Migne Reading Room

PG 45 · cols. 877–888 · Read from the page

Against Eunomius, twelve books

Against Eunomius, twelve books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:877Read from the page
ἀπάτην, κατὰ τὰς ποιὰς τῶν ἀστέρων ἐπιπλοκάς τε καὶ ἀποστάσεις, τὰς ἀποκληρώσεις τῶν βίων τοῖς τικτομένοις συμβαίνειν, τῆς ἄνωθεν εἱρμῷ τινι φερομένης δινήσεως, τὰς περί τι δυνάμεις τοῖς γινομένοις ἐπικλωθούσης· τάχα τι τοιοῦτον ὁ σοφὸς ἐννοεῖ· καί φησι, τῷ ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, καθάπερ ἐν κοίλοις τισὶ καθειργμένῳ χωρίοις, ἄνωθεν ἀποκεκληρῶσθαι διαμεμετρημένην πρὸς τὴν ποσότητα τῶν γινομένων τὴν δύναμιν; Παραδραμοῦμαι καὶ τοῦτον διὰ συντομίας τὸν λόγον, ἐξ ὀλίγης τῆς τῶν ἐξετασθέντων ἀρχῆς σπέρματα πρὸς τὴν κατανόησιν τῆς βλασφημίας τοῖς συνετωτέροις τῶν ἐντυγχανόντων καταβαλλόμενος. Εἶτα διὰ τῶν ἐφεξῆς ἀπολογία τις ὑπὲρ ἡμῶν αὐτῶν γέγραπται. Οὐ γὰρ ἂν ἔτι δοκοίημεν τοῖς ἐντυγχάνουσι παραστοχάζεσθαι τῆς διανοίας τοῦ λόγου, καὶ πρὸς τὸ ὑπεύθυνον μεθερμηνεύειν τὰ ῥήματα, αὐτῆς τῆς ἐκείνου φωνῆς ὁμολογούσης τὴν ἀτοπίαν. Ἔχει γὰρ οὕτω τὰ γεγραμμένα· Ἢ γὰρ οὐχὶ γῆ μὲν καὶ ἄγγελος οὐκ ὄντα γέγονεν; Ὁρᾶτε τὸν ὑψηλὸν θεολόγον, ὡς οὐκ αἰσχύνεται τὸν αὐτὸν γῇ τε καὶ ἀγγέλοις καὶ αὐτῷ τῷ ποιητῇ τοῦ παντὸς ἐφαρμόζων τὸν λόγον; Οὐκοῦν εἰ τὰ αὐτὰ πρέπειν οἴεται περί τε τῆς γῆς καὶ τοῦ Κυρίου λέγειν, ἢ καὶ ταύτην πάντως θεοποιήσει, ἢ καὶ ἐκεῖνον ταύτῃ συνατιμάσει.
deceit, that according to certain intertwinings and distances of the stars the allotments of lives befall those who are born, the whirling motion borne along from above in a certain chain spinning out to those coming into being their capacities for a given thing: does the wise man perhaps conceive some such thing, and say that unto Him Who is far above all principality, and authority, and lordship, and every name that is named, not only in this age, but also in that which is to come, as though shut up in certain hollow spaces, power has been allotted from above measured out in proportion to the quantity of the things coming into being? I shall run past this account too concisely, casting down from the brief starting-point of what has been examined seeds for the comprehension of the blasphemy for the more intelligent among my readers. Next through what follows a certain defence on our own behalf has been written. For we could no longer seem to our readers to be misconstruing the purport of his discourse, and twisting his words into something culpable, when his own very voice confesses the absurdity. For what is written runs thus: Or did not earth indeed and angel, when they were not, come into being? Do you see the lofty theologian, how he is not ashamed to fit the selfsame account to earth and to angels and to the Maker Himself of the universe? Therefore, if he thinks it fitting to say the same things concerning both the earth and the Lord, either he will certainly deify it too, or he will dishonour Him too together with it.
Εἶτα προστίθησι τούτοις δι' ὧν ἀπογυμνοῦται πλέον ἡ βλασφημία· ὡς μηδὲ παιδὶ δυσκατανόητον εἶναι τὸ ἄτοπον. Φημὶ γὰρ, ὅτι μακρὸν ἂν εἴη πάσας ἐπεξιέναι τῶν νοητῶν τὰς γενέσεις, ἢ τὰς οὐσίας, αἷς ἁπάσαις οὐχὶ κοινή τις ἡ τοῦ μὲν ὄντος φύσις· ἀλλὰ κατὰ τὰς τοῦ δημιουργήσαντος ἐνεργείας, ἡ παραλλαγή. Ταῦτα γὰρ καὶ σιωπώντων ἡμῶν, ἀρίδηλον ἔχει καὶ περιφανῆ τὴν κατὰ τοῦ Υἱοῦ βλασφημίαν, ὅταν ὁμολογῇ τὸ κατὰ πάσης γενέσεως καὶ οὐσίας λεγόμενον, μηδὲν ἀπάδειν τοῦ περὶ τῆς θείας τοῦ Μονογενοῦς ὑποστάσεως λόγου. Ἀλλά μοι δοκεῖ καλῶς ἔχειν ὑπερβάντα τὴν διὰ μέσου τῆς βλασφημίας κατασκευὴν, τρόπον τινὰ προδιελεγχθεῖσαν ἐν τοῖς ἐξητασμένοις, ἐπὶ τὰ κεφάλαια τῆς τοῦ δόγματος αὐτῶν κατηγορίας ἐλθεῖν. Εὑρεθήσεται γὰρ μάταιον μὲν ἀποδεικνὺς τὸ τῆς παλιγγενεσίας μυστήριον, ἀνόνητον δὲ τὴν μυστικὴν δωροφορίαν, τήν τε μετουσίαν εἰς οὐδὲν πλέην τοῖς μετέχουσι γινομένην· φησὶ γὰρ μετὰ τοὺς συντόνους ἐκείνους αἰῶνας, ἐν οἷς Οὐαλεντίνους τε καὶ Κηρίνθους, καὶ Βασιλίδας, καὶ Μοντανοὺς, καὶ Μαρκίωνας εἰς διαβολὴν τοῦ καθ' ἡμᾶς προεστήσατο δόγματος, καὶ κατασκευάσας τὸ μηδὲ πρὸς τὴν τῶν Χριστιανῶν προσηγορίαν οἰκείως ἔχειν, τοὺς ἄγνωστον ἀποφαινομένους τὴν θείαν φύσιν, ἄγνωστον δὲ καὶ τὸν τῆς γεννήσεως τρόπον. Καὶ συναριθμήσας τοῖς διαβεβλημένοις ἡμᾶς, οὕτως ἐπάγει τὸν παρ' ἑαυτοῦ λόγον ἐν τούτοις ῥήμασιν· « Ἡμεῖς δὲ πειθόμενοι τοῖς ἁγίοις καὶ μακαρίοις ἀνδράσιν, οὔτε τῇ σεμνάτητι τῶν ὀνομάτων, οὔτε ἐθῶν καὶ μυστικῶν συμβόλων ἰδιότητι κυροῦσθαί φαμεν τὸ τῆς
Next he adds to these things words through which the blasphemy is stripped even more bare, so that the absurdity is not hard to grasp even for a child. For I say that it would be long to go through all the generations or the essences of intelligible beings, to all of which the nature of Him Who Is is not something common; rather, the variation is according to the operations of Him Who fashioned them. For even if we keep silent, these words hold their blasphemy against the Son altogether plain and conspicuous, when he confesses that what is predicated of every generation and essence differs in no respect from the account concerning the divine hypostasis of the Only-begotten. Yet it seems good to me, passing over the intervening argument of the blasphemy, which in a manner has already been refuted beforehand in what has been examined, to come to the chief heads of the accusation against their doctrine. For he will be found showing the mystery of regeneration to be vain, and the mystic oblation of gifts to be unprofitable, and participation in it to result in nothing more for those who partake: for he speaks after those strained ages wherein he set at the front Valentinus and Cerinthus, and Basilides, and Montanus, and Marcion for the calumny of the doctrine held among us, maintaining also that those who declare the divine nature unknowable, and the manner of the begetting unknowable as well, have no affinity even with the appellation of Christians. And having numbered us together with those who have been traduced, he thus subjoins his own account in these words: « And we, obeying holy and blessed men, affirm that neither by the reverence of names, nor by peculiarity of customs and mystic symbols, is ratified that of
Notes, col. 877

