῦσα τοῖς γινομένοις μνήμη αἰσχύνη γίνεται. Καὶ ἐμφύλως οὗτος ὁ πόλεμος ἐν τῇ ψυχῇ συνίσταται, μαχομένης τῇ ἐλπίδι τῆς μνήμης, ὡς κακῶς καθηγησαμένης τῆς προαιρέσεως. Τοιοῦτον γάρ τινα νοῦν ἑρμηνεύει σαφῶς τὸ κατ' αἰσχύνην πάθος, ὅταν δάκνηται πρὸς τὸ ἀποβὰν ἡ ψυχὴ, οἷόν τινι μάστιγι τῇ μεταμελείᾳ καθαπτομένη τῆς ἀβουλήτου ὁρμῆς, καὶ εἰς συμμαχίαν κατὰ τοῦ λυποῦντος ἐφελκομένη τὴν λήθην.
be disposed in some way towards our life, the transcendent essence. For the nature that is above every thought, being established far away from the things observed in us, traverses its own life in some other manner, and not just as we now are in living. For as human beings, because our nature is always altogether in motion, according as the impulse of free choice arises, towards that are we borne along, the soul not being similarly disposed with respect to what lies before it, as one might say, and what lies behind. For hope leads the forward movement, whereas memory receives the movement once it has advanced towards the hope; and if indeed hope leads the soul towards that which is good by nature, the movement of free choice imprints a bright trace upon the memory; whereas if it is deceived of the better thing by some phantom of the good, since hope has beguiled the soul with sophistry, the memory that follows upon what takes place becomes shame. And natively does this warfare arise within the soul, when memory fights against hope for having badly guided the free choice. For the passion of shame clearly expresses some such meaning, whenever the soul is stung at the outcome, lashing the ill-advised impulse with repentance as though with some whip, and drawing forgetfulness into alliance against that which grieves it.
Ἀλλ' ἡμῖν μὲν, διὰ τὸ πτωχήν εἶναι τοῦ καλοῦ, ἡ φύσις ἀεὶ πρὸς τὸ ἐνδέον ἴεται, καὶ ἡ τοῦ λείποντος ἔφεσις αὕτη ἐστὶν ἡ ἐπιθυμητικὴ τῆς φύσεως ἡμῶν διάθεσις, ἤτοι σφαλλομένη δι' ἀκρισίαν τοῦ ὄντος καλοῦ, ἢ καὶ τυγχάνουσα οὗ τυχεῖν ἀγαθόν. Ἡ δὲ ὑπερέχουσα πᾶσαν ἀγαθὴν ἔννοιαν φύσις, καὶ πάσης ὑπερκειμένη δυνάμεως, ἅτε μηδενὸς ἐνδεῶς ἔχουσα τῶν πρὸς τὸ ἀγαθὸν νοουμένων, αὕτη τῶν ἀγαθῶν οὖσα τὸ πλήρωμα, οὐδὲ κατὰ
Yet for us, because our nature is poor in the good, it ever hastens towards that which is lacking, and this longing for what is missing is the appetitive disposition of our nature, either erring through want of judgement regarding that which is truly good, or else attaining that which it is good to attain. But the nature that surpasses every good conception and transcends every power, inasmuch as it stands in need of none of the things conceived as contributing to the good, being itself the fullness of good things, neither by
PG 46:93Read from the page
μετοχὴν καλοῦ τινος ἐν τῷ καλῷ κινουμένη, ἀλλ' αὐτὴ οὖσα ἡ τοῦ καλοῦ φύσις, ὅ τί ποτε καὶ εἶναι τὸ καλὸν ὁ νοῦς ὑποτίθεται, οὔτε τὴν ἐλπιστικὴν κίνησιν ἐν ἑαυτῇ δέχεται. Πρὸς γὰρ τὸ μὴ παρὸν ἡ ἐλπὶς ἐνήργηται μόνον. Ὃ δὲ ἔχει τις, τί καὶ ἐλπίζει; φησὶν ὁ Ἀπόστολος. Οὔτε τῆς μνημονευτικῆς ἐνεργείας πρὸς τὴν τῶν ὄντων ἐπιστήμην ἐπιδεής ἐστι· τὸ γὰρ βλεπόμενον τοῦ μνημονευθῆναι οὐκ ἐπιδέεται.
