Migne Reading Room

PG 46 · cols. 60–69 · Read from the page

Dialogue on the soul and resurrection which is entitled Macrinia from the edition of John Christian Wolf, collated with that which John George Krabinger gave at Landshut in the year 1840

Dialogue on the soul and resurrection which is entitled Macrinia from the edition of John Christian Wolf, collated with that which John George Krabinger gave at Landshut in the year 1840

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:60Read from the page
Ἐπειδὴ γὰρ συνέστη τὸ πᾶν, καθὼς ἡ ἱστορία φησὶν, οὐκ εὐθὺς ὁ ἄνθρωπος ἐν τῇ γῇ γίνεται, ἀλλὰ τούτου μὲν ἡ τῶν ἀλόγων προηγήσατο φύσις· ἐκείνων δὲ τὰ βλαστήματα. Δείκνυσιν, οἶμαι, διὰ τούτων ὁ λόγος, ὅτι ἡ ζωτικὴ δύναμις ἀκολουθίᾳ τινὶ τῇ σωματικῇ καταμίγνυται φύσει, πρῶτον μὲν τοῖς ἀναισθήτοις ἐνδύουσα, κατὰ τοῦτο δὲ ἐπὶ τὸ αἰσθητικὸν προϊοῦσα, εἶθ' οὕτως πρὸς τὸ νοερὸν καὶ λογιστικὸν ἀναβαίνουσα.
For when the universe came into existence, just as the narrative states, humanity did not immediately come to be upon the earth, but the nature of irrational creatures preceded this one, and before those came the sprouts. Through these things the discourse shows, I suppose, that the vital power is mingled with bodily nature in a certain sequence, entering first into insensate things, and after this advancing unto the sentient, and then in this manner ascending towards the intellectual and rational.
Οὐκοῦν τῶν ὄντων τὸ μὲν σωματικὸν, τὸ δὲ νοερόν ἐστι πάντως· τοῦ δὲ σωματικοῦ, τὸ μὲν ἔμψυχόν ἐστι, τὸ δὲ ἄψυχον. Ἔμψυχον δὲ λέγω τὸ μετέχον ζωῆς· τῶν δὲ ζώντων, τὰ μὲν αἰσθήσει συζῇ, τὰ ἀμοιρεῖ ταύτης. Πάλιν τῶν αἰσθητικῶν, τὰ μὲν λογικά ἐστι, τὰ δὲ ἄλογα. Ἐπεὶ οὖν ἡ αἰσθητικὴ ζωὴ οὐκ ἂν δίχα τῆς ὕλης συσταίη, οὐδ' ἂν τὸ νοερὸν ἄλλως ἐν σώματι γένοιτο, μὴ τῷ αἰσθητικῷ ἐμφυόμενον, τούτου χάριν τελευταία ἡ τοῦ ἀνθρώπου κατασκευὴ ἱστορεῖται, ὡς πᾶσαν ἐκπεριειληφότος τὴν ζωτικὴν ἰδέαν, τήν τε ἐν τοῖς βλαστήμασι καὶ τὴν ἐν τοῖς ἀλόγοις θεωρουμένην. Τὸ μὲν τρέφεσθαί τε αὔξεσθαι ἐκ τῆς φυτικῆς ἔχει ζωῆς· ἔστι γὰρ τὸ τοιοῦτον καὶ ἐν ἐκείνοις ἰδεῖν, ἑλκομένης τε καὶ διὰ ῥιζῶν τῆς τροφῆς καὶ ἀποποιουμένης διὰ καρπῶν τε καὶ φύλλων· τὸ δὲ κατ' αἴσθησιν οἰκονομεῖσθαι ἐκ τῶν ἀλόγων ἔχει. Τὸ δὲ διανοητικόν τε καὶ λογικὸν ἄμικτόν ἐστι ἰδιάζον, ἐπὶ ταύτης τῆς φύσεως ἐφ' ἑαυτῇ θεωρούμενον. Ἀλλ' ὥσπερ τὸ ἐφελκτικὸν τῶν ἀναγκαίων πρὸς τὴν ὑλικὴν ζωὴν ἡ φύσις ἔχει, ὅπερ ἐν ἡμῖν γενόμενον ὄρεξις λέγεται. Τοῦτο δέ φαμεν τοῦ φυσικοῦ τῆς ζωῆς εἴδους εἶναι· ἐπεὶ δὲ καὶ ἐν ἐκείνοις ἔστιν ἰδεῖν, οἷόν τινας ὁρμὰς φυσικῶς ἐνεργουμένας ἐν τῷ πληροῦσθαί τε τοῦ οἰκείου καὶ ὀργᾷν πρὸς τὴν ἔκφυσιν· οὕτω καὶ ὅσα τῆς ἀλόγου φύσεώς ἐστιν ἴδια, ταῦτα τῷ νοερῷ τῆς ψυχῆς κατεμίχθη. Ἐκείνων, φησὶν, ὁ θυμὸς, ἐκείνων ὁ φόβος, ἐκείνων τὰ ἄλλα πάντα ὅσα κατὰ τὸ ἐναντίον ἐν ἡμῖν ἐνεργεῖται, πλὴν τῆς λογικῆς τε καὶ διανοητικῆς δυνάμεως· ὃ δὴ μόνον τῆς ἡμετέρας ζωῆς ἐξαίρετον ἐν ἑαυτῷ, καθὼς εἴρηται, τοῦ θείου χαρακτῆρος ἔχον τὴν μίμησιν. Ἀλλ' ἐπειδὴ κατὰ τὸν ἤδη προαποδοθέντα λόγον, οὐκ ἔστιν ἄλλως τὴν λογικὴν δύναμιν ἐγγενέσθαι τῇ σωματικῇ ζωῇ, μὴ διὰ τῶν αἰσθήσεων ἐγγινομένην· ἡ δὲ αἴσθησις ἐν