On the reading

Printed πλέην, for πλέον.

Printed σεμνάτητι, for σεμνότητι.

PG 45:880Read from the page
εὐσεβείας μυστήριον, τῇ δὲ τῶν δογμάτων ἀκριβείᾳ » Ὅτι μὲν οὖν οὐδὲ τότε τοῖς εὐαγγελισταῖς, οὔτε τοῖς ἀποστόλοις, οὔτε τινὶ τῶν τῆς ἀρχαιοτέρας Γραφῆς καθηγησαμένων πεισθεὶς, ταῦτα γράφει, παντὶ δῆλον τῷ τὴν ἱεράν τε καὶ θείαν οὐκ ἀγνοοῦντι Γραφήν.
piety's mystery, but by the exactness of doctrines » Now that it is not in obedience even then to the evangelists, nor to the apostles, nor to any of the teachers of the more ancient Scripture, that he writes these things, is plain to everyone who is not ignorant of sacred and divine Scripture.
Ἀκόλουθον δ' ἂν εἴη ἁγίους αὐτὸν καὶ μακαρίους ἄνδρας οἴεσθαι λέγειν, Μανιχαῖον, Νικόλαον, Ἀκόλουθον, Ἀέτιον, Ἄρειον, καὶ πάντας τοὺς τοῦ αὐτοῦ χοροῦ, οἷς ἀκολουθῶν ταῦτα νομοθετεῖ, ὅτι « οὔτε τῶν ὀνομάτων ἡ ὁμολογία, οὔτε τὰ ἔθη τῆς Ἐκκλησίας, οὔτε τὰ μυστικὰ σύμβολα κυροῖ τὴν εὐσέβειαν. » Ἡμεῖς δὲ μεμαθηκότες παρὰ τῆς ἁγίας φωνῆς, ὅτι Ἄν μή τις γεννηθῇ ἄνωθεν δι' ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ὅτι Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐκεῖνος ζήσεται εἰς τὸν αἰῶνα· πεπείσμεθα τῇ ὁμολογίᾳ τῶν θείων ὀνομάτων, Πατρὸς λέγω καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου, κυροῦσθαι τὸ τῆς εὐσεβείας μυστήριον, καὶ τῇ τῶν μυστικῶν ἐθῶν τε καὶ συμβόλων κοινωνίᾳ τὴν σωτηρίαν κρατύνεσθαι. Δόγματα δὲ δι' ἐπιμελείας καὶ τοῖς ἔξω τοῦ μυστηρίου πολλάκις ἐξήτασται· καὶ πολλῶν ἔστιν ἀκούειν ὑπόθεσιν ἑαυτοῖς εἰς λόγων ἅμιλλαν τὸ ἡμέτερον δόγμα προβαλλομένων· καί τινας αὐτῶν, καὶ κατ' ἐπιτυγχάνοντας τῆς ἀληθείας πολλάκις, καὶ οὐδὲν ἧττον ἠλλοτριωμένους τῆς πίστεως. Ἐπειδὴ τοίνυν καταφρονεῖ μὲν τῶν σεμνῶν ὀνομάτων, δι' ὧν τῆς θειοτέρας γεννήσεως ἡ δύναμις τοῖς διὰ πίστεως μετιοῦσιν τὴν χάριν νέμει, περιορᾷ δὲ τὴν τῶν μυστικῶν συμβόλων τε καὶ ἐθῶν κοινωνίαν, ἐν οἷς ὁ Χριστιανισμὸς τὴν ἰσχὺν ἔχει, εἴπωμεν τὸ τοῦ Προφήτου, μικρὸν παρῳδήσαντες πρὸς τοὺς ἀκροατὰς τῆς ἀπάτης, ὅτι Ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε τὴν ἀπώλειαν καὶ ζητεῖτε ψεῦδος; Πῶς οὐχ ὁρᾶτε τὸν διώκτην τῆς πίστεως, εἰς παράβασιν τοῦ Χριστιανισμοῦ τοὺς πειθομένους αὐτῷ προκαλούμενον; Εἰ γὰρ ἄχρηστος μὲν ἡ τῶν σεμνῶν τε καὶ τιμίων τῆς ἁγίας Τριάδος ὀνομάτων ὁμολογία, ἀνόνητα δὲ τὰ ἔθη τῆς Ἐκκλησίας, ἐν δὲ τοῖς ἔθεσι τούτοις ἐστὶν ἡ σφραγὶς, ἡ προσευχὴ, τὸ βάπτισμα, ἡ τῶν ἁμαρτιῶν ἐξαγόρευσις, ἡ περὶ τὰς ἐντολὰς προθυμία, ἡ περὶ τὸ ἦθος κατόρθωσις, τὸ κατὰ σωφροσύνην βιοῦν, τὸ πρὸς τὸ δίκαιον βλέπειν, τὸ μὴ ταῖς ἐπιθυμίαις ἐθίζεσθαι, μήτε ἡδονῆς ἡττᾶσθαι, μήτε ἀρετῆς ἀπολείπεσθαι. Εἰ οὖν μηδὲν τῶν τοιούτων ἐθῶν ἐπ' ἀγαθῷ κατορθοῦσθαι λέγει, μηδὲ τὰ μυστικὰ σύμβολα φυλακτήρια μὲν τῶν περὶ τὴν ψυχὴν ἀγαθῶν, καθὼς πεπιστεύκαμεν, γίνεσθαι· ἀποτρόπαια δὲ τῶν κατ' ἐπιβουλὴν τοῦ πονηροῦ τοῖς πεπιστευκόσιν ἐπαγομένων· τί ἄλλο καὶ οὐχὶ φανερῶς ἐμβοᾷ τοῖς ἀνθρώποις, λῆρον ἡγεῖσθαι τῶν Χριστιανῶν τὸ μυστήριον, καταγελᾶν τῆς σεμνότητος τῶν θείων ὀνομάτων, παίγνιον οἴεσθαι τὰ τῆς Ἐκκλησίας ἔθη, φλυαρίαν τινὰ καὶ μωρίαν τὰ κατὰ τὸ μυστήριον ἐνεργούμενα πάντα; Τί πλέον οἱ τῷ Ἑλληνισμῷ παραμένοντες εἰς διαβολὴν τοῦ καθ' ἡμᾶς προφέρουσι δόγματος; Οὐχὶ κἀκεῖνοι γέλωτος ἀφορμὴν τὸ σεμνὸν ποιοῦνται τῶν ὀνομάτων,
