Migne Reading Room

PG 45 · cols. 9–20 · Read from the page

The great Catechetical Oration. Col

The great Catechetical Oration. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:9Read from the page
ΠΡΟΛΟΓΟΣ.
Prologue.
Ὁ τῆς κατηχήσεως λόγος, ἀναγκαῖος μέν ἐστι τοῖς προεστηκόσι τοῦ βίου τῆς εὐσεβείας, ὡς ἂν πληθύνοιτο τῇ προσθήκῃ τῶν σωζομένων ἡ Ἐκκλησία, τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου τῇ ἀκοῇ τῶν ἀπίστων προσαγομένου· οὐ μὴν ὁ αὐτὸς τῆς διδασκαλίας τρόπος ἐπὶ πάντων ἁρμόσει τῶν προσιόντων τῷ λόγῳ. Ἀλλὰ κατὰ τὰς τῶν θρησκειῶν διαφορὰς μεθαρμόζειν προσήκει τὴν κατήχησιν, πρὸς τὸν αὐτὸν μὲν ὁρῶντας τοῦ λόγου σκοπὸν, οὐχ ὁμοιοτρόπως δὲ ταῖς κατασκευαῖς χρωμένους. Ἄλλαις γὰρ ὑπολήψεσιν ὁ Ἰουδαΐζων προείληπται, καὶ τῷ Ἑλληνισμῷ συζῶν ἑτέραις· ὅ τε Ἀνόμοιος καὶ ὁ Μανιχαῖος, καὶ οἱ κατὰ Μαρκίωνα, καὶ Οὐαλεντίνον, καὶ Βασιλίδην, καὶ ὁ λοιπὸς κατάλογος τῶν κατὰ τὰς αἱρέσεις πλανωμένων, ἰδίαις ἕκαστος ὑπολήψεσι προειλημμένοι, ἀναγκαίαν ποιοῦσι τὴν πρὸς τὰς ἐκείνων ὑπονοίας μάχην. Κατὰ γὰρ τὸ εἶδος τῆς νόσου καὶ τὸν τρόπον τῆς θεραπείας προσαρμοστέον. Οὐ τοῖς αὐτοῖς θεραπεύσεις τοῦ Ἕλληνος τὴν πολυθεΐαν, καὶ τοῦ Ἰουδαίου την περὶ τὸν μονογενῆ Θεὸν ἀπιστίαν· οὐδὲ ἀπὸ τῶν αὐτῶν τοῖς κατὰ τὰς αἱρέσεις πεπλανημένοις ἀνατρέψεις τὰς ἠπατημένας περὶ τῶν δογμάτων μυθοποιίας. Οὐ γὰρ δι' ὧν ἄν τις ἐπανορθώσαιτο τὸν
Discourse concerning catechesis is indeed necessary for those who preside over the life of piety, so that the Church may be multiplied by the addition of those who are being saved, while the faithful word in accordance with the teaching is brought to the hearing of unbelievers; yet not the same mode of instruction will be suitable for all who approach the word. Rather, it is fitting to adapt the catechesis according to the differences of religions, looking indeed towards the same aim of the discourse, yet not employing the arguments in a uniform manner. For he who Judaizes has been preoccupied by one set of notions, and one who lives in Hellenism by others; and the Anomoean and the Manichaean, and the followers of Marcion, and Valentinus, and Basilides, and the rest of the catalogue of those who wander among the heresies, each preoccupied with his own particular notions, render necessary the contest against their suppositions. For according to the form of the disease must the manner of the cure also be adapted. You will not heal by the same means the polytheism of the Greek, and the Jew's unbelief concerning the only-begotten God; nor from the same grounds will you overturn for those led astray among the heresies their deluded fabrications of myths concerning doctrines. For not through the things whereby one might set right
Notes, col. 9

On the reading

Printed την, for τὴν.