Therefore among beings, one kind is altogether bodily, and the other intellectual; and of the bodily, one part is animate, and the other inanimate. By animate I mean that which partakes of life; and among living things, some live with sensation, whereas others have no share in this. Again, among sentient creatures, some are rational, and others irrational. Since, therefore, sentient life could not subsist apart from matter, nor could the intellectual otherwise come to be in a body unless implanted in the sentient, for this reason the framing of humanity is recounted last, as having encompassed every vital form, both that observed in sprouts and that in irrational creatures. Being nourished and growing it possesses from vegetative life; for one may see such a thing in those as well, nourishment being drawn through roots and cast off through fruits and leaves; while being governed according to sensation it possesses from irrational creatures. Yet the discursive and rational faculty is unmixed and distinct, observed by itself in this nature. However, just as nature possesses a faculty attractive of things necessary towards material life, which when arising in us is called appetite. This we say belongs to the natural species of life; and since in those too one may see, as it were, certain impulses naturally operating both in being filled with what is congenial and in swelling towards sprouting forth; so too whatever properties belong to irrational nature, these were mingled with the intellectual part of the soul. To those, she says, belongs anger, to those fear, to those all the other things that operate in us towards the opposite, save the rational and discursive faculty; which alone is the special prerogative of our life, bearing within itself, just as has been said, the imitation of the divine stamp. Yet since, according to the account already rendered beforehand, it is impossible for the rational faculty otherwise to arise within bodily life unless arising within it through the senses; and sensation in
PG 46:61Read from the page
τῇ τῶν ἀλόγων προϋπέστη φύσει· ὡς ἀναγκαίως διὰ τοῦ ἑνὸς καὶ πρὸς τὰ συνημμένα τούτων γίνεται τῆς ψυχῆς ἡμῶν ἡ κοινωνία.
nature of irrational creatures subsisted beforehand; so that of necessity through the one our soul enters into communion also with the things conjoined to these.
Ταῦτα δέ ἐστιν ὅσα ἐν ἡμῖν γινόμενα πάθη λέγεται, ἃ οὐχὶ πάντως ἐπὶ κακῷ τινι τῇ ἀνθρωπίνῃ συνεκληρώθη ζωῇ· ἦ γὰρ ἂν ὁ Δημιουργὸς τῶν κακῶν τὴν αἰτίαν ἔχῃ, εἰ ἐκεῖθεν αἱ τῶν πλημμελημάτων ἦσαν ἀνάγκαι συγκαταβεβλημέναι τῇ φύσει· ἀλλὰ τῇ ποιᾷ χρήσει τῆς προαιρέσεως, ἢ ἀρετῆς, ἢ κακίας ὄργανα τὰ τοιαῦτα τῆς ψυχῆς κινήματα γίνεται. Καθάπερ ὁ σίδηρος κατὰ γνώμην τοῦ τεχνίτου τυπούμενος, πρὸς ὅπερ ἂν ἔθετο τοῦ τεχνιτεύοντος ἡ ἐνθύμησις, πρὸς τοῦτο καὶ σχηματίζεται, ἢ ξίφος, ἤ τι γεωργικὸν ἐργαλεῖον γινόμενος. Οὐκοῦν εἰ μὲν ὁ λόγος, ὃ δὴ τῆς φύσεώς ἐστιν ἐξαίρετον, τῶν ἔξωθεν ἐπεισκριθέντων τὴν ἡγεμονίαν ἔχοι, καθὼς καὶ δι' αἰνίγματος ὁ τῆς Γραφῆς παρεδήλωσε λόγος, ἄρχειν ἐγκελευόμενος πάντων τῶν ἀλόγων, οὐκ ἄν τι πρὸς κακίας ὑπηρεσίαν τῶν τοιούτων κινημάτων ἡμῖν ἐνεργήσειε, τοῦ μὲν φόβου τὸ ὑπήκοον ἐμποιοῦντος, τοῦ δὲ θυμοῦ τὸ ἀνδρεῖον, τῆς δειλίας δὲ τὴν ἀσφάλειαν, τῆς δὲ ἐπιθυμητικῆς ὁρμῆς τὴν θείαν τε καὶ ἀκήρατον ἡμῖν ἡδονὴν προξενούσης. Εἰ δὲ ἀποβάλοι τὰς ἡνίας ὁ λόγος, καὶ οἷόν τις ἡνίοχος ἐμπλακεὶς τῷ ἅρματι κατόπιν ὑπ' αὐτοῦ σύροιτο, ἐκεῖ ἀπαγόμενος ὅπουπερ ἂν ἡ ἄλογος κίνησις τῶν ὑπεζευγμένων φέρει, τότε εἰς πάθος αἱ ὁρμαὶ καταστρέφονται, οἷον δὴ καὶ ἐπὶ τοῖς ἀλόγοις ἔστιν ἰδεῖν. Ἐπεὶ γὰρ οὐκ ἐπιστατεῖ λογισμοῖς τοῖς φυσικῶς αὐτοῖς ἐγκωμιαζομένης κινήσεως, τὰ μὲν θυμώδη τῶν ζώων ἐν ἀλλήλοις φθείρεται τῷ θυμῷ στρατηγούμενα· τὰ δὲ πολύσαρκά τε καὶ δυνατὰ εἰς οὐδὲν οἰκεῖον ἀγαθὸν ἀπώνατο τῆς δυνάμεως, κτῆμα τοῦ λογικοῦ διὰ τὴν ἀλογίαν γινόμενα· ἥ τε τῆς ἐπιθυμίας καὶ τῆς ἡδονῆς ἐνέργεια περὶ οὐδὲν τῶν ὑψηλῶν ἀσχολοῦται· οὔτε ἄλλο τι τῶν ἐν αὐτοῖς θεωρουμένων λόγῳ τινὶ πρὸς τὸ λυσιτελοῦν διεξάγεται. Οὕτω καὶ ἐν ἡμῖν εἰ μὴ πρὸς τὸ δέον ἄγοιτο ταῦτα διὰ τοῦ λογισμοῦ, ἀλλ' ἐπικρατοίη τῆς τοῦ νοῦ δυναστείας τὰ πάθη, πρὸς τὸ ἄλογόν τε καὶ ἀνόητον μεταβαίνων ὁ ἄνθρωπος, ἀπὸ τοῦ διανοητικοῦ καὶ θεοειδοῦς τῇ ὁρμῇ τῶν τοιούτων παθη-