Consistent, then, would it be to suppose that he calls holy and blessed men Manichaeus, Nicolaus, Acoluthus, Aetius, Arius, and all those of the selfsame chorus, following whom he lays down these laws, that « neither the confession of names, nor the customs of the Church, nor the mystic symbols ratify piety. » Yet we, having learned from the holy voice that Unless anyone be begotten from above through water and Spirit, he shall by no means enter into the kingdom of God, and that He who eats My flesh, and drinks My blood, that man shall live unto the age, are persuaded that by the confession of the divine names—I mean of Father and of Son, and of Holy Spirit—the mystery of piety is ratified, and by the communion of the mystic customs and symbols salvation is strengthened. Doctrines, however, have often been examined with diligence even by those outside the mystery; and one may hear many setting forth our doctrine for themselves as a theme for a contest of speeches, and some of them both hitting upon the truth often, and nonetheless alienated from the faith. Since therefore on the one hand he despises the revered names, through which the power of the more divine begetting bestows grace upon those who approach through faith, and on the other hand overlooks the communion of the mystic symbols and customs, wherein Christianity has its strength, let us utter the word of the Prophet, adapting it slightly unto the hearers of deceit, that How long, O heavy-hearted ones? Why do you love perdition and seek falsehood? How do you not see the persecutor of the faith summoning forward those who obey him unto transgression of Christianity? For if useless is the confession of the revered and honourable names of the Holy Trinity, and unprofitable are the customs of the Church—and among these customs is the seal, prayer, baptism, confession of sins, readiness concerning the commandments, right conduct concerning character, living according to temperance, looking towards what is just, not being habituated to lusts, nor being worsted by pleasure, nor falling short of virtue—if, then, he says that none of such customs is rightly performed to good purpose, and that the mystic symbols become neither safeguards of the goods pertaining to the soul, just as we have believed, nor averters of the things brought against believers by design of the evil one: what else does he do than manifestly shout aloud to men to deem the mystery of Christians nonsense, to mock at the reverence of the divine names, to suppose the customs of the Church a plaything, and all things wrought according to the mystery a kind of drivel and folly? What more do those who abide in Hellenism bring forward for the calumny of the doctrine held among us? Do not those men too make an occasion of laughter out of the solemnity of the names,
Notes, col. 880

On the reading

Printed κατ' ἐπιτυγχάνοντας, for καὶ ἐπιτυγχάνοντας.

