Migne Reading Room

PG 45 · cols. 21–32 · Read from the page

The great Catechetical Oration. Col

The great Catechetical Oration. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:21Read from the page
τοῦ παντὸς ἐπιστήσουσιν. Εἰ δὲ τοῦτο ἄτοπόν τε καὶ ἀσεβὲς, ὁμολογεῖται πάντως ὅτι Λόγον τε καὶ σοφίαν ἡγεμονεύειν τῶν ὄντων ὁμολογήσουσιν. Ἀλλὰ μὴν ἐν τοῖς φθάσασιν ἀποδέδεικται, μὴ αὐτὸ τοῦτο ῥῆμα ὢν ὁ τοῦ Θεοῦ Λόγος, ἢ ἐξ ἐπιστήμης τινὸς ἢ σοφίας· ἀλλὰ κατ' οὐσίαν τις ὑφεστῶσα δύναμις, προαιρετική τε παντὸς ἀγαθοῦ, καὶ ἐν ἰσχύϊ πᾶν τὸ κατὰ προαίρεσιν ἔχουσα. Ἀγαθοῦ δὲ ὄντος τοῦ κόσμου, τὴν τῶν ἀγαθῶν ὀρεκτήν τε καὶ ποιητικὴν δύναμιν αἰτίαν εἶναι. Εἰ δὲ τοῦ κόσμου παντὸς ἡ ὑπόστασις τῆς τοῦ Λόγου δυνάμεως ἐξῆπται, καθὼς ἡ ἀκολουθία παρέδειξεν· ἀνάγκη πᾶσα καὶ τῶν τοῦ κόσμου μερῶν μὴ ἄλλην ἐπινοεῖν αἰτίαν τινὰ τῆς συστάσεως, ἀλλ' ἢ τὸν Λόγον αὐτὸν, δι' οὗ τὰ πάντα τὴν εἰς τὸ γενέσθαι πάροδον ἔσχε. Τοῦτο δὲ εἴτε Λόγον, εἴτε σοφίαν, εἴτε δύναμιν, εἴτε Θεὸν, εἴτε ἄλλο τι τῶν ὑψηλῶν τε καὶ τιμίων ὀνομάζειν τις ἐθέλοι, οὐ διοισόμεθα. Ὅ τι γὰρ ἂν εὑρεθῇ δεικτικὸν τοῦ ὑποκειμένου ῥῆμα ἢ ὄνομα, ἕν ἐστι τὸ διὰ τῶν φωνῶν σημαινόμενον, ἡ ἀΐδιος τοῦ θεοῦ δύναμις, ἡ ποιητικὴ τῶν ὄντων, ἡ εὑρετικὴ τῶν μὴ ὄντων, ἡ συνεκτικὴ τῶν γεγονότων, ἡ προορατικὴ τῶν μελλόντων. Οὗτος τοίνυν ὁ Θεὸς, ὁ Λόγος, ἡ σοφία, ἡ δύναμις, ἀπεδείχθη κατὰ τὸ ἀκόλουθον τῆς ἀνθρωπίνης φύσεως ποιητὴς, οὐκ ἀνάγκῃ τινὶ πρὸς τὴν τοῦ ἀνθρώπου κατασκευὴν ἐναχθεὶς, ἀλλ' ἀγάπης περιουσίᾳ τοῦ τοιούτου ζώου δημιουργήσας τὴν γένεσιν. Ἔδει γὰρ μήτε τὸ φῶς ἀθέατον, μήτε τὴν δόξαν ἀμάρτυρον, μήτε ἀναπόλαυστον αὐτοῦ εἶναι τὴν ἀγαθότητα, μήτε τὰ ἄλλα πάντα ὅσα περὶ τὴν θείαν καθορᾶται φύσιν, ἀργὰ κεῖσθαι, μὴ ὄντος τοῦ μετέχοντός τε καὶ ἀπολαύοντος. Εἰ τοίνυν ἐπὶ τούτοις ὁ ἄνθρωπος εἰς γένεσιν ἔρχεται, ἐφ' ᾧ τε μέτοχος τῶν θείων ἀγαθῶν γενέσθαι, ἀναγκαίως τοιοῦτος κατασκευάζεται, ὡς ἐπιτηδείως πρὸς τὴν τῶν ἀγαθῶν μετουσίαν ἔχειν. Καθάπερ γὰρ ὁ ὀφθαλμὸς διὰ τῆς ἐγκειμένης αὐτῷ φυσικῶς αὐγῆς ἐν κοινωνίᾳ τοῦ φωτὸς γίνεται, διὰ τῆς ἐμφύτου δυνάμεως τὸ συγγενὲς ἐφελκόμενος· οὕτως ἀναγκαῖον ἦν ἐγκραθῆναί τι τῇ ἀνθρωπίνῃ φύσει συγγενὲς πρὸς τὸ Θεῖον, ὡς ἂν διὰ τοῦ καταλλήλου πρὸς τὸ οἰκεῖον τὴν ἔφεσιν ἔχοι. Καὶ γὰρ καὶ ἐν τῇ τῶν ἀλόγων φύσει, ὅσα τὸν ἔνυδρον καὶ ἐναέριον ἔλαχε βίον, καταλλήλως ἕκαστον τῷ τῆς ζωῆς εἴδει κατεσκευάσθη, ὡς οἰκεῖον ἑκατέρου καὶ ὁμόφυλον, διὰ τῆς ποιᾶς τοῦ σώματος διαπλάσεως, τῷ μὲν τὸν ἀέρα, τῷ δὲ τὸ ὕδωρ εἶναι. Οὕτως οὖν καὶ τὸν ἄνθρωπον ἐπὶ τῇ τῶν θείων ἀγαθῶν ἀπολαύσει γενόμενον, ἔδει τι συγγενὲς ἐν τῇ φύσει πρὸς τὸ μετεχόμενον ἔχειν. Διὰ τοῦτο καὶ ζωῇ, καὶ λόγῳ, καὶ σοφίᾳ, καὶ πᾶσι τοῖς θεοπρεπέσιν ἀγαθοῖς, κατεκοσμήθη, ὡς ἂν δι' ἑκάστου τούτων πρὸς τὸ οἰκεῖον τὴν ἐπιθυμίαν ἔχοι. Ἐπεὶ οὖν ἓν τῶν περὶ τὴν θείαν φύσιν ἀγαθῶν καὶ ἡ ἀϊδιότης ἐστὶν, ἔδει πάντως μηδὲ τούτου τὴν κατασκευὴν εἶναι τῆς φύσεως ἡμῶν ἀπόκληρον, ἀλλ' ἔχειν ἐν ἑαυτῇ τὸ ἀθάνατον, ὡς ἂν διὰ τῆς ἐγκειμένης δυνάμεως γνωρίζοιτο τὸ ὑπερκείμενον, καὶ ἐν ἐπιθυμίᾳ τῆς θείας ἀϊδιότητος εἴη. Ταῦτα τῇ περιληπτικῇ φωνῇ δι' ἑνὸς ῥήματος ὁ τῆς κοσμογονίας ἐνεδείξατο λόγος, κατ' εικόνα Θεοῦ τὸν ἄνθρωπον γεγενῆσθαι λέγων. Ἐν γὰρ τῇ ὁμοιώσει τῇ κατὰ τὴν εικόνα πάντως