And these are whatever things arising within us are called passions, which were not at all allotted to human life for any evil purpose (for truly otherwise the Creator would bear the blame for evils, if from that source the necessities of transgressions had been cast together into nature), but by the particular use of free choice such movements of the soul become instruments either of virtue or of vice. Just as iron, being fashioned according to the purpose of the craftsman, is shaped towards whatever the design of the artificer has set down, becoming either a sword or some agricultural implement. Therefore, if reason, which is indeed the special prerogative of nature, holds command over the things imported from without, just as the word of Scripture also indicated through an enigma when bidding humanity rule over all irrational creatures, none of such movements would operate in us for the service of vice, fear producing obedience, anger courage, timidity safety, and the appetitive impulse procuring for us the divine and undefiled pleasure. Yet if reason should cast away the reins and, like some charioteer entangled in the chariot, be dragged behind by it, carried off thither wherever the irrational movement of the yoked beasts bears it, then the impulses are turned upside down into passion, just as one may indeed see among irrational creatures as well. For since it does not preside by reasonings over the movement celebrated in them by nature, the spirited among animals are destroyed by one another under the command of anger; while the fleshy and strong derive from their strength no benefit of their own, becoming the possession of the rational creature on account of their lack of reason; and the activity of desire and pleasure is busied about nothing lofty; nor is anything else observed in them conducted by any reason towards what is advantageous. Thus in us too, unless these things are guided by reasoning towards what is fitting, and if instead the passions prevail over the sovereignty of the mind, humanity, passing over towards the irrational and senseless, from the discursive and godlike by the rush of such pass-
PG 46:64Read from the page
μάτων ἀποκτηνούμενος.—Γ. Ἐγὼ δὲ καὶ σφόδρα περὶ τὰ εἰρημένα διατεθεὶς, Ἀρκεῖ μὲν, ἔφην, παντὶ τῷ γε νοῦν ἔχοντι ψιλῶς οὑτωσὶ καὶ ἀκατασκεύως δι' ἀκολούθου προελθὼν ὁ λόγος, εὖ ἔχειν δόξαι καὶ μηδαμοῦ παρεσφάλθαι τῆς ἀληθείας.
ions being reduced to a beast.—G. And I, being very favourably disposed towards the things that had been said, replied: Simply thus and without artifice advancing in sequence, the discourse suffices, to anyone at least who possesses sense, to seem sound and nowhere to have erred from the truth.