PG 45:881Read from the page
ἐν οἷς ἡ πίστις κρατύνεται, καὶ διαχλευάζουσι τὰ μυστικὰ σύμβολα, καὶ τὰ διατηρούμενα παρὰ τῶν μεμυημένων ἔθη; Τὸ δὲ ἐν δόγμασι δεῖν μόνοις οἴεσθαι τὴν εὐσέβειαν εἶναι, τίνος οὕτως ἴδιον ὡς τῶν Ἑλλήνων; Ἐπεὶ κἀκεῖνοί φασιν εἶναί τι κατὰ τὴν ἑαυτῶν ὑπέληψιν τοῦ κηρύγματος ἡμῶν πιθανώτερον, καί τινα μέγαν ἐξ αὐτῶν τινες ὑποτίθενται Θεὸν, ὑπερανεστηκότα τῶν ἄλλων καὶ ὑποχειρίους τινὰς δυνάμεις ὁμολογοῦσι, διά τινος τάξεως καὶ ἀκολουθίας, ἀλλήλων μὲν πρὸς τὸ μεῖζον ἢ καταδεέστερον διαφερούσας, ὑπεζευγμένας δὲ πάσας ἐπίσης τῷ ὑπερέχοντι. Ταῦτα τοίνυν καὶ οἱ καθηγηταὶ τῆς νέας εἰδωλολατρείας κηρύσσουσι· καὶ οὐ δεδοίκασιν οἱ ἑπόμενοι τὴν ἐπικειμένην τοῖς παραβεβηκόσι κατάκρισιν. Ὥσπερ οὐ συνιέντες, ὅτι τὸ ἔργῳ τι ποιῆσαι τῶν ἀτόπων, τοῦ διὰ ῥήματος ἐξαμαρτεῖν μόνον παρὰ πολὺ χαλεπώτερον. Οἱ τοίνυν ἔργῳ μὲν τὴν πίστιν ἀρνούμενοι, καὶ τὰ ἔθη φαυλίζοντες, καὶ τὴν τῶν ὀνομάτων ὁμολογίαν περιορῶντες, καὶ τὸν ἐκ τῶν μυστικῶν συμβόλων ἁγιασμὸν ἀντ' οὐδενὸς εἶναι κρίνοντες· πρὸς δὲ τὰ σεσοφισμένα ῥήματα βλέπειν ἀναπεισθέντες, καὶ ἐν τῇ τοῦ γεννητοῦ καὶ ἀγεννήτου τεχνολογίᾳ τὴν σωτηρίαν εἶναι νομίζοντες, τί ἄλλο καὶ οὐχὶ παραβάται τῶν τῆς σωτηρίας δογμάτων εἰσίν;
wherein faith is strengthened, and scoff at the mystic symbols, and at the customs preserved by the initiated? And as for supposing that piety must consist in doctrines alone, to whom is that so proper as to the Greeks? Since those men too affirm that according to their own opinion there is something more plausible than our proclamation; and some of them suppose a certain great God rising supreme above the rest, and confess certain subject powers differing from one another towards the greater or more inferior through a certain order and sequence, yet all equally yoked beneath Him Who is supreme. These things, accordingly, the teachers of the new idolatry also proclaim; and those who follow them do not fear the condemnation hanging over transgressors, as though not understanding that to perform some absurd thing in deed is far more grievous than to sin merely through speech. Those, therefore, who in deed deny the faith, and disparage the customs, and overlook the confession of the names, and judge the sanctification from the mystic symbols to stand for nothing, while persuaded to look to sophistical phrases and supposing salvation to consist in technicality about the begotten and unbegotten—what else are they than transgressors of the doctrines of salvation?
Εἰ δέ τις οἴεται ταῦτα κατά τινα συκοφαντίαν παρ' ἡμῶν αὐτοῖς ἐπιφέρεσθαι, καθ' ἑαυτὸν διασκεψάσθω τὰ παρ' αὐτοῦ γεγραμμένα, τά τε προτεθέντα ἡμῖν εἰς ἐξέτασιν, καὶ ὅσα κατὰ τὸ ἀκόλουθον τοῖς εἰρημένοις ἐπάγεται. Φησὶ γὰρ τὸν τοῦ Κυρίου νόμον παραγραφόμενος (νόμος γάρ ἐστιν ἡ τῆς θείας μυσταγωγίας παράδοσις) μὴ εἰς Πατέρα τε καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα τὸ βάπτισμα γίνεσθαι, καθὼς ἐνετείλατο τοῖς μαθηταῖς παραδιδοὺς τὸ μυστήριον· ἀλλ' εἰς δημιουργὸν καὶ κτίστην, καὶ οὐ μόνον Πατέρα φησὶ τοῦ Μονογενοῦς, ἀλλὰ καὶ Θεόν. Ὢ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν! Πῶς ἀναταράσσει τῇ ἰλυώδει προσθήκῃ καὶ ἀναθολοῖ τὴν ἀλήθειαν! Πῶς οὐ δέδοικε τὴν ἐπικειμένην ἀρὰν κατὰ τῶν προστιθέντων τι ταῖς θείαις φωναῖς, ἢ ὑφαιρεῖν τολμώντων; Ἀναγνῶμεν ἐπ' αὐτῷ τῶν ῥημάτων τὴν τοῦ Κυρίου φωνήν. Πορευθέντες, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ποῦ κτίσμα τὸν Υἱὸν προσηγόρευσε; Ποῦ κτίστην καὶ δημιουργὸν τοῦ Μονογενοῦς τὸν Πατέρα ὁ λόγος ἐδίδαξε; Ποῦ δοῦλος Θεοῦ ἐν τοῖς εἰρημένοις ὁ Υἱὸς εἶναι διδάσκεται; Ποῦ Θεὸς τοῦ Υἱοῦ ἐν τῇ παραδόσει τοῦ μυστηρίου κηρύσσεται; Ἄρα νοεῖτε καὶ συνίετε, οἱ δι' ἀπάτης κατασυρέντες πρὸς τὴν ἀπώλειαν, τίνα τῶν ἰδίων ψυχῶν καθηγητὴν προεστήσασθε, τὸν νοθεύοντα τὰς ἁγίας Γραφὰς, τὸν μεταποιοῦντα τὰς θείας φωνὰς, τὸν ἀναθολοῦντα τῷ ἰδίῳ βορβόρῳ τὸ καθαρὸν τῶν τῆς εὐσεβείας δογμάτων, τὸν μὴ μόνον καθ' ἡμῶν τὴν ἑαυτοῦ γλῶσσαν ὁπλίζοντα, ἀλλὰ καὶ αὐτὰς μετασκευάζειν ἐπιχει-
And if anyone supposes that these things are brought against them by us by way of some calumny, let him consider by himself what has been written by him, both what has been set before us for examination and whatsoever follows in consequence upon what has been said. For setting aside the law of the Lord (for the tradition of the divine mystagogy is a law), he says that baptism takes place not into Father and Son and Holy Spirit, just as He commanded the disciples when handing down the mystery, but into Craftsman and Creator, and not only Father, he says, of the Only-begotten, but also God. Woe to him who gives his neighbour to drink turbid subversion! How he stirs up and befouls the truth with his miry addition! How has he not feared the curse hanging over those who dare to add anything to the divine voices, or to take away from them? Let us read over his words the voice of the Lord. Going forth, He says, make disciples of all the nations, baptizing them into the name of the Father and of the Son and of the Holy Spirit. Where did He address the Son as a creature? Where did the word teach the Father to be Creator and Craftsman of the Only-begotten? Where in what has been said is the Son taught to be a servant of God? Where in the tradition of the mystery is a God of the Son proclaimed? Do you then perceive and understand, O you who through deceit have been dragged down towards perdition, whom you have set over your own souls as teacher—him who adulterates the holy Scriptures, him who alters the divine voices, him who befouls with his own mire the purity of the doctrines of piety, him who not only arms his own tongue against us, but also attempts to remodel those very
Notes, col. 881

On the reading

Printed ὑπέληψιν, for ὑπόληψιν.