PG 45:12Read from the page
Σαβέλλιον, διὰ τῶν αὐτῶν ὠφελήσει καὶ τὸν Ἀνόμοιον. Οὐδὲ ἡ πρὸς τὸν Μανιχαῖον μάχη καὶ τὸν Ἰουδαῖον ὀνίνησιν, ἀλλὰ χρὴ, καθὼς εἴρηται, πρὸς τὰς ὑπολήψεις τῶν ἀνθρώπων βλέπειν, καὶ κατὰ τὴν ἐγκειμένην ἑκάστῳ πλάνην ποιεῖσθαι τὸν λόγον, ἀρχάς τινας καὶ προτάσεις εὐλόγους ἐφ' ἑκάστης διαλέξεως προβαλλόμενον, ὡς ἂν διὰ τῶν παρ' ἀμφοτέροις ὁμολογουμένων ἐκκαλυφθείη κατὰ τὸ ἀκόλουθον ἡ διάνοια. Οὐκοῦν ὅταν πρός τινα τῶν Ἑλληνιζόντων ἡ διάλεξις ᾖ, καλῶς ἂν ἔχοι ταύτην ποιεῖσθαι τοῦ λόγου τὴν ἀρχὴν, πότερον εἶναι τὸ Θεῖον ὑπείληφε, ἢ τῷ τῶν ἀθέων συμφέρεται δόγματι. Εἰ μὲν οὖν μὴ εἶναι λέγει, ἐκ τῶν τεχνικῶς καὶ σοφῶς κατὰ τὸν κόσμον οἰκονομουμένων προσαχθήσεται, πρὸς τὸ διὰ τούτων εἶναί τινα δύναμιν τὴν ἐν τούτοις διαδεικνυμένην τοῦ παντὸς ὑπερκειμένην ὁμολογῆσαι. Εἰ δὲ τὸ μὲν εἶναι μὴ ἀμφιβάλλοι, εἰς πλῆθος δὲ θεοτήτων ταῖς ὑπονοίαις ἐκφέροιτο, τοιαύτῃ χρησόμεθα πρὸς αὐτὸν τῇ ἀκολουθίᾳ, πότερον τέλειον ἢ ἐλλειπὲς ἡγεῖται τὸ Θεῖον. Τοῦ δὲ κατὰ τὸ εἰκὸς τὴν τελειότητα προσμαρτυροῦντος τῇ θείᾳ φύσει, τὸ διὰ πάντων αὐτὸν τῶν ἐνθεωρουμένων τῇ θεότητι τέλειον ἀπαιτήσομαι, ὡς ἂν μὴ σύμμικτον ἐκ τῶν ἐναντίων θεωροῖτο τὸ Θεῖον, ἐξ ἐλλειποῦς καὶ τελείου. Ἀλλ' εἴτε κατὰ τὴν δύναμιν, εἴτε κατὰ τὴν τοῦ ἀγαθοῦ ἔννοιαν, εἴτε κατὰ τὸ σοφόν τε καὶ ἄφθαρτον καὶ ἀΐδιον, καὶ εἴ τι ἄλλο θεοπρεπὲς νόημα τῇ θεωρίᾳ προσκείμενον τύχοι, ἐν παντὶ τὴν τελειότητα θεωρεῖσθαι περὶ τὴν θείαν φύσιν κατὰ τὸ εὔλογον τῆς ἀκολουθίας ταύτης συγκαταθήσεται. Τούτου δὲ δοθέντος ἡμῖν, οὐκέτι ἂν εἴη χαλεπὸν τὸ ἐσκεδασμένον τῆς διανοίας εἰς πλῆθος θεῶν πρὸς μιᾶς θεότητος περιαγαγεῖν ὁμολογίαν. Εἰ γὰρ τὸ τέλειον ἐν παντὶ δοίη περὶ τὸ ὑποκείμενον ὁμολογεῖσθαι, πολλὰ δὲ εἶναι τὰ τέλεια διὰ τῶν αὐτῶν χαρακτηριζόμενα λέγοι· ἀνάγκη πᾶσα ἐπὶ τῶν μηδεμιᾷ παραλλαγῇ διακρινομένων, ἀλλ' ἐν τοῖς αὐτοῖς θεωρουμένων, ἢ ἐπιδεῖξαι τὸ ἴδιον, ἢ εἰ μηδὲν ἰδιαζόντως καταλάβοι ἡ ἔννοια, ἐφ' ὧν τὸ διακρῖνον οὐκ ἔστι μὴ ὑπονοεῖν τὴν διάκρισιν. Εἰ γὰρ μήτε παρὰ τὸ πλέον καὶ ἔλαττον τὴν διαφορὰν ἐξευρίσκοι, διότι τὴν ἐλάττωσιν ὁ τῆς τελειότητος οὐ παραδέχεται λόγος· μήτε τὴν παρὰ τὸ χεῖρον καὶ προτιμότερον· οὐ γὰρ ἂν ἔτι θεότητός τις σχοίη ὑπόληψιν, οὗ ἡ τοῦ χείρονος οὐκ ἄπεστι προσηγορία· μήτε κατὰ τὸ ἀρχαῖον καὶ πρόσφατον· τὸ γὰρ μὴ ἀει ὂν, ἔξω τῆς περὶ τὸ Θεῖόν ἐστιν ὑπολήψεως· ἀλλ' εἷς καὶ ὁ αὐτὸς τῆς θεότητος λόγος, οὐδεμιᾶς ἰδιότητος ἐν οὐδενὶ κατὰ τὸ εὔλογον εὑρισκομένης· ἀνάγκη πᾶσα πρὸς μιᾶς θεότητος ὁμολογίαν συνθλιβῆναι τὴν πεπλανημένην περὶ τοῦ πλήθους τῶν θεῶν φαντασίαν. Εἰ γὰρ τὸ ἀγαθὸν καὶ τὸ δίκαιον, τό τε σοφὸν καὶ τὸ δυνατὸν ὡσαύτως λέγοιτο, ἥ τε ἀφθαρσία καὶ ἀϊδιότης, καὶ πᾶσα εὐσεβὴς διάνοια, κατὰ τὸν αὐτὸν ὁμολογοῖτο τρόπον· πάσης κατὰ πάντα λόγον διαφορᾶς ὑφαιρουμένης, συναφαιρεῖται κατ' ἀνάγκην τὸ τῶν θεῶν πλῆθος ἀπὸ τοῦ δόγματος, τῆς διὰ πάντων ταυτότητος, εἰς τὸ ἓν τὸ δόγμα τὴν πίστιν περιαγούσης.