Ἐπεὶ δὲ τοῖς μὲν τὰς τεχκινὰς ἐφόδους μεμελετηκόσι τῶν ἀποδείξεων, ὁ συλλογισμὸς ἱκανὸς εἰς πίστιν δοκεῖ· ἡμῖν δὲ πάντων τῶν τεχνικῶν συμπερασμάτων ἕξις πιστότερον εἶναι ὡμολογεῖτο τὸ διὰ τῶν ἱερῶν τῆς Γραφῆς διδαγμάτων ἀναφαινόμενον· ζητεῖν οἶμαι δεῖν ἐπὶ τοῖς εἰρημένοις, εἰ ἡ θεόπνευστος διδασκαλία τούτοις συμφέρεται.—Μ. Ἡ δὲ, Καὶ τίς ἂν ἀντείποι, φησὶ, μὴ οὐχὶ ἐν τούτῳ μόνῳ τὴν ἀλήθειαν τιθέσθω, ᾧ σφραγὶς ἔπεστι τῆς γραφικῆς μαρτυρίας; Οὐκοῦν εἰ χρή τι καὶ τῆς τοῦ Εὐαγγελίου διδασκαλίας πρὸς τὴν τοῦ δόγματος τούτου συνηγορίαν παραληφθῆναι, οὐκ ἀπὸ καιροῦ γένοιτ' ἂν ἡμῖν τῆς παραβολῆς τῶν ζιζανίων ἡ θεωρία. Ἔσπειρε γὰρ ἐκεῖ τὸ καλὸν σπέρμα ὁ οἰκοδεσπότης (ἡμεῖς δὲ πάντως ὁ οἶκός ἐσμεν)· καθεύδοντας δὲ τοὺς ἀνθρώπους ἐπιφυλάξας ἐνέσπειρεν ὁ ἐχθρὸς τῷ τροφίμῳ τὸ ἄχρηστον, αὐτῷ τῷ σίτῳ κατὰ τὸ μέσον ἐνθεὶς τὸ ζιζάνιον. Καὶ συνεβλάστησαν ἀλλήλοις τὰ σπέρματα. Οὐ γὰρ ἦν δυνατὸν τὸ αὐτῷ τῷ σίτῳ ἐντεθὲν σπέρμα μὴ σὺν ἐκείνῳ βλαστῆσαι. Κωλύει δὲ τοὺς ὑπηρέτας ὁ τῆς γεωργίας ἔφορος μὴ ἀποτίλλειν τὸ ἄχρηστον διὰ τὴν ἐν τῇ ῥίζῃ τῶν ἐναντίων συμφυΐαν, ὡς ἂν μὴ τὸ ἀλλότριον συνεκτίνει τὸ τρόφιμον. Τὰς γὰρ τοιαύτας τῆς ψυχῆς ὁρμὰς διὰ τῶν καλῶν σπερμάτων οἰόμεθα τὸν λόγον ἐνδείκνυσθαι, ὧν ἕκαστον, εἰ μόνον πρὸς τὸ ἀγαθὸν ἐγεωργεῖτο, τὸν τῆς ἀρετῆς ἐν ἡμῖν καρπὸν πάντως ἐβλάστησεν. Ἐπειδὴ δὲ παρενεσπάρη τούτοις ἡ περὶ τὴν τοῦ καλοῦ κρίσιν δι' ἁμαρτίαν, καὶ τὸ ὄντως καὶ μόνον κατὰ τὴν ἰδίαν φύσιν καλὸν, διὰ τοῦ συναναφυέντος βλαστοῦ τῆς ἀπάτης ἐπεσκοτίσθη· (τὸ γὰρ ἐπιθυμητικὸν οὐ πρὸς τὸ φύσει καλὸν οὕ χάριν κατεσπάρη ἡμῖν ἐφύη τε καὶ ἀνέδραμεν, ἀλλὰ πρὸς τὸ κτηνῶδες καὶ ἄλογον τὸν βλαστὸν μετεποίησε τῆς περὶ τὸ καλὸν ἀκρισίας, πρὸς τοῦτο
Yet since to those who have practised the technical methods of demonstrations, syllogism seems sufficient for conviction, whereas to us what is brought to light through the sacred teachings of Scripture was acknowledged to be a habit more trustworthy than all technical conclusions, I suppose it is needful to inquire, in addition to the things that have been said, whether the divinely inspired teaching accords with these.—M. And she says: And who could gainsay that in that alone ought the truth to be placed upon which rests the seal of scriptural testimony? Therefore, if something from the teaching of the Gospel ought also to be taken up in defence of this doctrine, our contemplation of the parable of the tares would not be unseasonable. For there the master of the house sowed the good seed (and we altogether are the household); and watching for the time when people were sleeping, the enemy sowed the useless seed in among the nourishing crop, setting the tare right in the midst of the wheat itself. And the seeds sprouted up together with one another. For it was impossible that the seed set right within the wheat itself should not sprout along with it. Yet the overseer of the husbandry forbids the servants to pluck out what is useless on account of the growing together of the opposites at the root, lest what is alien pull out the nourishing plant along with itself. For by the good seeds we suppose the discourse indicates such impulses of the soul, each of which, if it had been cultivated towards the good alone, would altogether have sprouted forth the fruit of virtue in us. Yet since error in the judgement concerning the good was sown alongside these through sin, and that which is truly and solely good according to its own nature was darkened through the shoot of deceit that grew up along with it (for the appetitive faculty did not grow and shoot up towards the naturally good for the sake of which it was sown in us, but instead transformed its shoot towards the beastly and irrational through want of judgement concerning the good, towards this
Notes, col. 64