PG 45:884Read from the page
ροῦντα τὰς ἁγίας φωνάς, τὸν κυριωτέραν τὴν ἰδίαν διαστροφὴν τῆς τοῦ Κυρίου διδασκαλίας ἀποδεῖξαι φιλονεικοῦντα. Οὔπω καθορᾶτε ὅτι ἀντεγείρει ἑαυτὸν τῷ προσκυνουμένῳ ὀνόματι; ὥστε σιωπηθῆναι μὲν τῷ χρόνῳ τὸ τοῦ Κυρίου ὄνομα, ἀντεισαχθῆναι δὲ ταῖς Ἐκκλησίαις ἀντὶ τοῦ Χριστοῦ τὸν Εὐνόμιον. Οὔπω λογίζεσθε ὅτι μελέτη καὶ παρασκευὴ καὶ προοίμιον τῆς τοῦ Ἀντιχρίστου παρουσίας τὸ ἄθεον τοῦτο παρὰ τοῦ διαβόλου προκαταβέβληται κήρυγμα; Ὁ γὰρ τῶν τοῦ Χριστοῦ λόγων κυριωτέρας τὰς ἰδίας φωνὰς ἀποδεῖξαι φιλονεικῶν, καὶ μεταλλάξαι τὴν πίστιν ἀπὸ τῶν θείων ὀνομάτων, καὶ τῶν μυστικῶν ἐθῶν, καὶ συμβόλων εἰς τὴν ἰδίαν ἀπάτην, τί ἂν ἄλλο κυρίως καὶ οὐχὶ Ἀντίχριστος λέγοιτο;
slandering the sacred utterances, contentiously striving to show his own perversion to be more authoritative than the teaching of the Lord. Do you not yet perceive that he raises himself up against the worshipped name? so that in time the name of the Lord may be silenced, and Eunomius introduced instead into the Churches in place of Christ. Do you not yet reckon that this godless proclamation has been laid down beforehand by the devil as a practice and preparation and prelude to the coming of the Antichrist? For he who contentiously strives to show his own utterances to be more authoritative than the words of Christ, and to alter the faith from the divine names, and the mystical customs, and symbols into his own deceit, what else could he properly be called and not Antichrist?
ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΔΩΔΕΚΑΤΟΥ ΛΟΓΟΥ.
Chapters of the Twelfth Book.
αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ Κυρίου ῥηθέντα λόγον, Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα, θαυμαστῶς ἑρμηνεύει.
i. And this twelfth book admirably interprets the word spoken to Mary by the Lord, Touch Me not; for I have not yet ascended.
βʹ. Εἶτα τὴν παρὰ τοῦ μεγάλου Βασιλείου ἐλεγχθεῖσαν βλασφημίαν τοῦ Εὐνομίου, εἰς τὴν τοῦ σκότους μοῖραν τὸν Μονογενῆ ἀφορίσαντος Θεὸν, καὶ τὴν τοῦ Εὐνομίου ἀπολογίαν ἤτοι ἀνάλυσιν τῆς παρ' αὐτοῦ ῥηθείσης βλασφημίας ἐκθεμένου, πλείονα ἀπὸ τῆς Ἀπολογίας τὴν αὐτοῦ νῦν βλασφημίαν τῆς προτέρας ἀποδείκνυσιν· ἐν ᾧ καὶ περὶ τοῦ ἀπροσίτου καὶ τοῦ ἀληθινοῦ φωτὸς πανσόφως διελήλυθεν.
ii. Next, the blasphemy of Eunomius refuted by the great Basil, when he assigned the Only-begotten God to the portion of darkness, and Eunomius's defence or resolution of the blasphemy spoken by him, when he set it forth, he demonstrates from the Apology that his present blasphemy is greater than the former; wherein he also most wisely discoursed concerning the unapproachable and the true light.
γʹ. Πρὸς τούτοις τὴν εὐαγγελικὴν ῥῆσιν τὴν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ τὴν ζωὴν, καὶ τὸ φῶς, καὶ τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, κακῶς ἐπὶ Εὐνομίου παραδόξως ἡρμήνευσε, καὶ τὴν βλασφημίαν ἀνεσκεύασε, τήν τε οἰκονομίαν τοῦ Κυρίου διὰ φιλανθρωπίαν οὐκ ἀδυναμίαν, Πατρός τε συνεργείᾳ γεγενημένην δείκνυσι.
iii. In addition to these, he marvellously interpreted the evangelical saying, In the beginning was the Word, and the life, and the light, and, The Word became flesh, badly [taken] in Eunomius's case, and overthrew the blasphemy, and shows that the dispensation of the Lord came to pass through love of mankind, not weakness, and with the cooperation of the Father.
δʹ. Πρὸς τούτοις δὲ πάλιν τὸν Εὐνόμιον τὴν ἀγεννησίαν ἐκ τῶν ἱερογλυφικῶν γραφῶν, καὶ τῆς Αἰγυπτίων μυθοποιΐας καὶ εἰδωλολατρείας μεμαθηκέναι διελέγχει, Ἄνουβιν, καὶ Ὄσιριν καὶ Ἶσιν τῷ τῶν Χριστιανῶν ἐπεισάγοντα δόγματι· καὶ μὴ χάριν τῷ Μονογενεῖ τὸν ἄνθρωπον ἔχειν, ὡς κατ' ἀνάγκην τὰ πάθη δεξάμενον, καὶ μὴ βουλόμενον· καὶ ὡς οὐδὲν τὸ πῦρ τῆς θερμότητος, οὔτε τῆς ῥοῆς τὸ ὕδωρ, ὡς οὐκ εἰς δύναμιν ἐξουσιαστικὴν, ἀλλ' εἰς φύσεως ἀνάγκην τὸ γεγονὸς ἀναφέροντα.
iv. And in addition to these, he again convicts Eunomius of having learned ingenerateness from the hieroglyphic writings, and the myth-making and idolatry of the Egyptians, bringing Anubis, and Osiris and Isis into the doctrine of Christians; and [saying] that man owes no gratitude to the Only-begotten, as having received the sufferings by necessity, and unwillingly; and just as fire has no [gratitude] for heat, nor water for its flow, referring what came to pass not to sovereign power, but to necessity of nature.