of the universe. Whereas if this is both absurd and impious, it is assuredly agreed that they will confess reason and wisdom to hold sovereignty over existing things. Yet in what has gone before it has been demonstrated that the Word of God is not a mere spoken utterance, nor arising from some science or wisdom, rather a certain power subsisting essentially, both choosing every good and holding in its strength everything that accords with its choice. And since the world is good, its cause is the power that both desires and creates good things. Now if the subsistence of the entire world depends upon the power of the Word, as the logical sequence has shown, there is every necessity to conceive of no other cause for the constitution of the parts of the world either, save the Word Himself, through Whom all things had their passage into coming to be. And whether one should wish to name this reality Word, or wisdom, or power, or God, or any other of the lofty and honourable titles, we shall not quarrel over it. For whatever expression or name indicative of the subject may be found, one thing is signified through the terms: the eternal power of God, creative of beings, inventive of things that were not, sustaining of things that have come to be, foreseeing of things to come. This God, therefore, the Word, wisdom, power, has been demonstrated in logical sequence to be the Maker of human nature, induced by no necessity to the fashioning of man, rather framing out of superabundance of love the coming into being of such a living creature. For neither ought His light to have remained unseen, nor His glory unwitnessed, nor His goodness unenjoyed, nor ought all the other attributes beheld around the divine nature to have lain idle, with none existing to share in and enjoy them. If, therefore, man comes into being on these terms, namely in order to become a partaker of the divine goods, he is of necessity fashioned in such a way as to be suitably disposed towards participation in those goods. For just as the eye comes into communion with light through the brightness naturally implanted within it, drawing to itself what is akin through its innate power, so it was necessary that something akin to the Divine should be blended into human nature, so that through what corresponds to it nature might possess desire towards what is its own. For even in the nature of irrational creatures, among all those allotted an aquatic or an aerial life, each has been fashioned suitably to its form of life, so that through the particular moulding of the body the air is proper and congenial to the one, and the water to the other. Thus, therefore, it was necessary that man too, having come into being for the enjoyment of the divine goods, should possess within his nature something akin to that in which he participates. On this account he was adorned with life, and reason, and wisdom, and all the godlike goods, so that through each of these he might possess desire towards what is his own. Since, then, eternity also is one of the goods surrounding the divine nature, it was altogether necessary that the fashioning of our nature should not be excluded from a share in this either, rather that it should possess the immortal within itself, so that through its implanted power it might recognize what transcends it and be in desire for the divine eternity. All these things the account of the cosmogony indicated by a comprehensive expression in a single phrase, saying that man came into being according to the image of God. For in the assimilation according to the image there is assuredly
Notes, col. 21