Sabellius, by those same arguments will one also benefit the Anomoean. Nor does the contest against the Manichaean also profit the Jew; rather, one must, as has been said, look towards people's notions, and frame the discourse in accordance with the error implanted in each individual, putting forward at each discussion certain reasonable principles and propositions, so that through the points agreed upon by both sides the true meaning may be disclosed in logical sequence. When, therefore, the discussion is with one of those who favour Hellenism, it would be well to make this the starting-point of the argument: whether he supposes the Divine to exist, or concurs with the tenet of the atheists. Now if he says that it does not exist, from the things skilfully and wisely ordered throughout the world he will be led forward to confess through these that there is a certain power manifested in them and transcending the universe. Yet if he should have no doubt as to its existence, while being carried away in his suppositions towards a multitude of deities, we shall employ against him such a train of reasoning as this: whether he considers the Divine to be perfect or deficient. And when, as is reasonable, he bears witness to perfection in the divine nature, I shall demand of him perfection throughout all the attributes contemplated in deity, lest the Divine should be contemplated as a mixture compounded of opposites, of deficient and perfect. Rather, whether in respect of power, or in respect of the conception of the good, or in respect of what is wise and incorruptible and eternal, and if any other thought befitting God should happen to be attached to the contemplation, in every respect he will assent according to the reasonableness of this sequence that perfection is contemplated concerning the divine nature. And once this is granted to us, it would no longer be difficult to bring around the thought scattered among a multitude of gods to the confession of a single deity. For if he should grant that perfection in every respect is confessed concerning the subject, while maintaining that there are many perfect beings characterized by the same attributes, there is every necessity, in the case of things distinguished by no variation at all, yet contemplated in the very same attributes, either to point out what is peculiar to each, or, if thought should grasp nothing peculiarly distinctive, not to suppose a distinction among things in which no distinguishing mark exists. For if he should discover the difference neither in terms of more and less, inasmuch as the principle of perfection does not admit diminution; nor in terms of worse and more honourable, for one could no longer hold a conception of deity where the appellation of worse is not absent; nor in respect of ancient and recent, for what does not always exist lies outside the conception concerning the Divine; whereas the account of deity is one and the same, no peculiarity being reasonably found in any instance: there is every necessity that the erring fantasy concerning the multitude of gods be compressed into the confession of a single deity. For if the good and the just, and likewise the wise and the powerful, be spoken of in the same way, and incorruptibility and eternity, and every pious conception, be confessed in the same manner, then as every difference in every respect is removed, the multitude of gods is of necessity removed along with it from the doctrine, since the identity running through all things brings faith around to the one doctrine.
Notes, col. 12

On the reading

Printed ἀει, for ἀεὶ.