εʹ. Εἶτα πάλιν περὶ ἀληθινοῦ καὶ ἀπροσίτου φωτὸς Πατρὸς καὶ Υἱοῦ, ἰδιότητός τε καὶ κοινότητος, καὶ οὐσίας διεξελθὼν, περί τε γεννητοῦ καὶ ἀγεννήτου, ὡς μηδεμίαν ἐναντιότητα κατὰ τὸ σημαινόμενον ἔχοντος, ἀλλ' ἀντίθεσίν τινα καὶ ἀντιδιαστολὴν ἀμεσίτευτον ἀποδείξας, τὸν λόγον πληροῖ. Ἕως ὧδε.
v. Then again having gone through [that which concerns] the true and unapproachable light of Father and Son, and peculiarity and community, and essence, and showing concerning begotten and unbegotten that it has no opposition in what is signified, but a certain antithesis and unmediated contradistinction, he completes the book. Thus far.
Ἀλλ' εἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προκείμενον, ὅπερ ἐστὶν αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγματος αὐτῶν συνηγορίας. Οἴονται γὰρ
But let us see also what is set before us in consequence of the blasphemy, which is the very chief point of the advocacy of their doctrine. For they suppose
PG 45:885Read from the page
ἰσχυροτάτην ἀπόδειξιν ὧν λέγουσιν ἔχειν οἱ τὸ μεγαλεῖον τῆς τοῦ Μονογενοῦς δόξης εἰς ταπεινοὺς καὶ δουλοπρεπεῖς ὑπολήψεις κατάγοντες, τὸν πρὸς τὴν Μαρίαν τοῦ Κυρίου λόγον, ὃν μετὰ τὴν ἀνάστασιν πρὸ τῆς ἀνόδου πεποίηται λέγων, Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου· πορεύθητι δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς, ὅτι ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν. Τὴν μὲν οὖν εὐσεβῆ τῶν εἰρημένων διάνοιαν, καθ' ἣν πεπιστεύκαμεν εἰρῆσθαι ταῦτα πρὸς τὴν Μαρίαν, πρόδηλον οἶμαι τοῖς παραδεξαμένοις ἐν ἀληθείᾳ τὴν πίστιν· προστεθήσεται δὲ ὅμως καὶ παρ' ἡμῶν ὁ περὶ τούτου λόγος ἐν τῷ καθήκοντι τόπῳ. Τέως δὲ μαθεῖν ἄξιον παρὰ τῶν προφερόντων ἡμῖν τὰς τοιαύτας φωνὰς, ὅτι τὸ ἀναβαῖνον καὶ τὸ ὁρώμενον, καὶ τὸ διὰ τῆς ἁφῆς γνωριζόμενον καὶ ἔτι πρὸς τούτοις τὸ τοῖς ἀνθρώποις διὰ τῆς ἀδελφότητος οἰκειούμενον, ἆρα τῆς θείας, ἢ τῆς ἀνθρωπίνης φύσεως ἴδιον εἶναι νομίζουσιν. Εἰ μὲν γὰρ ψηλαφητὸν καὶ ὁρατὸν καὶ βρώσει καὶ πόσει διοικούμενον, καὶ τοῖς ἀνθρώποις ὁμογενὲς καὶ ἀδελφὸν, καὶ ὅσα περὶ τὴν σωματικὴν καθορᾶται φύσιν, πάντα ταῦτα καὶ ἐν θεότητι βλέπουσι, λεγέτωσαν περὶ τοῦ μονογενοῦς Θεοῦ καὶ ταῦτα, καὶ ὅσα βούλονται μαρτυρείτωσαν αὐτῷ, καὶ τὴν πορευτικὴν ἐνέργειαν, καὶ τὴν τοπικὴν μετάστασιν, ὅπερ ἴδιον τῶν ἐν σώματι περιγεγραμμένων ἐστίν. Εἰ δὲ ὁ μὲν διὰ τῆς Μαρίας ἀδελφοῖς διαλέγεται, ὁ δὲ Μονογενὴς ἀδελφοὺς οὐκ ἔχει· πῶς γὰρ ἂν ἐν ἀδελφοῖς τὸ μονογενὲς διασῴζοιτο; Καὶ ὁ εἰπὼν Πνεῦμα ὁ Θεὸς, φησὶ πρὸς τοὺς μαθητὰς ὁ αὐτὸς, ὅτι Ψηλαφήσατέ με, ἵνα δείξῃ ὅτι ψηλαφητὴ μὲν ἡ ἀνθρωπίνη φύσις, ἀναφὲς δὲ τὸ θεῖον. Καὶ ὁ εἰπὼν, Πορεύομαι, τὴν τοπικὴν διασημαίνει μετάστασιν. Ὁ δὲ τὰ πάντα συμπεριειληφὼς, ἐν ᾧ, καθώς φησιν ὁ Ἀπόστολος, ἐκτίσθη τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα συνέστηκεν, οὐδὲν ἐν τοῖς οὖσιν ἔξω ἑαυτοῦ ἔχει, εἰς ὃ κατά τινα κίνησιν ἡ μεταχώρησις γίνεται. Οὐδὲ γὰρ ἔστιν ἑτέρως ἐνεργῆσαι τὴν κίνησιν, μὴ τοῦ μεθισταμένου τὸν μὲν ἐν ᾧ ἦν ἀπολείποντος, ἕτερον δὲ ἀντιλαμβάνοντος τόπον. Τὸ δὲ διὰ πάντων ἧκον, καὶ ἐν πᾶσιν ὂν, καὶ πάντα περικρατοῦν, καὶ ὑπ' οὐδενὸς τῶν ὄντων περιειργόμενον, οὐκ ἔχειν ὅπου μεταχωρήσει, τῷ μηδὲν εἶναι κενὸν τοῦ θείου πληρώματος. Πῶς καταλιπόντες οὗτοι τὸ ἐκ τοῦ φαινομένου τὰς φωνὰς γίνεσθαι, ταύτας τῇ θείᾳ τε καὶ ὑπερεχούσῃ πάντα νοῦν ἐφαρμόζουσι φύσει; Σαφῶς τοῦ Ἀποστόλου ἐν τῇ πρὸς Ἀθηναίους δημηγορίᾳ τοιοῦτον ἀπαγορεύοντος ἐπὶ Θεοῦ νομίζειν. Ὡς οὐχὶ διὰ ψηλαφήσεως εὑρισκομένης τῆς θείας δυνάμεως, ἀλλὰ διὰ νοητῆς θεωρίας καὶ πίστεως, ἢ πάλιν ὁ βεβρωκὼς ἐν ὀφθαλμοῖς τῶν μαθητῶν, ὁ ἐπαγγειλάμενος ἐν τῇ Γαλιλαίᾳ προάξειν τε καὶ ὀφθήσεσθαι, τίνα τὸν ὀφθησόμενον αὐτοῖς μηνύει; Ἆρα τὸν Θεὸν, ὃν οὔτε ἑώρακέ τις, οὔτε ἰδεῖν δύναται; Ἢ τὸν σωματικὸν χαρακτῆρα, τουτέστι, τὴν τοῦ δούλου μορφὴν, ἐν ᾗ ἦν ὁ Θεός; Εἰ τοίνυν φανερῶς διὰ τῶν εἰρημένων