On the reading

Printed εικόνα, for εἰκόνα.

PG 45:24Read from the page
ἐπὶ τὸ θεῖον χαρακτηριζόντων ἡ ἀπαρίθμησις, καὶ ὅσα περὶ τούτων ἱστορικώτερον ὁ Μωσῆς διεξέρχεται, ἐν διηγήσεως εἴδει δόγματα ἡμῖν παρατιθέμενος, τῆς τοιαύτης ἔχεται διδασκαλίας. Ὁ γὰρ παράδεισος ἐκεῖνος, καὶ ἡ τῶν καρπῶν ἰδιότης, ὧν ἡ βρῶσις οὐ γαστρὸς πλησμονὴν, ἀλλὰ γνῶσιν καὶ ἀϊδιότητα ζωῆς τοῖς γευσαμένοις δίδωσι· πάντα ταῦτα συνᾴδει τοῖς προτεθεωρημένοις περὶ τὸν ἄνθρωπον· ὡς ἀγαθῆς τε καὶ ἐν ἀγαθοῖς οὔσης καταρχὰς ἡμῖν τῆς φύσεως.
contained the enumeration of the attributes that characterize the Divine; and whatever Moses recounts more historically concerning these matters, setting doctrines before us in the form of narrative, adheres to such teaching. For that paradise, and the distinctive quality of its fruits, the eating of which bestows upon those who taste them not satiety of the belly, rather knowledge and eternity of life—all these things harmonize with what has previously been contemplated concerning man, showing that our nature at the beginning was both good and amidst good things.
Ἀλλ' ἀντιλέγει τυχὸν τοῖς εἰρημένοις ὁ πρὸς τὰ παρόντα βλέπων, καὶ οἴεται διελέγχειν τὸν λόγον οὐκ ἀληθεύοντα, τῷ μὴ ἐν ἐκείνοις νῦν, ἀλλ' ἐν πᾶσι σχεδὸν τοῖς ὑπεναντίοις ὁρᾶσθαι τὸν ἄνθρωπον. Ποῦ γὰρ τῆς ψυχῆς τὸ θεοειδές; ποῦ δὲ ἡ ἀπάθεια τοῦ σώματος; Ποῦ τῆς ζωῆς τὸ ἀΐδιον; Ὠκύμορον, ἐμπαθὲς, ἐπίκηρον, πρὸς πᾶσαν παθημάτων ἰδέαν κατά τε ψυχὴν καὶ σῶμα ἐπιτήδειον. Ταῦτα καὶ τὰ τοιαῦτα λέγων καὶ κατατρέχων τῆς φύσεως, ἀνατρέπειν τὸν ἀποδοθέντα περὶ τοῦ ἀνθρώπου λόγον οἰήσεται. Ἀλλ' ὡς ἂν μηδαμοῦ τοῦ ἀκολούθου ὁ λόγος παρατραπείη, καὶ περὶ τούτων ἐν ὀλίγοις διαληψόμεθα. Τὸ νῦν ἐν ἀτόποις εἶναι τὴν ἀνθρωπίνην ζωὴν, οὐχ ἱκανός ἐστιν ἔλεγχος, τοῦ μηδέποτε τὸν ἄνθρωπον ἐν ἀγαθοῖς γεγενῆσθαι. Ἐπειδὴ γὰρ Θεοῦ ἔργον ὁ ἄνθρωπος, τοῦ δι' ἀγαθότητα τὸ ζῶον τοῦτο παραγαγόντος εἰς γένεσιν, οὐκ ἄν τις εὐλόγως οὗ ἡ αἰτία τῆς συστάσεως ἀγαθότης ἐστὶ καθυποπτεύσειεν. Ἀλλ' ἕτερόν ἐστιν αἴτιον, τοῦ ταῦτά τε νῦν περὶ ἡμᾶς εἶναι, καὶ τῶν προτιμοτέρων ἐρημωθῆναι. Ἀρχὴ δὲ πάλιν καὶ πρὸς τοῦτον ἡμῖν τὸν λόγον, οὐκ ἔξωθεν τῆς τῶν ἀντιλεγόντων ἐστὶ συγκαταθέσεως. Ὁ γὰρ ἐπὶ μετουσίᾳ τῶν ἰδίων ἀγαθῶν ποιήσας τὸν ἄνθρωπον, καὶ πάντων αὐτῷ τῶν καλῶν τὰς ἀφορμὰς ἐγκατασκευάσας τῇ φύσει, ὡς ἂν δι' ἑκάστου πρὸς τὸ ὅμοιον ἡ ὄρεξις φέροιτο, οὐκ ἂν τοῦ καλλίστου καὶ τιμιωτάτου τῶν ἀγαθῶν ἀπεστέρησε, λέγω δὴ τῆς κατὰ τὸ ἀδέσποτον καὶ αὐτεξούσιον χάριτος. Εἰ γάρ τις ἀνάγκη τῇ ἀνθρωπίνῃ ἐπεστάτει ζωῇ, διεψεύσθη ἂν ἡ εἰκὼν κατ' ἐκεῖνο τὸ μέρος, ἀλλοτριωθεῖσα τῷ ἀνομοίῳ πρὸς τὸ ἀρχέτυπον. Τῆς γὰρ βασιλευούσης φύσεως ἡ ἀνάγκαις τισὶ ὑπεζευγμένη τε καὶ δουλεύουσα, πῶς ἂν εἰκὼν ὀνομάζοιτο; Οὐκοῦν τὸ διὰ πάντων πρὸς τὸ Θεῖον ὡμοιωμένον ἔδει πάντως ἔχειν ἐν τῇ φύσει τὸ αὐτοκρατὲς καὶ ἀδέσποτον, ὥστε ἆθλον ἀρετῆς εἶναι τὴν τῶν ἀγαθῶν μετουσίαν. Πόθεν οὖν, ἐρεῖς, ὁ διὰ πάντων τοῖς καλλίστοις τετιμημένος, τὰ χείρω τῶν ἀγαθῶν ἀντηλλάξατο; Σαφὴς δὲ καὶ ὁ περὶ τούτου λόγος. Οὐδεμία κακοῦ γένεσις ἐκ θείου βουλήματος τὴν ἀρχὴν ἔσχεν· ἦ γὰρ ἂν ἔξω μέμψεως ἦν ἡ κακία, Θεὸν ἑαυτῆς ἐπιγραφομένη ποιητὴν καὶ Πατέρα· ἀλλ' ἐμφύεταί πως τὸ κακὸν ἔνδοθεν, τῇ προαιρέσει τότε συνιστάμενον, ὅταν τις ἀπὸ τοῦ καλοῦ γένηται τῆς ψυχῆς ἀναχώρησις. Καθάπερ γὰρ ἡ ὅρασις φύσεώς ἐστιν ἐνέργεια· ἡ δὲ πήρωσις, στέρησίς ἐστι τῆς φυσικῆς ἐνεργείας· οὕτως καὶ ἡ ἀρετὴ πρὸς τὴν κακίαν ἀνθέστηκεν. Οὐ γὰρ ἔστιν ἄλλην κακίας γένεσιν ἐν-