PG 45:13Read from the page
ΚΕΦΑΛ. Αʹ.
Chapter I.
Ἀλλ' ἐπειδὴ καὶ ὁ τῆς εὐσεβείας λόγος οἶδέ τινα διάκρισιν ὑποστάσεων ἐν τῇ ἑνότητι τῆς φύσεως βλέπειν, ὡς ἂν μὴ τῇ πρὸς τοὺς Ἕλληνας μάχῃ, πρὸς τὸν Ἰουδαϊσμὸν ἡμῖν ὁ λόγος ὑπενεχθείη, πάλιν προσήκει διαστολῇ τινι τεχνικῇ, καὶ τὴν περὶ τοῦτο πλάνην ἐπανορθώσασθαι. Οὐδὲ γὰρ τοῖς ἔξω τοῦ καθ' ἡμᾶς δόγματος ἄλογον εἶναι τὸ Θεῖον ὑπείληπται· τοῦτο δὲ παρ' ἐκείνων ὁμολογούμενον ἱκανῶς διαρθρώσει τὸν ἡμέτερον λόγον. Ὁ γὰρ ὁμολογῶν μὴ ἄλογον εἶναι τὸν Θεὸν, πάντως λόγον ἔχειν τὸν μὴ ἄλογον συγκαταθήσεται. Ἀλλὰ μὴν ἀνθρώπινος ὁμωνύμως λέγεται λόγος. Οὐκοῦν εἰ λέγοι καθ' ὁμοιότητα τῶν παρ' ἡμῖν καὶ τὸν τοῦ Θεοῦ ὑπονοεῖν, οὕτω μεταχθήσεται πρὸς τὴν ὑψηλοτέραν ὑπόληψιν. Ἀνάγκη γὰρ πᾶσα κατάλληλον εἶναι πιστεύειν τῇ φύσει τὸν λόγον, ὡς καὶ τὰ ἄλλα πάντα. Καὶ γὰρ δύναμίς τις καὶ ζωὴ, καὶ σοφία, περὶ τὸ ἀνθρώπινον βλέπεται· ἀλλὰ οὐκ ἄν τις ἐκ τῆς ὁμωνυμίας τοιαύτην καὶ ἐπὶ τοῦ Θεοῦ τὴν ζωὴν, ἢ τὴν δύναμιν, ἢ τὴν σοφίαν ὑπονοήσειεν, ἀλλὰ πρὸς τὸ τῆς φύσεως τῆς ἡμετέρας μέτρον, συνταπεινοῦνται αἱ τῶν τοιούτων ὀνομάτων ἐμφάσεις. Ἐπειδὴ γὰρ φθαρτὴ καὶ ἀσθενὴς ἡμῶν ἡ φύσις, διὰ τοῦτο ὠκύμορος ἡ ζωὴ, ἀνυπόστατος ἡ δύναμις, ἀπαγὴς ὁ λόγος. Ἐπὶ δὲ τῆς ὑπερκειμένης φύσεως τῷ μεγαλείῳ τοῦ θεωρουμένου πᾶν τὸ περὶ αὐτὴν λεγόμενον συνεπαίρεται. Οὐκοῦν κἂν Λόγος Θεοῦ λέγηται, οὐκ ἐν τῇ ὁρμῇ τοῦ φθεγγομένου καὶ τὴν ὑπόστασιν ἔχειν νομισθήσεται, καθ' ὁμοιότητα τοῦ ἡμετέρου μεταχωρῶν εἰς ἀνύπαρκτον. Ἀλλ' ὥσπερ ἡ ἡμετέρα φύσις ἐπίκηρος οὖσα, καὶ ἐπίκηρον τὸν λόγον ἔχει· οὕτως ἡ ἄφθαρτος καὶ ἀει ἑστῶσα φύσις, ἀΐδιον ἔχει καὶ ὑφεστῶτα τὸν λόγον. Εἰ δὴ τοῦτο κατὰ τὸ ἀκόλουθον ὁμολογηθείη τὸ ὑφεστάναι τὸν τοῦ Θεοῦ Λόγον ἀϊδίως, ἀνάγκη πᾶσα ἐν ζωῇ τοῦ Λόγου τὴν ὑπόστασιν εἶναι ὁμολογεῖν. Οὐ γὰρ καθ' ὁμοιότητα τῶν λίθων ἀψύχως ὑφεστάναι τὸν Λόγον, εὐαγές ἐστιν οἴεσθαι. Ἀλλ' εἰ ὑφέστηκε νοερόν τι χρῆμα καὶ ἀσώματον ὂν, ζῇ πάντως. Εἰ δὲ τοῦ ζῆν κεχώρισται, οὐδὲ ἐν ὑποστάσει πάντως ἐστίν. Ἀλλὰ μὴν ἀσεβὲς ἀπεδείχθη τὸν τοῦ Θεοῦ Λόγον ἀνυπόστατον εἶναι. Οὐκοῦν συναπεδείχθη κατὰ τὸ ἀκόλουθον τὸ ἐν τῇ ζωῇ τοῦτον θεωρεῖσθαι τὸν Λόγον. Ἁπλῆς δὲ τῆς τοῦ Λόγου φύσεως κατὰ τὸ εἰκὸς εἶναι πεπιστευμένης, καὶ οὐδεμίαν διπλόην καὶ σύνθεσιν ἐν ἑαυτῇ δεικνυούσης, οὐκέτι ἄν τις κατὰ μετουσίαν ζωῆς ἐν ζωῇ θεωροίη τὸν Λόγον. Οὐ γὰρ ἂν ἐκτὸς εἴη συνθέσεως ἡ τοιαύτη ὑπόληψις, τὸ ἕτερον ἐν ἑτέρῳ λέγειν εἶναι· ἀλλὰ ἀνάγκη πᾶσα τῆς ἁπλότητος ὁμολογουμένης, αὐτοζωὴν εἶναι τὸν Λόγον οἴεσθαι, οὐ ζωῆς μετουσίαν. Εἰ οὖν ζῇ ὁ Λόγος, ὁ ζωὴ ὢν, καὶ προαιρετικὴν δύναμιν ἔχει πάντως. Οὐδὲν γὰρ ἀπροαίρετον τῶν ζώντων ἐστί. Τὴν δὲ προαίρεσιν ταύτην καὶ δυνατὴν εἶναι κατὰ τὸ ἀκόλουθον, εὐσεβές ἐστι λογίζεσθαι. Εἰ γὰρ μή τις τὸ δυνατὸν ὁμολογοίη, τὸ ἀδύνατον πάντως κατασκευάσει. Ἀλλὰ μὴν πόῤῥω τῆς περὶ τὸ Θεῖον ὑπολήψεώς ἐστι τὸ
