μένην τὴν πρὸς τὸ κρεῖττον συνεισφορὰν τοῖς ἐναρέτοις. Τῷ τε γὰρ Δανιὴλ ἔπαινος ἦν ἡ ἐπιθυμία· καὶ ὁ Φινεὲς τῷ θυμῷ τὸν Θεὸν ἱλεώσατο· καὶ ἀρχὴν σοφίας φόβον ἐμάθομεν, καὶ τῆς κατὰ Θεὸν λύπης σωτηρίαν εἶναι τὸ πέρας παρὰ τοῦ Παύλου ἠκούσαμεν· τῶν τε δεινῶν τὴν καταφρόνησιν νουθετεῖ ἡμῖν τὸ Εὐαγγέλιον· καὶ τὸ μὴ φοβεῖσθαι πτόησιν οὐδὲν ἄλλο ἢ τοῦ θράσους ἐστὶν ὑπογραφή· ὅπερ ἐν ἀγαθοῖς ὑπὸ τῆς Σοφίας κατείλεκται. Δείκνυσι τοίνυν διὰ τῶν τοιούτων ὁ λόγος, τὸ μὴ πάθη τὰ τοιαῦτα δεῖν οἴεσθαι· οὐ γὰρ ἂν πρὸς ἀρετῆς κατόρθωσιν συμπαραληφθείη τὰ πάθη.
what is better for the virtuous. For to Daniel desire was a matter of praise; and Phinehas propitiated God by his spirit; and we learned fear to be the beginning of wisdom, and heard from Paul that salvation is the end of godly grief; and the Gospel admonishes us to have contempt for dreadful things; and not to fear terror is nothing other than a delineation of boldness, which is reckoned among good things by Wisdom. Reason shows, therefore, through such examples that one ought not to deem such things passions; for passions would not be taken along as aids towards the right achievement of virtue.
Μ. Καὶ ἡ διδάσκαλος, Ἔοικα, φησὶ, τῆς τοιαύτης τῶν λογισμῶν συγχύσεως αὐτὴν τὴν αἰτίαν παρέχειν, μὴ διακρίνασα τὸν περὶ τούτου λόγον, ὥστε τινὰ τάξιν ἀκόλουθον ἐπιτεθῆναι τῇ θεωρίᾳ. Νῦν οὖν, ὅπως ἂν οἷόν τε ᾖ, ἐπινοηθήσεταί τις τάξις τῷ σκέμματι, ὡς ἂν δι' ἀκολούθου προϊούσης τῆς θεωρίας, μὴ καθ' ἡμῶν αἱ τοιαῦται τῶν ἀντιθέσεων ἔχοιεν χώραν. Φαμὲν γὰρ τῆς ψυχῆς τὴν μὲν θεωρητικήν τε καὶ διακριτικὴν καὶ τῶν ὄντων ἐποπτικὴν δύναμιν οἰκείαν εἶναι καὶ κατὰ φύσιν αὐτὴν, καὶ διὰ τῆς θεοειδοῦς χάριτος, διὰ τοῦτο σώζειν ἐν αὐτῇ τὴν εἰκόνα. Ἐπεὶ καὶ τὸ Θεῖον, ὅ, τί ποτε κατὰ τὴν φύσιν ἐστὶν, ἐν τούτοις ὁ λογισμὸς εἶναι στοχάζεται· ἐν τῷ ἀφορᾷν τε τὰ πάντα καὶ διακρίνειν τὸ καλὸν ἀπὸ τοῦ χείρονος. Ὅσα δὲ τῆς ψυχῆς ἐν μεθορίῳ κεῖται πρὸς ἑκάτερον τῶν ἐναντίων ἐπιῤῥεπῶς κατὰ τὴν ἰδίαν φύσιν ἔχοντα· ὧν ἡ ποία χρῆσις, ἢ πρὸς τὸ καλὸν ἢ πρὸς τὸ ἐναντίον ἄγει τὴν ἔκβασιν, οἷον τὸν θυμὸν, ἢ τὸν φόβον, ἢ εἴ τι τὸ τοιοῦτον τῶν ἐν τῇ ψυχῇ κινημάτων ἐστὶν, ὧν ἄνευ οὐκ ἔστιν ἀνθρωπίνην θεωρηθῆναι φύσιν· ταῦτα ἔξωθεν ἐπιγενέσθαι αὐτῇ λογιζόμεθα, διὰ τὸ τῷ ἀρχετύπῳ κάλλει μηδένα τοιοῦτον ἐνθεωρηθῆναι χαρακτῆρα. Ὁ δὲ δὴ περὶ τούτων λόγος ἡμῖν ὡς ἐν γυμνασίῳ προκείσθω, ὡς ἂν διαφύγοι τῶν συκοφαντικῶς ἀκουόντων τὰς ἐπηρείας, ὁδῷ τινι καὶ τάξεως ἀκολουθίᾳ πρὸς τὴν ἀνθρωποποιΐαν ὁρμῆσαι τὸ Θεῖον διηγεῖται ὁ λόγος.
M. And the teacher says: I seem to provide the cause myself of such confusion of reasonings, through not having distinguished the account concerning this matter so that some consequential order might be imposed upon the inquiry. Now, therefore, in whatever way may be possible, a certain order shall be devised for the investigation, so that as the inquiry proceeds consequentially, objections of such a kind may have no place against us. For we say that the contemplative, discriminative, and inspecting power of the soul over beings is proper to it and natural itself, and on this account preserves within it the image through Godlike grace; since reason conjectures that the Divine also, whatsoever It is in nature, consists in these things: both in surveying all things and in distinguishing the good from the worse. Whatever traits of the soul, however, lie on the borderland, inclining according to their own nature towards either of the opposites—whose particular use leads the outcome either towards the good or towards its opposite, such as spirit, or fear, or whatever movement in the soul is of such a kind, apart from which human nature cannot be contemplated—these we reckon to have accrued to it from outside, because no such mark was beheld in the archetypal beauty. Let our discourse concerning these matters, then, be set forth as in a training-ground; so that it might escape the cavils of captious hearers, the word relates that the Divine set about the making of man by a certain way and sequence of order.