Perhaps, however, one who looks at present realities contradicts what has been said, and supposes that he convicts our account of untruth because man is now beheld not amidst those goods, rather amidst virtually all their opposites. For where is the godlike character of the soul? And where is the body's freedom from passion? Where is eternity of life? Man is short-lived, subject to passion, perishable, liable to every form of suffering in both soul and body. Saying these and similar things, and inveighing against nature, he will suppose that he overturns the account rendered concerning man. Yet lest our argument should anywhere be turned aside from logical sequence, we shall treat briefly of these matters as well. That human life is at present amidst untoward conditions is no sufficient proof that man never came to be amidst good things. For inasmuch as man is a work of God, Who through goodness brought this living creature into coming to be, no one could reasonably suspect Him for Whom goodness is the cause of man's constitution. Rather, there is another cause why these present ills surround us and why we have been bereft of the more honourable things. And once again, the starting-point for us in regard to this argument as well does not lie outside the assent of our opponents. For He Who made man for participation in His own goods, and implanted within his nature the seeds and occasions of all noble things, so that through each of them his desire might be borne towards what is like it, would never have deprived him of the fairest and most precious of goods—I mean the grace of being subject to no master and possessing free self-determination. For if some necessity presided over human life, the image would have been falsified in that part, alienated by unlikeness from its archetype; for how could a nature yoked to and enslaved under certain necessities be named an image of the sovereign nature? Therefore it was altogether necessary that what had been made like the Divine in all respects should possess within its nature self-rule and freedom from a master, so that participation in the goods might be the prize of virtue. Whence then, you will say, did he who had been honoured throughout with the fairest gifts exchange the goods for things worse? The account concerning this matter too is clear. No origin of evil took its beginning from the divine counsel; for truly vice would have been beyond blame, inscribing God as its own Maker and Father. Rather, evil springs up somehow from within, taking consistence in the choice whenever some withdrawal of the soul from the good occurs. For just as sight is an activity of nature, while blindness is a privation of the natural activity, so too virtue stands opposed to vice. For it is not possible to con-
PG 45:25Read from the page
νοῆσαι, ἢ ἀρετῆς ἀπουσίαν. Ὥσπερ γὰρ τοῦ φωτὸς ὑφαιρεθέντος ὁ ζόφος ἐπηκολούθησε, παρόντος δὲ οὐκ ἔστιν· οὕτως ἕως ἂν ᾖ τὸ ἀγαθὸν ἐν τῇ φύσει, ἀνύπαρκτόν ἐστι καθ' ἑαυτὸ ἡ κακία· ἡ δὲ τοῦ κρείττονος ἀναχώρησις, γίνεται τοῦ ἐναντίου γένεσις. Ἐπεὶ οὖν τοῦτο τῆς αὐτεξουσιότητός ἐστι τὸ ἰδίωμα, τὸ κατ' ἐξουσίαν ἀναιρεῖσθαι τὸ καταθύμιον, οὐχ ὁ Θεός σοι τῶν παρόντων ἐστὶν αἴτιος κακῶν, ἀδέσποτόν τε καὶ ἄνετόν σοι κατασκευάσας τὴν φύσιν, ἀλλ' ἡ ἀβουλία τὸ χεῖρον ἀντὶ τοῦ κρείττονος προελομένη.
ceive any other origin of vice than the absence of virtue. For just as when light has been withdrawn darkness follows, whereas when light is present it does not exist, so as long as the good is present in nature vice is non-existent in itself, while the withdrawal of the better becomes the coming into being of its opposite. Since, therefore, this is the peculiar property of free self-determination, freely to adopt whatever pleases the mind, God is not the cause for you of your present ills, seeing that He fashioned your nature free from a master and unconstrained; rather it is ill counsel that has chosen the worse instead of the better.
ΚΕΦΑΛ. Ϛʹ.
Chapter VI.