that those who bring down the majesty of the glory of the Only-begotten to lowly and servile notions have the strongest proof of what they say in the word of the Lord to Mary, which He uttered after the resurrection before the ascension, saying, Touch Me not, for I have not yet ascended to My Father; but go to My brethren and say to them, I ascend to My Father and your Father, and My God, and your God. Now the pious meaning of what was said, according to which we have believed that these things were said to Mary, is, I suppose, manifest to those who have received the faith in truth; nevertheless, the discourse concerning this will also be added by us in the fitting place. Meanwhile, it is worthy to learn from those who bring forward such utterances to us, whether they suppose that which ascends and that which is seen, and that which is known by touch, and still further that which is made akin to men through brotherhood, to be proper to the divine or to the human nature. For if they behold in divinity also what is palpable and visible and sustained by food and drink, and of one race and brotherly with men, and whatever else is observed about bodily nature, let them say all these things concerning the only-begotten God also, and attest of Him whatever they wish, both locomotive activity, and local transition, which is proper to things circumscribed in a body. But if the one converses with brethren through Mary, whereas the Only-begotten has no brethren—for how could the only-begotten character be preserved among brethren? And He who said, God is Spirit, the same says to the disciples, Handle Me, in order to show that human nature is palpable, whereas the divine is intangible. And he who said, I go, signifies local transition. But He who has comprehended all things, in Whom, as the Apostle says, all things were created, and in Whom all things consist, has nothing among beings outside Himself, into which by some motion the shifting takes place. For neither is it possible otherwise to effect motion, unless that which changes place leaves the one in which it was, and occupies another place. And that which pervades all things, and is in all things, and encompasses all things, and is circumscribed by none of the things that are, has nowhere to shift to, because nothing is void of the divine fulness. How do these men, abandoning [the view] that the utterances proceed from what appears, apply them to the divine nature that surpasses every mind? When the Apostle in his address to the Athenians clearly forbids supposing such a thing concerning God. Inasmuch as the divine power is not found through groping, but through intellectual contemplation and faith; or again, He who ate before the eyes of the disciples, who promised to go before them and be seen in Galilee, whom does He declare to be the one who will be seen by them? Is it God, Whom no one has seen, nor can see? Or the bodily character, that is, the form of the servant, in which God was? If therefore manifestly through what has been said
PG 45:888Read from the page
πρὸς τὸ βλεπόμενον, καὶ ἀντιτυποῦν καὶ κινούμενον, καὶ ὁμογενὲς τῇ φύσει τῶν μαθητῶν, ἡ διάνοια τῶν εἰρημένων φέρεται· τῶν δὲ τοιούτων οὐδὲν περὶ τὸν ἀόρατόν τε καὶ ἀσώματον καὶ ἀναφῆ καὶ ἀνείδεον καθορᾶται· πῶς αὐτὸν τὸν μονογενῆ Θεὸν, τὸν ἐν ἀρχῇ ὄντα, καὶ ἐν τῷ Πατρὶ ὄντα, εἰς τὸ ὁμότιμον Πέτρῳ, καὶ Ἀνδρέᾳ, καὶ Ἰωάννῃ, καὶ τοῖς λοιποῖς τῶν ἀποστόλων κατάγουσιν; ἐν τῷ καὶ ἀδελφοὺς αὐτοὺς λέγειν εἶναι τοῦ Μονογενοῦς καὶ ὁμοδούλους. Καὶ πᾶσα πρὸς τοῦτον αὐτοῖς τὸν σκοπὸν ἡ σπουδὴ βλέπει, τὸ δεῖξαι τοσοῦτον ἀφεστῶτα κατὰ τὸ μεγαλεῖον τῆς φύσεως, τὸν Πατέρα τῆς τοῦ Μονογενοῦς ἀξίας τε καὶ δυνάμεως καὶ οὐσίας, ὅσον καὶ τῆς ἀνθρωπίνης οὐσίας ὑπερανέστηκε· καὶ τῆς διανοίας ταύτης τοῦτον τὸν λόγον ποιοῦνται συνήγορον, τὸν ἐκ τοῦ ἴσου τήν τε τοῦ Πατρὸς καὶ τὴν τοῦ Κυρίου, καὶ τῶν μαθητῶν τοῦ Κυρίου φύσιν κοινοποιοῦντα. Ὡς μηδεμιᾶς μεταξὺ νοουμένης κατὰ τὴν φυσικὴν ἀξίαν διαφορᾶς· ἐν τῷ παραπλησίως αὐτὸν, καὶ τούτου κἀκείνων Πατέρα τε καὶ Θεὸν εἶναι νομίζεσθαι.
the meaning of what has been said is carried towards that which is seen, and offers resistance and is moved, and is of one race with the nature of the disciples; and none of such things is observed about Him who is invisible and incorporeal and intangible and formless; how do they bring down the only-begotten God Himself, Who was in the beginning, and Who is in the Father, to equal honour with Peter, and Andrew, and John, and the rest of the apostles, in saying that they are also brethren of the Only-begotten and fellow-servants? And all their zeal looks to this aim, to show that the Father stands as far aloof in the majesty of nature from the dignity and power and essence of the Only-begotten as He has risen above human essence also; and of this notion they make this saying an advocate, which equally makes common the nature both of the Father and of the Lord, and of the disciples of the Lord; as though no difference were conceived between them in natural dignity, in that He is likewise supposed to be Father and God both of this One and of those.
