τως ἔδει τοῦτο κατά τινα λόγον ἀπόῤῥητον· ἀλλ' οὖν μὴ τῷ ἀτίμῳ τρόπῳ τοῦ θανάτου καθυβρισθῆναι. Τίς γὰρ ἂν γένοιτο, φησὶ, τοῦ διὰ σταυροῦ θάνατος ἀτιμότερος; Τί οὖν καὶ πρὸς ταῦτά φαμεν; Ὅτι τὸν θάνατον μὲν ἀναγκαῖον ἡ γένεσις κατεργάζεται. Τὸν γὰρ ἅπαξ μετασχεῖν ἐγνωκότα τῆς ἀνθρωπότητος, διὰ πάντων ἔδει γενέσθαι τῶν ἰδιωμάτων τῆς φύσεως Εἰ τοίνυν δύο πέρασι τῆς ἀνθρωπίνης ζωῆς διειλημμένης, ἐν τῷ ἑνὶ γενόμενος τοῦ ἐφεξῆς μὴ προσήψατο, ἡμιτελὴς ἂν ἡ πρόθεσις ἔμεινε, τοῦ ἑτέρου τῆς φύσεως ἡμῶν ἰδιώματος οὐχ ἁψαμένου· τάχα δ' ἄν τις δι' ἀκριβείας καταμαθὼν τὸ μυστήριον, εὐλογώτερον εἴποι, μὴ διὰ τὴν γένεσιν συμβεβηκέναι τὸν θάνατον· ἀλλὰ τὸ ἔμπαλιν τοῦ θανάτου χάριν παραληφθῆναι τὴν γένεσιν· οὐ γὰρ τοῦ ζῆσαι δεόμενος. ὁ ἀεὶ ζῶν τὴν σωματικὴν ὑποδύεται γέννησιν, ἀλλ' ἡμᾶς ἐπὶ τὴν ζωὴν ἐκ τοῦ θανάτου ἀνακαλούμενος. Ἐπεὶ οὖν ἔδει γενέσθαι ὅλης τῆς φύσεως ἡμῶν ἐκ τοῦ θανάτου πάλιν ἐπάνοδον, οἱονεὶ χεῖρα τῷ κειμένῳ ὀρέγων, καὶ διὰ τοῦτο πρὸς τὸ ἡμέτερον ἐπικύψας πτῶμα, τοσοῦτον τῷ θανάτῳ προσήγγισεν, ὅσον τῆς νεκρότητος ἅψασθαι· καὶ ἀρχὴν δοῦναι τὴν φύσιν τῆς ἀναστάσεως τῷ ἰδίῳ σώματι, ὅλον συναναστήσας τὸν ἄνθρωπον τῇ δυνάμει. Ἐπειδὴ γὰρ οὐκ ἄλλοθεν, ἀλλ' ἐκ τοῦ ἡμετέρου φυράματος ἡ θεοδόχος σὰρξ ἦν, ἡ διὰ τῆς ἀναστάσεως συνεπαρθεῖσα τῇ θεότητι, ὥσπερ ἐπὶ τοῦ καθ' ἡμᾶς σώματος ἡ τοῦ ἑνὸς τῶν αἰσθητηρίων ἐνέργεια πρὸς ἅπαν τὴν συναίσθησιν ἄγει τὸ ἡνωμένον τῷ μέρει· οὕτως καθάπερ τινὸς ὄντος ζώου πάσης τῆς φύσεως, ἡ τοῦ μέρους ἀνάστασις ἐπὶ τὸ πᾶν διεξέρχεται, κατὰ τὸ συνεχές τε καὶ ἡνωμένον τῆς φύσεως, ἐκ τοῦ μέρους ἐπὶ τὸ ὅλον συνδιδομένη. Τί οὖν ἔξω τοῦ εἰκότος ἐν τῷ μυστηρίῳ μανθάνομεν, εἰ κύπτει πρὸς τὸν πεπτωκότα ὁ ἑστὼς, ἢ ἐπὶ τὸ ἀναστῆσαι τὸν κείμενον; ὁ δὲ σταυρὸς εἰ μή τινα καὶ ἕτερον περιέχει λόγον βαθύτερον, εἰδοῖεν ἂν οἱ τῶν κρυπτομένων ἐπίστορες. Ὃ δ' οὖν εἰς ἡμᾶς ἐκ παραδόσεως ἥκει, τοιοῦτόν ἐστιν· Ἐπειδὴ πάντα κατὰ τὸν ὑψηλότερόν τε καὶ θειότερον βίον ἐν τῷ Εὐαγγελίῳ εἴρηται καὶ γεγένηται· καὶ οὐδὲν τοιοῦτόν ἐστιν, ἐν ᾧ οὐχὶ πάντως μίξις τις ἐμφαίνεται τοῦ θείου πρὸς τὸ ἀνθρώπινον, τῆς μὲν φωνῆς ἢ τῆς πράξεως ἀνθρωπικῶς διεξαγομένης, τοῦ δὲ κατὰ τὸ κρυπτὸν νοουμένου τὸ θεῖον ἐμφαίνοντος· ἀκόλουθον ἂν εἴη καὶ ἐν τῷ μέρει τούτῳ, μὴ τὸ μὲν βλέπειν, παρορᾷν δὲ τὸ ἕτερον· ἀλλ' ἐν μὲν τῷ ἀθανάτῳ καθορᾷν τὸ ἀνθρώπινον, ἐν δὲ τῷ ἀνθρώπῳ πολυπραγμονεῖν τὸ θειότερον. Ἐπειδὴ γὰρ ἴδιόν ἐστι τῆς θειότητος τὸ διὰ πάντων ἥκειν, καὶ τῇ φύσει τῶν ὄντων κατὰ πᾶν μέρος συμπαρεκτείνεσθαι· οὐ γὰρ ἄν τι διαμένοι ἐν τῷ εἶναι, μὴ ἐν τῷ ὄντι μένον. Τὸ δὲ κυρίως καὶ πρώτως ὂν, ἡ θεία φύσις ἐστὶν, ἣν ἐξ ἀνάγκης πιστεύειν ἐν πᾶσιν εἶναι τοῖς οὖσιν, ἡ διαμονὴ τῶν ὄντων καταναγκάζει· τοῦτο διὰ τοῦ σταυροῦ διδασκόμεθα, τετραχῇ τοῦ κατ' αὐτὸν σχήματος διῃρημένου· ὡς ἐκ τοῦ μέσου, καθὸ πρὸς ἑαυτὸν συνάπτεται, τέσσαρας ἀριθμεῖσθαι τὰς προβολάς· ὅτι ὁ ἐπὶ τούτου ἐν τῷ καιρῷ τῆς κατὰ τὸν θάνατον οἰκονομίας διατεθεὶς, ὁ τὸ πᾶν πρὸς ἑαυτῷ συνδέων τε καὶ συναρμόζων, τὰς