On the reading

Printed τεχκινὰς, for τεχνικὰς.

Printed οὕ, for οὗ.

PG 46:65Read from the page
τὴν τῆς ἐπιθυμίας ἐνεγκοῦσαν ὁρμήν. Ὡσαύτως καὶ τὸ τοῦ θυμοῦ σπέρμα οὐ πρὸς ἀνδρείαν ἐστόμωσεν, ἀλλὰ πρὸς τὴν τῶν ὁμοφύλων μάχην ἐξώπλισεν· ἥ τε τῆς ἀγάπης δύναμις τῶν νοητῶν ἀπέστη, περὶ τὴν τῶν αἰσθητῶν ἀπόλαυσιν πέρα τοῦ μέτρου ὁλομανήσασα, καὶ τὰ ἄλλα τὸν αὐτὸν τρόπον, τοὺς χείρονας βλαστοὺς ἀντὶ τῶν κρειττόνων ἐξήνθησεν·) τούτου χάριν ἀφίησιν ὁ σοφὸς γεωργὸς τὸ ἐμφυὲν τῷ σπέρματι βλάστημα ἐν αὐτῷ εἶναι, προμηθείᾳ τοῦ μὴ γυμνωθῆναι τῶν κρειττόνων ἡμᾶς, καθόλου τῆς ἐπιθυμίας τῷ ἀχρήστῳ βλαστῷ συνεκριζωθείσης. Εἰ γὰρ τοῦτο πάθη ἡ φύσις, τί ἔσται τὸ ἐπαῖρον ἡμᾶς πρὸς τὴν τῶν ἐπουρανίων συνάφειαν; ἢ τῆς ἀγάπης ἀφαιρεθείσης, τίνι τρόπῳ πρὸς τὸ Θεῖον συναφθησόμεθα; Τοῦ δὲ θυμοῦ κατασκευασθέντος, ποῖον ὅπλον κατὰ τοῦ προσπαλαίοντος ἕξομεν; Ἐφίησι τοίνυν τὰ νόθα τῶν σπερμάτων ἐν ἡμῖν ὁ γεωργὸς, οὐχ ὡς ἀεὶ κατακρατεῖν τῆς τιμιωτέρας σπορᾶς, ἀλλ' ὡς αὐτὴν τὴν ἄρουραν (οὕτω γὰρ τὴν καρδίαν τροπικῶς ὀνομάζει) διὰ τῆς ἐγκειμένης αὐτῇ φυσικῆς δυνάμεως, ἥτις ἐστὶν ὁ λογισμὸς, τὸ μὲν ξηρᾶναι τῶν βλαστημάτων, τὸ δὲ κάρπιμον καὶ εὐθαλὲς ἀπεργάσασθαι. Εἰ δὲ μὴ τοῦτο γένοιτο, τῷ πυρὶ τὴν τῆς γεωργίας διάκρισιν ταμιεύεται.
drawing the impulse that brought forth desire. In like manner it did not sharpen the seed of anger towards courage, but armed it towards battle with those of the same race; and the faculty of love departed from intelligible things, gone utterly mad beyond measure over the enjoyment of sensible things, and all the rest in the same way blossomed forth worse shoots instead of better ones); for this reason the wise husbandman suffers the shoot implanted in the seed to remain within it, out of forethought that we not be stripped of the better things if desire should be wholly uprooted along with the useless shoot. For if nature should suffer this, what will there be to lift us up towards union with heavenly things? Or if love is taken away, in what manner shall we be united to the Divine? And if anger is undone, what weapon shall we possess against the adversary who wrestles with us? The husbandman therefore permits the bastard seeds within us, not so that they may always prevail over the more precious sowing, but so that the ploughland itself (for thus tropically He names the heart), through the natural faculty implanted in it, which is reasoning, may wither the one sort of shoots and render the other fruitful and flourishing. Yet if this should not happen, He reserves the separation of the husbandry for the fire.
Οὐκοῦν εἰ μέν τις τούτοις κατὰ τὸν δέοντα χρήσαι λόγον, ἐν αὐτῷ λαμβάνηται ἐκεῖνα, καὶ μὴ αὐτὸς ἐν ἐκείνοις, ἀλλ' οἷόν τις βασιλεὺς τῇ πολυχειρίᾳ τῶν ὑπηκόων συνεργῷ χρώμενος, ῥᾷον κατορθώσει τὸ κατ' ἀρετὴν σπουδαζόμενον. Εἰ δὲ ἐκείνοις γένοιτο, καθάπερ δούλων τινῶν ἐπαναστάντων τῷ κεκτημένῳ, καὶ ἐξ ὧν δραποδισθείη ταῖς δουλικαῖς ἐπινοίαις ἀγεννῶς ὑποκύψαι, καὶ κτῆμα γένοιτο τῶν ὑπεζευγμένων κατὰ τὴν φύσιν αὐτῷ, πρὸς ἐκεῖνα κατ' ἀνάγκην μετατεθήσεται, πρὸς ἅπερ ἂν ἡ ἐπικράτησις τῶν καθηγουμένων βιάζεται. Εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὔτε ἀρετὴν, οὔτε κακίαν ἐφ' ἑαυτῶν ταῦτα ἀποφανούμεθα, ὅσα κινήματα τῆς ψυχῆς ὄντα ἐπὶ τῇ ἐξουσίᾳ τῶν χρωμένων κεῖται, ἢ καλῶς ἢ ἑτέρως ἔχειν. Ἀλλ' ὅταν μὲν αὐτοῖς πρὸς τὸ κρεῖττον ἡ
Therefore, if someone uses these according to right reason, so that those things are received in him, and not he himself in those things, then like some king employing the multitude of hands of his subjects as a helper, he will more easily achieve what is earnestly pursued according to virtue. Yet if he should become theirs, just as when certain slaves rise up against their owner, and were enslaved by them so as ignobly to bow down to slavish notions, and became the possession of the things yoked beneath him by nature, he will of necessity be shifted over towards those things whereto the mastery of what leads him compels him. And if these things stand in this way, we shall declare them neither virtue nor vice by themselves, inasmuch as being movements of the soul they lie in the power of those who use them to be disposed either nobly or otherwise. Yet whenever towards the better their
Notes, col. 65