Καὶ τοιαύτη τίς ἐστιν ἡ κατὰ τὸ ἀκόλουθον τῆς βλασφημίας κατασκευὴ, ὡς ἢ καὶ τοῖς μαθηταῖς διὰ τῆς σχετικῆς σημασίας τὸ κοινὸν τῆς οὐσίας πρὸς τὸν Πατέρα συμμαρτυρεῖσθαι, ἢ μηδὲ τὸν Κύριον διὰ τῆς φωνῆς εἰς κοινωνίαν τῆς τοῦ Πατρὸς ἄγειν φύσεως· καὶ ὡς τὴν δουλείαν τῶν μαθητῶν, τὸν Θεὸν αὐτῶν ὀνομασθῆναι τὸν ἐπὶ πάντων παρίστησι, κατὰ τὸν αὐτὸν λόγον, καὶ τὸν Υἱὸν δουλεύειν τῷ Θεῷ διὰ τῶν εἰρημένων ὁμολογεῖσθαι. Ὅτι μὲν οὖν οὐ τῇ θεότητι τοῦ Μονογενοῦς ἐφαρμόζεται τὰ πρὸς τὴν Μαρίαν ῥήματα, δι' αὐτῆς ἐστι τῆς τῶν εἰρημένων διανοίας μαθεῖν. Ὁ γὰρ διὰ πάντων πρὸς τὸ ὁμότιμον τῆς ἀνθρωπίνης βραχύτητος ἑαυτὸν, φασὶ, ταπεινώσας, ἐκεῖνος φθέγγεται τὰ εἰρημένα. Τίς δὲ αὐτῶν τῶν ῥημάτων ἐστὶν ἡ διάνοια, τὴν μὲν ἀκρίβειαν εἰδεῖεν ἂν οἱ διὰ τοῦ Πνεύματος τὰ βάθη τοῦ μυστηρίου διερευνώμενοι. Ὅσα δὲ καὶ εἰς ἡμετέραν ἥκει κατάληψιν κατὰ τὴν τῶν Πατέρων ὑφήγησιν, ταῦτα δι' ὀλίγων παραθησόμεθα. Ὁ τῇ φύσει Πατὴρ τῶν ὄντων, ἐξ οὗ τὰ πάντα τὴν γένεσιν ἔχει, εἷς παρὰ τῆς τοῦ Ἀποστόλου μεγαλοφωνίας ἀνακεκήρυκται· Εἷς γὰρ Θεὸς, φησὶ, καὶ Πατὴρ, ἐξ οὗ τὰ πάντα. Οὐκοῦν ἡ ἀνθρωπίνη φύσις, οὐκ ἀλλαχόθεν ἐπεισῆλθε τῇ κτίσει, οὐδὲ αὐτομάτως ἐνεφύη τοῖς γεννῶσιν· ἀλλὰ τὸν ποιητὴν καὶ αὐτῆς τῆς ἰδίας συστάσεως οὐκ ἄλλον ἔσχεν, ἢ τὸν Πατέρα τῶν πάντων. Καὶ αὐτὸ δὲ τὸ τῆς θεότητος ὄνομα, εἴτε τὴν ἐποπτικὴν, εἴτε τὴν προνοητικὴν ἐξουσίαν σημαίνει, ἣν οἰκείως εἶχε πρὸς τὸ ἀνθρώπινον. Ὁ γὰρ τὴν δύναμιν παρασχὼν τοῖς οὖσι τοῦ εἶναι, Θεὸς καὶ ἐπόπτης τῶν ἐπ' ἐκείνου γεγονότων ἐστίν. Ἀλλ' ἐπεὶ κατ' ἐπιβουλὴν τοῦ ἐνσπείραντος ἡμῖν τὸ τῆς ἀπειθείας ζιζάνιον, οὐκέτι τοῦ πατρικοῦ χαρακτῆρος ἡ φύσις ἡμῶν τὴν εἰκόνα ἐφ' ἑαυτῆς διεσώσατο· ἀλλὰ πρὸς τὸ αἶσχος τῆς ἁμαρτίας μετεμορφώθη· διά τοῦτο διὰ τῆς κατὰ τὴν προαίρεσιν ὁμοιότητος εἰς τὴν πονηρὰν
And such is the construction of the blasphemy in consequence, that either community of essence with the Father is jointly attested for the disciples also through the relative signification, or neither do they bring the Lord through the utterance into communion of the Father's nature; and just as the God over all being named their God establishes the servitude of the disciples, by the same reasoning it is confessed through what has been said that the Son also serves God. That, therefore, the words to Mary are not applied to the divinity of the Only-begotten, one may learn through the very meaning of what has been said. For He who in all respects humbled Himself, they say, to equality of honour with human brevity, He utters what has been said. But what the meaning of the words themselves is, they would know with exactness who search out the depths of the mystery through the Spirit. But whatever has come to our comprehension also according to the guidance of the Fathers, this we will set forth in few words. He who by nature is Father of beings, from Whom all things have their origin, has been proclaimed one by the lofty utterance of the Apostle: For there is one God, he says, and Father, from Whom are all things. Human nature, therefore, did not enter creation from elsewhere, nor did it grow up of its own accord in those who beget; but it had no other maker even of its own constitution than the Father of all. And the very name of divinity, whether it signifies overseeing or providential authority, [signifies that] which He intimately possessed towards mankind. For He who gave to beings the power to be, is God and overseer of the things that came into being by Him. But since by the plot of him who sowed in us the tare of disobedience, our nature no longer preserved upon itself the image of the paternal character, but was transformed to the shame of sin; therefore through likeness in choice into the wicked
Notes, col. 888

On the reading

Printed διά τοῦτο, for διὰ τοῦτο.