Yet since the doctrine of piety also knows how to discern a certain distinction of hypostases in the unity of nature, lest in our contest against the Greeks our argument should be carried down towards Judaism, it is fitting once again by a certain skilful distinction to correct the error concerning this matter as well. For not even by those outside our doctrine is the Divine supposed to be without reason or word; and this point, when confessed by them, will sufficiently articulate our own argument. For he who confesses that God is not without word or reason will assuredly assent that He Who is not without word possesses a word. Yet human speech is called word homonymously. Therefore, if one should say that he conceives the Word of God also by analogy with the things among ourselves, in this way he will be led over towards the loftier conception. For there is every necessity to believe that the word, just like all other attributes, corresponds to the nature. For indeed a certain power, and life, and wisdom, are observed in what is human; yet no one from the homonymy would suppose life, or power, or wisdom in God also to be of such a kind, since the significations of such names are lowered together to the measure of our own nature. For because our nature is corruptible and weak, on this account our life is fleeting, our power unsubstantial, our speech unstable. In the case of the transcendent nature, however, everything predicated concerning it is elevated along with the majesty of what is contemplated. Therefore, even though One is called the Word of God, He will not be thought to have His subsistence merely in the impulse of him who utters speech, passing away into non-existence after the likeness of our own word. Rather, just as our nature, being perishable, possesses speech that is perishable too, so the incorruptible and ever-abiding nature possesses its Word eternal and subsistent. Now if this be confessed in logical sequence, that the Word of God subsists eternally, there is every necessity to confess that the subsistence of the Word is in life. For it is not pious to suppose that the Word subsists without life after the likeness of stones. Rather, if He subsists as a certain intellectual and incorporeal reality, He assuredly lives. Whereas if He is separated from living, neither is He in subsistence at all. Yet it has been shown to be impious that the Word of God should be unsubstantial. Therefore it has been demonstrated along with this, in logical sequence, that this Word is contemplated in life. And since the nature of the Word is reasonably believed to be simple, and exhibits no duplicity or composition within itself, one could no longer contemplate the Word as being in life by participation in life. For such a supposition, saying that one thing is in another, would not be free from composition; rather, once simplicity is confessed, there is every necessity to regard the Word as life-in-itself, not participation in life. If, then, the Word, Who is life, lives, He assuredly possesses deliberate power of choice as well. For nothing among living beings is devoid of choice. And that this choice is also powerful, in logical sequence, it is pious to reckon. For if one should not confess capability, he will assuredly establish incapability. Yet far removed from the conception concerning the Divine is
Notes, col. 13