On the reading

Printed πάθη, for πάθῃ.

PG 46:68Read from the page
κίνησις ᾖ, ἐπαίνων γίνεσθαι ὕλην, ὡς τῷ Δανιὴλ τὴν ἐπιθυμίαν, καὶ τῷ Φινεὲς τὸν θυμὸν, καὶ τῷ καλῶς πενθοῦντι τὴν λύπην. Εἰ δὲ πρὸς τὸ χεῖρον γένοιτο ἡ ῥοπὴ, τότε πάθη γίνεσθαι ταῦτα καὶ ὀνομάζεσθαι.—Γ. Ἐγὼ, ταῦτα διεξελθούσης, ἐπειδὴ παυσαμένη βραχύ τι ἔδωκε τῷ λόγῳ διαλιπεῖν, καὶ συνελεξάμην τῇ διανοίᾳ τὰ εἰρημένα, πάλιν ἐπὶ τὴν προτέραν διέδραμον ἀκολουθίαν τοῦ λόγου, ἐν ᾧ κατεσκευάζετο, μὴ ἀδύνατον εἶναι τὴν ψυχὴν διαλυθέντος τοῦ σώματος ἐν τοῖς στοιχείοις εἶναι. Καὶ τοῦτο εἶπον πρὸς τὴν διδάσκαλον· Ποῦ ἐκεῖνο τὸ πολυθρύλλητον τοῦ ᾅδου ὄνομα· πολὺ μὲν ἐν τῇ συνηθείᾳ τοῦ βίου, πολὺ δὲ ἐν ταῖς συγγραφαῖς ταῖς τε ἔξωθεν καὶ ταῖς ἡμετέραις περιφερόμενον, εἰς ὃ πάντες οἴονται καθάπερ δοχεῖον ἐνθένδε τὰς ψυχὰς μετανίστασθαι; Οὐ γὰρ ἂν τὰ στοιχεῖα τὸν ᾅδην λέγοις.—Μ. Καὶ ἡ διδάσκαλος, Δῆλος ῇ, φησὶ, μὴ λίαν προσεσχηκὼς τῷ λόγῳ. Τὴν γὰρ ἐκ τοῦ ὁρωμένου πρὸς τὸ ἀειδὲς μετάστασιν τῆς ψυχῆς εἰποῦσα, οὐδὲν ᾤμην ἀπολελοιπέναι εἰς τὸ περὶ τοῦ ᾅδου ζητούμενον. Οὐδὲν ἄλλο τί μοι δοκεῖ παρά τε τῶν ἔξωθεν καὶ παρὰ τῆς θείας Γραφῆς τὸ ὄνομα τοῦτο διασημαίνειν, ἐν ᾧ τὰς ψυχὰς γίνεσθαι λέγουσι, πλὴν εἰς τὸ ἀειδὲς καὶ ἀφανὲς μετέχουσιν.—Γ. Καὶ πῶς, εἶπον, τὸν ὑποχθόνιον χῶρον οἴονταί τινες οὕτω λέγεσθαι, καὶ ἐν αὐτῷ κακείνων τὰς ψυχὰς πανδοχεύειν, καθάπερ τι χώρημα τῆς τοιαύτης φύσεως δεκτικὸν τὰς ἀποπτάσας ἤδη τῆς ἀνθρωπίνης ζωῆς πρὸς ἑαυτὸν ἐφελκόμενον;
movement is, it becomes matter for praises, such as desire in Daniel, and anger in Phinehas, and grief in one who mourns nobly. Yet if the inclination turns towards the worse, then these both become and are named passions.—G. When she had gone through these things, once she paused and granted a brief respite to the discourse, and I had gathered together in thought the things that had been said, I ran back again to the earlier sequence of the argument, wherein it was established that it is not impossible for the soul, once the body is dissolved, to remain in the elements. And I said this to the teacher: Where is that much-talked-of name of Hades, circulated much in the custom of life, and much in writings both secular and our own, into which, just like a receptacle, everyone supposes souls migrate hence? For you would surely not call the elements Hades.—M. And the teacher says: You clearly have not paid very close attention to the argument. For having spoken of the transition of the soul from the visible towards the unseen, I supposed I had left nothing lacking for the inquiry concerning Hades. That name, in which they say souls come to be, seems to me both among outsiders and in divine Scripture to signify nothing else save a shifting over into the unseen and invisible.—G. And how, said I, do some suppose the subterranean region to be called thus, and to lodge their souls within it like an inn, as though some space receptive of such a nature were drawing towards itself the souls that have already flown away from human life?
Μ. Ἀλλ' οὐδὲν μᾶλλον, φησὶν ἡ διδάσκαλος, τὸ δόγμα διὰ τῆς ὑπονοίας ταύτης παραβλαβήσεται, κἂν ἀληθὴς ὁ λόγος ὁ κατὰ σέ. Εἰ γὰρ συνεχῆ τε πρὸς ἑαυτὸν καὶ ἀδιάσπαστον εἶναι τὸν οὐράνιον πόλον τῷ ἰδίῳ κύκλῳ πάντα ἐμπεριέχοντα, καὶ ἐν τῷ μέσῳ τὴν γῆν καὶ τὰ περὶ αὐτὴν αἰωρεῖσθαι, καὶ πάντως κυκλοφορουμένων τὴν κίνησιν περὶ τὸ ἑστὼς καὶ πάγιον γίνεσθαι, ἀνάγκη πᾶσα, φησὶν, ὅτιπερ ἂν ἑκάστῳ ἐκ τῶν στοιχείων ᾖ κατὰ τὸ ἄνω τῆς γῆς μέρος, τοῦτο κατὰ τὸ ἀντικείμενον εἶναι, μιᾶς τῆς οὐσίας ὅλον αὐτῆς τὸν ὄγκον ἐν κύκλῳ περιθεούσης. Καὶ ὥσπερ ὑπὲρ τοῦ ἡλίου φανέντος ἐπὶ τὸ ὑποκείμενον αὐτῆς στρέφεται ἡ
M. Yet none the more, says the teacher, will our doctrine be harmed through this supposition, even if the account according to you is true. For if the heavenly vault is continuous with itself and unbroken, encompassing all things within its own circle, and in the middle the earth and the things around it are suspended, and the motion of things carried round in a circle takes place altogether around what stands fast and firm, there is every necessity, says she, that whatever belongs to each of the elements on the upper side of the earth should exist on the opposite side as well, one single substance running round the whole bulk of it in a circle. And just as when the sun appears above, towards the underlying part of it turns the
Notes, col. 68