Ζητεῖς δὲ καὶ τὴν αἰτίαν τυχὸν τῆς κατὰ την βουλὴν διαμαρτίας· εἰς τοῦτο γὰρ ἡ ἀκολουθία τῶν λόγων φέρει. Οὐκοῦν πάλιν ἀρχή τις ἡμῖν κατὰ τὸ εὔλογον εὑρεθήσεται, ἣ καὶ τοῦτο σαφηνίσει τὸ ζήτημα. Τοιοῦτόν τινα λόγον παρὰ τῶν Πατέρων διεδεξάμεθα· ἔστι δὲ ὁ λόγος, οὐ μυθώδης διήγησις, ἀλλ' ἐξ αὐτῆς τῆς φύσεως ἡμῶν τὸ πιστὸν ἐπαγόμενος· Διπλῆ τίς ἐστιν ἐν τοῖς οὖσι κατανόησις, εἰς τὸ νοητόν τε καὶ αἰσθητὸν τῆς θεωρίας διῃρημένης. Καὶ οὐδὲν ἂν παρὰ ταῦτα καταληφθείη ἐν τῇ τῶν ὄντων φύσει, τῆς διαιρέσεως ταύτης ἔξω φερόμενον. Διῄρηται δὲ ταῦτα πρὸς ἄλληλα πολλῷ τῷ μέσῳ, ὡς μήτε τὴν αἰσθητὴν ἐν τοῖς νοητοῖς εἶναι γνωρίσμασι, μήτε ἐν τοῖς αἰσθητοῖς ἐκείνην, ἀλλ' ἀπὸ τῶν ἐναντίων ἑκατέραν χαρακτηρίζεσθαι. Ἡ μὲν γὰρ νοητὴ φύσις, ἀσώματόν τι χρῆμά ἐστι καὶ ἀναφὲς καὶ ἀνείδεον. Ἡ δὲ αἰσθητὴ κατ' αὐτὸ τὸ ὄνομα, ἐντός ἐστι τῆς διὰ τῶν αἰσθητηρίων κατανοήσεως. Ἀλλ' ὥσπερ ἐν αὐτῷ τῷ αἰσθητῷ κόσμῳ πολλῆς πρὸς ἄλληλα τῶν στοιχείων οὔσης ἐναντιώσεως, ἐπινενόηταί τις ἁρμονία διὰ τῶν ἐναντίων ἁρμοζομένη παρὰ τῆς τοῦ παντὸς ἐπιστατούσης σοφίας· καὶ οὕτως πάσης γίνεται πρὸς ἑαυτὴν συμφωνία τῆς κτίσεως, οὐδαμοῦ τῆς φυσικῆς ἐναντιότητος τὸν τῆς συμπνοίας εἱρμὸν διαλυούσης, κατὰ τὸν αὐτὸν τρόπον καὶ τοῦ αἰσθητοῦ πρὸς τὸ νοητὸν γίνεταί τις κατὰ θείαν σοφίαν μίξις τε καὶ ἀνάκρασις, ὡς ἂν πάντα τοῦ καλοῦ κατὰ τὸ ἴσον μετέχοι, καὶ μηδὲν τῶν ὄντων ἀμοιροίη τῆς κρείττονος φύσεως. Διὰ τοῦτο τὸ μὲν κατάλληλον τῇ νοητῇ φύσει χωρίον, ἡ λεπτὴ, λογικὴ καὶ εὐκίνητός ἐστιν οὐσία, κατὰ τὴν ὑπερκόσμιον λῆξιν πολλὴν ἔχουσα τῷ ἰδιάζοντι τῆς φύσεως πρὸς τὸ νοητὸν τὴν συγγένειαν. Προμηθείᾳ δὲ κρείττονι πρὸς τὴν αἰσθητὴν φύσιν γίνεταί τις τοῦ νοητοῦ συνανάκρασις, ὡς ἂν μηδὲν ἀπόβλητον εἴη τῆς κτίσεως, καθώς φησιν ὁ Ἀπόστολος, μηδὲ τῆς θείας κοινωνίας ἀπόκληρον. Τούτου χάριν ἐκ νοητοῦ τε καὶ αἰσθητοῦ, τὸ κατὰ τὸν ἄνθρωπον μίγμα παρὰ τῆς θείας ἀναδείκνυται φύσεως, καθὼς διδάσκει τῆς κοσμογενείας ὁ λόγος. Δαβὼν γὰρ, φησὶν, ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, τὸν
Perhaps you also seek the cause of the sin committed in counsel; for to this point does the sequence of our arguments lead. Once again, therefore, a certain starting-point will reasonably be found for us which will make this inquiry clear as well. Some such account as this we have received in succession from the Fathers; and the account is no mythical narrative, rather one that brings conviction from our very own nature: There is a twofold apprehension among existing things, contemplation being divided into the intelligible and the sensible. And nothing beyond these could be grasped in the nature of beings, carried outside this division. Now these are separated from one another by a wide interval, so that neither is the sensible nature among the tokens of the intelligible, nor is that nature among sensible tokens, rather each is characterized by attributes opposite to the other. For the intelligible nature is a certain incorporeal, intangible, and formless reality; whereas the sensible, in accordance with its very name, falls within apprehension through the organs of sense. Yet just as in the sensible world itself, though there exists much mutual opposition among the elements, a certain harmony fitted together through opposites has been devised by the wisdom that presides over the universe—and thus arises the concord of all creation with itself, as the natural opposition nowhere dissolves the chain of sympathy—in the very same manner, by divine wisdom there also arises a certain mixture and blending of the sensible with the intelligible, so that all things may partake equally of the good, and none of the things that exist may be without a share in the superior nature. On this account the realm corresponding to the intelligible nature is the subtle, rational, and agile essence, possessing in its supramundane allotment a great kinship with the intelligible by the distinctive character of its nature. By a higher providence, however, there takes place a certain commingling of the intelligible with the sensible nature, so that nothing of creation may be rejected, as the Apostle says, nor excluded from divine communion. For this sake, out of both intelligible and sensible is the blend that constitutes man fashioned by the divine nature, just as the account of the cosmogony teaches. For God, it says, having taken dust from the earth,
Notes, col. 25