gether necessary that this should come to pass by some ineffable principle, yet He ought not to have been subjected to outrage by the dishonourable manner of His death. For what death, says one, could be more dishonourable than that through the cross? What, then, do we say in answer to these things also? That birth makes death necessary. For He Who had once resolved to partake of humanity had to pass through all the properties of our nature. If, then, since human life is bounded by two limits, having entered into the one He had not touched the next, His purpose would have remained half-finished, through His not having touched the other property of our nature; though perhaps someone who has accurately examined the mystery might more reasonably say that death did not occur on account of birth, but, on the contrary, birth was assumed for the sake of death; for He Who ever lives does not undergo bodily generation because He needs to live, but to recall us out of death unto life. Since, therefore, there needed to be a return again of our whole nature out of death, stretching out as it were a hand to him who lay prostrate, and for this reason stooping down over our fallen body, He drew so near to death as to touch deadness, and to bestow upon nature the beginning of the resurrection in His own body, raising up the whole man along with it by His power. For since the God-receiving flesh was from no other source than from our lump, and through the resurrection was exalted together with the Godhead, just as in our own body the operation of one of the organs of sense leads the shared perception throughout the whole that is united to the part, so too, as though the whole of nature were a single living creature, the resurrection of the part passes throughout the whole, being imparted from the part unto the whole by virtue of the continuity and union of nature. What, then, beyond likelihood do we learn in the mystery, if He Who stands stoops towards him who has fallen, in order to raise up him who lies prostrate? And whether the cross contains some other deeper meaning as well, those skilled in hidden things may know. What, however, has come to us from tradition is as follows: Since all things in the Gospel have been spoken and done in keeping with the loftier and more divine life, and there is nothing of such a kind wherein some mingling of the divine with the human does not altogether appear—the utterance or the action being carried out in human fashion, while the hidden meaning manifests the divine—it would be consistent in this part also not to look at the one and overlook the other, but in the Immortal to behold the human, and in the human diligently to search out what is more divine. For since it is proper to the Godhead to pervade all things, and to be co-extended with the nature of existing things in every part—for nothing could abide in being unless it abode in Him Who is, and that which properly and primarily is, is the divine nature, which the continuance of existing things compels us of necessity to believe is in all things that are—this we are taught through the cross, whose figure is divided fourfold, so that from the centre where it is joined to itself four projections are counted: namely, that He Who was stretched upon it at the season of the dispensation of death is He Who binds and harmonizes the universe unto Himself, bringing the