On the reading

Printed κακείνων, for κἀκείνων.

PG 46:69Read from the page
σκιὰ τοῦ σφαιροειδοῦς σχήματος, οὐ δυναμένου κατ' αὐτὸν ἐν κύκλῳ διαληφθῆναι τῇ τῆς ἀκτῖνος περιβολῇ, ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην, καθ' ὅπερ ἂν τῆς γῆς μέρος προσβάλλῃ ταῖς ἀκτῖσιν ὁ ἥλιος, κατά τινος κέντρου πάντως ἐπὶ τῆς σφαίρας γινόμενος, πρὸς τὴν εὐθεῖαν διάμετρον κατὰ τὸ ἕτερον πέρας σκότος ἔσται· καὶ οὕτω κατὰ τὸ διηνεκὲς, τῷ ἡλιακῷ δρόμῳ ἐπὶ τὸ ἀντικείμενον τῇ τῆς ἀκτῖνος εὐθείᾳ συμπεριοδεύει τὸ σκότος, ὥστε κατὰ τὸ ἴσον, τόν τε ὑπέργειον, καὶ τὸν ὑπόγειον τόπον ἀνὰ μέρος γίνεσθαι ἐν φωτί τε καὶ σκότει· οὕτως εἰκὸς καὶ τᾶλλα πάντα ὅτιπερ ἂν στοιχειωδῶς ἐν τῷ καθ' ἡμᾶς ἡμισφαιρίῳ τῆς γῆς θεωρεῖται, τὸ αὐτὸ καὶ περὶ τὸ ἕτερον εἶναι μὴ ἀμφιβάλλειν. Μιᾶς δὲ καὶ τῆς αὐτῆς οὔσης κατὰ πᾶν τῆς γῆς μέρος τῆς τῶν στοιχείων περιβολῆς, οὔτε ἀντιλέγειν, οὔτε συναγορεύειν οἶμαι δεῖν τοῖς περὶ τούτων ἐνισταμένοις, ὡς δέον ἢ τοῦτον, ἢ τὸν καταχθόνιον τόπον ἀποτετάχθαι οἴεσθαι ταῖς τῶν σωμάτων ἐκλυθείσαις ψυχαῖς. Ἕως γὰρ ἂν μὴ παρακινοίη τὸ προηγούμενον δόγμα ἡ ἔνστασις περὶ τοῦ εἶναι μετὰ τὴν ἐν σαρκὶ ζωὴν τὰς ψυχὰς, οὐδὲν περὶ τόπου ὁ ἡμέτερος λόγος διενεχθήσεται, μόνον σωμάτων ἴδιον εἶναι τὴν ἐπὶ τόπου θέσιν καταλαμβάνων· ψυχὴν δὲ ἀσώματον οὖσαν, μηδεμίαν ἀνάγκην ἔχειν ἐκ φύσεως τόποις τισὶν ἐγκατέχεσθαι.
shadow of the spherical figure, since it cannot in itself be encompassed in a circle by the embrace of the ray, but of every necessity, at whatever part of the earth the sun strikes with its rays, coming to be altogether opposite some centre upon the sphere, along a straight diameter at the other extremity there will be darkness; and thus continually, darkness travels round along with the solar course upon the side opposite to the straight line of the ray, so that in equal measure both the region above the earth and the region beneath the earth come to be by turns in light and in darkness; in this way it is reasonable not to doubt that in all other things as well, whatever is elementally observed in the hemisphere of the earth where we dwell, the very same exists around the other hemisphere too. And since the encompassment of the elements is one and the same throughout every part of the earth, I suppose we ought neither to contradict nor to plead alongside those who raise objections concerning these matters, as though one ought to suppose either this region or the subterranean one to have been assigned to souls released from bodies. For so long as the objection does not disturb the primary doctrine, namely that souls exist after life in the flesh, our argument will have no dispute at all concerning place, grasping that position in a place belongs solely to bodies, whereas the soul, being incorporeal, has no necessity by nature to be detained in particular places.
