Ἂν τοίνυν λογίσῃ τῶν ἐπουρανίων, ἢ τῶν ὑποχθονίων, ἢ τῶν καθ' ἑκάτερον τοῦ παντὸς περάτων τὴν σύστασιν, πανταχοῦ τῷ λογισμῷ σου προαπαντᾷ ἡ θεότης, μόνη κατὰ πᾶν μέρος τοῖς οὖσιν ἐνθεωρουμένη, καὶ ἐν τῷ εἶναι τὰ πάντα συνέχουσα. Εἴτε δὴ θεότητα τὴν φύσιν ταύτην ὀνομάζεσθαι χρὴ, εἴτε λόγον, εἴτε δύναμιν, εἴτε σοφίαν, εἴτε ἄλλο τι τῶν ὑψηλῶν τε καὶ μᾶλλον ἐνδείξασθαι δυναμένων τὸν ὑπερκείμενον, οὐδὲν ὁ λόγος ἡμῶν περὶ φωνῆς ἢ ὀνόματος ἢ τύπου ῥημάτων διαφέρεται. Ἐπεὶ οὖν πρὸς αὐτὸν πᾶσα ἡ κτίσις βλέπει, καὶ περὶ αὐτόν ἐστι, καὶ δι' ἐκείνου πρὸς ἑαυτὴν συμφυὴς γίνεται, τῶν ἄνω τοῖς κάτω, καὶ τῶν πλαγίων πρὸς ἄλληλα δι' ἐκείνου συμφυομένων, ἔδει μὴ μόνον δι' ἀκοῆς ἡμᾶς πρὸς τὴν τῆς θεότητος κατανόησιν χειραγωγεῖσθαι· ἀλλὰ καὶ τὴν ὄψιν γενέσθαι τῶν ὑψηλοτέρων νοημάτων διδάσκαλον, ὅθεν καὶ ὁ μέγας ὁρμηθεὶς Παῦλος μυσταγωγεῖ τὸν ἐν Ἐφέσῳ λαὸν, δύναμιν αὐτοῖς ἐντιθεὶς διὰ τῆς διδασκαλίας πρὸς τὸ γνῶναι τί ἐστι τὸ βάθος καὶ τὸ ὕψος, τότε πλάτος καὶ τὸ μῆκος. Ἑκάστην γὰρ τοῦ σταυροῦ συμπροβολὴν ἰδίῳ ῥήματι κατονομάζει. Ὕψος μὲν τὸ ὑπερέχον· βάθος δὲ τὸ ὑποκείμενον, πλάτος τε καὶ μῆκος, τὰς πλαγίας ἐκτάσεις λέγων. Καὶ σαφέστερον ἑτέρωθι τὸ τοιοῦτον νόημα πρὸς Φιλιππησίους, οἶμαι, ποιεῖ, οἷς φησιν· ὅτι Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει, ἐπουρανίων καὶ ἐπιγείων, καὶ καταχθονίων. Ἐνταῦθα τὴν μέσην καὶ γαῖαν μιᾷ προσηγορίᾳ καταλαμβάνει, πᾶν τὸ διὰ μέσου τῶν ἐπουρανίων καὶ ὑποχθονίων ὀνομάσας ἐπίγειον. Τοῦτο μεμαθήκαμεν περὶ τοῦ σταυροῦ τὸ μυστήριον. Τὰ δὲ ἀπὸ τούτου τοιαῦτα κατὰ τὸ ἀκόλουθον περιέχει ὁ λόγος, ὡς ὁμολογεῖσθαι καὶ παρὰ τῶν ἀπίστων, μηδὲν ἀλλότριον εἶναι τῆς θεοπρεποῦς ὑπολήψεως· τὸ γὰρ μὴ ἐμμεῖναι τῷ θανάτῳ, καὶ τὰς διὰ τοῦ σιδήρου κατὰ τοῦ σώματος γενομένας πληγὰς, μηδὲν ἐμπόδιον πρὸς τὸ ἀναστῆναι ποιήσασθαι, κατ' ἐξουσίαν τε φαίνεσθαι τοῖς μαθηταῖς μετὰ τὴν ἀνάστασιν ὅτε βούλοιτο, παρεῖναί τε αὐτοῖς μὴ ὁρώμενον, καὶ ἐν μέσῳ γίγνεσθαι, μηδὲ τῆς εἰσόδου τῆς διὰ τῶν θυρῶν προσδεόμενον, ἐνισχύειν τε τοὺς μαθητὰς τῇ προσφυσήσει τοῦ Πνεύματος, ἐπαγγέλλεσθαί τε καὶ τὸ μετ' αὐτῶν εἶναι, καὶ μηδενὶ μέσῳ διατειχίζεσθαι, καὶ τῷ μὲν φαινομένῳ πρὸς τὸν οὐρανὸν ἀνιέναι, τῷ δὲ νοουμένῳ πανταχῆ εἶναι, καὶ ὅσα τοιαῦτα περιέχει ἡ ἱστορία, οὐδὲν τῆς ἐκ τῶν λογισμῶν συμμαχίας προσδέεται πρὸς τὸ θεῖά τε εἶναι, καὶ τῆς ὑψηλῆς καὶ ὑπερεχούσης δυνάμεως· περὶ ὧν οὐδὲν οἶμαι δεῖν καθ' ἕκαστον διεξιέναι, αὐτόθεν τοῦ λόγου τὸ ὑπὲρ τὴν φύσιν ἐκφαίνοντος. Ἀλλ' ἐπειδὴ μέρος τι τῶν μυστικῶν διδαγμάτων καὶ ἡ περὶ τὸ λουτρόν ἐστιν οἰ-