On the reading

Printed ἀει, for ἀεὶ.

PG 45:16Read from the page
ἀδύνατον. Οὐδὲν γὰρ ἀπεμφαῖνον τῶν περὶ τὴν θείαν θεωρεῖται φύσιν· ἀνάγκη πᾶσα τοσαύτην εἶναι ὁμολογεῖν τοῦ Λόγου τὴν δύναμιν, ὅση ἐστὶ καὶ ἡ πρόθεσις, ἵνα μή τις μίξις τῶν ἐναντίων καὶ συνδρομὴ περὶ τὸ ἁπλοῦν θεωροῖτο, ἀδυναμίας τε καὶ δυνάμεως ἐν τῇ αὐτῇ προθέσει θεωρουμένων, εἴπερ τὸ μέν τοι δύναιτο, πρὸς δέ τι ἀδυνάτως. Πάντα δὲ δυναμένην τὴν τοῦ Λόγου προαίρεσιν πρὸς οὐδὲν τῶν κακῶν τὴν ῥοπὴν ἔχειν· ἀλλοτρία γὰρ τῆς θείας φύσεως ἡ πρὸς κακίαν ὁρμή· ἀλλὰ πᾶν ὅ τί πέρ ἐστιν ἀγαθὸν, τοῦτο καὶ βούλεσθαι. Βουλομένην δὲ πάντως καὶ δύνασθαι. Δυναμένην δὲ μὴ ἀνενέργητον εἶναι, ἀλλὰ πᾶσαν ἀγαθοῦ προαίρεσιν εἰς ἐνέργειαν ἄγει [ν]. Ἀγαθὸν δὲ ὁ κόσμος, καὶ τὰ ἐν αὐτῷ πάντα σοφῶς τε καὶ τεχνικῶς θεωρούμενα. Ἄρα τοῦ Λόγου ἔργα τὰ πάντα τοῦ ζῶντος μὲν καὶ ὑφεστῶτος, ὅτι Θεοῦ Λόγος ἐστὶ, προαιρουμένου δὲ ὅτι ζῇ· δυναμένου δὲ πάντα ὅ τί περ ἂν ἕληται, αἱρουμένου δὲ τὸ ἀγαθόν τε καὶ σοφὸν πάντως, καὶ εἴ τι τῆς κρείττονος σημασίας ἐστίν. Ἐπεὶ οὖν ἀγαθόν τι ὁ κόσμος ὁμολογεῖται, ἀπεδείχθη δὲ διὰ τῶν εἰρημένων τοῦ Λόγου ἔργον τὸν κόσμον εἶναι, τοῦ τὸ ἀγαθὸν καὶ αἱρουμένου, καὶ δυναμένου· ὁ δὲ Λόγος οὗτος ἕτερός ἐστι παρὰ τὸν οὗ ἐστι Λόγος. Τρόπον γάρ τινα τῶν πρός τι λεγομένων καὶ τοῦτό ἐστιν. Ἐπειδὴ χρὴ πάντως τῷ Λόγῳ καὶ τὸν Πατέρα τοῦ Λόγου συνυπακούεσθαι. Οὐ γὰρ ἂν εἴη Λόγος, μή τινος ὢν Λόγος. Εἰ οὖν διακρίνῃ τῷ σχετικῷ τῆς σημασίας ἡ τῶν ἀκουόντων διάνοια, αὐτόν τε τὸν Λόγον, καὶ τὸν ὅθεν ἐστὶν, οὐκέτ' ἂν ἡμῖν κινδυνεύει τὸ μυστήριον ταῖς Ἑλληνικαῖς μαχόμενον ὑπολήψεσι τοῖς τε Ἰουδαίων πρεσβεύουσι συνενεχθῆναι· ἀλλ' ἐπίσης ἑκατέρων τὴν ἀτοπίαν ἐκφεύξεται, τό τε ζῶντα τοῦ Θεοῦ Λόγον, καὶ ἐνεργὸν καὶ ποιητικὸν ὁμολογῶν· ὅπερ ὁ Ἰουδαῖος οὐ δέχεται· καὶ τὸ μὴ διαφθείρειν κατὰ τὴν φύσιν αὐτόν τε τὸν Λόγον, καὶ τὸν ὅθεν ἐστίν. Ὥσπερ γὰρ ἐκ τοῦ νοῦ ἐφ' ἡμῶν φαμεν εἶναι τὸν λόγον, οὔτε δι' ὅλου τὸν αὐτὸν εἶναι τῷ νῷ, οὔτε παντάπασιν ἕτερον· τὸ μὲν γὰρ ἐξ ἐκείνου εἶναι, ἄλλο τι καὶ οὐκ ἐκεῖνό ἐστι· τὸ αὐτὸν τὸν νοῦν εἰς τὸ ἐμφανὲς ἄγειν, οὐκέτ' ἂν ἕτερον παρ' ἐκεῖνο ὑπονοοῖτο, ἀλλὰ κατὰ τὴν φύσιν ἓν ὂν, ἕτερον τῷ ὑποκειμένῳ ἐστίν· οὕτως καὶ ὁ τοῦ Θεοῦ Λόγος, τῷ μὲν ὑφεστάναι καθ' ἑαυτὸν διῄρηται πρὸς ἐκεῖνον παρ' οὗ τὴν ὑπόστασιν ἔχει· τῷ δὲ ταῦτα δεικνύειν ἐν ἑαυτῷ, ἃ περὶ τὸν Θεὸν καθορᾶται, ὁ αὐτός ἐστι κατὰ τὴν φύσιν ἐκείνῳ τῷ διὰ τῶν αὐτῶν γνωρισμάτων εὑρισκομένῳ. Εἴτε γὰρ ἀγαθότης, εἴτε δύναμις, εἴτε σοφία, εἴτε τὸ ἀϊδίως εἶναι, εἴτε τὸ κακίας καὶ θανάτου καὶ φθορᾶς ἀνεπίδεκτον, εἴτε τὸ ἐν παντὶ τέλειον, εἴτε τι τοιοῦτον ὅλως σημεῖον ποιοῖτο τῆς τοῦ Πατρὸς καταλήψεως, διὰ τῶν αὐτῶν εὑρήσεις σημείων καὶ τὸν ἐξ ἐκείνου ὑφεστῶτα Λόγον.
incapability. For nothing incongruous is contemplated among the attributes concerning the divine nature; there is every necessity to confess that the power of the Word is as great as His purpose, lest some mixture and concurrence of opposites should be contemplated around what is simple, with incapability and capability being contemplated in the very same purpose, if indeed He were able in one respect, yet incapable in regard to another. And being capable of all things, the choice of the Word has inclination towards none of the things that are evil—for the impulse towards vice is alien to the divine nature—while willing whatever is good. And willing it, it is assuredly also able; and being able, it is not inactive, rather it brings every choice of good into operation. Now the world is good, and all the things within it are contemplated as wisely and skilfully ordered. Therefore all things are works of the Word, Who lives and subsists because He is God's Word, Who chooses because He lives, Who is capable of all things whatsoever He may choose, and Who assuredly chooses what is good and wise, and whatever else belongs to the higher signification. Since, therefore, the world is confessed to be something good, and it has been demonstrated through what has been said that the world is a work of the Word Who both chooses and is capable of the good, this Word is distinct from Him Whose Word He is. For in a certain manner this too belongs to the things spoken of relatively, inasmuch as together with the Word the Father of the Word must assuredly also be understood; for He would not be Word if He were not someone's Word. If, then, by the relational character of the signification the mind of the hearers distinguishes both the Word Himself and Him whence He is, our mystery, in contending against Greek notions, is no longer in danger of being carried along with those who uphold the tenets of the Jews; rather, it will equally escape the absurdity of both, confessing that the living Word of God is both active and creative—which the Jew does not accept—and that neither the Word Himself nor He whence He is corrupts in respect of nature. For just as among ourselves we say that speech is from the mind, being neither wholly identical with the mind nor altogether other—for its being from that mind is something distinct and not that mind itself, while its bringing the mind itself into manifestation could no longer be supposed other than that mind, being rather one in nature, yet distinct in subject—so too the Word of God, by subsisting in Himself, is distinguished over against Him from Whom He has His subsistence; whereas by displaying in Himself those attributes which are beheld around God, He is the same in nature with Him Who is found through the same tokens of recognition. For whether one should make goodness, or power, or wisdom, or eternal existence, or the incapacity to admit vice, death, and corruption, or perfection in every respect, or anything of that sort at all a sign for the apprehension of the Father, through those very same signs you will find the Word also Who subsists from Him.
Notes, col. 16

On the reading

Printed τό, for τόν.