Γ. Τί οὖν, εἶπον, εἰ τὸν Ἀπόστολον ὁ ἀντιλέγων προβάλλοιτο, πᾶσαν λέγοντα τὴν λογικὴν κτίσιν ἐν τῇ τοῦ παντὸς ἀποκαταστάσει πρὸς τὸν τοῦ παντὸς ἐξηγούμενον βλέπειν, ἐν οἷς καταχθονίων μνημονεύει τινῶν δι' Ἐπιστολῆς πρὸς Φιλιππησίους εἰπὼν· ὅτι Αὐτῷ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων;—Μ. Ἐπιμενοῦμεν τῷ δόγματι, φησὶν ἡ διδάσκαλος, κἂν ταῦτα λεγόντων ἀκούωμεν, περὶ μέντοι τοῦ εἶναι τὴν ψυχὴν καὶ τὸν ἀντιλέγοντα σύμψηφον ἔχοντες, περὶ τόπου, καθὼς ἐν τοῖς φθάσασιν εἴρηται, οὐχ ἑνιστάμενοι.—Γ. Τοῖς οὖν ἐπιζητοῦσιν, εἶπον, τὴν ἀποστολικὴν ἐν τῇ φωνῇ ταύτῃ διάνοιαν, τί ἄν τις εἴπῃ, εἴπερ τῆς τοπικῆς σημασίας ἀποκινοίης τὴν λέξιν;—Μ. Ἡ δὲ, Οὔ μοι δοκεῖ, φησὶν, ὁ θεῖος Ἀπόστολος, τοπικῶς τὴν νοερὰν διακρίνων οὐσίαν, τὸ μὲν ἐπουράνιον, τὸ δὲ ἐπίγειον, τὸ δὲ καταχθόνιον ὀνομάσαι. Ἀλλ' ἐπειδὴ τρεῖς τῆς λογικῆς φύσεώς εἰσι καταστάσεις ἡμῖν, ἐξ ἀρχῆς τὴν ἀσώματον λαχοῦσαι ζωὴν, ἣν ἀγγελικὴν ὀνομάζομεν· ἡ δὲ πρὸς τὴν σάρκα
G. What then, said I, if the opponent puts forward the Apostle, when he says that in the restoration of the universe all rational creation looks towards the Ruler of the universe, wherein he makes mention of certain subterranean beings in the Epistle to the Philippians, saying that to Him every knee shall bow, of heavenly and earthly and subterranean beings (Phil. 2:10)?—M. We shall abide by our doctrine, says the teacher, even if we hear people saying these things, having even our opponent voting with us concerning the existence of the soul, while raising no contention concerning place, just as has been said in what preceded.—G. To those, then, said I, who inquire after the apostolic meaning in this utterance, what might one say, if indeed you remove the expression from its local signification?—M. And she says: The divine Apostle does not seem to me, distinguishing intellectual substance locally, to have named one part heavenly, another earthly, and another subterranean. Rather, since there are for us three conditions of rational nature—those having received from the beginning the incorporeal life, which we name angelic; another towards the flesh
Notes, col. 69

On the reading

Printed οὐχ ἑνιστάμενοι, for οὐκ ἐνιστάμενοι.