If, therefore, you reckon the constitution of things heavenly, or of things subterranean, or of the bounds of the universe on either side, everywhere the Godhead meets your thought beforehand, being contemplated alone in every part among existing things, and holding all things together in being. Whether, indeed, one ought to name this nature Godhead, or Word, or Power, or Wisdom, or any other of the lofty terms better able to indicate Him Who transcends all, our argument has no dispute over sound or name or form of words. Since, then, all creation looks towards Him, and is around Him, and through Him becomes coherent with itself, things above growing together through Him with things below, and lateral things with one another, it was necessary that we should be guided towards the comprehension of the Godhead not through hearing alone, but that sight also should become a teacher of loftier conceptions; whence the great Paul also, taking his start, initiates the people in Ephesus into the mysteries, implanting in them power through his teaching to know what is the depth and the height, the breadth and the length. For he designates each projection of the cross by its proper word, calling the upper part height, the lower part depth, and the lateral extensions breadth and length. And elsewhere, I think, he makes such a meaning clearer to the Philippians, to whom he says: That at the name of Jesus Christ every knee shall bow, of things heavenly and earthly, and subterranean. Here he comprehends the middle and earth under a single appellation, naming everything that lies in between things heavenly and subterranean earthly. This mystery we have learned concerning the cross. And the things that follow consistently after this our account comprises in such wise that it is acknowledged even by unbelievers that none of them is alien to the conception that befits God: for that He did not abide in death, and that the wounds inflicted by the iron upon His body formed no hindrance to His rising again, and that of His own authority He appeared to the disciples after the resurrection whenever He wished, and was present with them unseen, and came into their midst without even needing entrance through the doors, and strengthened the disciples by breathing the Spirit upon them, and promised also to be with them and to be walled off from them by nothing intervening, and to visible appearance ascended to heaven while to thought He was everywhere, and all such things as the narrative contains, stand in no need of reinforcement from reasonings in order to show that they are divine and belong to the lofty and transcendent power; concerning which I suppose there is no need to go through each detail one by one, since the account of itself manifests what surpasses nature. Yet since a certain part of the mystical teachings is also the dis-