On the reading

Printed την, for τὴν.

Printed Δαβὼν, for Λαβὼν.

PG 45:28Read from the page
ἄνθρωπον ἔπλασε· καὶ διὰ τῆς ἰδίας ἐμπνεύσεως τῷ πλάσματι τὴν ζωὴν ἐνεφύσησεν· ὡς ἂν συνεπαρθείη τῷ θείῳ τὸ γήϊνον, καὶ μία τις κατὰ τὸ ὁμότιμον διὰ πάσης τῆς κτίσεως ἡ χάρις διήκοι, τῆς κάτω φύσεως πρὸς τὴν ὑπερκόσμιον συγκιρναμένης. Ἐπεὶ οὖν τῆς νοητῆς κτίσεως προϋποστάσης, καὶ ἑκάστης τῶν ἀγγελικῶν δυνάμεων πρὸς τὴν τοῦ παντὸς σύστασιν ἐνεργείας τινὸς παρὰ τῆς τῶν πάντων ἐπιστατούσης ἐξουσίας προσνεμηθείσης, ἦν τις δύναμις ἡ τὸν περίγειον τόπον συνέχειν τε καὶ περικρατεῖν τεταγμένη, εἰς αὐτὸ τοῦτο δυναμωθεῖσα παρὰ τῆς τὸ πᾶν οἰκονομούσης δυνάμεως· εἶτα κατεσκευάσθη τὸ γήϊνον πλάσμα τῆς ἄνω δυνάμεως ἀπεικόνισμα· τοῦτο δὲ τὸ ζῶον ὁ ἄνθρωπος· καὶ ἦν ἐν αὐτῷ τὸ θεοειδὲς τῆς νοητῆς φύσεως κάλλος, ἀῤῥήτῳ τινὶ δυνάμει συγκεκραμένον· δεινὸν ποιεῖται καὶ οὐκ ἀνεκτὸν ὁ τὴν περίγειον οἰκονομίαν λαχὼν, εἰ ἐκ τῆς ὑποχειρίου αὐτῷ φύσεως ἀναδειχθήσεταί τις οὐσία πρὸς τὴν ὑπερέχουσαν ἀξίαν ὡμοιωμένη. Τὸ δ' ὅπερ ἐπὶ τὸ πάθος κατεῤῥύη τοῦ φθόνου, ὁ ἐπὶ μηδενὶ κακῷ κτισθεὶς παρὰ τοῦ τὸ πᾶν ἐν ἀγαθότητι συστησαμένου, τὸ μὲν δι' ἀκριβείας διεξιέναι, οὐ τῆς παρούσης πραγματείας ἐστί· δυνατὸν δ' ἂν εἴη καὶ δι' ὀλίγου τοῖς ἀπειθεστέροις παραθέσθαι τὸν λόγον
fashioned man; and through His own inbreathing He breathed life into the figure, so that the earthly might be raised up together with the divine, and some one grace in equal honour might pervade the whole creation, the lower nature being blended together with the supramundane. Since, therefore, after the intelligible creation had subsisted beforehand, and to each of the angelic powers a certain activity had been assigned towards the constitution of the universe by the authority presiding over all things, there was a certain power appointed both to hold together and to govern the terrestrial region, empowered for this very purpose by the power administering the universe; next was constructed the earthly figure, an image of the supernal power—and this living creature was man; and there was in him the godlike beauty of the intelligible nature, blended together with a certain ineffable power; he to whom the terrestrial administration had been allotted counts it dreadful and intolerable if out of the nature subject to his hand there shall be exhibited a certain substance likened to the transcendent dignity. Yet how he who had been created for no evil by Him Who constituted the universe in goodness slipped down into the passion of envy, to recount in detail does not belong to the present treatise; nevertheless it would be possible even in brief to set forth the argument for those who are less compliant
Τῆς γὰρ ἀρετῆς καὶ τῆς κακίας οὐχ ὡς δύο τινῶν καθ' ὑπόστασιν φαινομένων, ἡ ἀντιδιαστολὴ θεωρεῖται· ἀλλ' ὥσπερ ἀντιδιαιρεῖται τῷ ὄντι τὸ μὴ ὂν, καὶ οὐκ ἔστι καθ' ὑπόστασιν εἰπεῖν τὸ μὴ ὂν ἀντιδιαστέλλεσθαι πρὸς τὸ ὂν, ἀλλὰ τὴν ἀνυπαρξίαν ἀντιδιαιρεῖσθαι λέγομεν πρὸς τὴν ὕπαρξιν· κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ κακία τῷ τῆς ἀρετῆς ἀντικαθέστηκε λόγῳ, οὐ καθ' ἑαυτήν τις οὖσα, ἀλλὰ τῇ ἀπουσίᾳ νοουμένη τοῦ κρείττονος· καὶ ὥσπερ φαμὲν ἀντιδιαιρεῖσθαι τῇ ὁράσει τὴν πήρωσιν, οὐ καθ' ἑαυτὴν οὖσαν ἐν τῇ φύσει τὴν πήρωσιν, ἀλλὰ προλαβούσης ἕξεως στέρησιν· οὕτω καὶ τὴν κακίαν ἐν τῇ τοῦ ἀγαθοῦ στερήσει θεωρεῖσθαι λέγομεν, οἷόν τινα σκιὰν τῇ διαχωρήσει τῆς ἀκτῖνος ἐπισυμβαίνουσαν. Ἐπειδὴ τοίνυν ἡ ἄκτιστος φύσις, τῆς κινήσεως τῆς κατὰ τροπὴν καὶ μεταβολὴν καὶ ἀλλοίωσίν ἐστιν ἀνεπίδεκτος· πᾶν δὲ τὸ διὰ κτίσεως ὑποστὰν, συγγενῶς πρὸς τὴν ἀλλοίωσιν ἔχει· διότι καὶ αὐτὴ τῆς κτίσεως ἡ ὑπόστασις, ἀπὸ ἀλλοιώσεως ἤρξατο, τοῦ μὴ ὄντος εἰς τὸ εἶναι θείᾳ δυνάμει μετατεθέντος· κτιστὴ δὲ ἦν καὶ ἡ μνημονευθεῖσα δύναμις, αὐτεξουσίῳ κινήματι τὸ δοκοῦν αἱρουμένη, ἐπειδὴ πρὸς τὸ ἀγαθόν τε καὶ ἄφθονον ἐπέμυσε νόημα, ὥσπερ ὁ ἐν ἡλίῳ ταῖς βλεφάροις ἐπιβαλὼν τὰς ὄψεις σκότος ὁρᾷ, οὕτω κἀκεῖνος αὐτῷ τῷ μὴ θελῆσαι τὸ ἀγαθὸν νοῆσαι, τὸ ἐναντίον τῷ ἀγαθῷ κατενόησε, τοῦτο δέ ἐστιν ὁ φθόνος. Ὁμολογεῖ δὲ παντὸς πράγματος ἀρχὴν τῶν μεθ' ἑαυτὴν κατὰ τὸ ἀκόλουθον ἐπισυμβαινόντων αἰτίαν εἶναι· οἷον τῇ ὑγείᾳ, τὸ εὐεκτεῖν, τὸ ἐργάζεσθαι, τὸ καθ' ἡδονὴν βιοτεύειν· τῇ δὲ νόσῳ, τὸ ἀσθενεῖν, τὸ ἀνενέργητον εἶναι, τὸ ἐν ἀηδίᾳ τὴν ζωὴν ἔχειν· οὕτω
For the contradistinction between virtue and vice is contemplated not as though two things appeared in subsistence; rather, just as non-being is contradivided against being, and one cannot in respect of subsistence say that non-being is contradistinguished from being, but we say that non-existence is contradivided against existence, in the same manner also vice stands opposed to the principle of virtue, not being anything by itself, but conceived through the absence of the better; and just as we say that blindness is contradivided against sight, blindness not existing by itself in nature, but being the privation of a preceding habit, so also we say that vice is contemplated in the privation of the good, like a kind of shadow supervening upon the withdrawal of the ray. Since, therefore, the uncreated nature is incapable of the motion that takes place by turning and change and alteration, whereas everything that subsists through creation is akin to alteration, because the very subsistence of creation began from alteration, non-being having been transferred into being by divine power, and since the power just mentioned was also created, choosing whatever seemed good to it by a self-determined movement, when it closed its mind to what is good and ungrudging, just as one who in the sunlight casts his gaze upon his eyelids sees darkness, so he too, by the very refusal to apprehend the good, apprehended the contrary to the good, and this is envy. Now it is acknowledged that the beginning of every matter is the cause of what follows after it in due consequence: as, for instance, upon health follow well-being, activity, and living with pleasure; upon sickness, weakness, inactivity, and passing life in distaste; so
Notes, col. 28