Printed διαφθείρειν, for διαφέρειν.

PG 45:17Read from the page
ΚΕΦΑΛ. Βʹ.
Chapter II.
Ὥσπερ δὲ τὸν Λόγον ἐκ τῶν καθ' ἡμᾶς ἀναλογικῶς ἐπὶ τῆς ὑπερκειμένης ἔγνωμεν φύσεως, κατὰ τὸν αὐτὸν τρόπον, καὶ τῇ περὶ τοῦ Πνεύματος ἐννοίᾳ προσαχθησόμεθα, σκιάς τινας καὶ μιμήματα τῆς ἀφράστου δυνάμεως ἐν τῇ καθ' ἡμᾶς θεωροῦντες φύσει. Ἀλλ' ἐφ' ἡμῶν μὲν τὸ πνεῦμα, ἡ τοῦ ἀέρος ἐστὶν ὁλκὴ, ἀλλοτρίου πράγματος, πρὸς τὴν τοῦ σώματος σύστασιν ἀναγκαίως εἰσελκομένου τε καὶ προχεομένου, ὅπερ ἐν τῷ καιρῷ τῆς ἐκφωνήσεως τοῦ λόγου, φωνὴ γίνεται, τὴν τοῦ λόγου δύναμιν ἐν ἑαυτῇ φανεροῦσα. Ἐπὶ δὲ τῆς θείας φύσεως τὸ μὲν εἶναι Πνεῦμα Θεοῦ, εὐσεβὲς ἐνομίσθη, καθὼς ἐδόθη καὶ Λόγος εἶναι Θεοῦ, διὰ τὸ μὴ δεῖν ἐλλειπέστερον τοῦ ἡμετέρου λόγου τὸν τοῦ Θεοῦ εἶναι Λόγον· εἴπερ τούτου μετὰ τοῦ πνεύματος θεωρουμένου, ἐκεῖνος δίχα ⟨ ⟩νεύματος εἶναι πιστεύοιτο. Οὐ μὴν ἀλλότριον καθ' ὁμοιότητα τοῦ ἡμετέρου πνεύματος ἔξωθεν ἐπεισρεῖν τῷ Θεῷ, καὶ ἐν αὐτῷ γίνεσθαι τὸ Πνεῦμα, θεοπρεπές ἐστιν οἴεσθαι. Ἀλλ' ὡς Θεοῦ Λόγον ἀκούσαντες, οὐκ ἀνυπόστατόν τι πρᾶγμα τὸν Λόγον ᾠήθημεν, οὐδὲ ἐκ μαθήσεως ἐγγιγνόμενον, οὐδὲ διὰ φωνῆς προφερόμενον, οὐδὲ μετὰ τὸ προενεχθῆναι διαλυόμενον, οὐδὲ ἄλλο τι πάσχοντα τοιοῦτον, οἷα περὶ τὸν ἡμέτερον λόγον θεωρεῖται πάθη, ἀλλ' οὐσιωδῶς ὑφεστῶτα, προαιρετικόν τε καὶ ἐνεργὸν καὶ παντοδύναμον· οὕτω καὶ Πνεῦμα μεμαθηκότες Θεοῦ, τὸ συμπαρομαρτοῦν τῷ Λόγῳ, καὶ φανεροῦν αὐτοῦ τὴν ἐνέργειαν, οὐ πνοὴν ἄσθματος ἐννοοῦμεν. Ἦ γὰρ ἂν καθαιροῖτο πρὸς ταπεινότητα τὸ μεγαλεῖον τῆς θείας δυνάμεως, ει καθ' ὁμοιότητα τοῦ ἡμετέρου, καὶ τὸ ἐν αὐτῷ Πνεῦμα ὑπονοοῖτο· ἀλλὰ δύναμιν οὐσιώδη αὐτὴν ἐφ' ἑαυτῆς ἐν ἰδιαζούσῃ ὑποστάσει θεωρουμένην, οὔτε χωρισθῆναι τοῦ Θεοῦ ἐν ᾧ ἐστιν, ἢ τοῦ Λόγου τοῦ Θεοῦ ᾧ παρομαρτεῖ δυναμένην, οὔτε πρὸς τὸ ἀνύπαρκτον ἀναχεομένην, ἀλλὰ καθ' ὁμοιότητα τοῦ Θεοῦ Λόγου καθ' ὑπόστασιν οὖσαν προαιρετικὴν, αὐτοκίνητον, ἐνεργὸν, πάντοτε τὸ ἀγαθὸν αἱρουμένην, καὶ πρὸς πᾶσαν πρόθεσιν σύνδρομον ἔχουσα [ν] τῇ βουλήσει τὴν δύναμιν.
Just as from the things among ourselves we came to know the Word analogically in the case of the transcendent nature, in the same manner we shall also be led forward to the conception concerning the Spirit, contemplating in our own nature certain shadows and likenesses of the ineffable power. Yet in us breath is the drawing in of air, an alien substance, necessarily inhaled and exhaled for the maintenance of the body, which at the moment of the utterance of speech becomes voice, manifesting within itself the power of speech. In the case of the divine nature, however, it was deemed pious that there exists a Spirit of God, just as it was granted that there also exists a Word of God, because the Word of God must not be more deficient than our own speech, as He would be if, whereas ours is contemplated together with breath, that One were believed to be apart from spirit. Yet it is not befitting God to suppose that after the likeness of our breath something alien flows into God from without and thus becomes the Spirit within Him. Rather, when we heard of God's Word, we did not suppose the Word to be some unsubstantial thing, neither arising from learning, nor uttered through voice, nor dissolved after being uttered, nor undergoing any other such affection as those observed around our own speech, rather subsisting essentially, possessing deliberate choice, active and all-powerful; so too, having learned of the Spirit of God, Who accompanies the Word and manifests His activity, we do not conceive of a puff of breath. For truly the majesty of the divine power would be brought down to lowliness if the Spirit within Him were also supposed after the likeness of our own; rather, we conceive of Him as an essential power contemplated in itself in its own distinctive subsistence, neither capable of being separated from God in Whom it is, or from the Word of God Whom it accompanies, nor dissipated into non-existence, rather existing hypostatically after the likeness of the Word of God, capable of choice, self-moving, active, ever choosing the good, and possessing power concurrent with its counsel for every purpose.
ΚΕΦΑΛ. Γʹ.
Chapter III.
Ὥστε τὸν ἀκριβῶς τὰ βάθη τοῦ μυστηρίου διασκοπούμενον, ἐν μὲν τῇ ψυχῇ κατὰ τὸ ἀπόῤῥητον μετρίαν τινὰ κατανόησιν τῆς κατὰ τὴν θεογνωσίαν διδασκαλίας λαβεῖν, μὴ μέντοι δύνασθαι λόγῳ διασαφῆσαι τὴν ἀνέκφραστον ταύτην τοῦ μυστηρίου βαθύτητα· πῶς τὸ αὐτὸ καὶ ἀριθμητόν ἐστι, καὶ διαφεύγει τὴν ἐξαρίθμησιν, καὶ διῃρημένως ὁρᾶται, καὶ ἐν μονάδε καταλαμβάνεται, καὶ διακέκριται τῇ ὑποστάσει, καὶ οὐ μεμέρισται τῷ ὑποκειμένῳ, καὶ ἄλλο πάλιν ἐκεῖνο, οὗ καὶ ὁ Λόγος ἐστὶ καὶ τὸ Πνεῦμα. Ἀλλ' ἐπειδὰν τὸ διακεκριμένον ἐν τούτοις κατανοήσῃς, πάλιν ἡ τῆς φύσεως ἑνότης τὸν διαμερισμὸν οὐ προσίεται· ὥστε μήτε τὸ τῆς μοναρχίας σχίζεσθαι κράτος εἰς θεότητας διαφόρους κατατεμνόμενον, μήτε τῷ Ἰουδαϊκῷ δόγματι συμβαίνειν τὸν λόγον, ἀλλὰ διὰ μέσον τῶν δύο ὑπολήψεων χωρεῖν τὴν ἀλήθειαν, ἑκατέραν τε τῶν αἱρέσεων καθαιροῦσαν, καὶ ἀφ' ἑκατέρας παραδεχομένην τὸ χρήσιμον. Τοῦ μὲν γὰρ Ἰουδαίου καθαιρεῖ-
Consequently, one who examines closely the depths of the mystery receives in his soul, in an ineffable way, a certain moderate apprehension of the teaching concerning the knowledge of God, yet is unable to make clear in speech this unutterable depth of the mystery: how the same reality is both numerable and escapes enumeration, both is beheld distinctly and is apprehended in a monad, both is distinguished in subsistence and is not divided in underlying subject; and again He is distinct, Whose are both the Word and the Spirit. Yet whenever you have apprehended what is distinguished in these, once again the unity of nature does not admit division; so that neither is the sovereignty of the monarchy rent asunder by being cut up into diverse deities, nor does our account coincide with the Jewish dogma, rather the truth advances midway between the two notions, overturning each of the heresies while accepting from each what is useful. For of the Jew, on the one hand, there is over-
Notes, col. 17