participation in any good moving within the good, but being itself the nature of the good—whatsoever the mind supposes the good even to be—neither admits the movement of hope within itself. For hope is exercised towards that alone which is not present. But what someone has, why does he also hope for it? says the Apostle. Nor does it stand in need of the activity of memory for the knowledge of things that exist; for that which is beheld has no need of being remembered.
Ἐπεὶ δὲ οὖν παντὸς ἀγαθοῦ ἐπέκεινα ἡ θεία φύσις, τὸ δὲ ἀγαθὸν ἀγαθοῦ φίλον πάντως, διὰ τοῦτο ἐν ἑαυτῇ βλέπουσα, καὶ ὃ ἔχει θέλει, καὶ ὃ θέλει ἔχει, οὐδὲν τῶν ἔξωθεν εἰς ἑαυτὴν δεχομένη, ἔξω δὲ αὐτῆς οὐδὲν, ὅτι μὴ ἡ κακία μόνη, ἥτις, εἰ κἂν παράδοξον εἰπεῖν, ἐν τῷ μὴ εἶναι τὸ εἶναι ἔχει· οὐ γὰρ ἄλλη τίς ἐστι καὶ κακίας γένεσις, εἰ μὴ τοῦ ὄντος στέρησις. Τὸ δὲ κυρίως ὂν ἡ τοῦ ἀγαθοῦ φύσις ἐστίν. Ὃ οὖν ἐν τῷ ὄντι οὐκ ἔστιν, ἐν τῷ μὴ εἶναι πάντως ἐστίν. Ἐπειδὰν οὖν καὶ ἡ ψυχὴ πάντα τὰ ποικίλα τῆς φύσεως ἀποσκευασαμένη κινήματα θεοειδὴς γίνεται, καὶ ὑπερβᾶσα τὴν ἐπιθυμίαν ἐν ἐκείνῳ ᾖ, πρὸς ὃ ὑπὸ τῆς ἐπιθυμίας τέως ὐπήρετο, οὐκέτι τινὰ σχολὴν δίδωσιν ἐν ἑαυτῇ, οὔτε τῇ ἐλπίδι, οὔτε τῇ μνήμῃ, τὸ γὰρ ἐλπιζόμενον ἔχει· ἡ δὲ περὶ τὴν ἀπόλαυσιν τῶν ἀγαθῶν ἀσχολία τὴν μνήμην ἐκκρούει τῆς διανοίας· καὶ οὕτω τὴν ὑπερέχουσαν μιμεῖται ζωὴν τοῖς ἰδιώμασι τῆς θείας φύσεως ἐμμορφωθεῖσα, ὡς μηδὲν ὑπολειφθῆναι τῶν ἄλλων αὐτῇ, πλὴν τῆς ἀγαπητικῆς διαθέσεως, φυσικῶς τῷ καλῷ προσφυομένης. Τοῦτο γάρ ἐστιν ἡ ἀγάπη, ἡ πρὸς τὸ καταθύμιον ἐνδιάθετος σχέσις. Ὅταν οὖν ἡ ἁπλῆ καὶ μονοειδὴς καὶ ἀκριβῶς θεοείκελος ἡ ψυχὴ γινομένη εὕροιτο ἀληθῶς ἁπλοῦν τε καὶ ἄϋλον ἀγαθὸν, ἐκεῖνο τὸ μόνον τοῖόν τι ἀγαπητὸν καὶ ἐράσμιον προσφύεταί τε αὐτῷ καὶ συνανακιρνᾶται διὰ τῆς ἀγαπητῆς κινήσεώς τε καὶ ἐνεργείας, πρὸς τὸ ἀεὶ καταλαμβανόμενόν τε καὶ εὑρισκόμενον ἑαυτὴν μορφοῦσα· καὶ
Since, therefore, the divine nature is beyond every good, and the good is altogether dear to the good, on this account, beholding within itself, it both wills what it has and has what it wills, receiving nothing from outside into itself; and outside it there is nothing save wickedness alone, which—strange though it be to say—has its being in non-being; for there is no other origin of wickedness than the privation of that which is. And that which strictly is, is the nature of the good. What therefore is not in that which is, is altogether in non-being. Whenever, then, the soul also, having stripped off all the varied movements of nature, becomes godlike, and having transcended desire abides in that towards which it was hitherto lifted up by desire, it no longer grants within itself any leisure either to hope or to memory; for it holds that which is hoped for, and its occupation with the enjoyment of good things banishes memory from the mind; and thus it imitates the transcendent life, having been fashioned to the properties of the divine nature, so that none of the other dispositions is left behind for it save the loving disposition, cleaving naturally to the good. For love is this: the inward relation towards that which is dear to the heart. Whenever, therefore, the soul, becoming simple and uniform and strictly godlike, finds the truly simple and immaterial good—that sole object worthy to be loved and desirable of such a kind—it both cleaves to it and is blended together with it through the movement and activity of love, fashioning itself towards that which is ever being apprehended and found; and
Notes, col. 93

On the reading

Printed ὐπήρετο, for ὑπήρετο.

Printed εὕροιτο, for εὕροι τὸ.