On the reading

Printed ταῖς βλεφάροις, for τοῖς βλεφάροις.

PG 45:29Read from the page
καὶ τὰ ἄλλα πάντα ταῖς οἰκείαις ἀρχαῖς κατὰ τὸ ἀκόλουθον ἕπεται. Ὥσπερ οὖν ἡ ἀπάθεια τῆς κατ' ἀρετὴν ζωῆς ἀρχὴ καὶ ὑπόθεσις γίνεται, οὕτως ἡ διὰ τοῦ φθόνου γινομένη πρὸς κακίαν ῥοπὴ, τῶν μεθ' ἑαυτὴν πάντων ἀναδειχθέντων κακῶν ὁδὸς κατέστη. Ἐπειδὴ γὰρ ἅπαξ πρὸς τὸ κακὸν τὴν ῥοπὴν ἔσχεν ὁ τῇ ἀποστροφῇ τῆς ἀγαθότητος ἐν ἑαυτῷ γεννήσας τὸν φθόνον, ὥσπερ λίθος ἀκρωρείας ἀποῤῥαγεὶς ὑπὸ τοῦ ἰδίου βάρους πρὸς τὸ πρανὲς συνελαύνεται, οὕτω κἀκεῖνος τῆς πρὸς τὸ ἀγαθὸν συμφυῗας ἀποσπασθεὶς, καὶ πρὸς κακίαν βαρήσας καὶ κατανεύσας, αὐτομάτως οἷόν τινι βάρει πρὸς τὸν ἔσχατον τῆς πονηρίας ὅρον συνωσθεὶς ἀπηνέχθη, καὶ τὴν διανοητικὴν δύναμιν ἣν εἰς τὴν συνέργειαν τῆς τοῦ κρείττονος μετουσίας ἔσχε παρὰ τοῦ κτίσαντος, ταύτην εἰς εὕρεσιν τῶν κατὰ κακίαν ἐπινοουμένων συνεργὸν ποιησάμενος, εὐμηχάνως διέρχεται δι' ἀπάτης τὸν ἄνθρωπον, αὐτὸν ἑαυτοῦ πείσας γενέσθαι φονέα τε καὶ αὐτόχειρα. Ἐπειδὴ γὰρ διὰ τῆς θείας εὐλογίας δυναμωθεὶς ὁ ἄνθρωπος, ὑψηλὸς μὲν ἦν τῷ ἀξιώματι· βασιλεύειν γὰρ ἐτάχθη τῆς γῆς τε καὶ τῶν ἐπ' αὐτῆς πάντων· καλὸς δὲ τὸ εἶδος, ἀπεικόνισμα γὰρ τοῦ ἀρχετύπου ἐγεγόνει κάλλους· ἀπαθὴς δὲ τὴν φύσιν, τοῦ γὰρ ἀπαθοῦς μίμημα ἦν· ἀνάπλεως δὲ παρῥησίας, αὐτῆς κατὰ πρόσωπον τῆς θείας ἐμφανείας κατατρυφῶν· ταῦτα δὲ τῷ Ἀντικειμένῳ τοῦ κατὰ τὸν φθόνον πάθους ὑπεκκαύματα ἦν· ἰσχύϊ δέ τινι καὶ βίᾳ δυνάμεως κατεργάσασθαι τὸ κατὰ γνώμην οὐχ οἷός τε ἦν· ὑπερίσχυε γὰρ ἡ τῆς εὐλογίας τοῦ Θεοῦ δύναμις τῆς τούτου βίας· διὰ τοῦτο ἀποστῆσαι τῆς ἐνισχυούσης αὐτὸν δυνάμεως μηχανᾶται, ὡς ἂν εὐάλωτος αὐτῷ πρὸς τὴν ἐπιβουλὴν κατασταίη. Καὶ ὥσπερ ἐπὶ λύχνου τοῦ πυρὸς τῆς θρυαλλίδος περιδεδραγμένου, εἴ τις ἀδυνατῶν τῷ φυσήματι σβέσαι τὴν φλόγα ὕδωρ ἐμμίξει ἐν τῷ ἐλαίῳ, καὶ διὰ τῆς ἐπινοίας ταύτης ἀμαυρώσει τὴν φλόγα· οὕτως δι' ἀπάτης τῇ προαιρέσει τοῦ ἀνθρώπου τὴν κακίαν ἐμμίξας ὁ Ἀντικείμενος, σβέσιν τινὰ καὶ ἀμαύρωσιν τῆς εὐλογίας ἐποίησεν. Ἧς ἐπιλειπούσης, ἐξ ἀνάγκης τὸ ἀντικείμενον ἀντεισέρχεται. Ἀντίκειται δὲ τῇ ζωῇ μὲν ὁ θάνατος, ἡ ἀσθένεια δὲ τῇ δυνάμει, τῇ εὐλογίᾳ δὲ ἡ κατάρα, τῇ παῤῥησίᾳ δὲ ἡ αἰσχύνη, καὶ πᾶσι τοῖς ἀγαθοῖς τὰ κατὰ τὸ ἐναντίον νοούμενα. Διὰ τοῦτο ἐν τοῖς παροῦσι κακοῖς ἐστι νῦν τὸ ἀνθρώπινον, τῆς ἀρχῆς ἐκείνης τοιούτου τέλους τὰς ἀφορμὰς παρασχούσης.
and all other things follow their own beginnings in due consequence. Just as, therefore, impassibility becomes the beginning and foundation of the life according to virtue, so the inclination towards vice brought about through envy became the way to all the evils subsequently manifested after it. For once he who by turning away from goodness had engendered envy within himself received the inclination towards evil, just as a stone broken off from a mountain ridge is driven down the slope by its own weight, so he too, wrenched away from his natural affinity with the good, and weighed down and inclining towards vice, was borne away spontaneously as though by some weight, thrust together to the uttermost limit of wickedness; and taking the intellectual power which he possessed from the Creator for co-operation in partaking of the better, and making this a collaborator for the invention of contrivances in accordance with vice, he craftily circumvents man through deceit, persuading him to become his own murderer and slayer with his own hand. For since man, empowered through the divine blessing, was lofty in dignity—for he was appointed to reign over the earth and all things upon it—and fair in form—for he had been made a likeness of the archetypal beauty—and impassible in nature—for he was an imitation of the Impassible One—and full of boldness of speech, delighting face to face in the divine manifestation itself: these things were fuel to the Adversary for his passion of envy; yet by any strength and violence of power he was not able to accomplish his purpose, for the power of God's blessing prevailed over his violence; on this account he schemes to draw him away from the power that strengthened him, so that he might be rendered easily captured by his plot. And just as in a lamp when the fire has laid hold of the wick, if someone unable to quench the flame by blowing mixes water in the oil, and through this device dims the flame, so the Adversary, having through deceit mixed vice into man's free choice, brought about a certain quenching and dimming of the blessing. And when this fails, of necessity the opposite enters in its stead. Now opposed to life is death, and weakness to power, and the curse to blessing, and shame to boldness of speech, and to all good things those conceived by way of contrariety. On this account humanity is now amidst the present evils, that beginning having furnished the occasions for such an end.
ΚΕΦΑΛ. Ζʹ.
Chapter VII.
Καὶ μηδεὶς ἐρωτάτω, εἰ προειδὼς τὴν ἀνθρωπίνην συμφορὰν ὁ Θεὸς τὴν ἐκ τῆς ἀβουλίας αὐτῷ συμβησομένην, ἦλθεν εἰς τὸ κτίσαι τὸν ἄνθρωπον, ᾧ τὸ μὴ γενέσθαι μᾶλλον ἴσως, ἢ τὸ ἐν κακοῖς εἶναι, λυσιτελέστερον ἦν. Ταῦτα γὰρ οἱ τοῖς Μανιχαϊκοῖς δόγμασι δι' ἀπάτης παρασυρέντες εἰς σύστασιν τῆς ἑαυτῶν πλάνης προβάλλουσιν, ὡς διὰ τοῦτο πονηρὸν εἶναι τὸν τῆς ἀνθρωπίνης φύσεως κτίστην ἀποδει-
And let no one ask whether God, foreknowing the human calamity that would befall him out of his ill counsel, came to create man, for whom perhaps not to have come into being at all would have been more profitable than to be amidst evils. For those swept away through deceit by the Manichaean doctrines put these things forward to establish their own error, as on this account demon-
Notes, col. 29

On the reading

Printed συμφυῗας, for συμφυΐας.