On the reading

Printed ει, for εἰ.

Printed μονάδε, for μονάδι.

PG 45:20Read from the page
ται τὸ δόγμα, τῇ τε τοῦ Λόγου παραδοχῇ, καὶ τῇ πίστει τοῦ Πνεύματος· τῶν δὲ Ἑλληνιζόντων ἡ πολύθεος ἐξαφανίζεται πλάνη, τῆς κατὰ φύσιν ἑνότητος παραγραφομένης τὴν πληθυντικὴν φαντασίαν. Πάλιν δὲ ἂν ἐκ τῆς Ἰουδαϊκῆς ὑπολήψεως ἡ τῆς φύσεως ἑνότης παραμενέτω· ἐκ δὲ τοῦ Ἑλληνισμοῦ, ἡ κατὰ τὰς ὑποστάσεις διάκρισις μόνη, θεραπευθείσης ἑκατέρωθεν καταλλήλως τῆς ἀσεβοῦς ὑπονοίας. Ἔστι γὰρ ὥσπερ τις θεραπεία τῶν μὲν περὶ τὸ ἓν πλανωμένων ὁ ἀριθμὸς τῆς Τριάδος· τῶν δὲ εἰς πλῆθος ἐσκεδασμένων, ὁ τῆς ἑνότητος λόγος.
turned the dogma, both by the acceptance of the Word and by belief in the Spirit; while of those who favour Hellenism the polytheistic error is obliterated, as the unity in respect of nature rules out their pluralistic fantasy. Yet again, from the Jewish notion let the unity of nature remain, and from Hellenism the distinction in respect of hypostases alone, the impious supposition on either side being appropriately healed. For the number of the Trinity is, as it were, a kind of cure for those who err concerning the One, while the principle of unity is a cure for those who have been scattered into a multitude.
ΚΕΦΑΛ. Δʹ.
Chapter IV.
Εἰ δὲ ἀντιλέγει τούτοις ὁ Ἰουδαῖος, οὐκέτ' ἂν ἡμῖν ἐκ τοῦ ἰδίου δύσκολος ὁ πρὸς ἐκεῖνον γενήσεται λόγος. Ἐκ γὰρ τῶν συντρόφων αὐτῷ διδαγμάτων ἡ τῆς ἀληθείας ἔσται φανέρωσις. Τὸ γὰρ εἶναι Λόγον Θεοῦ, καὶ Πνεῦμα Θεοῦ οὐσιωδῶς ὑφεστώσας δυνάμεις, ποιητικάς τε τῶν γεγενημένων, καὶ περιεκτικὰς τῶν ὄντων, ἐκ τῶν θεοπνεύστων Γραφῶν ἐναργέστερον δείκνυται. Ἀρκεῖ δὲ μιᾶς μαρτυρίας ἐπιμνησθέντας, τοῖς φιλοπονωτέροις καταλιπεῖν τῶν πλειόνων τὴν εὕρεσιν. Τῷ Λόγῳ τοῦ Κυρίου, φησὶν, οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ, πᾶσα ἡ δύναμις αὐτῶν. Ποίῳ Λόγῳ καὶ ποίῳ Πνεύματι; Οὔτε γὰρ ῥῆμα ὁ Λόγος, οὔτε ἆσθμα τὸ Πνεῦμα. Ἦ γὰρ ἂν καθ' ὁμοιότητα τῆς ἡμετέρας φύσεως καὶ τὸ Θεῖον ἐξανθρωπίζοιτο, καὶ τοιούτῳ κεχρῆσθαι λόγῳ καὶ τοιούτῳ πνεύματι, τὸν τοῦ παντὸς ποιητὴν δογματίζοιεν. Τίς δ' οἴχεται δύναμις ἀπὸ ῥημάτων καὶ ἄσθματος τηλικαύτη, ὥς ἐξαρκεῖν πρὸς οὐρανοῦ σύστασιν καὶ τῶν ἐν τούτοις δυνάμεων; Εἰ γὰρ ὅμοιος τῷ ἡμετέρῳ ῥήματι καὶ ὁ τοῦ Θεοῦ Λόγος, καὶ τὸ Πνεῦμα τῷ πνεύματι, ὁμοία πάντως ἐκ τῶν ὁμοίων ἡ δύναμις· καὶ ὅσην ὁ ἡμέτερος, τοσαύτην καὶ ὁ τοῦ Θεοῦ Λόγος τὴν ἰσχὺν ἔχει. Ἀλλὰ μὴν ἀνενέργητά τε καὶ ἀνυπόστατα τὰ τοῖς ῥήμασι συνδιεξερχόμενα πνεύματα. Ἄπρακτα πάντως καὶ ἀνυπόστατα κἀκεῖνα κατασκευάζουσιν, οἱ πρὸς τὴν ὁμοιότητα τοῦ παρ' ἡμῖν λόγου τὸ Θεῖον κατάγοντες. Εἰ δὲ, καθὼς λέγει Δαβὶδ, ἐστερεώθησαν τῷ Λόγῳ τοῦ Κυρίου οἱ οὐρανοὶ, καὶ αἱ δυνάμεις αὐτῶν ἐν τῷ Πνεύματι τοῦ Θεοῦ τὴν σύστασιν ἔσχον· ἄρα συνέστηκε τὸ τῆς ἀληθείας μυστήριον, Λόγον ἐν οὐσίᾳ, καὶ Πνεῦμα ἐν ὑποστάσει λέγειν ὑφηγούμενον.
Yet if the Jew contradicts these arguments, our discussion against him will no longer prove difficult on equal terms; for from the teachings with which he has been brought up will come the manifestation of the truth. For that there exist a Word of God and a Spirit of God, essentially subsisting powers, both creative of the things that have come into being and sustaining of the things that exist, is shown all the more clearly from the divinely inspired Scriptures. And it suffices, after recalling a single testimony, to leave the discovery of the rest to the more industrious. By the Word of the Lord, it says, the heavens were established, and by the Spirit of His mouth all their power. By what Word and by what Spirit? For neither is the Word a spoken utterance, nor is the Spirit a breath. For truly the Divine too would be reduced to human form after the likeness of our nature, were they to lay down as doctrine that the Maker of the universe employs such speech and such breath. And what power so great goes forth from spoken words and breath as to suffice for the constitution of heaven and of the powers within them? For if the Word of God also is like our spoken word, and the Spirit like our breath, assuredly from like things comes a like power; and only so much strength as our word has does the Word of God also possess. Yet inactive and unsubstantial are the breaths that pass out together with spoken words. Altogether ineffectual and unsubstantial, too, do those make those divine realities who bring the Divine down to the likeness of the speech among ourselves. Whereas if, as David says, by the Word of the Lord the heavens were established, and their powers had their constitution in the Spirit of God, then the mystery of the truth stands firm, guiding us to speak of a Word in essence and a Spirit in subsistence.
ΚΕΦΑΛ. Εʹ.
Chapter V.
Ἀλλὰ τὸ μὲν εἶναι Λόγον Θεοῦ καὶ Πνεῦμα, διά τε τῶν κοινῶν ἐννοιῶν ὁ Ἕλλην, καὶ διὰ τῶν Γραφικῶν ὁ Ἰουδαῖος, ἴσως οὐκ ἀντιλέξει· τὴν δὲ κατὰ τὸν ἄνθρωπον οἰκονομίαν τοῦ Θεοῦ Λόγου, κατὰ τὸ ἴσον ἑκάτερος αὐτῶν ἀποδοκιμάσει, ὡς ἀπίθανόν τε καὶ ἀπρεπῆ περὶ Θεοῦ λέγεσθαι. Οὐκοῦν ἐξ ἑτέρας ἀρχῆς, καὶ εἰς τὴν περὶ τούτου πίστιν τοὺς ἀντιλέγοντας προσαξόμεθα. Λόγῳ τὰ πάντα γεγενῆσθαι καὶ σοφίᾳ παρὰ τοῦ τὸ πᾶν συστησαμένου πιστεύουσιν, ἢ καὶ πρὸς ταύτην δυσπειθῶς ἔχουσι τὴν ὑπόληψιν; Ἀλλ' εἰ μὴ δοῖεν Λόγον καθηγεῖσθαι καὶ σοφίαν τῆς τῶν ὄντων συστάσεως, ἀλογίαν τε καὶ ἀτεχνίαν τῇ ἀρχῇ
That there exist a Word of God and a Spirit, the Greek from common notions and the Jew from the Scriptural teachings will perhaps not dispute; yet the dispensation of the Word of God according to man each of them alike will reject, as unconvincing and unbefitting to be spoken of concerning God. Therefore from another starting-point we shall lead our opponents forward to faith concerning this matter as well. Do they believe that all things came into being through reason and wisdom from Him Who constituted the universe, or are they stubbornly disposed even towards this supposition? Yet unless they grant that reason and wisdom preside over the constitution of existing things, they will set unreason and want of skill over the origin