PG 45:32Read from the page
κνύοντες. Εἰ γὰρ ἀγνοεῖ μὲν τῶν ὄντων ὁ Θεὸς οὐδὲν, ἐν κακοῖς δὲ ὁ ἄνθρωπος· οὐκέτ' ἂν ὁ τῆς ἀγαθότητος τοῦ Θεοῦ διασώζοιτο λόγος, εἴπερ ἐν κακοῖς μέλλοντα τὸν ἄνθρωπον ζήσεσθαι πρὸς τὸν βίον παρήγαγε. Εἰ γὰρ ἀγαθῆς φύσεως ἡ κατὰ ἀγαθὸν ἐνέργεια πάντως ἐστὶν, ὁ λυπηρὸς οὗτος καὶ ἐπίκηρος βίος οὐκέτ' ἂν, φησὶν, εἰς τὴν τοῦ ἀγαθοῦ δημιουργίαν ἀνάγοιτο· ἀλλ' ἕτερον χρὴ τῆς τοιαύτης ζωῆς αἴτιον οἴεσθαι, ᾧ πρὸς πονηρίαν ἡ φύσις ἐπιῤρεπῶς ἔχει. Ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτα, τοῖς μὲν ἐν βάθει, καθάπερ τινὰ ψευδοποιὸν βαφὴν τὴν αἱρετικὴν παραδεδεγμένοις ἀπάτην, ἰσχύν τινα διὰ τῆς ἐπιπολαίου πιθανότητος ἔχειν δοκεῖ· τοῖς δὲ διορατικωτέροις τῆς ἀληθείας σαθρὰ ὄντα, καὶ πρόχειρον τὴν τῆς ἀπάτης ἀπόδειξιν ἔχοντα, σαφῶς καθορᾶται. Καί μοι δοκεῖ καλῶς ἔχειν τὸν Ἀπόστολον ἐν τούτοις συνήγορον τῆς κατ' αὐτὸν παρηγορίας προστήσασθαι. Διαιρεῖ γὰρ ἐν τῷ πρὸς Κορινθίους λόγῳ τάς τε σαρκώδεις, καὶ τὰς πνευματικὰς τῶν ψυχῶν καταστάσεις· δεικνὺς, οἶμαι, διὰ τῶν λεγομένων, ὅτι οὐ δι' αἰσθήσεως τὸ καλὸν ἢ τὸ κακὸν προσήκει κρίνειν, ἀλλ' ἔξω τῶν κατὰ τὸ σῶμα φαινομένων τὸν νοῦν ἀποστήσαντα, αὐτὴν ἐφ' ἑαυτῆς τοῦ καλοῦ τε καὶ τοῦ ἐναντίου διακρίνειν τὴν φύσιν. Ὁ γὰρ πνευματικὸς, φησὶν, ἀνακρίνει τὰ πάντα. Ταύτην οἶμαι τὴν αἰτίαν τῆς τῶν δογμάτων τούτων μυθοποιίας, τοῖς τὰ τοιαῦτα προφέρουσιν ἂν γεγενῆσθαι, ὅτι πρὸς τὸ ἡδὺ τῆς σωματικῆς ἀπολαύσεως, τὸ ἀγαθὸν ὁριζόμενοι, διὰ τὸ πάθεσι καὶ ἀῤῥωστήμασιν ὑποκεῖσθαι κατ' ἀνάγκην τὴν τοῦ σώματος φύσιν σύνθετον οὖσαν καὶ εἰς διάλυσιν ῥέουσαν, ἐπακολουθεῖν δέ πως τοῖς τοιούτοις παθήμασιν ἀλγεινήν τινα αἴσθησιν, πονηροῦ τὴν ἀνθρωποποιίαν ἔργον εἶναι νομίζουσιν. Ὡς εἴγε πρὸς τὸ ὑψηλότερον ἔβλεπεν αὐτοῖς ἡ διάνοια, καὶ τῆς περὶ τὰς ἡδονὰς διαθέσεως τὸν νοῦν ἀποικίσαντες, ἀπαθῶς ἐπεσκόπουν τὴν τῶν ὄντων φύσιν, οὐκ ἂν ἄλλο τι κακὸν εἶναι παρὰ τὴν πονηρίαν ᾠήθησαν. Πονηρία δὲ πᾶσα ἐν τῇ τοῦ ἀγαθοῦ στερήσει χαρακτηρίζεται, οὐ καθ' ἑαυτὴν οὖσα, οὐδὲ καθ' ὑπόστασιν θεωρουμένη. Κακὸν γὰρ οὐδὲν ἔξω προαιρέσεως ἐφ' ἑαυτοῦ κεῖται, ἀλλὰ τῷ μὴ εἶναι τὸ ἀγαθὸν οὕτω κατονομάζεται. Τὸ δὲ μὴ ὂν, οὐχ ὑφέστηκε· τοῦ δὲ μὴ ὑφεστῶτος δημιουργὸς ὁ τῶν ὑφεστώτων δημιουργὸς οὐκ ἔστιν. Οὐκοῦν ἔξω τῆς τῶν κακῶν αἰτίας ὁ Θεὸς, ὁ τῶν ὄντων, οὐχ ὁ τῶν μὴ ὄντων ποιητὴς ὢν, ὁ τὴν ὅρασιν οὐ τὴν πήρωσιν δημιουργήσας, ὁ τὴν ἀρετὴν οὐ τὴν στέρησιν αὐτῆς ἀναδείξας ἆθλον τῆς προαιρέσεως, τὸ τῶν ἀγαθῶν πέρας τοῖς κατ' ἀρετὴν πολιτευομένοις προθεὶς, οὐκ ἀνάγκῃ τινὶ βιαίᾳ πρὸς τὸ ἑαυτῷ δοκοῦν ὑποζεύξας τὴν ἀνθρωπίνην φύσιν, καθάπερ τι σκεῦος ἔμψυχον ἀκουσίως πρὸς τὸ καλὸν ἐφελκόμενος. Εἰ δὲ τοῦ φωτὸς ἐξ αἰθρίας καθαρῶς περιλάμποντος, ἑκουσίως τις ἐπιβάλλοι τοῖς βλεφάροις τὴν ὅρασιν, ἔξω τῆς τοῦ μὴ βλέποντος αἰτίας ὁ ἥλιος.
strating that the Creator of human nature is wicked. For if God is ignorant of none of the things that exist, and yet man is amidst evils, the account of God's goodness could no longer be maintained if He brought forth into life man who was destined to live amidst evils. For if activity in accordance with good belongs altogether to a good nature, this sorrowful and perishable life, they say, could no longer be referred to the workmanship of the Good One; rather one must suppose another cause of such a life, whose nature is inclined towards wickedness. Now all these arguments and others of the kind seem to carry a certain force through a superficial plausibility to those who have deeply imbibed heretical deceit like some falsifying dye; yet to those who are more clear-sighted in the truth they are plainly perceived to be unsound and to carry near at hand the proof of their deceit. And it seems good to me in these matters to put forward the Apostle as advocate of the exhortation that accords with him. For in his discourse to the Corinthians he distinguishes the carnal and the spiritual states of souls, showing, I think, through what is said that it is not fitting to judge good or evil through sense-perception, but, having withdrawn the mind outside the phenomena pertaining to the body, to discern the nature of the good and of its opposite by itself alone. For the spiritual man, he says, discerns all things. This, I think, has been the cause of the myth-making of these doctrines for those who put forward such claims: defining the good by the pleasantness of bodily enjoyment, because the nature of the body, being composite and flowing towards dissolution, is of necessity subject to passions and infirmities, and a certain painful sensation somehow attends upon such affections, they suppose the fashioning of man to be the work of an evil agent. Yet if their thought had looked towards what is loftier, and having removed the mind from its disposition concerning pleasures they had dispassionately examined the nature of existing things, they would not have supposed anything else to be evil apart from wickedness. Now all wickedness is characterized by the privation of the good, neither existing by itself nor contemplated in subsistence. For no evil lies by itself outside free choice, but it is so named from not being the good. Now non-being does not subsist; and of that which does not subsist, the Creator of things that subsist is not the Creator. Therefore God is outside the blame for evils—He Who is the Maker of things that are, not of things that are not; Who fashioned sight, not blindness; Who set forth virtue, not its privation, as the prize of free choice, proposing the goal of good things to those who live according to virtue, not subjecting human nature by any violent necessity to what seemed good to Himself, like one dragging some animate vessel involuntarily towards the good. And if, while the light shines purely round about from a clear sky, someone voluntarily closes his gaze with his eyelids, the sun is free from blame for him who does not see.